Epistula ad Philippenses 7.1
Πᾶς γὰρ ὃς ἂν μὴ ὁμολογῇ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, ἀντιχριστός ἐστιν: καὶ ὃς ἂν μὴ ὁμολογῇ τὸ μαρτύριον τοῦ σταυροῦ, ἐκ τοῦ διαβόλου ἐστίν: καὶ ὃς ἂν μεθοδεύῃ τὰ λόγια τοῦ κυρίου πρὸς τὰς ἰδίας ἐπιθυμίας καὶ λέγῃ μήτε ἀνάστασιν μήτε κρίσιν, οὗτος πρωτότοκος ἐστι τοῦ σατανᾶ.
イエス・キリストが肉において来られたと告白しない者は、すべて反キリストである。また、十字架の証しを告白しない者は、悪魔から出た者である。そして、主の言葉を自分自身の欲望に合わせて曲げ、復活もなく裁きもないと言う者、この者はサタンの長子である。
Epistula ad Philippenses 7.2
διὸ ἀπολιπόντες τὴν ματαιότητα τῶν πολλῶν καὶ τὰς ψευδοδιδασκαλίας ἐπὶ τὸν ἐξ ἀρχῆς ἡμῖν παραδοθέντα λόγον ἐπιστρέψωμεν, νήφοντες πρὸς τὰς εὐχὰς καὶ προσκαρτεροῦντες νηστείαις, δεήσεσιν αἰτούμενοι τὸν παντεπόπτην θεὸν μὴ εἰσενεγκεῖν ἡμᾶς εἰς πειρασμόν, καθὼς εἶπεν ὁ κύριος: Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
それゆえ、多くの者たちの空しさと偽りの教えを捨てて、初めから我々に伝えられた言葉へと立ち返ろう。祈りに向かって目を覚まし、断食に励み、すべてを見通す神に、我々を試みに引き入れないようにと、願いをもって求めよう。主が言われたとおりに。「霊は熱心であるが、肉は弱い。」