作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Didache

Caput X 第X章

Anonymous · Didache · 7 sectiones

Didache 10.1

1

Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὕτως εὐχαριστήσατε:

満ち足りた後には、このように感謝を捧げよ。

Didache 10.2

2

Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

「聖なる父よ、汝の聖なる名のゆえに、汝に感謝を捧げます。汝はその名を我々の心のうちに住まわせてくださいました。また、知識と信仰と不死のゆえにも汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」

Didache 10.3

3

σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου.

「汝、全能の主宰者よ、汝の名のために万物を創造されました。人々に食物と飲み物を享受のために与え、彼らが汝に感謝を捧げるようにされました。しかし我々には、汝の子を通して、霊的な食物と飲み物、そして永遠の生命を賜りました。」

Didache 10.4

4

πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ; σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

「何よりもまず、汝が力ある方であることのゆえに、汝に感謝を捧げます。栄光は世々にわたって汝のものです。」

Didache 10.5

5

μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ: ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

「主よ、汝の教会を覚えたまえ。これをあらゆる悪しきものから救い出し、汝の愛のうちに全うし、聖とされたこの教会を、四方の風から、汝が備えられた汝の王国へと集めたまえ。力と栄光は世々にわたって汝のものだからです。」

Didache 10.6

6

ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαυείδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω: εἴ τις οὐκ ἔστι, μετανοείτω: μαρὰν ἀθά: ἀμήν.

「恩寵は来たれ、そしてこの世は過ぎ去れ。ダビデの神にホサナ。もし聖なる者があれば、来たれ。もしそうでなければ、悔い改めよ。マラナ・タ。アーメン。」

Didache 10.7

7

τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν ὅσα θέλουσιν.

預言者たちには、望むだけ感謝を捧げることを許せ。