Praefatio
前書きΠολύκαρπος καὶ οἱ σὺν αὐτῷ πρεσβύτεροι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Φιλίππους: ἔλεος ὑμῖν καὶ εἰρήνη παρὰ θεοῦ παντοκράτορος καὶ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν πληθυνθείη.
ポリュカルポスと彼と共にいる長老たちより、フィリピに寄留する神の教会へ。憐れみと平和が、全能者なる神と我々の救い主イエス・キリストから、諸君に満ち加わるように。
Caput I
第I章Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν, ὡς ἐπέβαλεν ὑμῖν, τοὺς ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς, ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων:
我々の主イエス・キリストにあって、諸君のことを大いに喜んだ。諸君は、まことの愛の写しである者たちを迎え入れ、ふさわしいままに彼らを送り出した。すなわち、聖徒にふさわしい鎖に繋がれた者たちを。それらの鎖は、神と我々の主とによってまことに選ばれた者たちの王冠なのである。
καὶ ὅτι ἡ βεβαία τῆς πίστεως ὑμῶν ῥίζα, ἐξ ἀρχαίων καταγγελλομένη χρόνων, μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς ὑπέμεινεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἕως θανάτου καταντῆσαι, ὃν ἤγειρεν ὁ θεός, λύσας τὰς ὠδῖνας τοῦ ᾅδου:
そして、諸君の信仰の揺るがぬ根は、古い時代から告げ知らされて、今に至るまで存続し、我々の主イエス・キリストへと実を結んでいる。この方は、我々の罪のために死に至るまで耐え忍ばれ、神はこの方を、陰府の産みの苦しみを解いて、甦らせられた。
εἰς ὃν οὐκ ἰδόντες πιστεύετε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, εἰς ἣν πολλοὶ ἐπιθυμοῦσιν εἰσελθεῖν, εἰδότες, ὅτι χάριτί ἐστε σεσωσμένοι, οὐκ ἐξ ἔργων, ἀλλὰ θελήματι θεοῦ διὰ Ἰησοῦ Χριστοῦ.
諸君は、この方を見ないのに信じ、言い表せない、栄光に満ちた喜びをもって信じている。この喜びに、多くの者が入りたいと望んでいる。諸君は、自分たちが恵みによって救われているのであり、業によってではなく、イエス・キリストを通した神の御旨によって救われていることを知っているからである。
Caput II
第II章Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν δουλεύσατε τῷ θεῷ ἐν φόβῳ καὶ ἀληθείᾳ, ἀπολιπόντες τὴν κενὴν ματαιολογίαν καὶ τὴν τῶν πολλῶν πλάνην, πιστεύσαντες εἰς τὸν ἐγείραντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν καὶ δόντα αὐτῷ δόξαν καὶ θρόνον ἐκ δεξιῶν αὐτοῦ: ᾧ ὑπετάγη τὰ πάντα ἐπουράνια καὶ ἐπίγεια, ᾧ πᾶσα πνοὴ λατρεύει, ὃς ἔρχεται κριτὴς ζώντων καὶ νεκρῶν, οὖ τὸ αἷμα ἐκζητήσει ὁ θεὸς ἀπὸ τῶν ἀπειθούντων αὐτῷ.
