Didache 15.1
Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους: ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προφητῶν καὶ διδασκάλων.
それゆえ、諸君は自分たちのために、主にふさわしい監督たちと奉仕者たちを選び立てよ。柔和で、金銭を愛さず、真実で、見分けられた者たちを。彼らもまた、預言者と教師たちの勤めを、諸君のために果たすからである。
Didache 15.2
μὴ οὖν ὑπερίδητε αὐτούς: αὐτοὶ γάρ εἰσιν οἱ τετιμημένοι ὑμῶν μετὰ τῶν προφητῶν καὶ διδασκάλων.
それゆえ、彼らを軽んじてはならない。彼らこそ、預言者と教師たちと共に、諸君の間で尊ばれるべき者たちであるからだ。
Didache 15.3
Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ, ἀλλ’ ἐν εἰρήνῃ ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ: καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παῤ ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσῃ.
互いに、怒りによってではなく、福音にあるとおり平和のうちに咎め合え。また、他の者に対して誤りを犯した者には、悔い改めるまで、誰も語りかけてはならず、彼も諸君から何一つ聞いてはならない。
Didache 15.4
τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτω ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν.
諸君の祈りと施しと、あらゆる行いを、我々の主の福音にあるとおりに行え。