ユスティノスc. 100–c. 165

Apologia Secunda pro Christianis › 全文

Apologia Secunda pro Christianis 全文

Justin Martyr · PL None,

Caput I

第I章
1

Καὶ τὰ χθὲς δὲ καὶ πρώην ἐν τῇ πόλει ὑμῶν γενόμενα ἐπὶ Οὐρβίκου, ὦ Ῥωμαῖοι, καὶ τὰ πανταχοῦ ὁμοίως ὑπὸ τῶν ἡγουμένων ἀλόγως πραττόμενα ἐξηνάγκασέ με ὑπὲρ ὑμῶν, ὁμοιοπαθῶν ὄντων καὶ ἀδελφῶν, κἂν ἀγνοῆτε καὶ μὴ θέλητε διὰ τὴν δόξαν τῶν νομιζομένων ἀξιωμάτων, τὴν τῶνδε τῶν λόγων σύνταξιν ποιήσασθαι.

ローマ人よ、諸君の都市においてウルビクスのもとで昨日今日起きたこと、そしていたるところで指導者たちによって同様に道理に反して行われていることが、私を強いて、諸君のために——諸君は我々と同じ性情を持つ者であり兄弟である、たとえ諸君がそれを知らず、また世に重んじられている位階の栄誉のゆえにそれを望まないとしても——この論述をまとめさせたのである。

2

Πανταχοῦ γάρ, ὃς ἂν σωφρονίζηται ὑπὸ πατρὸς ἢ γείτονος ἢ τέκνου ἢ φίλου ἢ ἀδελφοῦ ἢ ἀνδρὸς ἢ γυναικὸς κατ᾿ ἔλλειψιν, (χωρὶς τῶν πεισθέντων τοὺς ἀδίκους καὶ ἀκολάστους ἐν αἰωνίῳ πυρὶ κολασθήσεσθαι, τοὺς δ᾿ ἐναρέτους καὶ ὁμοίως Χριστῷ βιώσαντας ἐν ἀπαθείᾳ συγγενήσεσθαι τῷ θεῷ, λέγομεν δὲ τῶν γενομένων Χριστιαῶν), διὰ τὸ δυσμετάθετον καὶ φιλήδονον καὶ δυσκίνητον πρὸς τὸ καλὸν ὁρμῆσαι, καὶ οἱ φαῦλοι δαίμονες, ἐχθραίνοντες ἡμῖν καὶ τοὺς τοιούτους δικαστὰς ἔχοντες ὑποχειρίους καὶ λατρεύοντας, ὡς οὖν ἄρχοντας δαιμονιῶντας, φονεύειν ἡμᾶς παρασκευάζουσιν.

というのも、いたるところで、父によってであれ、隣人、子、友、兄弟、夫、妻によってであれ、欠けたところのゆえに正される者は――不正な者と放埒な者は永遠の火で罰せられ、徳ある者、キリストと同じように生きた者は無情念のうちに神とともにあることになると確信するに至った者たちは別である。我々はキリスト教徒となった者たちについて言っているのだが――変わりにくく、快楽を好み、善へと動きにくいがゆえに、〔正す者を憎むのが常である〕。そして邪悪なダエモーンどもは、我々を敵視し、そのような裁判官たちを、意のままになる者、また自分たちに仕える者として手中に収めているのであるから、ダエモーンに取り憑かれた支配者として、彼らに我々を殺させるよう仕向けるのである。

3

Ὅπως δὲ καὶ ἡ αἰτία τοῦ παντὸς γενομένου ἐπὶ Οὐρβίκου φανερὸ ὑμῖν γένηται, τὰ πεπραγμένα ἀπαγγελῶ.

さて、ウルビクスのもとで起きた事の全体の理由が諸君に明らかになるように、私は行われたことを語り伝えよう。

Caput II

第II章
1

Γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. Ἐπεὶ δὲ τὰ τοῦ Χριστοῦ διδάγματα ἔγνω, αὐτὴ ἐσωφρονίσθη καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο, τὰ διδάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σωφρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα.

ある女が、放埒な夫と共に暮らしていた。彼女自身も以前は放埒であった。だがキリストの教えを知ってからは、彼女自身は節制するようになり、夫にも同じように節制するよう説き伏せようとし、その教えを語り聞かせ、また節制せずに正しい理性に従わずに生きる者たちには、やがて永遠の火の中で罰が下ることになると告げ知らせた。

2

Ὁ δὲ ταῖς αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. Ἀσεβὲς γὰρ ἡγουμένη τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι ἀνδρί, παρὰ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι, τῆς συζυγίας χωρισθῆναι ἐβουλήθη.

しかし夫は同じ淫らな行いにとどまり続け、その振る舞いによって自分の妻を疎遠なものとしていった。というのも、もはや、自然の法に反し正義に反してあらゆる手段で快楽の道を作り出そうとする男と床を共にすることは不敬虔であると考えた女は、その連れ合いから離れることを望んだからである。

3

Καὶ ἐπεὶ ἐξεδυσωπεῖτο ὑπο τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόντων, ὡς εῖς ἐλπίδα μεταβολῆς ἥξοντός ποτε τοῦ ἀνδρός, βιαζομένη ἑαυτὴν ἐπέμενεν.

ところが、彼女の身内の者たちが、なお留まるようにと勧め、夫がいつか変わるという望みが持てるだろうと言って説き伏せようとしたので、彼女は自分を無理に抑えてなお留まっていた。

4

Ἐπειδὴ δὲ ὁ ταύτης ἀνὴρ εἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς χαλεπώτερα πράττειν ἀπηγγέλθη, ὅπως μὴ κοινωνὸς τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται μένουσα ἐν τῇ συζυγίᾳ καὶ ὁμοδίαιτος καὶ ὁμόκοιτος γινομένη, τὸ λεγόμενον παρ᾿ ὑμῖν ῥεπούδιον δοῦσα ἐχωρίσθη.

しかし、彼女の夫がアレクサンドリアへ行って、いっそう甚だしいことを行っていると伝えられたとき、婚姻にとどまり、同居し同衾する者であり続けることによって不正と不敬虔の分かち手とならないように、彼女は諸君のもとで言うところの離縁状を渡して、彼のもとを去った。

5

Ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνήρ, δέον αὐτὸν χαίρειν, ὅτι, ἃ πάλαι μετὰ τῶν ὑπηρετῶν καὶ τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα καὶ κακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι πράττοντα ἐβούλετο, μὴ βουλομένου ἀπαλλαγείσης κατηγορίαν πεποίηται, λέγων αὐτὴν Χριστιανὴν εἶναι.

しかし、この立派な人物である彼女の夫は、本来喜ぶべきであった。というのも、かつて召使いたちや雇い人たちと共に、酔いとあらゆる悪とを喜びとしながら容易く行っていたその行いを、彼女がやめてしまい、彼自身にも同じ行いをやめるよう望んだからである。ところが彼はそれを望まず、彼女が離縁して去ってしまうと、彼女を告発して、彼女がキリスト教徒であると言い立てた。

6

Καὶ ἡ μὲν βιβλίδιόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε, πρότερον συγχωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ἔπειτα ἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ τὴν τῶν πραγμάτων αὐτῆς διοίκησιν, καὶ συνεχώρησας τοῦτο.

そして彼女は、皇帝であるお前に請願書を提出し、まず自分の家産を整理することを許されるよう求め、次いで自分の事柄の整理の後に、告発について弁明することを求めた。そしてお前はこれを許可した。

7

Ὁ δὲ ταύτης ποτὲ ἀνήρ, πρὸς ἐκείνην μὲν μὴ δυνάμενος τανῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὔρβικος ἐκαλέσατο, διδάσκαλον ἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον ἐτράπετο διὰ τοῦδε τοῦ τρόπου.

しかし、かつて彼女の夫であった男は、もはや彼女に対しては何も言うことができなかったので、彼女にキリスト教徒の教えを授けた教師となっていたプトレマイオスという者――後にウルビクスが召喚することになる――に、次のような仕方で矛先を向けた。

8

Ἑκατόνταρχον εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον, φίλον αὐτῷ ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι, εἰ, αὐτὸ τοῦτο μόνον, Χριστιανός ἐστι.

彼は、後にプトレマイオスを牢に投じることになる百人隊長――自分の友人であった者――を説き伏せて、プトレマイオスを捕らえ、まさにこの一点だけ、すなわち彼がキリスト教徒であるかどうかを尋ねさせた。

9

Καὶ τὸν Πτολεμαῖον, φιλαλήθη ἀλλ᾿ οὐκ ἀπατηλὸν οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανόν, ἐν δεσμοῖς γενέσθαι ὁ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν τῷ δεσμωτηρίῳ ἐκολάσατο.

そして、真理を愛し、欺くこともなく偽りを語ることもない心を持っていたプトレマイオスが、自分がキリスト教徒であると告白すると、その百人隊長は彼を縛につかせ、長きにわたって獄中で罰した。

10

Τελευταῖον δέ, ὅτε ἐπὶ Οὔρβικον ἤχθη ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. Καὶ πάλιν, τὰ καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χριστοῦ διδαχήν, τὸ διδασκάλιον τῆς θείας ἀρετῆς ὡμολόγησεν.

