Didache 3.1
Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ.
我が子よ、あらゆる悪しきものから、またそれに似たすべてのものから逃れよ。
Didache 3.2
μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός: ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται.
怒りっぽい者になるな。怒りは殺人へ導くからである。また、妬み深い者にも、争い好きな者にも、激しやすい者にもなるな。これらすべてから殺人が生まれるからである。
Didache 3.3
τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος: ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται.
我が子よ、欲望を抱く者になるな。欲望は淫行へ導くからである。また、みだらな言葉を語る者にも、目を高くする者にもなるな。これらすべてから姦淫が生まれるからである。
Didache 3.4
τέκνον μου, μὴ γίνου οἰωνοσκόπος. ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν: ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται.
我が子よ、鳥占いをする者になるな。それは偶像礼拝へ導くからである。また、呪文を唱える者にも、占星術師にも、祓い清めをする者にもなるな。それらを見ることさえ望むな。これらすべてから偶像礼拝が生まれるからである。
Didache 3.5
τέκνον μου, μὴ γίνου ψεύστης. ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος: ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται.
我が子よ、偽り者になるな。偽りは盗みへ導くからである。また、金銭を愛する者にも、虚栄心のある者にもなるな。これらすべてから盗みが生まれるからである。
Didache 3.6
τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων: ἐκ γὰρ τούτων ἀπάντων βλασφημίαι γεννῶνται,
我が子よ、不平を言う者になるな。それは冒瀆へ導くからである。また、強情な者にも、悪しき思いを抱く者にもなるな。これらすべてから冒瀆が生まれるからである。
Didache 3.8
γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας.
忍耐強く、憐れみ深く、無邪気で、物静かで、善き者となり、そして聞いた言葉につねに震えおののく者であれ。
Didache 3.9
οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ.
自らを高くしてはならない。また、お前の魂に厚かましさを与えてはならない。お前の魂は高ぶる者たちと結びついてはならず、むしろ正しい者たち、謙遜な者たちと共に歩め。
Didache 3.10
τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.
お前に起こる出来事を、神を離れては何も起こらないと知って、善きものとして受け入れよ。