それゆえ、諸君は腰に帯を締めて、畏れと真理のうちに神に仕えよ。空しいむだ話と多くの者の迷いとを捨て、我々の主イエス・キリストを死者の中から甦らせ、彼に栄光とご自身の右の座を与えられた方を信じよ。この方には、天にあるものと地にあるものすべてが服し、すべての息あるものが仕え、この方は生ける者と死せる者との裁き主として来られる。この方の血を、神は、この方に従わない者たちに求められるであろう。
ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ, ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν, ἀπεχόμενοι πάσης ἀδικίας, πλεονεξίας, φιλαργυρίας, καταλαλιᾶς,ψευδομαρτυρίας: μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθον ἀντὶ γρόνθον ἢ κατάραν ἀντὶ κατάρας:
この方を死者の中から甦らせられた方は、我々をも甦らせてくださるであろう。もし我々が、この方の御旨を行い、その戒めに従って歩み、この方が愛されたものを愛し、あらゆる不正、強欲、金銭欲、悪口、偽りの証言から遠ざかり、悪に悪を、罵りに罵りを、殴打に殴打を、呪いに呪いを返すことをしないならば。
μνημονεύοντες δὲ ὧν εἶπεν ὁ κύριος διδάσκων: Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε: ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν: ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν: καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
そして、主が教えて言われたことを思い起こしつつ——「裁くな、さもなくば汝らも裁かれる。赦せ、さらば汝らも赦されるであろう。憐れめ、さらば汝らも憐れみを受けるであろう。汝らが量るその量りで、汝らも量り返されるであろう」。また、「貧しい者と正義のために迫害される者たちは幸いである。神の王国は彼らのものであるゆえに」と。
Caput III
第III章Ταῦτα, ἀδελφοί, οὐκ ἐμαυτῷ ἐπιτρέψας γράφω ὑμῖν περὶ τῆς δικαιοσύνης, ἀλλ’ ἐπεὶ ὑμεῖς προεπεκαλέσασθέ με.
兄弟たちよ、正義について、私は自分の一存でこれらのことを諸君に書き送るのではない。諸君が先だって私にそう求めたからである。
οὔτε γὰρ ἐγὼ οὔτε ἄλλος ὅμοιος ἐμοὶ δύναται κατακολουθῆσαι τῇ σοφίᾳ τοῦ μακαρίου καὶ ἐνδόξου Παύλου, ὃς γενόμενος ἐν ὑμῖν κατὰ πρόσωπον τῶν τότε ἀνθρώπων ἐδίδαξεν ἀκριβῶς καὶ βεβαίως τὸν περὶ ἀληθείας λόγον, ὃς καὶ ἀπὼν ὑμῖν ἔγραψεν ἐπιστολάς, εἰς ἃς ἐὰν ἐγκύπτητε, δυνηθήσεσθε οἰκοδομεῖσθαι εἰς τὴν δοθεῖσαν ὑμῖν πίστιν:
私も、私に似た他の誰も、祝された栄えあるパウロの知恵に及ぶことはできない。彼は、かつての人々の面前で諸君のもとにいたとき、真理についての言葉を正確に、また確かに教えた。そして、離れているときにも諸君に手紙を書き送った。それらをよく読み込むならば、諸君は、諸君に与えられた信仰へと築き上げられることができるであろう。
ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν, ἐπακολουθούσης τῆς ἐλπίδος, προαγούσης τῆς ἀγάπης τῆς εἰς θεὸν καὶ Χριστὸν καὶ εἰς τὸν πλησίον. ἐὰν γάρ τις τούτων ἐντὸς ᾖ, πεπλήρωκεν ἐντολὴν δικαιοσύνης: ὁ γὰρ ἔχων ἀγάπην μακράν ἐστιν πάσης ἁμαρτίας.