最後に、この人がウルビクスのもとに引き出されたとき、同じくただこの一点だけ、すなわち彼がキリスト教徒であるかどうかが尋問された。そして彼はふたたび、キリストからの教えによって自分自身に善きことが備わっていると自覚しつつ、神的な徳の教えを告白した。

11

Ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κατεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος τὴν ὁμολογίαν φεύγει· ὦν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ.

というのも、何であれ否認する者は、その事柄を悪しきものと断じているがゆえに否認する者となるか、あるいは自分がその事柄にふさわしくなく無縁であると知っているがゆえに告白から逃れるかであるが、そのいずれも真のキリスト教徒には当てはまらないからである。

12

Καὶ τοῦ Οὐρβίκου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιός τις, καὶ αὐτὸς ὢν Χριστιανός, ὁρῶν τὴν ἀλόγως οὕτω γενομένην κρίσιν, πρὸς τὸν Οὔρβικον ἔφη· Τίς ἡ αἰτία, τοῦ μήτε μοιχὸν μήτε πόρνον μήτε ἀνδροφόνον μήτε λωποδύτην μήτε ἅρπαγα μήτε ἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον, ὀνόματος δὲ Χριστιανοῦ προσωνυμίαν ὁμολογοῦντα τὸν ἄνθρωπον τοῦτον ἐκολάσω;

そしてウルビクスが彼を引き立てるよう命じたとき、ルキウスという者――彼自身もキリスト教徒であった――が、このように道理に反してなされた裁きを見て、ウルビクスに向かって言った。「何を理由に、あなたはこの人を罰したのですか。姦通者でもなく、淫行の者でもなく、殺人者でもなく、盗人でもなく、強盗でもなく、そもそも何か不正を行ったと責められてもいないのに、ただキリスト教徒という名の呼び名を告白しているというだけで。」

13

Οὐ πρέποντα Εὐσεβεῖ αὐτοκράτορι οὐδὲ φιλοσόφῳ Καίσαρος παιδὶ οὐδὲ τῇ ἱερᾷ συγκλήτῳ κρίνεις, ὦ Οὔρβικε. Καὶ ὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη· Δοκεῖς μοι καὶ σὺ εἶναι τοιοῦτος.

「あなたは、皇帝エウセベースにも、哲学者たるカエサルの子にも、神聖な元老院にもふさわしからぬ裁きをしています、ウルビクスよ。」これに対して彼は、他には何も答えず、ルキウスに向かってこう言った。「お前もまた、そのような者であるように私には見える。」

14

Καὶ τοῦ Λουκίου φήσαντος· Μάλιστα, πάλιν καὶ αὐτὸν ἀπαχθῆναι ἐκέλευσεν. Ὁ δὲ καὶ χάριν εἰδέναι ὡμολόγει, πονηρῶν δεσποτῶν τῶν τοιούτων ἀπηλλάχθαι γινώσκων καὶ πρὸς τὸν πατέρα καὶ βασιλέα τῶν οὐρανῶν πορεύεσθαι. Καὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη.

そしてルキウスが「まさしくそのとおりです」と言うと、ウルビクスは彼もまた引き立てるよう命じた。しかし彼は、そのような邪悪な主人たちから解き放たれ、天にいます父にして王のもとへと歩んでゆくのだと知って、むしろ感謝すると告白した。そしてさらに三人目の者が進み出て、罰せられるべしと重ねて宣告された。

Caput III

第III章
1

Ὅπως δὲ μή τις εἴπη· Πάντες οὖν ἑαυτους φονεύσαντες πορεύεσθε ἤδη παρὰ τὸν θεὸν καὶ ἡμῖν πράγματα μὴ παρέχετε, ἐρῶ δι᾿ ἣν αἰτίαν τοῦτο οὐ πράττομεν καὶ δι᾿ ἣν ἐξεταζόμενοι ἀφόβως ὁμολογοῦμεν.

しかし、誰かが「それゆえ、諸君は皆、自らを殺して、すでに神のもとへ行ってしまえ、そして我々に厄介をかけるな」と言うことのないように、私は、我々がこれを行わない理由と、尋問されても恐れずに告白する理由とを語ろう。

2

Οὐκ εἰκῇ τὸν κόσμον πεποιηκέναι τὸν θεὸν δεδιδάγμεθα, ἀλλ᾿ ἢ διὰ τὸ ἀνθρώπειον γένος· χαίρειν τε τοῖς τὰ προσόντα αὐτῷ μιμουμένοις φροέφημεν ἀπαρέσκεσθαι δὲ τοῖς τὰ φαῦλα ἀσπαζομένοις ἢ λόγῳ ἢ ἔργῳ.

我々は、神が世界を無意味に造ったのではなく、人間の種族のために造ったのだと教えられている。そして我々は先に、神に備わる性質を模倣する者たちを神は喜び、言葉であれ行いであれ卑しいことを迎え入れる者たちを喜ばないと述べておいた。

3

Εἰ οὖν πάντες ἑαυτοὺς φονεύσομεν, τοῦ μὴ γεννηθῆναί τινα καὶ μαθητευθῆναι εἰς τὰ θεῖα διδάγματα ἢ καὶ μὴ εἶναι τὸ ἀνθρώπειον γένος, ὅσον ἐφ᾿ ἡμῖν, αἰτιοι ἐσόμεθα, ἐναντίον τῇ τοῦ θεοῦ βουλῇ καὶ αὐτοὶ ποιοῦντες, ἐὰν τοῦτο πράξωμεν.

それゆえ、もし我々が皆、自らを殺すならば、我々に関する限り、誰かが生まれて神的な教えの弟子となることがなくなり、あるいは人間の種族そのものが存在しなくなることの原因を、我々が作ることになるであろう。そしてもし我々がこれを行うならば、我々自身が神の御旨に反することをなす者となるであろう。

4

Ἐξεταζόμενοι δὲ οὐκ ἀρνοίμεθα διὰ τὸ συνεπίστασθαι ἑαυτοῖς μηδὲν φαῦλον, ἀσεβὲς δὲ ἡγούμενοι μὴ κατὰ πάντα ἀληθεύειν, ὃ καὶ φίλον τῷ θεῷ γινώσκομεν, ὑμᾶς δὲ καὶ τῆς ἀδίκου προλήψεως ἀπαλλάξαι νῦν σπεύδοντες.

しかし、尋問されるときに我々が否認しないのは、自分自身のうちに何ら卑しいことを自覚していないからであり、またすべてにおいて真理を語らないことは不敬虔であると考えているからである。そしてそれこそ神に喜ばれることであると我々は知っており、また今、諸君を不当な思い込みから解き放とうと急いでいるからでもある。

Caput IV

第IV章
1

Εἰ δέ τινα ὑπέλθοι καὶ ἡ ἔννοια αὕτη ὅτι, εἰ θεὸν ὡμολογοῦμεν βοηθόν, οὐκ ἄν, ὡς λέγομεν, ὑπὸ ἀδίκων ἐκρατούμεθα καὶ ἐτιμωρούμεθα, καὶ τοῦτο διαλύσω.

もし誰かに、次のような考えが浮かぶとすれば――すなわち、もし我々が神を助け手であると告白しているのなら、我々が言うように、不正な者たちによって捕らえられ罰せられることはないはずだ、というのであれば――私はこれをも解いておこう。

2

Ὁ θεὸς τὸν πάντα κόσμον ποιήσας καὶ τὰ ἐπίγεια ἀνθρώποις ὑποτάξας καὶ τὰ οὐράνια στοιχεῖα εἰς αὔξησιν καρπῶν καὶ ὡρῶν μεταβολὰς κοσμήσας καὶ θεῖον τούτοις νόμον τάξας, ἃ καὶ αὐτὰ δι᾿ ἀνθρώπους φαίνεται πεποιηκώς, τὴν μὲν τῶν ἀνθρώπων καὶ τῶν ὑπὸ τὸν οὐρανὸν πρόνοιαν ἀγγέλοις, οὓς ἐπὶ τούτοις ἔταξε, παρέδωκεν.

神は、全世界を造り、地上のものを人間に従わせ、天の元素を果実の成長と季節の移り変わりのために秩序づけ、それらに対して神的な法を定めた――これらのこともまた、人間のために為したものと見える――そして人間と天の下にあるものへの摂理を、これを担うよう定めた天使たちに委ねた。

3

Οἱ δ᾿ ἄγγελοι, παραβάντες τήνδε τὴν τάξιν, γυναικῶν μίξεσιν ἡττήθησαν καὶ παῖδας ἐτέκνωσαν, οἵ εἰσιν οἱ λεγόμενοι δαίμονες.

ところがこの天使たちは、この秩序に背いて、女たちとの交わりに屈し、子らをもうけた。これが、いわゆるダエモーンと呼ばれる者たちである。

4

Καὶ προσέτι λοιπὸν τὸ ἀνθρώπειον γένος ἑαυτοῖς ἐδούλωσαν· τὰ μὲν διὰ μαγικῶν γραφῶν, τὰ δὲ διὰ φόβων καὶ τιμωριῶν, ὧν ἐπέφερον, τὸ δὲ διὰ διδαχῆς θυμάτων καὶ θυμιαμάτων καὶ σπονδῶν, ὧν ἐνδεεῖς γεγόνασι μετὰ τὸ πάθεσιν ἐπιθυμιῶν δουλωθῆναι· καὶ εἰς ἀνθρώπους φόνους, πολέμους, μοιχείας, ἀπολασίας καὶ πᾶσαν κακίαν ἔσπειραν.

