Liber II, Caput XXIII
第II巻 第XXIII章Ἰουδαῖοί γε μὴν τοῦ Παύλου Καίσαρα ἐπικαλεσαμένου ἐπί τε τὴν Ῥωμαίων πόλιν ὑπὸ Φήστου παραπεμφθέντος, τῆς ἐλπίδος καθ’ ἣν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλήν, ἀποπεσόντες, ἐπὶ Ἰάκωβον τὸν τοῦ κυρίου τρέπονται ἀδελφόν, ᾧ πρὸς τῶν ἀποστόλων ὁ τῆς ἐπισκοπῆς τῆς ἐν Ἱεροσολύμοις ἐγκεχείριστο θρόνος. τοιαῦτα δὲ αὐτοῖς καὶ τὰ κατὰ τούτου τολμᾶται.
しかしユダヤ人たちは、パウロがカエサルに上訴し、フェストゥスによってローマ人の都へ送られてしまったので、それに沿って彼への企みを仕組んでいた当の望みから外れ、主の兄弟ヤコブに向かった。この人には、使徒たちによってエルサレムにおける監督の座が委ねられていた。この人に対して彼らが敢えてなすことも、また次のようなものである。
εἰς μέσον αὐτὸν ἀγαγόντες ἄρνησιν τῆς εἰς τὸν Χριστὸν πίστεως ἐπὶ παντὸς ἐξῄτουν τοῦ λαοῦ· τοῦ δὲ παρὰ τὴν ἁπάντων γνώμην ἐλευθέρᾳ φωνῇ καὶ μᾶλλου ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἁπάσης παρρησιασαμένου καὶ ὁμολογήσαντος υἱὸν εἶναι θεοῦ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν, μηκέθ’ οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν τῷ καὶ δικαιότατον αὐτὸν παρὰ τοῖς πᾶσιν δι’ ἀκρότητα ἧς μετῄει κατὰ τὸν βίον φιλοσοφίας τε καὶ θεοσεβείας πιστεύεσθαι, κτείνουσι, καιρὸν εἰς ἐξουσίαν λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ’ αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτήσαντος, ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι διοικήσεως καθειστήκει.
彼らは彼を人々の中に引き出し、全民衆の前でキリストへの信仰を否認するよう求めた。ところが彼は、皆の考えに反し、しかも彼らが予想していた以上に、自由な声で群衆すべての前に大胆に語り、我々の救い主にして主なるイエスは神の子であると告白した。そこで彼らは、もはやこの人の証しに耐えることができなくなり——彼は、その生涯において追い求めた哲学と敬神との極みのゆえに、万人から最も正しい者と信じられていたからである——支配を思うままにする好機として無政府状態を手に入れ、彼を殺した。すなわち、フェストゥスがちょうどその頃ユダヤで世を去り、かの地の統治が支配者も総督も無い状態になっていたのである。
τὸν δὲ τῆς τοῦ Ἰακώβου τελευτῆς τρόπον ἤδη μὲν πρότερον αἱ παρατεθεῖσαι τοῦ Κλήμεντος φωναὶ δεδηλώκασιν, ἀπὸ τοῦ πτερυγίου βεβλῆσθαι ξύλῳ τε τὴν πρὸς θάνατον πεπλῆχθαι αὐτὸν ἱστορηκότος· ἀκριβέστατά γε μὴν τὰ κατ’ αὐτὸν ὁ Ἡγήσιππος, ἐπὶ τῆς πρώτης τῶν ἀποστόλων γενόμενος διαδοχῆς, ἐν τῷ πέμπτῳ αὐτοῦ ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον·
ヤコブの最期の次第については、既に先立って引いたクレメンスの言葉が明らかにしている。彼が神殿の屋根の端から投げ落とされ、棒で打たれて死に至ったと伝えているのである。しかし、彼についての事柄を最も正確に伝えるのはヘゲシッポスであり、使徒たちからの最初の継承に連なった彼は、その第五の覚書において、次のように語ってこれを伝えている。
Διαδέχεται τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ κυρίου χρόνων μέχρι καὶ ἡμῶν, ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο, οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν,
主の兄弟ヤコブが、使徒たちと共に教会を継ぐ。彼は、主の時代から我々の時代に至るまで、すべての人から正しい人と呼ばれてきた。多くの者がヤコブと呼ばれていたためである。この人は、母の胎から聖なる者であった。
οἶνον καὶ σίκερα οὐκ ἔπιεν οὐδὲ ἔμψυχον ἔφαγεν, ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο.
彼は葡萄酒も強い酒も飲まず、命あるものを食べもせず、剃刀がその頭に上ることもなく、油を塗ることもなく、浴場を用いることもなかった。
τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι· οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναὸν ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασιν καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ θεῷ καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ.
彼一人にのみ聖所に入ることが許されていた。彼は毛織の衣を身にまとわず、亜麻布をまとっていたからである。そして彼は独り神殿に入り、膝をついて民のために赦しを求めているところを見出されるのが常であった。そのため、神を礼拝して常に膝を屈め、民のために赦しを求めていたことによって、彼の膝は駱駝の膝のように硬くなってしまった。
διά γέ τοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ ἐκαλεῖτο ὁ δίκαιος καὶ ὠβλίας, ὅ ἐστιν Ἑλληνιστὶ περιοχὴ τοῦ λαοῦ, καὶ δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσιν περὶ αὐτοῦ.