この信仰こそ、我々すべての母である。希望がこれに従い、神とキリスト、そして隣人への愛がこれに先立つ。もし人がこれらのうちにあるならば、その人は正義の戒めを満たしたのである。愛を持つ者は、あらゆる罪から遠く離れているからである。
Caput IV
第IV章Ἀρχὴ δὲ πάντων χαλεπῶν φιλαργυρία. εἰδότες οὖν ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ἀλλ’ οὐδὲ ἐξενεγκεῖν τι ἔχομεν, ὁπλισώμεθα τοῖς ὅπλοις τῆς δικαιοσύνης καὶ διδάξωμεν ἑαυτοὺς πρῶτον πορεύεσθαι ἐν τῇ ἐντολῇ τοῦ κυριοῦ:
あらゆる災いの初めは金銭欲である。我々は、この世に何も持ち込まなかったのであり、また何も持ち出すこともできないことを知っているのだから、正義の武具で身を固め、まず自分自身に、主の戒めのうちを歩むことを教えよう。
ἔπειτα καὶ τὰς γυναῖκας ἡμῶν ἐν τῇ δοθείσῃ αὐταῖς πίστει καὶ ἀγάπῃ καὶ ἁγνείᾳ στεργούσας τοὺς ἑαυτῶν ἄνδρας ἐν πάσῃ ἀληθείᾳ καὶ ἀγαπώσας πάντας ἐξ ἴσου ἐν πάσῃ ἐγκρατείᾳ, καὶ τὰ τέκνα παιδεύειν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ:
次いで、我々の妻たちにも、彼女たちに与えられた信仰と愛と清らかさのうちにあって、すべての真理をもって自分の夫を慈しみ、すべての節制をもってすべての人を等しく愛し、また子らを神への畏れの訓育をもって育てるように教えよう。
τὰς χήρας σωφρονούσας περὶ τὴν τοῦ κυρίου πίστιν, ἐντυγχανούσας ἀδιαλείπτως περὶ πάντων, μακρὰν οὔσας πάσης διαβολῆς, καταλαλιᾶς, ψευδομαρτυρίας, φιλαργυρίας καὶ παντὸς κακοῦ, γινωσκούσας ὅτι εἰσὶ θυσιαστήριον θεοῦ καὶ ὅτι πάντα μωμοσκοπεῖται, καὶ λέληθεν αὐτὸν οὐδὲν οὔτε λογισμῶν οὔτε ἐννοιῶν οὔτε τι τῶν κρυπτῶν τῆς καρδίας.
やもめたちには、主への信仰について節制を保ち、すべての人のために絶えず執り成し、あらゆる中傷、悪口、偽りの証言、金銭欲、あらゆる悪から遠く離れているように教えよう。彼女たちは、自分たちが神の祭壇であること、そしてすべてが傷なきかどうか検分されること、思案も思いも、心の隠れたことも何一つ彼には隠されていないことを知っているからである。
Caput V
第V章Εἰδότες, οὖν, ὅτι θεὸς οὐ μυκτηρίζεται, ὀφείλομεν ἀξίως τῆς ἐντολῆς αὐτοῦ καὶ δόξης περιπατεῖν.
神は侮られる方ではないと知っているのだから、我々はその戒めと栄光とにふさわしく歩まねばならない。
ὁμοίως διάκονοι ἄμεμπτοι κατενώπιον αὐτοῦ τῆς δικαιοσύνης ὡς θεοῦ καὶ Χριστοῦ διάκονοι καὶ οὐκ ἀνθρώπων: μὴ διάβολοι, μὴ δίλογοι, ἀφιλάργυροι, ἐγκρατεῖς περὶ πάντα, εὔσπλαγχνοι, ἐπιμελεῖς, πορευόμενοι κατὰ τὴν ἀλήθειαν τοῦ κυρίου, ὃς ἐγένετο διάκονος πάντων: ᾧ ἐὰν εὐαρεστήσωμεν ἐν τῷ νῦν αἰῶνι, ἀποληψόμεθα καὶ τὸν μέλλοντα, καθὼς ὑπέσχετο ἡμῖν ἐγεῖραι ἡμᾶς ἐκ νεκρῶν, καὶ ὅτι ἐὰν πολιτευσώμεθα ἀξίως αὐτοῦ, καὶ συμβασιλεύσομεν αὐτῷ, εἴγε πιστεύομεν.
