Epistula ad Philippenses 6.1
Καὶ οἱ πρεσβύτεροι δὲ εὔσπλαγχνοι, εἰς πάντας ἐλεήμονες, ἐπιστρέφοντες τὰ ἀποπεπλανημένα, ἐπισκεπτόμενοι πάντας ἀσθενεῖς, μὴ ἀμελοῦντες χήρας ἢ ὀρφανοῦ ἢ πένητος ἀλλὰ προνοοῦντες ἀεὶ τοῦ καλοῦ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, ἀπεχόμενοι πάσης ὀργῆς, προσωποληψίας, κρίσεως ἀδίκου, μακρὰν ὄντες πάσης φιλαργυρίας, μὴ ταχέως πιστεύοντες κατά τινος, μὴ ἀπότομοι ἐν κρίσει, εἰδότες ὅτι πάντες ὀφειλέται ἐσμὲν ἁμαρτίας.
また長老たちも、深い慈しみを持ち、すべての人に憐れみ深く、迷い出た者たちを立ち返らせ、すべての病む者たちを見舞い、やもめや孤児や貧しい者をなおざりにせず、常に神と人との御前で善いことに心を配り、あらゆる怒り、人を分け隔てること、不正な裁きから遠ざかり、あらゆる金銭欲から遠く離れ、誰かに対して安易に信じ込まず、裁きにおいて厳しすぎることなく、我々がみな罪の負債を負う者であることを知っているように。
Epistula ad Philippenses 6.2
εἰ οὖν δεόμεθα τοῦ κυρίου, ἵνα ἡμῖν ἀφῇ, ὀφείλομεν καὶ ἡμεῖς ἀφιέναι: ἀπέναντι γὰρ τῶν τοῦ κυρίου καὶ θεοῦ ἐσμὲν ὀφθαλμῶν, καὶ πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ καὶ ἕκαστον ὑπὲρ αὐτοῦ λόγον δοῦναι.
それゆえ、我々が主に、我々を赦してくださるようにと願うのであれば、我々もまた赦さねばならない。我々は主なる神の目の前にあるのであり、すべての者はキリストの裁きの座の前に立ち、おのおの自分について申し開きをしなければならないからである。
Epistula ad Philippenses 6.3
οὕτως οὖν δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ πάσης εὐλαβείας, καθὼς αὐτὸς ἐνετείλατο καὶ οἱ εὐαγγελισάμενοι ἡμᾶς ἀπόστολοι καὶ οἱ προφῆται, οἱ προκηρύξαντες τὴν ἔλευσιν τοῦ κυρίου ἡμῶν: ζηλωταὶ περὶ τὸ καλόν, ἀπεχόμενοι τῶν σκανδάλων καὶ τῶν ψευδαδέλφων καὶ τῶν ἐν ὑποκρίσει φερόντων τὸ ὄνομα τοῦ κυρίον, οἵτινες ἀποπλανῶσι κενοὺς ἀνθρώπους.
こうして我々は、畏れとあらゆる慎み深さをもって、この方に仕えよう。この方ご自身が命じられ、また我々に福音を告げ知らせた使徒たちと、我々の主の到来を予め告げ知らせた預言者たちが命じたとおりに。善いことについて熱心であり、躓きのもととなるものと、偽りの兄弟たちと、偽善によって主の名を帯びる者たち——空しい人々を惑わす者たち——から遠ざかりながら。