Epistula ad Philippenses 2.1
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν δουλεύσατε τῷ θεῷ ἐν φόβῳ καὶ ἀληθείᾳ, ἀπολιπόντες τὴν κενὴν ματαιολογίαν καὶ τὴν τῶν πολλῶν πλάνην, πιστεύσαντες εἰς τὸν ἐγείραντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν καὶ δόντα αὐτῷ δόξαν καὶ θρόνον ἐκ δεξιῶν αὐτοῦ: ᾧ ὑπετάγη τὰ πάντα ἐπουράνια καὶ ἐπίγεια, ᾧ πᾶσα πνοὴ λατρεύει, ὃς ἔρχεται κριτὴς ζώντων καὶ νεκρῶν, οὖ τὸ αἷμα ἐκζητήσει ὁ θεὸς ἀπὸ τῶν ἀπειθούντων αὐτῷ.
それゆえ、諸君は腰に帯を締めて、畏れと真理のうちに神に仕えよ。空しいむだ話と多くの者の迷いとを捨て、我々の主イエス・キリストを死者の中から甦らせ、彼に栄光とご自身の右の座を与えられた方を信じよ。この方には、天にあるものと地にあるものすべてが服し、すべての息あるものが仕え、この方は生ける者と死せる者との裁き主として来られる。この方の血を、神は、この方に従わない者たちに求められるであろう。
Epistula ad Philippenses 2.2
ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ, ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν, ἀπεχόμενοι πάσης ἀδικίας, πλεονεξίας, φιλαργυρίας, καταλαλιᾶς,ψευδομαρτυρίας: μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθον ἀντὶ γρόνθον ἢ κατάραν ἀντὶ κατάρας:
この方を死者の中から甦らせられた方は、我々をも甦らせてくださるであろう。もし我々が、この方の御旨を行い、その戒めに従って歩み、この方が愛されたものを愛し、あらゆる不正、強欲、金銭欲、悪口、偽りの証言から遠ざかり、悪に悪を、罵りに罵りを、殴打に殴打を、呪いに呪いを返すことをしないならば。
Epistula ad Philippenses 2.3
μνημονεύοντες δὲ ὧν εἶπεν ὁ κύριος διδάσκων: Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε: ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν: ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν: καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
そして、主が教えて言われたことを思い起こしつつ——「裁くな、さもなくば汝らも裁かれる。赦せ、さらば汝らも赦されるであろう。憐れめ、さらば汝らも憐れみを受けるであろう。汝らが量るその量りで、汝らも量り返されるであろう」。また、「貧しい者と正義のために迫害される者たちは幸いである。神の王国は彼らのものであるゆえに」と。