そしてさらに彼らは、人間の種族を自分たちに隷属させた。あるものは魔術の文書によって、あるものは彼らがもたらす恐れと罰によって、またあるものは、欲望の情念に隷属してから彼らが必要とするようになった犠牲と香と献酒の教えによってである。そして人間たちのうちに、殺人、戦争、姦淫、放埒、あらゆる悪を蒔いた。

5

Ὅθεν καὶ ποιηταὶ καὶ μυθολόγοι, ἀγνοοῦντες τοὺς ἀγγέλους καὶ τοὺς ἐξ αὐτῶν γεννηθέντας δαίμονας ταῦτα πρᾶξαι εἰς ἄῤῥενας καὶ θηλείας καὶ πόλεις καὶ ἔθνη, ἅπερ συνέγραψαν, εἰς αὐτὸν τὸν θεὸν καὶ τοὺς ὡς ἀπ᾿ αὐτοῦ σπορᾷ γενομένους υἱοὺς καὶ τῶν λεχθέντων ἐκείνου ἀδελφῶν καὶ τέκνων ὁμοίως τῶν ἀπ᾿ ἐκείνων, Ποσειδῶνος καὶ Πλούτωνος, ἀνήνεγκαν.

それゆえ、詩人たちや神話作者たちは、天使たちと、彼らから生まれたダエモーンたちが、男たちや女たちや都市や民族に対してこれらのことを行ったのだとは知らずに、彼らが書き記したことを、神その方や、その種によって生まれたとされる息子たち、また彼の兄弟と言われる者たち――ポセイドンとプルトン――や、同じくそれらの者たちから生まれた子らに帰したのである。

6

Ὀνόματι γὰρ ἕκαστον, ὅπερ ἕκαστος ἑαυτῷ τῶν ἀγγέλων καὶ τοῖς τέκνοις ἔθετο, προσηγόρευσαν.

というのも、天使たちのそれぞれが自分自身と自分の子らに付けた名によって、それぞれの者を呼んだからである。

Caput V

第V章
1

Ὄνομα δὲ τῷ πάντων πατρὶ θετόν, ἀγεννήτῳ ὄντι, οὐκ ἔστιν· ᾧ γὰρ ἂν καὶ ὄνομά τι προσαγορεύεται, πρεσβύτερον ἔχει τὸν θέμενον τὸ ὄνομα. Τὸ δὲ πατὴρ καὶ θεὸς καὶ κτίστης καὶ κύριος καὶ δεσπότης οὐκ ὀνόματά ἐστιν, ἀλλ᾿ ἐκ τῶν εὐποιϊῶν καὶ τῶν ἔργων προσρήσεις.

万物の父には、名づけられた名前はない。父は不生であるからである。というのも、何であれ名前をもって呼ばれるものには、その名を付けた、より年長の者がいるはずだからである。しかし「父」「神」「創造者」「主」「支配者」というのは名前ではなく、その善き働きと業から来る呼び名である。

2

Ὁ δὲ υἱὸς ἐκείνου, ὁ μόνος λεγόμενος κυρίως υἱός, ὁ λόγος πρὸ τῶν ποιημάτων καὶ συνὼν καὶ γεννώμενος, ὅτε τὴν ἀρχὴν δι᾿ αὐτοῦ πάντα ἔκτισε καὶ ἐκόσμησε, Χριστὸς μὲν κατὰ τὸ κεχρῖσθαι καὶ κοσμῆσαι τὰ πάντα δι᾿ αὐτοῦ τὸν θεὸν λέγεται, ὄνομα καὶ αὐτὸ περιέχον ἄγνωστον σημασίαν, ὃν τρόπον καὶ τὸ θεὸς προσαγόρευμα οὐκ ὄνομά ἐστιν, ἀλλὰ πράγματος δυσεξηγήτου ἔμφυτος τῇ φύσει τῶν ἀνθρώπων δόξα.

しかし彼の子――ただ独り正しく子と呼ばれる方、すなわちロゴス(言葉であり理性であるもの)――は、造られたもろもろの物に先立って父と共にあり、かつ生まれた方であって、その方を通して初めに万物が創造され秩序づけられたとき、その方は、油を注がれたこと、また、その方を通して神が万物を秩序づけたことのゆえに「キリスト」と呼ばれる。この名もまた、知られざる意味を含む名である。それはちょうど、「神」という呼び名が名前ではなく、説き明かしがたい事柄について人間の本性に生まれつき備わった考えであるのと同じである。

3

Ἰησοῦς δὲ καὶ ἀνθρώπου καὶ σωτῆρος ὄνομα καὶ σημασίαν ἔχει. Καὶ γὰρ καὶ ἄνθρωπος, ὡς προέφημεν, γέγονε κατὰ τὴν τοῦ θεοῦ καὶ πατρὸς βουλὴν ἀποκυηθεὶς ὑπὲρ τῶν πιστευόντων ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν δαιμόνων· καὶ νῦν ἐκ τῶν ὑπ᾿ ὄψιν γινομένων μαθεῖν δύνασθε.

しかし「イエス」という名は、人間の名前であるとともに、救い主という意味をも持っている。というのも、先に述べたとおり、その方は人間ともなり、父なる神の御旨に従って、信じる人間たちのため、またダエモーンどもを滅ぼすために生まれたからである。そして諸君は今、目の前で起きていることから、これを学ぶことができる。

4

Δαιμονιολήπτους γὰρ πολλοὺς κατὰ πάντα τὸν κόσμον καὶ ἐν τῇ ὑμετέρᾳ πόλει πολλοὶ τῶν ἡμετέρων ἀνθρώπων, τῶν Χριστιανῶν, ἐπορκίζοντες κατὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ὑπὸ τῶν ἄλλων πάντων ἐπορκιστῶν καὶ ἐπᾳστῶν καὶ φαρμακευτῶν μὴ ἰαθέντας, ἰάσαντο καὶ ἔτι νῦν ἰῶνται, καταργοῦντες καὶ ἐκδιώκοντες τοὺς κατέχοντας τοὺς ἀνθρώπους δαίμονας.

というのも、全世界のいたるところで、また諸君の都市においても、ダエモーンに憑かれた多くの者たちを、我々の仲間である多くの者たち、すなわちキリスト教徒たちが、ポンティオ・ピラトのもとで十字架につけられたイエス・キリストの名によって祓い清め、他のあらゆる祓魔師や呪文を唱える者や薬を用いる者たちによっては癒されなかった者たちを、癒し、そして今なお癒し続けているからである。人々に取り憑いているダエモーンどもを無力にし、追い出しながら。

Caput VI

第VI章
1

Ὅθεν καὶ ἐπιμένει ὁ θεὸς τὴν σύγχυσιν καὶ κατάλυσιν τοῦ παντὸς κόσμου μὴ ποιῆσαι, ἵνα καὶ οἱ φαῦλοι ἄγγελοι καὶ δαίμονες καὶ ἄνθρωποι μηκέτι ὦσι, διὰ τὸ σπέρμα τῶν Χριστιανῶν, ὃ γινώσκει ἐν τῇ φύσει ὅτι αἴτιόν ἐστιν.

それゆえ神が全世界の混乱と滅びとを――それによって悪しき天使たちとダエモーンどもと人間たちとがもはや存在しなくなる、その滅びを――いまだになさずにいるのは、キリスト教徒たちの種子のゆえである。神は、その種子こそが自然のうちにあって〔世界が保たれていることの〕原因であることを知っておられるのである。

2

Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ ὑμῖν ταῦτα ἔτι ποιεῖν καὶ ἐνεργεῖσθαι ὑπὸ τῶν φαύλων δαιμόνων δυνατὸν ἦν, ἀλλὰ τὸ πῦρ τὸ τῆς κρίσεως κατελθὸν ἀνέδην πάντα διέκρινεν, ὡς καὶ πρότερον ὁ κατακλυσμὸς μηδένα λιπὼν ἀλλ᾿ ἢ τὸν μόνον σὺν τοῖς ἰδίοις παρ᾿ ἡμῖν καλούμενον Νῶε, παρ᾿ ὑμῖν δὲ Δευκαλίωνα, ἐξ οὗ πάλιν οἱ τοσοῦτοι γεγόνασιν, ὧν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι.

