Epistula ad Philippenses 9.1
Παρακαλῶ οὖν πάντας ὑμᾶς, πειθαρχεῖν τῷ λόγῳ τῆς δικαιοσύνης καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν, ἣν καὶ εἴδατε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ καὶ Ζωσίμῳ καὶ Ῥούφῳ, ἀλλὰ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ Παύλῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις:
それゆえ、私は諸君すべてに勧める。正義の言葉に従い、あらゆる耐え忍びを鍛えるようにと。それは、祝されたイグナティオス、ゾシモス、ルフォスにおいてだけでなく、諸君のうちの他の者たちにおいても、またパウロその人と他の使徒たちにおいても、諸君が自分の目で見たものである。
Epistula ad Philippenses 9.2
πεπεισμένους ὅτι οὗτοι πάντες οὐκ εἰς κενὸν ἔδραμον, ἀλλ’ ἐν πίστει καὶ δικαιοσύνῃ, καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς τόπον εἰσὶ παρὰ τῷ κυρίῳ, ᾧ καὶ συνέπαθον. οὐ γὰρ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ δἰ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα.
彼らはみな、空しく走ったのではなく、信仰と正義とをもって走ったのであり、彼らと共に苦しみを受けられた主のもとで、彼らにふさわしい場所にあることを、諸君は確信していることであろう。彼らは今の世を愛したのではなく、我々のために死に、我々のために神によって甦らされた方を愛したからである。