作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Contestatio

Caput V 第V章

Anonymous · Contestatio · 5 sectiones

Contestatio 5.1

1

Ταῦτα τοῦ Ἰακώβου εἰπόντος ὠχρίασαν ἀγωνιάσαντες οἱ πρεσβύτεροι. συνιδὼν οὖν ὁ Ἰάκωβος, ὅτι λίαν πεφόβηνται, ἔφη· ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι.

ヤコブがこれらのことを言い終えると、長老たちは苦悩し、青ざめた。そこでヤコブは、彼らが甚だしく恐れていることを見て取り、言った。「私の言うことを聞け、兄弟たちよ、同じ僕たちよ。」

Contestatio 5.2

2

ἐὰν τὰς βίβλους πᾶσιν ὡς ἔτυχεν παρασχῶμεν, καὶ αὐταὶ ὑπὸ τολμηρῶν ἀνδρῶν τινῶν νοθευθῶσιν ἢ ταῖς ἑρμηνείαις διαστραφῶσιν, ὡς ἤδη τινὰς ἤκουσατε πεποιηκότας, ἔσται λοιπὸν καὶ τοῖς ὄντως τὴν ἀλήθειαν ζητοῦσιν ἀεὶ πλανᾶσθαι.

「もし我々がこれらの書を、誰にでも行き当たりばったりに与えるならば、それらは向こう見ずな者たちによって改竄されるか、あるいは解釈によって歪められるであろう——諸君がすでに、ある者たちがそうしたと聞いたとおりに。そうなれば、まことに真理を求める者たちさえも、常に迷わされることになるであろう。」

Contestatio 5.3

3

διὰ ἄμεινον παρ᾽ ἡμῖν αὐτὰς εἶναι, καὶ μεταδιδόναι μετὰ πάσης τῆς προειρημένης ἀσφαλείας τοῖς θέλουσι ζῆν καὶ ἄλλους σώζειν. εἰ δέ τις μετὰ τὸ οὕτως διαμαρτύρασθαι ἄλλως ποιήσει, εὐλόγως αἰωνἰᾳ ὑποπεσεῖται κολάσει.

「それゆえ、これらは我々のもとにある方がよく、前に述べたあらゆる用心をもって、生きることを望み、また他人を救うことを望む者たちに分け与えるべきである。もし誰かが、このように自ら誓約したのちに、それに反して行うならば、当然のこととして永遠の罰に服することになるであろう。」

Contestatio 5.4

4

τίνι γὰρ λόγῳ ἄλλων ἀπωλείας αἴτιος γένομενος αὐτὸς ἐκ ἀπολεῖται; τῶν οὖν πρεσβυτέρων ἐπὶ τῇ τοῦ Ἰακώβου γνώμῃ ἡσθέντων καὶ εἰπόντων· εὐλόγηται ὁ σὲ ὡς πάντα προειδὼς καλῶς ἡμῖν καταστήσας ἐπίσκοπον.

「なぜなら、他人の滅びの原因となった者が、自らは滅びずにいられようか。」そこで長老たちは、ヤコブの考えを喜び、こう言った。「あらかじめすべてを見通して、我々のために善くお前を監督として立てられた方は、祝されている。」

Contestatio 5.5

5

καὶ ταῦτα εἰπόντων αὐτῶν ἐγερθέντες προσηυξάμεθα τῷ τῶν ὅλων πατέρι καὶ Θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

そして彼らがこれを言うと、我々は立ち上がり、万物の父にして神である方に祈った。その方に栄光が世々にあるように。アーメン。