もしそうでなければ、諸君にとってさえ、これらのことを行い、邪悪なダエモーンどもによって働きかけられることは、もはや不可能であったろう。むしろ、審判の火が降ってきて、すべてを情け容赦なく分かつことになったであろう。かつて洪水が、我々のもとでノアと呼ばれる者――諸君のもとではデウカリオンと呼ばれる者――を、その一族とともにただ一人残して、他の誰をも残さなかったように。その者から、これほど多くの人々がふたたび生まれ、そのうちのある者は邪悪であり、ある者は善き者である。

3

Οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσίν φαμεν γενήσεσθαι, ἀλλ᾿ οὐχ, ὡς οἱ Στωϊκοί, κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων μεταβολῆς λόγον, ὃ αἴσχιστον ἐφάνη· ἀλλ᾿ οὐδὲ καθ᾿ εἱμαρμένην πράττειν τοὺς ἀνθρώπους ἢ πάσχειν τὰ γινόμενα, ἀλλὰ κατὰ μὲν τὴν προαίρεσιν ἕκαστον κατορθοῦν ἢ ἁμαρτάνειν, καὶ κατὰ τὴν τῶν φαύλων δαιμόνων ἐνέργειαν τοὺς σπουδαίους, οἷον Σωκράτην καὶ τοὺς ὁμοίους, διώκεσθαι καὶ ἐν δεσμοῖς εἶναι, Σαρδανάπαλον δὲ καὶ Ἐπίκουρον καὶ τοὺς ὁμοίους ἐν ἀφθονίᾳ καὶ δόξῃ δοκεῖν εὐδαιμονεῖν.

このように我々は大火が起こると言うのであるが、ストア派の人々のように、万物が互いに変化しあうという論に従ってではない。それは最も恥ずべきことと思われた。また、人間たちが起こることを、運命に従って行い、あるいは被るのでもない。むしろ、それぞれの人間は自由な選びに従って正しく行うか、あるいは過つかするのであり、また邪悪なダエモーンどもの働きに従って、ソクラテスやその同類のような善き人々が迫害され、獄につながれる一方で、サルダナパロスやエピクロスやその同類の者たちは、豊かさと名声のうちに幸いに生きているように見えるのである。

4

Ὃ μὴ νοήσαντες οἱ Στωϊκοὶ καθ᾿ εἱμαρμένης ἀνάγκην πάντα γίνεσθαι ἀπεφήναντο. Ἀλλ᾿ ὅτι αὐτεξούσιον τό τε τῶν ἀγγέλων γένος καὶ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἐποίησεν ὁ θεός, δικαίως ὑπὲρ ὦν ἂν πλημμελήσωσι τὴν τιμωρίαν ἐν αἰωνίῳ πυρὶ κομίσονται.

このことを理解しなかったストア派の人々は、万物が運命の必然に従って生じると主張した。しかし神は、天使たちの種族も人間たちの種族も、初めから自由な選びを備えたものとして造ったのであるから、彼らが過つことについては、正しく永遠の火の中で罰を受けることになるのである。

5

Γενητοῦ δὲ παντὸς ἥδε ἡ φύσις, κακίας καὶ ἀρετῆς δεκτικὸν εἶναι· οὐ γὰρ ἂν ἦν ἐπαινετὸν οὐδὲν αὐτῶν, εἰ οὐκ ἂν ἐπ᾿ ἀμφότερα τρέπεσθαι καὶ δύναμιν εἶχε.

そして、造られたすべてのものの本性はこうである。すなわち、悪徳をも徳をも受け入れうるものであるということである。というのも、もし両方へと向かう力を持っていなかったならば、彼らのうちに称賛に値する者は誰もいなかったであろうからである。

6

Δεικνύουσι δὲ τοῦτο καὶ οἱ πανταχοῦ κατά λόγον τὸν ὀρθὸν νομοθετήσαντες καὶ φιλοσοφήσαντες ἄθρωποι ἐκ τοῦ ὑπαγορεύειν τάδε μὲν πράττειν, τῶνδε δὲ ἀπέχεσθαι.

このことは、いたるところで正しい理性に従って法を定め、哲学を行った人々もまた、これこれのことを行い、これこれのことを控えよと命じることによって示している。

7

Καὶ σι῾ Στωϊκοὶ φιλόσοφοι ἐν τῷ περὶ ἠθῶν λόγῳ τὰ αὐτὰ τιμῶσι καρτερῶς, ὡς δηλοῦσθαι ἐν τῷ περὶ ἀρχῶν καὶ ἀσωμάτων λόγῳ οὐκ εὐοδοῦν αὐτούς.

そしてストア派の哲学者たちも、倫理についての論においては、同じことを力強く尊重している。それゆえ、原理と非物体的なものについての論においては、彼らがうまく行っていないことが明らかになるのである。

8

Εἴτε γὰρ καθ᾿ εἱμαρμένην φήσουσι τὰ γινόμενα πρὸς ἀνθρώπων γίνεσθαι, ἢ μηδὲν εἶναι θεὸν παρὰ τρεπόμενα καὶ ἀλλοιούμενα καὶ ἀναλυόμενα εἰς τὰ αὐτὰ ἀεί, φθαρτῶν μόνων φανήσονται κατάληψιν ἐσχηκέναι καὶ αὐτὸν θεὸν διά τε τῶν μερῶν καὶ διὰ τοῦ ὅλου ἐν πάσῃ κακίᾳ γινόμενον ἢ μηδὲν εἶναι κακίαν μηδ᾿ ἀρετήν· ὅπερ καὶ παρὰ πᾶσαν σώφρονα ἔννοιαν καὶ λόγον καὶ νοῦν ἐστι.

というのも、もし彼らが、人間たちの間に起こることは運命に従って起こると言うか、あるいは、絶えず転じ、変化し、常に同じものへと分解していくものを離れては神は存在しないと言うならば、彼らは、滅びゆくものについてのみ理解を得ていたことになり、また、神その方が、部分によっても全体によってもあらゆる悪徳のうちに落ち込む者であるか、あるいは悪徳も徳もまったく存在しないかのいずれかを説いていることが明らかになるであろう。それは、あらゆる健全な考えと理性と精神とに反することである。

Caput VII

第VII章
1

Καὶ τοὺς ἀπὸ τῶν Στωϊκῶν δὲ δογμάτων, ἐπειδὴ κἂν τὸν ἠθικὸν λόγον κόσμιοι γεγόνασιν, ὡς καὶ ἔν τισιν σι῾ ποιηταί, διὰ τὸ ἔμφυτον παντὶ γένει ἀνθρώπων σπέρμα τοῦ λόγου, μεμισῆσθαι καὶ πεφονεῦσθαι οἴδαμεν· Ἡράκλειτον μέν, ὡς προέφημεν, καὶ Μουσώνιον δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς καὶ ἄλλους οἴδαμεν.

そして我々は、ストア派の教説に属する者たちもまた、少なくとも倫理についての論においては秩序ある者となった――ある点では詩人たちも同様であった――それは、あらゆる人間の種族に生まれつき備わっているロゴスの種子のゆえであるが、それにもかかわらず憎まれ、殺されたことを知っている。すなわち、先に述べたようにヘラクレイトス、また我々の時代にはムーソニオス、そのほかの者たちについても、我々は知っている。

2

Ὡς γὰρ ἐσημάναμεν, πάντας τοὺς κἂν ὁπωσδήποτε κατὰ λόγον βιοῦν σπουδάζοντας καὶ κακίαν φεύγειν μισεῖσθαι ἀεὶ ἐνήργησαν οἱ δαίμονες.

というのも、我々が示しておいたとおり、いかなる仕方によってであれ、ロゴスに従って生きようと努め、悪徳を避けようとするすべての人々が憎まれるように、ダエモーンどもは常に働きかけてきたからである。

3

Οὐδὲν δὲ θαυμαστόν, εἰ τοὺς οὐ κατὰ σπερματικοῦ λόγου μέρος, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς λόγου, ὅ ἐστι Χριστοῦ, γνῶσιν καὶ θεωρίαν πολὺ μᾶλλον μισεῖσθαι οἱ δαίμονες ἐλεγχόμενοι ἐνεργοῦσιν· οἳ τὴν ἀξίαν κόλασιν καὶ τιμωρίαν κομίσονται ἐν αἰωνίῳ πυρὶ ἐγκλεισθέντες.

だが、種子的ロゴスの一部分によってではなく、ロゴス全体――それはすなわちキリストである――についての知識と観照とによって生きる者たちが、はるかにいっそう憎まれるように、論駁されるダエモーンどもが働きかけるとしても、何ら驚くには当たらない。彼らは、永遠の火に閉じ込められて、ふさわしい罰と刑罰とを受けることになるであろう。

4

Εἰ γὰρ ὑπὸ τῶν ἀνθρώπων ἤδη διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ ἡττῶνται, δίδαγμά ἐστι τῆς καὶ μελλούσης αὐτοῖς καὶ τοῖς λατρεύουσιν αὐτοῖς ἐσομένης ἐν πυρὶ αἰωνίῳ κολάσεως.

というのも、もし彼らがすでに、イエス・キリストの名によって人間たちに打ち負かされているのであれば、それは、彼らとまた彼らに仕える者たちとに、やがて永遠の火の中で下ることになる罰を教え示すものだからである。

5

Οὕτως καὶ γὰρ οἱ προφῆται πάντες προεκήρυξαν γενήσεσθαι, καὶ Ἰησοῦς ὁ ἡμέτερος διδάσκαλος ἐδίδαξε.

というのも、預言者たちも皆このように起こることを先に告げ知らせたのであり、我々の教師イエスもそう教えたからである。

Caput VIII

第VIII章
1

Κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι καὶ ξύλῳ ἐμπαγῆναι, ἢ κἂν ὑπὸ Κρίσκεντος τοῦ φιλοψόφου καὶ φιλοκόμπου.

