Didache 4.1
Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ αὐτὸν ὡς κύριον: ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν.
我が子よ、お前に神の言葉を語る者を、夜も昼も覚えていよ。そして、その者を主として敬え。主権が語られるところ、そこに主がおられるからである。
Didache 4.2
ἐκζητήσεις δὲ καθ̓ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν.
日ごとに、聖なる者たちの顔を尋ね求めよ。彼らの言葉に安らぎを得るためである。
Didache 4.3
οὐ ποθήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους: κρινεῖς δικαίως, οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν.
分裂を望んではならない。争う者たちの間を平和にせよ。正しく裁け。過ちを咎めるにあたって人を分け隔てしてはならない。
Didache 4.5
Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν.
受け取ることには手を伸ばし、与えることには手を引っ込める者になるな。
Didache 4.6
ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δώσεις λύτρωσιν ἁμαρτιῶν σου.
お前の手を通して持っているなら、それをお前の罪の贖いとして与えよ。
Didache 4.7
οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις: γνώσῃ γάρ, τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης.
与えることをためらってはならず、与えながら不平を言ってもならない。報いの善き払い手が誰であるかを、お前は知るであろうから。
Didache 4.8
οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σοῦ καὶ οὐκ ἐρεῖς ἴδια εἶναι: εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς θνητοῖς;
乏しい者から顔を背けてはならない。むしろ、すべてのものを兄弟と分かち合い、それらを自分のものだと言ってはならない。もし不死なるものにおいて共同者であるなら、死すべきものにおいてはなおさらではないか。
Didache 4.9
Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις τὸν φόβον τοῦ θεοῦ.
お前の息子や娘からお前の手を引いてはならない。むしろ、幼い時から神への畏れを教えよ。
Didache 4.10
οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ σου, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις θεόν: οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ̓ οὕς τὸ πνεῦμα ἡτοίμασεν.
お前の僕や仕え女に、同じ神に望みを置く者たちであるのに、苦々しさをもって命じてはならない。彼らが、双方の上にいます神を畏れなくなるといけないからである。神は人を分け隔てて招くのではなく、霊が備えた者たちのところへ来られるからである。
Didache 4.11
ὑμεῖς δὲ οἱ δοῦλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ.
諸君、僕たる者たちよ、諸君の主人たちに神の型として、恥じらいと畏れをもって従え。
Didache 4.13
οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν.
主の戒めを決して見捨ててはならない。むしろ、受け取ったことを、付け加えることも取り去ることもせずに守れ。
Didache 4.14
ἐν ἐκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾷ: αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.
教会において、お前の過ちを告白せよ。そして、悪しき良心を抱いたまま、お前の祈りに進み出てはならない。これが命の道である。