同様に奉仕者たちも、彼の正義の御前に非難されるところなく、神とキリストの奉仕者であって人間の奉仕者ではないように。中傷する者であってはならず、二枚舌を使わず、金銭を愛さず、すべてにおいて節制し、深い慈しみを持ち、勤勉であり、主の真理に従って歩む者であるように。この主は、すべての者の奉仕者となられた方である。もし我々が今の世においてこの方を喜ばせるならば、来たるべき世をも受け継ぐであろう。この方は、我々を死者の中から甦らせると約束されたからであり、もし我々がこの方にふさわしく生きるならば、我々もまた、もし信じるならば、この方と共に王として統べるであろう。
ὁμοίως καὶ νεώτεροι ἄμεμπτοι ἐν πᾶσιν, πρὸ παντὸς προνοοῦντες ἁγνείας καὶ χαλιναγωγοῦντες ἑαυτοὺς ἀπὸ παντὸς κακοῦ. καλὸν γὰρ τὸ ἀνακόπτεσθαι ἀπὸ τῶν ἐπιθυμιῶν ἐν τῷ κόσμῳ, ὅτι πᾶσα ἐπιθυμία κατὰ τοῦ πνεύματος στρατεύεται, καὶ οὔτε πόρνοι οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασιλείαν θεοῦ κληρονομήσουσιν, οὔτε οἱ ποιοῦντες τὰ ἄτοπα. διὸ δέον ἀπέχεσθαι ἀπὸ πάντων τούτων, ὑποτασσομένους τοῖς πρεσβυτέροις καὶ διακόνοις ὡς θεῷ καὶ Χριστῷ: τὰς παρθένους ἐν ἀμώμῳ καὶ ἁγνῇ συνειδήσει περιπατεῖν.
同様に若い者たちもすべてにおいて非難されるところなく、何よりもまず清らかさに心を配り、あらゆる悪から自らを制御するように。世にある欲望から身を引き離すことは善いことである。あらゆる欲望は霊に逆らって戦うからである。姦淫を行う者も、柔弱な者も、男色を行う者も、神の王国を受け継ぐことはない。よこしまなことを行う者たちもまた同様である。それゆえ、これらすべてから遠ざかり、長老たちと奉仕者たちに、神とキリストに対するように服すべきである。童貞の女たちは、非のうちどころなく清い良心をもって歩むように。
Caput VI
第VI章Καὶ οἱ πρεσβύτεροι δὲ εὔσπλαγχνοι, εἰς πάντας ἐλεήμονες, ἐπιστρέφοντες τὰ ἀποπεπλανημένα, ἐπισκεπτόμενοι πάντας ἀσθενεῖς, μὴ ἀμελοῦντες χήρας ἢ ὀρφανοῦ ἢ πένητος ἀλλὰ προνοοῦντες ἀεὶ τοῦ καλοῦ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, ἀπεχόμενοι πάσης ὀργῆς, προσωποληψίας, κρίσεως ἀδίκου, μακρὰν ὄντες πάσης φιλαργυρίας, μὴ ταχέως πιστεύοντες κατά τινος, μὴ ἀπότομοι ἐν κρίσει, εἰδότες ὅτι πάντες ὀφειλέται ἐσμὲν ἁμαρτίας.
また長老たちも、深い慈しみを持ち、すべての人に憐れみ深く、迷い出た者たちを立ち返らせ、すべての病む者たちを見舞い、やもめや孤児や貧しい者をなおざりにせず、常に神と人との御前で善いことに心を配り、あらゆる怒り、人を分け隔てること、不正な裁きから遠ざかり、あらゆる金銭欲から遠く離れ、誰かに対して安易に信じ込まず、裁きにおいて厳しすぎることなく、我々がみな罪の負債を負う者であることを知っているように。
εἰ οὖν δεόμεθα τοῦ κυρίου, ἵνα ἡμῖν ἀφῇ, ὀφείλομεν καὶ ἡμεῖς ἀφιέναι: ἀπέναντι γὰρ τῶν τοῦ κυρίου καὶ θεοῦ ἐσμὲν ὀφθαλμῶν, καὶ πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ καὶ ἕκαστον ὑπὲρ αὐτοῦ λόγον δοῦναι.