そして私自身も、名を挙げた者たちの誰かに策謀をめぐらされ、杭に打ちつけられることを、あるいはまた、騒がしいことを好み大言壮語を好むクレスケンスによってそうされることを、予期している。

2

Οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τὸν ἄνδρα, ὅς γε περὶ ἡμῶν ἃ μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν τῶν πεπλανημένων ταῦτα πράττων.

というのも、この男を哲学者と呼ぶに値しないからである。彼は我々について、自分が知りもしないことを公然と証言し、キリスト教徒は無神論者にして不敬虔な者であると言う。惑わされた多くの者たちの歓心と快楽のために、こうしたことを行っているのである。

3

Εἴτε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι κατατρέχει ἡμῶν, παμπόνηρός ἐστι καὶ ἰδιωτῶν πολὺ χείρων, οἳ φυλάττονται πολλάκις περὶ ὧν οὐκ ἐπίστανται διαλέγεσθαι καὶ ψευδομαρτυρεῖν· ἢ εἰ ἐντυχών, μὴ συνῆκε τὸ ἐν αὐτοῖς μεγαλεῖον ἢ συνεὶς πρὸς τὸ μὴ ὑποπτευθῆναι τοιοῦτος ταῦτα ποιεῖ, πολὺ μᾶλλον ἀγεννὴς καὶ παμπόνηρος, ἰδιωτικῆς καὶ ἀλόγου δόξης καὶ φόβου ἐλάττων ὤν.

すなわち、彼がキリストの教えに触れたことがないままに我々を攻撃しているのであれば、彼はまったく邪悪な者であり、無学な者たちよりもはるかに劣る。無学な者たちでさえ、自分の知らないことについて論じたり偽りの証言をしたりすることをしばしば慎むからである。あるいは、もし彼が教えに触れながら、その中にある偉大さを理解しなかったのであれば、あるいは理解しながらも、そのような者だと疑われないためにこうしたことをしているのであれば、なおのこと卑劣で、まったく邪悪な者であり、無学な者たちの理屈にならない評判と恐れとに屈する者なのである。

4

Καὶ γὰρ προσθέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς τοιαύτας καὶ μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπίσταται, εἰδέναι ὑμᾶς βούλομαι.

というのも、私が彼のもとに出向き、いくつかそうした問いを彼に尋ねて、彼が本当には何も知らないことを学び取り、かつ論駁したことを、諸君に知っていただきたいと思うからである。

5

Καὶ ὅτι ἀληθῆ λέγω, εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ᾿ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ᾿ ἂν καὶ τοῦτο ἔργον εἴη.

そして、私の言うことが真実であることについては——もしその問答のやりとりが諸君のもとに伝えられていないのであれば——私は諸君の御前でも再びその問答を交わす用意がある。これもまた、皇帝にふさわしい業となるであろう。

6

Εἰ δὲ καὶ ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτησεις μου καὶ αἱ ἐκείνου ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν, ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται· ἢ εἰ καὶ ἐπίσταται, διὰ τοὺς ἀκούοντας δὲ οὐ τολμᾷ λέγειν ὁμοίως Σωρκάτει, ὡς προέφην, οὐ φιλόσοφος ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται, ὅς γε μηδὲ τὸ σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ· Ἀλλ᾿ οὔτι γε πρὸ τῆς ἀληθείας τιμητέος ἀνήρ“. Ἀδύνατον δὲ Κυνικῷ. ἀδιάφορον τὸ τέλος προθεμένῳ, τὸ ἀγαθὸν εἰδέναι πλὴν ἀδιαφορίας.

もし私の問いと彼の答えが諸君に知られているのであれば、彼が我々のことを何も知らないことは諸君にとって明らかである。あるいは、たとえ知っていても、聞いている者たちを恐れてソクラテスのようには語ろうとしないのであれば——先に述べたとおり——彼は哲学者ではなく評判好きの男であることが示される。彼はソクラテスのあの愛すべき言葉すら尊ばない者である。「しかし、真理に先だって尊ぶべき人間などいない」。しかし、目的として無関心(アディアフォリア)を掲げた犬儒派の者には、無関心以外に善を知ることなど不可能である。

Caput IX

第IX章
1

Ἰνα δὲ μή τις εἰπῃ τὸ λεγόμενον ὑπὸ τῶν νομιζομένων φιλοσόφων, ὅτι κόμποι καὶ φόβητρά ἐστι τὰ λεγόμενα ὑφ ἡμῶν ὅτι κολάζονται ἐν αἰωνίῳ πυρὶ οἱ ἄδικοι, καὶ διὰ φόβον ἀλλ᾿ οὐ διὰ τὸ καλὸν εἶναι καὶ ἀρεστὸν ἐναρέτως βιοῦν τοὺς ἀνθρώπους ἀξιοῦμεν, βραχυεπῶς πρὸς τοῦτο ἀποκρινοῦμαι, ὅτι, εἰ μὴ τοῦτό ἐστιν, οὔτε ἔστι θεός, ἤ, εἰ ἔστιν, οὐ μέλει αὐτῷ τῶν ἀνθρώπων, καὶ οὐδέν ἐστιν ἀρετὴ οὐδὲ κακία, καί, ὡς προέφημεν, ἀδίκως τιμωροῦσιν οἱ νομοθέται τοὺς παραβαίνοντας τὰ διατεταγμένα καλά.

いわゆる哲学者たちが言うところ、すなわち「我々が語っていること——不正な者たちが永遠の火で罰せられるということ——は誇張と脅し文句にすぎず、我々が人間に徳をもって生きることを求めるのは、それが善く快いことだからではなく、恐れのためなのだ」ということを、誰にも言わせないために、私はこれについて手短に答えることにする。もしこれがないのであれば、神は存在しないか、あるいは、たとえ存在しても人間のことを顧みないかであり、徳も悪徳も存在しないことになり、そして、先に述べたとおり、立法者たちが定められた善き事柄に背く者たちを罰するのは不正だということになる。

2

Ἀλλ᾿ ἐπεὶ οὐκ ἄδικοι ἐκεῖνοι καὶ ὁ αὐτῶν πατήρ, τὰ αὐτὸ αὐτῷ πράττειν διὰ τοῦ λόγου διδάσκων, οἱ τούτοις συντιθέμενοι οὐκ ἄδικοι.

しかし、彼ら立法者たちも、また彼らの父(神)——ロゴスを通して、自らと同じことを行うよう教えている方——も不正ではないのだから、これに同意する者たちも不正ではないのである。

3

Ἐὰν δέ τις τοὺς διαφόρους νόμους τῶν ἀνθρώπων προβάληται, λέγων, ὅτι παρ᾿ οἷς μὲν ἀνθρώποις τάδε καλά, τάδε αἰσχρὰ νενόμισται, παρ᾿ ἄλλοις δὲ τὰ παρ᾿ ἐκείνοις αἰσχρὰ καλά, καὶ τὰ καλὰ αἰσχρὰ νομίζεται, ἀκουέτω καὶ τῶν εἰς τοῦτο λεγομένων.

もし誰かが、人間たちのあいだにさまざまに異なる法があることを持ち出して、ある民族のもとではしかじかのことが善いとされ、しかじかのことが恥ずべきこととされているが、他の民族のもとでは、前者にとって恥ずべきことが善いとされ、善いことが恥ずべきこととされていると言うならば、その者はこの点について述べられることにも耳を傾けるがよい。

4

Καὶ νόμους διατάξασθαι τῇ ἑαυτῶν κακίᾳ ὁμοίους τοὺς πονηροὺς ἀγγέλλους ἐπιστάμεθα, οἷς χαίρουσιν οἱ ὅμοιοι γενόμενοι ἄνθρωποι, καὶ ὀρθὸς λόγος παρελθὼν οὐ πάσας δόξας οὐδὲ πάντα δόγματα καλὰ ἀποδείκνυσιν, ἀλλὰ τὰ μὲν φαῦλα, τὰ δὲ ἀγαθά· ὥστε μοι καὶ πρὸς τοὺς τοιούτους τὰ αὐτὰ καὶ τὰ ὅμοια εἰρήσεται, καὶ λεχθήσεται διὰ πλειόνων, ἐὰν χρεία ᾖ. Τανῦν δὲ ἐπὶ τὸ προκείμενον ἀνέρχομαι.

我々は、悪しき天使たちが自分たちの悪に似た法を定めたことを知っており、彼らに似た者となった人間たちはそれを喜ぶのである。そして、正しい理性が働けば、あらゆる意見もあらゆる教説も善いものとして示すのではなく、あるものは劣ったもの、あるものは善いものとして示すのである。だから、こうした者たちに対しても、私は同じことや似たことを述べるであろうし、必要とあらば、さらに詳しく述べることになろう。だが今は、目の前の主題へと進むことにする。

Caput X

第X章
1

Μεγαλειότερα μὲν οὖν πάσης ἀνθρωπείου διδασκαλίας φαίνεται τὰ ἡμέτερα διὰ τοῦ τὸ λογικὸν τὸ ὅλον τὸν φανέντα δι᾿ ἡμᾶς Χριστὸν γεγονέναι καὶ σῶμα καὶ λόγον καὶ ψυχήν.

