Didache 1.1
Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μια τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
二つの道がある。一つは命の道、一つは死の道である。二つの道の隔たりは大きい。
Didache 1.2
Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη: πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν: πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει.
さて、命の道とはこうである。第一に、お前を造られた神を愛せよ。第二に、お前自身のように隣人を愛せよ。そして、お前が自分にされたくないと望むことはすべて、お前も他人にしてはならない。
Didache 1.3
Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη: εὐλογεῖτε τοῦς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς: ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχθρόν.
これらの言葉の教えとはこうである。諸君を呪う者たちを祝福し、諸君の敵のために祈り、諸君を迫害する者たちのために断食せよ。諸君を愛する者たちを愛するだけなら、そこに何の功があろうか。異邦人たちもまた同じことをするのではないか。しかし諸君は、諸君を憎む者たちを愛せよ。そうすれば、諸君に敵はなくなるであろう。
Didache 1.4
ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν: ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος: ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο: ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου, δὸς αὐτῷ καὶ τὸν χιτῶνα: ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει: οὐδὲ γὰρ δύνασαι.
肉の欲望と肉体の欲望から離れよ。もし誰かがお前の右の頬を打つなら、彼にもう一方の頬をも向けよ。そうすればお前は全き者となるであろう。もし誰かがお前に一ミリオン行くよう強いるなら、彼と共に二ミリオン行け。もし誰かがお前の上着を奪うなら、下着も彼に与えよ。もし誰かがお前からお前のものを取るなら、取り返そうとするな。お前にはそれができないのだから。
Didache 1.5
παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει: πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν: ἀθῷος γάρ ἐστιν. οὐαὶ τῷ λαμβάνονται: εἰ μὲν γὰρ χρείαν ἔχων λαμβάνει τις, ἀθῷος ἔσται: ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην, ἱνατί ἔλαβε καὶ εἰς τί: ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην.
お前に求めるすべての者に与えよ。そして取り返そうとするな。父はご自身の賜物から、すべての者に与えることを望まれるからである。戒めに従って与える者は幸いである。その者は咎めなき者だからである。受け取る者には災いがある。もし必要があって受け取るなら、その者は咎めなき者となるであろう。しかし必要もなく受け取る者は、なぜ、何のために受け取ったのかについて、罰を受けるであろう。そして、捕らわれの身となり、自らが行ったことについて取り調べられ、最後の一コドラントを払い終えるまで、そこから出て来ることはないであろう。
Didache 1.6
ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται: Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου, μέχρις ἂν γνῷς, τίνι δῷς.
しかし、このことについてもこう言われている。「お前の施しを、誰に与えるかを知るまで、お前の手の中で汗をかかせよ。」