それゆえ、我々が主に、我々を赦してくださるようにと願うのであれば、我々もまた赦さねばならない。我々は主なる神の目の前にあるのであり、すべての者はキリストの裁きの座の前に立ち、おのおの自分について申し開きをしなければならないからである。
οὕτως οὖν δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ πάσης εὐλαβείας, καθὼς αὐτὸς ἐνετείλατο καὶ οἱ εὐαγγελισάμενοι ἡμᾶς ἀπόστολοι καὶ οἱ προφῆται, οἱ προκηρύξαντες τὴν ἔλευσιν τοῦ κυρίου ἡμῶν: ζηλωταὶ περὶ τὸ καλόν, ἀπεχόμενοι τῶν σκανδάλων καὶ τῶν ψευδαδέλφων καὶ τῶν ἐν ὑποκρίσει φερόντων τὸ ὄνομα τοῦ κυρίον, οἵτινες ἀποπλανῶσι κενοὺς ἀνθρώπους.
こうして我々は、畏れとあらゆる慎み深さをもって、この方に仕えよう。この方ご自身が命じられ、また我々に福音を告げ知らせた使徒たちと、我々の主の到来を予め告げ知らせた預言者たちが命じたとおりに。善いことについて熱心であり、躓きのもととなるものと、偽りの兄弟たちと、偽善によって主の名を帯びる者たち——空しい人々を惑わす者たち——から遠ざかりながら。
Caput VII
第VII章Πᾶς γὰρ ὃς ἂν μὴ ὁμολογῇ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, ἀντιχριστός ἐστιν: καὶ ὃς ἂν μὴ ὁμολογῇ τὸ μαρτύριον τοῦ σταυροῦ, ἐκ τοῦ διαβόλου ἐστίν: καὶ ὃς ἂν μεθοδεύῃ τὰ λόγια τοῦ κυρίου πρὸς τὰς ἰδίας ἐπιθυμίας καὶ λέγῃ μήτε ἀνάστασιν μήτε κρίσιν, οὗτος πρωτότοκος ἐστι τοῦ σατανᾶ.
イエス・キリストが肉において来られたと告白しない者は、すべて反キリストである。また、十字架の証しを告白しない者は、悪魔から出た者である。そして、主の言葉を自分自身の欲望に合わせて曲げ、復活もなく裁きもないと言う者、この者はサタンの長子である。
διὸ ἀπολιπόντες τὴν ματαιότητα τῶν πολλῶν καὶ τὰς ψευδοδιδασκαλίας ἐπὶ τὸν ἐξ ἀρχῆς ἡμῖν παραδοθέντα λόγον ἐπιστρέψωμεν, νήφοντες πρὸς τὰς εὐχὰς καὶ προσκαρτεροῦντες νηστείαις, δεήσεσιν αἰτούμενοι τὸν παντεπόπτην θεὸν μὴ εἰσενεγκεῖν ἡμᾶς εἰς πειρασμόν, καθὼς εἶπεν ὁ κύριος: Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
それゆえ、多くの者たちの空しさと偽りの教えを捨てて、初めから我々に伝えられた言葉へと立ち返ろう。祈りに向かって目を覚まし、断食に励み、すべてを見通す神に、我々を試みに引き入れないようにと、願いをもって求めよう。主が言われたとおりに。「霊は熱心であるが、肉は弱い。」
Caput VIII
第VIII章Ἀδιαλείπτως οὖν προσκαρτερῶμεν τῇ ἐλπίδι ἡμῶν καὶ τῷ ἀρραβῶνι τῆς δικαιοσύνης ἡμῶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὃς ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας τῷ ἰδίῳ σώματι ἐπὶ τὸ ξύλον, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ: ἀλλὰ δἰ ἡμᾶς, ἵνα ζήσωμεν ἐν αὐτῷ, πάντα ὑπέμεινεν.