我々の教えが、あらゆる人間の教えにまさって偉大であると見えるのは、理性的なものの全体が、我々のために現れたキリストとなり、肉体ともロゴスとも魂ともなったことによる。

2

Ὅσα γὰρ καλῶς ἀεὶ ἐφθέγξαντο καὶ εὗρον οἱ φιλοσοφήσαντες ἢ νομοθετήσαντες, κατὰ λόγου μέρος δι᾿ εὑρέσεως καὶ θεωρίας ἐστὶ πονηθέντα αὐτοῖς. Ἐπειδὴ δὲ οὐ πάντα τὰ τοῦ λόγου ἐγνώρισαν, ὅς ἐστι Χριστός, καὶ ἐναντία ἑαυτοῖς πολλάκις εἶπον.

というのも、哲学したり法を定めたりした者たちが常に善く語り見出したことはすべて、ロゴスの一部分に従って、発見と考察とを通して彼らが労苦の末に得たものだからである。しかし彼らは、ロゴスに属することのすべてを知ったわけではなかった——このロゴスこそキリストである——それゆえに、しばしば自己矛盾したことを語ったのである。

3

Καὶ οἱ προγεγενημένοι τοῦ Χριστοῦ, κατὰ τὸ ἀνθρώπινον λόγῳ πειραθέντες τὰ πράγματα θεωρῆσαι καὶ ἐλέγξαι, ὡς ἀσεβεῖς καὶ περίεργοι εἰς δικαστήρια ἤχθησαν.

そして、キリストより前に生きた者たちも、人間としての仕方でロゴスによって事柄を観察し論証しようと試みたために、不敬虔な者、詮索好きな者として法廷に引き出された。

4

Ὁ πάντων δὲ αὐτῶν εὐτονώτερος πρὸς τοῦτο γενόμενος Σωκράτης τὰ αὐτὰ ἡμῖν ἐνεκλήθη· καὶ γὰρ ἔφασαν αὐτὸν καινὰ δαιμόνια εἰσφέρειν, καὶ οὓς ἡ πόλις νομίζει θεοὺς μὴ ἡγεῖσθαι αὐτόν.

彼らの中でこの点においてもっとも力強かったソクラテスは、我々と同じ罪状で告発された。すなわち、彼が新しい悪霊どもを持ち込んでいる、そして国家が神々と認めている者たちを彼が神と認めていない、と人々は言ったのである。

5

Ὁ δὲ δαίμονας μὲν τοὺς φαύλους καὶ τοὺς πράξαντας ὰ ἔφασαν οἱ ποιηταί, ἐκβαλὼν τῆς πολιτείας καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, παραιτεῖσθαι τοὺς ἀνθρώπους ἐδίδαξε, πρὸς θεοῦ δὲ τοῦ ἀγνώστου αὐτοῖς διὰ λόγου ζητήσεως ἐπίγνωσιν προὐτρέπετο, εἰπών· „Τὸν δὲ πατέρα καὶ δημιουργὸν πάντων οὔθ᾿ εὑρεῖν ῥᾴδιον, οὔθ᾿ εὑρόντα εἰς πάντας εἰπεῖν ἀσφαλές“.

しかし彼は、ホメロスをはじめとする他の詩人たちを国家から追放し、詩人たちが語ったような行いをした悪しきダエモーンどもを拒むよう人々に教え、彼らにとって知られていない神について、ロゴスによる探求を通して認識に至るよう促して、こう言った。「万物の父にして造り主を見出すことは容易ではなく、たとえ見出したとしても、すべての人に語ることは安全ではない」。

6

Ἅ ὁ ἡμέτερος Χριστὸς διὰ τῆς ἑαυτοῦ δυνάμεως ἔπραξε. Σωκράτει μὲν γὰρ οὐδεὶς ἐπείσθη ὑπὲρ τούτου τοῦ δόγματος ἀποθνήσκειν· Χριστῷ δέ, τῷ καὶ ὑπὸ Σωκράτους ἀπὸ μέρους γνωσθέντι (λόγος γὰρ ἦν καὶ ἔστιν ὁ ἐν παντὶ ὤν, καὶ διὰ τῶν προφητῶν προειπὼν τὰ μέλλοντα γίνεσθαι καὶ δι᾿ ἑαυτοῦ ὁμοιοπαθοῦς γενομένου καὶ διδάξαντος ταῦτα), οὐ φιλόσοφοι οὐδὲ φιλόλογοι μόνον ἐπείσθησαν, ἀλλὰ καὶ χειροτέχναι καὶ παντελῶς ἰδιῶται, καὶ δόξης καὶ φόβου καὶ θανάτου καταφρονήσαντες· ἐπειδὴ δύναμίς ἐστι τοῦ ἀῤῥήτου πατρὸς καὶ οὐχὶ ἀνθρωπείου λόγου τὰ σκεύη.

これらのことを、我々のキリストは、ご自身の力によって実現された。ソクラテスに説得されて、この教えのために死のうとした者は誰もいなかった。しかし、ソクラテスによってさえ部分的には知られていたキリストには——というのも、あらゆるものの内にあったし今もあるロゴスは、預言者たちを通して未来に起こることをあらかじめ告げ、またご自身が同じ苦しみを受ける者となって、これらを教えられたのである——哲学者や言論を愛する者たちだけでなく、職人たちやまったくの無学の者たちまでもが説得され、評判も恐れも死をも顧みなかった。というのも、これらの者たちは、言い表しえない父の力の器であって、人間の言葉の器ではないからである。

Caput XI

第XI章
1

Οὐκ ἂν δὲ οὐδὲ ἐφονευόμεθα οὐδὲ δυνατώτεροι ἡμῶν ἦσαν οἵ τε ἄδικοι ἄνθρωποι καὶ δαίμονες, εἰ μὴ πάντως παντὶ γεννωμένῳ ἀνθρώπῳ καὶ θανεῖν ὠφείλετο· ὅθεν καὶ τὸ ὄφλημα ἀποδιδόντες εὐχαριστοῦμεν.

また、もしすべて生まれてくる人間に死ぬこともまた定められていたのでなければ、不正な人間たちやダエモーンどもが我々よりも力があるということもなく、我々が殺されることもなかったであろう。それゆえ我々は、この負債を返しつつ、感謝するのである。

2

Καίτοι γε καὶ τὸ ξενοφώντειον ἐκεῖνο νῦν πρός τε Κρίσκεντα καὶ τοὺς ὁμοίως αὐτῷ ἀφραίνοντας καλὸν καὶ εὔκαιρον εἰπεῖν ἡγούμεθα. Τὸν Ἡρακλέα ἐπὶ τρίοδόν τινα ἔφη ὁ Ξενοφῶν βαδίζοντα εὑρεῖν τήν τε ἀρετὴν καὶ τὴν κακίαν, ἐν γυναικῶν μορφαῖς φαινομένας.

しかも、今このクセノフォンのかの話を、クレスケンスと、彼と同じように愚かな者たちに向けて語ることは、善く時宜にかなったことだと我々は考える。クセノフォンは、ヘラクレスがある岐路を歩いていたとき、女の姿をして現れた徳と悪徳とに出会ったと語った。

3

Καὶ τὴν μὲν κακίαν, ἁβρᾷ ἐσθῆτι καὶ ἐρωτοπεποιημένῳ καὶ ἀνθοῦντι ἐκ τῶν τοιούτων προσώπῳ, θελκτικήν τε εὐθὺς πρὸς τὰς ὄψεις οὖσαν, εἰπεῖν πρὸς τὸν Ἡρακλέα ὅτι, ἢν αὐτῇ ἕπηται, ἡδόμενόν τε καὶ κεκοσμημένον τῷ λαμπροτάτῳ καὶ ὁμοίῳ τῷ περὶ αὐτὴν κόσμῳ διαιτήσειν ἀεὶ ποιήσει.

そして悪徳は、艶やかな衣をまとい、そのために恋を誘うように作られ輝くばかりの顔をしており、見る者を即座に魅了するものであったが、ヘラクレスに向かってこう言った。もし自分に従うなら、常に快楽のうちに、そして自分自身をとりまくのと同じこの上なく華やかな飾りで身を飾って暮らさせてやろう、と。

4

Καὶ τὴν ἀρετὴν ἐν αὐχμηρῷ μὲν τῷ προσώπῳ καὶ τῇ περιβολῇ οὖσαν εἰπεῖν· Ἀλλ᾿ ἢν ἐμοὶ πείθῃ, οὐ κόσμῳ οὐδὲ κάλλει τῷ ῥέοντι καὶ φθειρομένῳ ἑαυτὸν κοσμήσεις ἀλλὰ τοῖς ἀϊδίοις καὶ καλοῖς κόσμοις.

他方、徳は、その顔つきも装いも粗末なものであったが、こう言った。「しかし、もしお前が私に従うなら、お前は移ろい滅びゆく飾りや美しさによってではなく、永遠にして善き飾りによって自らを飾ることになるだろう」。

5

Καὶ πάνθ᾿ ὁντινοῦν πεπείσμεθα, φεύγοντα τὰ δοκοῦντα καλά, τὰ δὲ νομιζόμενα σκληρὰ καὶ ἄλογα μετερχόμενον, εὐδαιμονίαν ἐκδέχεσθαι.

