Epistula Petri ad Iacobum 1.1
Πέτρος Ἰακώβῳ, τῷ κυριῳ καὶ ἐπισκόπῳ τῆς ἁγίας ἐκκλησίας, ὑπὸ τοῦ τῶν ὅλων πατρὸς, διὰ Ιησοῦ Χριστοῦ, ἐν εἰρήνῃ πάντοτε.
ペトロより、聖なる教会の主にして監督であるヤコブへ。万物の父より、イエス・キリストを通して、常に平和あれ。
Epistula Petri ad Iacobum 1.2
Ειδως σε, ἀδελφέ μου, εἰς τὸ κοινῇ πᾶσιν ἡμῖν συμφέρον σπεύδοντα προθύμως ἀξιῶ καὶ δέομαι, τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ τῶν ἀπὸ τῶν ἐθνῶν μεταδοῦναι μήτε ὁμοφύλῳ πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν ἀγωγὴν παραδοῦναι, καθ᾽ ἣν καὶ τοῖς ἑβδομήκοντα ὁ Μωϋσῆς παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν.
私の兄弟よ、お前が我々すべてに共通する益に向かって熱心に励んでいることを知って、私は求め、また願う——私がお前に送った、私の宣教の書を、諸国民の中の誰にも、また同族の者であっても試みを経る前には分け与えず、ただ誰かが試されてふさわしいと見出されたならば、そのときはじめて、その仕方に従って——モーセがその座を受け継いだ七十人に引き渡したのと同じ仕方に従って——彼に引き渡すように。
Epistula Petri ad Iacobum 1.3
διὰ τοῦτο καὶ ὁ καρπὸς τῆς ἀσφαλείας μέχρι τοῦ δεῦρο φαίνεται. τὸν γὰρ αὐτὸν οἱ πανταχῆ ὁμόεθνοι τῆς μοναρχίας καὶ πολιτείας φυλάσσεσι κανόνα, κατὰ μηδένα τρόπον ἄλλως φρονεῖν ὑπὸ τῶν πολλὰ νευεσῶν γραφῶν ἐξοδευθῆναι δυνηθέντες.
こうして、その用心の実りが今日に至るまで現れている。すなわち、至るところにいる同胞たちは、唯一の支配と生き方についての同じ規範を守り、多くの方を指し示す聖書によっても、いかなる仕方によっても、考えを別様にするよう連れ出されることはできずにいる。
Epistula Petri ad Iacobum 1.4
κατὰ γὰρ τὸν παραδοθέντα αὐτοῖς κανόνα τὰ τῶν γραφῶν ἀσύμφωνα πειρῶνται μεταῤῥυθμίζειν, εἰ δή τις τυχὸν μὴ εἰδὼς τὰς παραδόσεις ναρκᾷ πρὸς τὰς τῶν προφητῶν πολυσήμες φωνάς· οὗ ἕνεκεν οὐδενὶ διδάσκειν ἐπιτρέπεσιν , ἐὰν μὴ πρότερον μάθοι, πῶς δεῖ ταῖς γραφαῖς χρῆσθαι· διὰ τοῦτο παρ᾽ αὐτοῖς εἷς Θεὸς, εἷς νόμος, μία ἐλπίς.
というのも、彼らに引き渡された規範に従って、聖書の中の食い違う箇所を整え直そうと努めるからである。もし誰かがたまたまその伝承を知らずに、預言者たちの多義的な言葉を前にして立ちすくむようなことがあれば、そのためにこそ、彼らは、聖書をどのように用いるべきかをまず学ばない限り、誰にも教えることを許さない。それゆえ、彼らのもとには一つの神、一つの律法、一つの希望がある。