それゆえ、我々は絶えず、我々の希望と、我々の正義の手付けとに固く留まろう。この手付けとはキリスト・イエスである。この方は、我々の罪をご自身の肉体に負って木の上に運び上げられた方であり、罪を犯さず、その口にたばかりも見出されなかった方である。しかし我々のために、我々がこの方のうちに生きるようにと、すべてを耐え忍ばれた。
μιμηταὶ οὖν γενώμεθα τῆς ὑπομονῆς αὐτοῦ, καὶ ἐὰν πάσχωμεν διὰ τὸ ὄνομα αὐτοῦ, δοξάζωμεν αὐτόν. τοῦτον γὰρ ἡμῖν τὸν ὑπογραμμὸν ἔθηκε δἰ ἑαυτοῦ, καὶ ἡμεῖς τοῦτο ἐπιστεύσαμεν.
それゆえ、我々は彼の耐え忍びに倣う者となろう。もし彼の名のゆえに苦しみを受けるなら、彼を崇めよう。彼はこの手習いの手本を、自ら身をもって我々のために置かれたのであり、我々はこれを信じたのである。
Caput IX
第IX章Παρακαλῶ οὖν πάντας ὑμᾶς, πειθαρχεῖν τῷ λόγῳ τῆς δικαιοσύνης καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν, ἣν καὶ εἴδατε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ καὶ Ζωσίμῳ καὶ Ῥούφῳ, ἀλλὰ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ Παύλῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις:
それゆえ、私は諸君すべてに勧める。正義の言葉に従い、あらゆる耐え忍びを鍛えるようにと。それは、祝されたイグナティオス、ゾシモス、ルフォスにおいてだけでなく、諸君のうちの他の者たちにおいても、またパウロその人と他の使徒たちにおいても、諸君が自分の目で見たものである。
πεπεισμένους ὅτι οὗτοι πάντες οὐκ εἰς κενὸν ἔδραμον, ἀλλ’ ἐν πίστει καὶ δικαιοσύνῃ, καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς τόπον εἰσὶ παρὰ τῷ κυρίῳ, ᾧ καὶ συνέπαθον. οὐ γὰρ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ δἰ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα.
彼らはみな、空しく走ったのではなく、信仰と正義とをもって走ったのであり、彼らと共に苦しみを受けられた主のもとで、彼らにふさわしい場所にあることを、諸君は確信していることであろう。彼らは今の世を愛したのではなく、我々のために死に、我々のために神によって甦らされた方を愛したからである。
Caput X
第X章in his ergo state et domini exemplar sequimini, firmi in fide et immutabiles, fraternitatis amatores, diligentes invicem, in veritate sociati, mansuetudine domini alterutri praestolantes, nullum despicientes.
それゆえ、これらのことのうちに立ち、主の模範に従え。信仰において確固として揺るぐことなく、兄弟関係を愛し、互いに愛し合い、真理において結ばれ、主の柔和のうちに互いを待ち望み、誰をも見下すことなく。
cum possitis benefacere, nolite differre, quia eleemosyna de morte liberat. omnes vobis invicem subiecti estote, conversationem vestram irreprehensibilem habentes in gentibus, ut ex bonis operibus vestris et vos laudem accipiatis et dominus in vobis non blasphemetur.
善を行うことができるならば、先延ばしにするな。施しは死から救い出すからである。すべての者が互いに服し合い、異邦人の間にあって、諸君の生き方を非のうちどころのないものとせよ。それは、諸君の善い行いによって、諸君自身も称賛を受け、また主が諸君のゆえに冒瀆されることのないようにするためである。
Vae autem, per quem nomen domini blasphematur. sobrietatem ergo docete omnes, in qua et vos conversamini.
しかし、そのために主の名が冒瀆されるような者には災いあれ。それゆえ、すべての者に節制を教えよ。諸君自身もそのうちを歩んでいるのだから。
Caput XI
第XI章nimis contristatus sum pro Valente, qui presbyter factus est aliquando apud vos, quod sic ignoret is locum qui datus est ei. moneo itaque ut abstineatis vos ab avaritia et sitis casti veraces. abstinete vos ab omni malo.