そして我々は、誰であれ、善いと見える事柄を避け、厳しく理に適わないと思われている事柄を追い求める者は、幸いを受けるものと確信している。

6

Ἡ γὰρ κακία, πρόβλημα ἑαυτῆς τῶν πράξεων τὰ προσόντα τῇ ἀρετῇ καὶ ὄντως ὄντα καλὰ διὰ μιμήσεως ἀφθάρτων περιβαλλομένη (ἄφθαρτον γὰρ οὐδὲν ἔχει οὐδὲ ποιῆσαι δύναται), δουλαγωγεῖ τοὺς χαμαιπετεῖς τῶν ἀνθρώπων, τὰ προσόντα αὐτῇ φαῦλα τῇ ἀρετῇ περιθεῖσα.

というのも、悪徳は、自らの行いのための隠れ蓑として、徳に属し真に善きものであるものを、朽ちないものの模倣によって身にまとい(悪徳自身は朽ちないものを何一つ持たず、作り出すこともできないからである)、卑しい人間たちを奴隷としながら、悪徳自身に属する劣ったものを徳にまとわせるのである。

7

Οἱ δὲ νενοηκότες τὰ προσόντα τῷ ὄντι καλὰ καὶ ἄφθαρτοι τῇ ἀρετῇ· ὃ καὶ περὶ Χριστιανῶν καὶ τῶν ἀπὸ τοῦ ἄθλου καὶ τῶν ἀνθρώπων τῶν τοιαῦτα πραξάντων, ὁποῖα ἔφασαν οἱ ποιηταὶ περὶ τῶν νομιζομένων θεῶν, ὑπολαβεῖν δεῖ πάντα νουνεχῆ, ἐκ τοῦ καὶ τοῦ φευκτοῦ καταφρονεῖν ἡμᾶς θανάτου λογισμὸν ἕλκοντα.

これに対して、真に善きものに属することを理解した者たちは、徳において朽ちることがない。そして思慮あるすべての者は、キリスト教徒についても、競技者たちについても、また詩人たちがいわゆる神々について語ったような行いをした人間たちについても、このように判断しなければならない。すなわち、我々が、本来避けるべき死をさえ顧みないという事実から、その理を引き出して判断すべきなのである。

Caput XII

第XII章
1

Καὶ γὰρ αὐτὸς ἐγώ, τοῖς Πλάτωνος· χαίρων διδάγμασι, διαβαλλομένους ἀκούων Χριστιανούς, ὁρῶν δὲ ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ ἄλλα νομιζόμενα φοβερά, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φιληδονίᾳ ὑπάρχειν αὐτούς.

というのも、私自身、プラトンの教えを喜びつつ、キリスト教徒たちが誹謗されているのを聞き、しかし彼らが死をも、また他のあらゆる恐ろしいとされる事柄をも恐れずにいるのを見て、彼らが悪徳と快楽への愛のうちにあるなどということは不可能だと考えるに至ったからである。

2

Τίς γὰρ φιλήδονος ἢ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἀγαθὸν ἡγούμενος δύναιτο ἂν θάνατον ἀσπάζεσθαι, ὅπως τῶν αὐτοῦ ἀγαθῶν στερηθῇ, ἀλλ᾿ οὐκ ἐκ παντὸς ζῆν μὲν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι γε ἑαυτὸν κατήγγελλε φονευθησόμενον;

というのも、快楽を愛する者、あるいは自制のない者、人間の肉を食すことを善いことと考える者が、いったいどうして、自分の善きものを奪われるために死を喜んで受け入れることができようか。むしろ、あらゆる手立てを尽くしてこの世の生をつねに生き続け、支配者たちの目を逃れようと試みるはずであって、まして自ら進んで殺されると名乗り出るようなことはないはずではないか。

3

Ἤδη καὶ τοῦτο ἐνήργησαν οἱ φαῦλοι δαίμονες διά τινων πονηρῶν ἀνθρώπων πραχθῆναι. Φονεύοντες γὰρ αὐτοί τινας ἐπὶ συκοφαντίᾳ τῇ εἰς ἡμᾶς καὶ εἰς βασάνους εἵλκυσαν οἰκέτας τῶν ἡμετέρων ἢ παῖδας ἢ γύναια, καὶ δι᾿ αἰκισμῶν φοβερῶν ἐξαναγκάζουσι κατειπεῖν ταῦτα τὰ μυθολογούμενα, ἃ αὐτοὶ φανερῶς πράττουσιν· ὧν ἐπειδὴ οὐδὲν πρόσεστιν ἡμῖν, οὐ φροντίζομεν, θεὸν τὸν ἀγέννητον καὶ ἄῤῥητον μάρτυρα ἔχοντες τῶν τε λογισμῶν καὶ τῶν πράξεων.

悪しきダエモーンどもは、すでにこのこともまた、ある邪悪な人間たちの手を通して行わせている。すなわち彼らは、我々に対する中傷のために人々を殺害しながら、我々の召使いや子供たち、女たちを拷問へと引きずり込み、恐ろしい責め苦によって、彼ら自身が公然と行っているあの作り話を白状するよう強いている。それらのことは我々には何一つ関わりがないので、我々は意に介さない。生まれざる、言い表しえない神を、我々の思いと行いの証人として持っているからである。

4

Τίνος γὰρ χάριν οὐχὶ καὶ ταῦτα δημοσίᾳ ὡμολογοῦμεν ἀγαθὰ καὶ φιλοσοφίαν θείαν αὐτὰ ἀπεδείκνυμεν, φάσκοντες Κρόνου μὲν μυστήρια τελεῖν ἐν τῷ ἀνδροφονεῖν, καὶ ἐν τῷ αἵματος ἐμπίπλασθαι, ὡς λέγεται, τὰ ἴσα τῷ παρ᾿ ὑμῖν τιμωμένῳ εἰδώλῳ, ᾧ οὐ μόνον ἀλόγων ζώων αἵματα προσραίνεται ἀλλὰ καὶ ἀνθρώπεια, διὰ τοῦ παρ᾿ ὑμῖν ἐπισημοτάτου καὶ εὐγενεστάτου ἀνδρὸς τὴν πρόσχυσιν τοῦ τῶν φονευθέντων αἵματος ποιούμενοι, Διὸς δὲ καὶ τῶν ἄλλων θεῶν μιμηταὶ γενόμενοι ἐν τῷ ἀνδροβατεῖν καὶ γυναιξὶν ἀδεῶς μίγνυσθαι, Ἐπικούρου μὲν καὶ τὰ τῶν ποιητῶν συγγράμματα ἀπολογίαν φέροντες;

我々はなぜ、これらのことを公然と善いものと認め、それを神的な哲学として示さないのか——すなわち、人を殺すことにおいて、また、聞くところによれば、諸君のもとで敬われているかの偶像に対してなされるのと同じように血に満たされることにおいて、我々はクロノスの秘儀を執り行っているのだと言い(その偶像には、理性のない動物たちの血だけでなく人間の血までも振りかけられ、諸君のもとでもっとも高名で高貴な人物の手によって、殺された者たちの血の注ぎがなされているのだが)、またゼウスや他の神々の模倣者となって男色を行い、女たちと臆することなく交わり、そしてエピクロスや詩人たちの著作を弁護として持ち出さないのか。

5

Ἐπειδὴ δὲ ταῦτα τὰ μαθήματα καὶ τοὺς ταῦτα πράξαντας καὶ μιμουμένους φεύγειν πείθομεν, ὡς καὶ νῦν διὰ τῶνδε τῶν λόγων ἠγωνίσμεθα, ποικίλως πολεμούμεθα· ἀλλ᾿ οὐ φροντίζομεν, ἐπεὶ θεὸν τῶν πάντων ἐπόπτην δίκαιον οἴδαμεν.

しかし、我々はこうした教えと、これを行う者たち、模倣する者たちを避けるよう説き勧めているので——いままさにこの言葉によっても論じてきたとおりである——さまざまな仕方で戦いを挑まれている。しかし我々は意に介さない。万物を見そなわす正しい神を知っているからである。

6

Εἴθε καὶ νῦν τις ἂν τραγικῇ φωνῇ ἀνεβόησεν ἐπί τι βῆμα ὑψηλὸν ἀναβάς· Αἰδέσθητε, αἰδέσθητε ἃ φανερᾶς πράττετε εἰς ἀναιτίους ἀναφέροντες, καὶ τὰ προσόντα καὶ ἑαυτοῖς καὶ τοῖς ὑμετέροις θεοῖς περιβάλλοντες τούτοις ὧν οὐδὲν οὐδ᾿ ἐπὶ ποσὸν μετουσία ἐστί. Μετάθεσθε, σωφρονίσθητε.

願わくは、今こそ誰かが高い演壇に上り、悲劇の声をもって叫んでほしいものである。「恥じよ、恥じるがいい。汝らが公然と行っていることを、無実の者たちに着せかけ、汝ら自身と汝らの神々に属する事柄を、それとはいささかも関わりのない者たちにまとわせているのだ。改めよ、慎みを取り戻せ」。

Caput XIII

第XIII章
1

Καὶ γὰρ ἐγώ, μαθὼν περίβλημα πονηρὸν εἰς ἀποστροφὴν τῶν ἄλλων ἀνθρώπων περιτεθειμένον ὑπὸ τῶν φαύλων δαιμόνων τοῖς Χριστιανῶν θείοις διδάγμασι, καὶ ψευδολογουμένων ταῦτα καὶ τοῦ περιβλήματος κατεγέλασα καὶ τῆς παρὰ τοῖς πολλοῖς δόξης.

