Epistula Petri ad Iacobum 3.1
Ἵνα οὖν μὴ τοιοῦτόν τι γένηται, τούτου ἕνεκα ἠξίωσα καὶ ἐδεήθην, τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ μεταδοῦναι, μήτε ὁμοφύλῳ μήτε ἀλλοφύλῳ, πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν Μωϋσέως ἀγωγὴν παραδοῦναι, καθ᾽ ἥν τοῖς ἑβδομήκοντα παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν· ἵνα οὕτως τὰς πίστεις φυλάξωσιν καὶ πανταχῆ τὸν τῆς ἀληθείας κανόνα παραδῶσιν, ἑρμηνεύοντες τὰ πάντα πρὸς τὴν παράδοσιν ἡμῶν, καὶ μὴ αὐτοὶ ὑπ᾽ ἀμαθείας κατασπώμενοι, ὑπὸ τῶν κατὰ τὴν ψυχὴν στοχασμῶν εἰς πλάνην ἑλκόμενοι, ἄλλους εἰς τὸν ὅμοιον τῆς ἀπωλείας ἐνέγκωσιν βόθυνον.
それゆえ、このようなことが起こらないように、私はこのために求め、また願った——私がお前に送った、私の宣教の書を、同族の者にも異族の者にも、試みを経る前には誰にも分け与えず、ただ誰かが試されてふさわしいと見出されたならば、そのときはじめて、モーセの仕方に従って——モーセがその座を受け継いだ七十人に引き渡したのと同じ仕方に従って——彼に引き渡すように。それは、彼らがこのようにして信仰を守り、至るところで真理の規範を引き渡し、すべてのことを我々の伝承に基づいて解釈し、自ら無知に引きずられ、魂における憶測によって迷いへと引き込まれて、他の者たちを同じ滅びの穴へと落とし込むことのないようにするためである。
Epistula Petri ad Iacobum 3.2
καὶ τὰ μὲν ἐμοὶ δόξαντα καλῶς ἐσήμανά σοι, τὸ δέ σοι δοκοῦν, κύριέ μου, πρεπόντως ἐπιτέλει. ἔῤῥωσο.
私によいと思われたことを、私はお前に善く示した。しかし、お前によいと思われることを、我が主よ、ふさわしく成し遂げよ。健やかであれ。