Epistula Petri ad Iacobum 2.1
Ἵνα τὸ ὅμοιον καὶ παρ᾽ ἡμῖν γένηται τοῖς ἑβδομήκοντα, ἡμων ἀδελφοῖς τὰς βίβλους μου τῶν κηρυγμάτων δὸς μετὰ τοῦ ὁμοίου τῆς ἀγωγῆς μυστηρίου, ἵνα καὶ τοὺς βουλομένους τὸ τῆς διδασκαλίας ἀναδέξασθαι μέρος ἐφοδιάζωσιν· ἐπεὶ ἐὰν μὴ οὕτως γένηται, εἰς πολλὰς γνώμας ὁ τῆς ἀληθείας ἡμῶν διαιρεθήσεται λόγος.
同じことが我々のところでも起こるように、七十人の我々の兄弟たちに、私の宣教の書を、同じその仕方の秘義とともに与えよ。それは、彼らが、教えの務めを引き受けようと望む者たちに、その備えを与えるためである。もしこのようにならなければ、我々の真理の言葉は多くの考えへと分かたれてしまうであろう。
Epistula Petri ad Iacobum 2.2
τοῦτο δὲ οὐχ ὡς προφήτης ὥν ἐπίσταμαι· ἀλλ᾽ ἤδη αὐτοῦ τοῦ κακοῦ τὴν ἀρχὴν ὁρῶν. τινὲς γὰρ τῶν ἀπὸ ἐθνῶν τὸ δἰ ἐμοῦ νόμιμον ἀπεδοκίμασαν κήρυγμα, τοῦ ἐχθροῦ ἀνθρώπου ἄνομόν τινα καὶ φλυαρώδη προσηκάμενοι διδασκαλίαν.
しかし、私はこのことを預言者として知っているのではなく、すでにその悪の始まりを見ているからこう言うのである。というのも、諸国民の中のある者たちは、私を通して〔伝えられた〕律法にかなう宣教を退け、敵なる人間の、不法でたわ言のような教えを受け入れたからである。
Epistula Petri ad Iacobum 2.3
καὶ ταῦτα ἔτι μου περιόντος ἐπεχειρησάν τινες, ποικίλαις τισὶν ἑρμηνείαις τοὺς ἐμοὺς λόγους μετασχηματίζειν, εἰς τὴν τοῦ νόμου κατάλυσιν· ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος, μὴ ἐκ παῤῥησίας δὲ κηρύσσοντος· ὅπερ ἀπείῃ.
そして、私がまだ生きている間にさえ、ある者たちはこのようなことを企て、様々な解釈によって私の言葉を作り変え、律法の廃棄へと導こうとした——あたかも私自身がそのように考えていながら、はばかることなく宣べ伝えてはいないかのように。しかし、そのようなことがあってはならない。
Epistula Petri ad Iacobum 2.4
τὸ γὰρ τοιοῦτο ἀντιπράσσειν ἐστὶ τῷ τοῦ Θεοῦ νόμῳ τῷ διὰ Μωϋσέως ῥηθέντι καὶ ὑπὸ τοῦ κυρίου ἡμῶν μαρτυρηθέντι περὶ τῆς ἀϊδίου αὐτοῦ διαμονῆς. ἐπεὶ οὕτως εἶπεν· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου.
なぜなら、そのようなことをするのは、モーセを通して語られ、我々の主によってその永遠の存続について証しされた、神の律法に反することだからである。というのも、主はこう言われた。「天と地は過ぎ去るであろうが、律法からは一点一画も決して過ぎ去ることはない。」
Epistula Petri ad Iacobum 2.5
Τοῦτο δὲ εἴρηκεν, ἵνα τὰ πάντα γίνηται. οἱ δὲ οὐκ οἶδα πῶς τὸν ἐμὸν νοῦν ἐπαγγελλόμενοι, οὕς ἤκουσαν ἐξ ἐμοῦ λόγους ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον ἐπχειροῦσιν ἑρμηνεύειν, λέγοντες τοῖς ὑπ᾽ αὐτῶν κατηχουμένοις, τοῦτο εἶναι τὸ ἐμὸν φρόνημα, ὅ ἐγὼ οὐδὲ ἐνεθυμήθην.
主がこう言われたのは、すべてのことが成就するためである。しかし、彼らはどうしたことか、私の精神を告げると称しながら、私自身がこれらの言葉を語った当人でありながら、私から聞いた言葉を、私よりも賢しらに解釈しようと試み、自分たちから教えを受ける者たちに、これが私の本意であると語っている——それは私が思ってもみなかったことである。
Epistula Petri ad Iacobum 2.6
εἰ δὲ ἐμοῦ ἔτι περιόντος τοιαῦτα τολμῶσιν καταψεύδεσθαι, πόσῳ γε μᾶλλον μετ᾽ ἐμὲ ποιεῖν οἱ μετ᾽ ἐμὲ τολμήσουσιν;
もし私がまだ生きているうちにさえ、彼らがこれほどまでに私を偽り伝えることをあえてするならば、私の後の者たちは、私の後に、どれほどなおそれをあえてするであろうか。