私は、ウァレンスのことでひどく心を痛めている。彼はかつて諸君のもとで長老とされた者でありながら、自分に与えられた地位をこれほどまでに弁えていないとは。それゆえ私は、諸君に、金銭欲から遠ざかり、貞潔で真実な者であるようにと勧告する。あらゆる悪から遠ざかれ。
qui autem non potest se in his gubernare, quomodo alii pronuntiat hoc? si quis non se abstinuerit ab avaritia, ab idololatria coinquinabitur et tamquam inter gentes iudicabitur, qui ignorant iudicium domini. aut nescimus, quia sancti mundum iudicabunt? sicut paulus docet.
しかし、自分自身をこれらのことにおいて治めることのできない者が、どうしてそれを他人に説くことができようか。もし誰であれ金銭欲から遠ざからないならば、その者は偶像礼拝によって汚され、主の裁きを知らない異邦人たちの間にいる者と同様に裁かれるであろう。あるいは、我々は、聖徒たちが世を裁くことを知らないのだろうか。パウロが教えるとおりに。
ego autem nihil tale sensi in vobis vel audivi, in quibus laboravit beatus paulus, qui estis in principio epistulae eius. de vobis etenim gloriatur in omnibus ecclesiis, quae dominum solae tunc cognoverant; nos autem nondum cognoveramus.
しかし私は、諸君のうちにそのようなことを何一つ感じたことも聞いたこともない。祝されたパウロが労苦したのは諸君のうちであり、諸君は彼の手紙の初めに記されている者たちである。実に彼は、当時ただそれらの教会だけが主を知っていた、そのすべての教会の中で、諸君を誇りとしている。我々はまだ主を知らなかったのである。
Valde ergo, fratres, contristor pro illo et pro coniuge eius, quibus det dominus paenitentiam veram. sobrii ergo estote et vos in hoc: et non sicut inimicos tales existimetis, sed sicut passibilia membra et errantia eos revocate, ut omnium vestrum. corpus salvetis. hoc enim agentes vos ipsos aedificatis.
それゆえ兄弟たちよ、私は彼と彼の妻とのことを深く嘆いている。主が彼らに、まことの悔い改めを与えてくださるように。それゆえ諸君も、この件について節制を保て。彼らを敵のような者と見なすのではなく、苦しみを受けている、迷い出た肢体として呼び戻せ。それによって、諸君すべての体を救うためである。これを行うことによって、諸君自身を築き上げることになるのだから。
Caput XII
第XII章confido enim vos bene exercitatos esse in sacris literis et nihil vos latet; mihi autem non est concessum. modo, ut his scripturis dictum est, irascimini et nolite peccare, et sol non occidat super iracundiam vestram. beatus, qui meminerit; quod ego credo esse in vobis.
私は、諸君が聖なる文書によく通じており、諸君には何も隠されていないことを確信している。しかし私にはそれが許されていない。ただ、これらの聖書に語られているとおりに、「怒れ、しかし罪を犯すな」、そして「日が沈むまで、諸君の怒りをそのままにしておくな」。これを心に留める者は幸いである。私は、それが諸君のうちにあることを信じている。
deus autem et pater domini nostri iesu christi, et ipse sempiternus pontifex, dei filius iesus christus, aedificet vos in fide et veritate et in omni mansuetudine et sine iracundia et in patientia et in longanimitate et tolerantia et castitate; et det vobis sortem et partem inter sanctos suos et nobis vobiscum et omnibus, qui sunt sub caelo, qui credituri sunt in dominum nostrum et deum iesum christum et in ipsius patrem, qui resuscitavit eum a mortuis.