というのも、私自身も、悪しきダエモーンどもによって、キリスト教徒たちの神的な教えの上に、他の人間たちをそこから遠ざけるための邪悪な外套が着せられていることを知り、これらのことを偽り語る者たちをも、その外套をも、多くの人々のあいだでの評判をも、あざ笑ったのである。

2

Χριστιανὸς εὑρεθῆναι καὶ εὐχόμενος καὶ παμμάχως ἀγωνιζόμενος ὁμολογῶ, οἰχ ὅτι ἀλλότριά ἐστι τὰ Πλάτωνος διδάγματα τοῦ Χριστοῦ, ἀλλ᾿ ὅτι οὐκ ἔστι πάντη ὅμοια, ὥσπερ οὐδὲ τὰ τῶν ἄλλων, Στωϊκῶν τε καὶ ποιητῶν καὶ συγγραφέων.

そして私は、キリスト教徒であると見出されることを祈り求め、あらゆる手立てを尽くして努めていることを告白する。それは、プラトンの教えがキリストの教えと無縁だからではなく、それがまったく同じというわけではないからである。ちょうど、ストア派の者たちや詩人たち、著述家たちの教えもそうであるのと同様に。

3

Ἕκαστος γάρ τις ἀπὸ μέρους τοῦ σπερματικοῦ θείου λόγου τὸ συγγενὲς ὁρῶν καλῶς ἐφθέγξατο· οἱ δὲ τἀναντία ἑαυτοῖς ἐν κυριωτέροις εἰρηκότες οὐκ ἐπιστήμην τὴν ἄπτωτον καὶ γνῶσιν τὴν ἀνέλεγκτον φαίνονται ἐσχηκέναι.

というのも、それぞれの者は、種子的な神的ロゴスの一部分から、自らと同族のものを見て、善く語ったのである。しかし、より肝要な事柄において自己矛盾したことを語った者たちは、揺るぐことのない知識と、論駁されることのない認識とを持っていたとは見えないのである。

4

Ὅσα οὖν παρὰ καλῶς εἴρηται, ἡμῶν τᾶν Χριστιανῶν ἐστι· τὸν γὰρ ἀπὸ ἀγεννήτου καὶ ἀῤῥήτου θεοῦ λόγον μετὰ τὸν θεὸν προσκυνοῦμεν καὶ ἀγαπῶμεν, ἐπειδὴ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος γέγονεν, ὅπως καὶ τῶν παθῶν τῶν ἡμετέρων συμμέτοχος γενόμενος καὶ ἴασιν ποιήσηται.

〔すべての人のもとで〕善く語られたことは、すべて我々キリスト教徒のものである。というのも、我々は、生まれざる、言い表しえない神から出たロゴスを、神に次いで礼拝し、愛しているからである。彼は、我々のために人となられた。それは、我々の受苦にも与る者となって、癒しをもたらすためであった。

5

Οἱ γὰρ συγγραφεῖς πάντες διὰ τῆς ἐνούσης ἐμφύτου τοῦ λόγου σπορᾶς ἀμυδρῶς ἐδύναντο ὁρᾶν τὰ ὄντα. Ἕτερον γάρ ἐστι σπέρμα τινὸς καὶ μίμημα κατὰ δύναμιν δοθέν, καὶ ἕτερον αὐτό, οὗ κατὰ χάριν τὴν ἀπ᾿ ἐκείνου ἡ μετουσία καὶ μίμησις γίνεται.

というのも、すべての著述家たちは、内に宿るロゴスの生まれつきの種を通して、おぼろげにではあるが、実在するものを見ることができたのである。何かの種子や、力に応じて与えられた模像であることと、その当のもの自体——それに由来する恵みによって、その分与と模倣とが生じるところのもの——であることとは、別のことなのである。

Caput XIV

第XIV章
1

Καὶ ὑμῦς οὖν ἀξιοῦμεν ὑπογράψαντας τὸ ὑμῖν δοκοῦν προθεῖναι τουτὶ τὸ βιβλίδιον, ὅπως καὶ τοῖς ἄλλοις τὰ ἡμέτερα γνωσθῇ καὶ δύνωνται της ψευδοδοξίας καὶ ἀγνοίας τῶν καλῶν ἀπαλλαγῆναι, οἳ παρὰ τὴν ἑαυτῶν αἰτίαν ὑπεύθυνοι ταῖς τιμωρίαις γίνονται [εἰς τὸ γνωσθῆναι τοῖς ἀνθρώποις ταῦτα], διὰ τὸ ἐν τῇ φύσει τῇ τῶν ἀνθρώπων εἶναι τὸ γνωριστικὸν καλοῦ καὶ αἰσχροῦ, καὶ διὰ τὸ ἡμῶν, οὓς οὐκ ἐπίστανται τοιαῦτα ὁποῖα λέγουσιν αἰσχρὰ πράττειν, καταψηφίζεσθαι, καὶ διὰ τὸ χαίρειν τοιαῦτα πράξασι θεοῖς καὶ ἔτι νῦν ἀπαιτοῦσι παρὰ ἀνθρώπων τὰ ὅμοια, ὡς ἐκ τοῦ καὶ ἡμῖν, ὡς τοιαῦτα πράττουσι, θάνατον ἢ δεσμὰ ἢ ἄλλο τι τοιοῦτον προστιμᾶν ἑαυτοὺς κατακρίνειν, ὡς μὴ δέεσθαι ἄλλων δικαστῶν.

だから我々は、諸君が良しと思うところを書き記した上で、この小冊子を公示してくださるよう求める。それは、我々の教えが他の人々にも知られ、彼らが偽りの意見と善き事柄についての無知とから解放されうるようになるためである。彼らは自分自身の責めによって刑罰を負うべき者となっているのであり、これらのことが人々に知られなければならないのは、そのゆえである。というのも、人間の本性には善と恥とを見分ける力が備わっているのに、彼らは我々——彼らの言うような恥ずべきことを行っているとは知りもしない我々——を有罪と決めつけ、また、まさにそうしたことを行い、いまなお人間たちに同じことを求めている神々を喜んでいるからである。それゆえ、我々がそのようなことを行っているとして、死や拘禁やその他そうした刑罰を我々に科すことによって、彼らはほかに裁き手を必要としないほどに、自分自身を有罪と宣告しているのである。

Caput XV

第XV章
1

[Καὶ τοῦ ἐν τῷ ἐμῷ ἔθνει ἀσεβοῦς καὶ πλάνου σιμωνιανοῦ διδάγματος κατεφρόνησα.] Ἐὰν δὲ ὑμεῖς τοῦτο προγράψητε, ἡμεῖς τοῖς πᾶσι φανερὸν ποιήσαιμεν, ἵνα εἰ δύναιντο μεταθῶνται· τούτου γε μόνου χάριν τούσδε τοὺς λόγους συνετάξαμεν.

私は、私自身の民族のうちにある、不敬虔で人を迷わすシモン派の教えを軽蔑した。もし諸君がこれを公示してくださるなら、我々はすべての人々にそれを明らかにするつもりである。それは、彼らがもしできるのであれば、考えを改めるようになるためである。まさにこのことのためにこそ、我々はこれらの言葉を綴ったのである。

2

Οὐκ ἔστι δὲ ἡμῶν τὰ διδάγματα κατὰ κρίσιν σώφρονα αἰσχρά, ἀλλὰ πάσης μὲν φιλοσοφίας ἀνθρωπείου ὑπέρτερα· εἰ δὲ μή, κἂν σωταδείοις καὶ φιλαινιδείοις καὶ ἀρχεστρατείοις καὶ ἐπικουρείοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ποιητικοῖς διδάγμασιν οὐχ ὅμοια, οἷς ἐντυγχάνειν πᾶσι, καὶ λεγομένοις καὶ γεγραμμένοις, συγκεχώρηται.

我々の教えは、思慮ある判断に照らして恥ずべきものではなく、むしろあらゆる人間の哲学にまさるものである。たとえそうでないとしても、少なくとも、ソタデス風の、ピライニス風の、アルケストラトス風の(それぞれ好色詩人ソタデス、ピライニス、美食家アルケストラトスに由来する)、エピクロス風の、その他そうした詩的教説には似ていないのであって、それらはすべて、語られたものも書かれたものも、誰もが触れることを許されているものである。

3

Καὶ παυσόμεθα λοιπόν, ὅσον ἐφ᾿ ἡμῖν ἦν πράξαντες, καὶ προσεπευξάμενοι τῆς ἀληθείας καταξιωθῆναι τοὺς πάντη πάντας ἀνθρώπους. Εἴη οὖν καὶ ὑμᾶς ἀξίως εὐσεβείας καὶ φιλοσοφίας τὰ δίκαια ὑπὲρ ἑαυτῶν κρῖναι.

そして我々は、これで筆をおくことにしよう。我々にできることをなし終え、ありとあらゆる人間が真理にあずかるにふさわしい者とされるようにと、さらに祈りを添えた上で。それゆえ、諸君もまた、敬虔と哲学とにふさわしく、自分自身のために正しいことを判断されるように。