我々の主イエス・キリストの神にして父、そして永遠の大祭司ご自身である神の子イエス・キリストが、諸君を、信仰と真理において、あらゆる柔和において、怒ることなく、忍耐と寛容と堅忍と貞潔とにおいて、築き上げてくださるように。そして、諸君に、ご自身の聖徒たちの間に分け前と持ち分を与え、諸君と共なる我々にも、また天の下にあるすべての者——我々の主にして神イエス・キリストと、彼を死者の中から甦らせられたその父とを信じるに至るすべての者——にも、そのように与えてくださるように。
pro omnibus sanctis orate. orate etiam pro regibus et potestatibus et principibus atque pro persequentibus et odientibus vos et pro inimicis crucis, ut fructus vester manifestus sit in omnibus, ut sitis in illo perfecti.
すべての聖徒たちのために祈れ。王たちと権力者たちと君主たちのためにも祈れ。また、諸君を迫害し憎む者たちのため、十字架の敵たちのためにも祈れ。それは、諸君の実りがすべての人に明らかになり、諸君があの方にあって全き者となるためである。
Caput XIII
第XIII章Ἐγράψατέ μοι καὶ ὑμεῖς καὶ Ἰγνάτιος, ἵν᾽, ἐάν τις ἀπέρχηται εἰς Συρίαν, καὶ τὰ παῤ ὑμῶν ἀποκομίσῃ γράμματα: ὅπερ ποιήσω,ἐὰν λάβω καιρὸν εὔθετον, εἴτε ἐγώ, εἴτε ὄν πέμπω πρεσβεύσοντα καὶ περὶ ὑμῶν.
諸君もイグナティオスも私に書き送った。もし誰かがシリアへ行くならば、諸君からの手紙をも運んでもらうようにと。もし適当な機会を得るならば、私自身が、あるいは私が遣わす者が、諸君についても使者として赴くという、そのことを行うつもりである。
τὰς ἐπιστολὰς Ἰγνατίου τὰς πεμφθείσας ἡμῖν ὑπ’ αὐτοῦ καὶ ἄλλας, ὅσας εἴχομεν παῤ ἡμῖν, ἐπέμψαμεν ὑμῖν, καθὼς ἐνετείλασθε: αἵτινες ὑποτεταγμέναι εἰσὶν τῇ ἐπιστολῇ ταύτῃ, ἐξ ὧν μεγάλα ὠφεληθῆναι δυνήσεσθε. περιέχουσι γὰρ πίστιν καὶ ὑπομονὴν καὶ πᾶσαν οἰκοδομὴν τὴν εἰς τὸν κύριον ἡμῶν ἀνήκουσαν. et de ipso Ignatio et de his, qui cum eo sunt, quod certius agnoveritis, significate.
イグナティオスから我々のもとに送られた彼の手紙と、我々の手元にあった他の手紙とを、諸君が指示したとおりに、諸君に送った。それらはこの手紙に添えられており、諸君はそれらから大いに益を受けることができるであろう。それらは、信仰と耐え忍びと、我々の主に関わるあらゆる築き上げとを含んでいるからである。そして、イグナティオス自身について、また彼と共にいる者たちについて、より確かなことを知ったならば、知らせてほしい。
Caput XIV
第XIV章haec vobis scripsi per crescentem, quem in praesenti commendavi vobis et nunc commendo. conversatus est enim nobiscum inculpabiliter; credo quia et vobiscum similiter. sororem autem eius habebitis commendatam, cum venerit ad vos. incolumes estote in domino iesu christo in gratia cum omnibus vestris. amen.
これらのことを、私はクレスケンスを通して諸君に書き送った。彼を、私は先ごろ諸君に推薦し、今また推薦する。彼は我々のもとで非のうちどころなく歩んだ者であるから、諸君のもとでも同様であろうと私は信じている。また、彼の姉妹が諸君のもとに来るときには、彼女を推薦された者として迎えてほしい。諸君と、諸君に属するすべての者とが、主イエス・キリストにあって、恵みのうちに健やかであるように。アーメン。