こうして、彼の正義の並外れたことのゆえに、彼は正しい人、そしてオブリアスと呼ばれた——ギリシア語で民の防塁、また正義を意味する。預言者たちが彼について示しているとおりである。
τινὲς οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι (ἐν τοῖς Ὑπομνήμασιν), ἐπυνθάνοντο αὐτοῦ τίς ἡ θύρα τοῦ Ἰησοῦ, καὶ ἔλεγεν τοῦτον εἶναι τὸν σωτῆρα·
そこで、私が前に(『覚書』において)書き記しておいた、民の間にある七つの分派のうちのある者たちが、彼にイエスの門とは何かを尋ねた。すると彼は、この方こそ救い主であると言った。
ἐξ ὧν τινες ἐπίστευσαν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός. αἱ δὲ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνάστασιν οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον.
そのうちのある者たちは、イエスがキリストであると信じた。しかし、先に述べた分派は、復活も、来たりて各人にその行いに応じて報いる者があることも信じていなかった。それでも信じた者たちは、ヤコブによってそうなったのである。
πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ Φαρισαίων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ· σοὶ γὰρ πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις.
そこで、指導者たちの多くも信じるようになったので、ユダヤ人たちと律法学者たちとファリサイ派の者たちの間に騒動が起こった。彼らは、民全体がイエスをキリストと待ち望む危険があると言っていた。そこで彼らは集まってヤコブのもとに行き、こう言った。「我々はお前に願う。民を押しとどめよ。民はイエスへと迷わされ、この者こそキリストであるとしているからである。我々はお前に願う。過越の日に来た者たちすべてを、イエスについて説き伏せてほしい。我々は皆お前に従うのだから。我々も、また民全体も、お前が正しい人であり、人を分け隔てしないことを証しすればこそである。」
πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι· καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν.
「それゆえ、お前が群衆を説き伏せ、イエスについて迷うことのないようにせよ。民全体も、我々も皆、お前に従うのだから。それゆえ、神殿の屋根の端に立て。そうすれば、お前は高い所から人目につき、お前の言葉が民全体によく聞こえるであろう。過越のために、諸国民をも交えてすべての部族が集まって来ているのだから。」
ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπαν δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ.
そこで、先に述べた律法学者たちとファリサイ派の者たちは、ヤコブを神殿の屋根の端に立たせ、彼に向かって叫んでこう言った。「正しい者よ、我々は皆お前に従うべき者である。民が十字架につけられたイエスの後を追って迷っているのだから、イエスの門とは何であるか、我々に告げよ。」
καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ τί με ἐπερωτᾶτε περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ;
すると彼は大声で答えた。「なぜあなたがたは人の子について私に尋ねるのか。彼は天において大いなる力の右に座しており、天の雲に乗って来ようとしているのに。」
καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου καὶ λεγόντων ὡσαννὰ τῷ υἱῷ Δαυίδ, τότε πάλιν οἱ αὐτοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες καταβάλωμεν αὐτόν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.
そして多くの者たちが確信を得て、ヤコブの証しゆえに〔神を〕讃え、「ダビデの子にホサナ」と唱えたとき、かの同じ律法学者たちとファリサイ派の者たちは互いに言った。「我々は、イエスにこのような証しを与えてしまい、悪いことをした。むしろ登って行って彼を突き落とそう。人々が恐れて彼を信じないようにするために。」
καὶ ἔκραξαν λέγοντες ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη, καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
そして彼らは叫んでこう言った。「ああ、ああ、正しい人までも迷わされてしまった。」こうして彼らは、イザヤに記された聖句を成就した。「正しい者を取り除こう。彼は我々にとって厄介だからである。それゆえ、彼らはその行いの実りを食らうことになろう。」
ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον. καὶ ἔλεγον ἀλλήλοις λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον, καὶ ἤρξαντο λιθάζειν αὐτόν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν· ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων παρακαλῶ, κύριε θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.
そこで彼らは登って行って、正しい人を突き落とした。そして互いに言った。「正しい人ヤコブを石打ちにしよう。」こうして彼らは彼を石打ちにし始めた。突き落とされても彼が死ななかったからである。それどころか彼は向き直って膝をつき、こう言った。「主よ、神よ、父よ、願わくは彼らをお赦しください。彼らは自分が何をしているのか知らないのですから。」
οὕτως δὲ καταλιθοβολούντων αὐτόν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβείμ, τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου, ἔκραζεν λέγων παύσασθε· τί ποιεῖτε; εὔχεται ὑπὲρ ὑμῶν ὁ δίκαιος.
こうして彼らが彼に石を投げつけ続けていたとき、預言者エレミヤによって証しされているラカベイムの子レカブの子孫である祭司たちのうちの一人が、叫んでこう言った。「やめよ。諸君は何をしているのか。正しい人は諸君のために祈っているのだ。」
καὶ λαβών τις ἀπ’ αὐτῶν, εἷς τῶν γναφέων, τὸ ξύλον, ἐν ᾧ ἀποπιέζει τὰ ἱμάτια, ἤνεγκεν κατὰ τῆς κεφαλῆς τοῦ δικαίου, καὶ οὕτως ἐμαρτύρησεν. καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησιν γεγένηται ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς.
そして彼らのうちのある者、晒し職人の一人が、衣を絞る棒を取り、正しい人の頭に打ち下ろし、こうして彼は殉教した。そして彼らは彼を神殿のそばのその場所に葬り、彼の碑はいまなお神殿のそばに残っている。この人は、イエスがキリストであることについて、ユダヤ人にもギリシア人にも真の証人となった。そして直ちにウェスパシアヌスが彼らを包囲したのである。
Ταῦτα διὰ πλάτους, συνῳδά γέ τοι τῷ Κλήμεντι καὶ ὁ Ἡγήσιππος. οὕτω δὲ ἄρα θαυμάσιός τις ἦν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἐπὶ δικαιοσύνῃ βεβόητο ὁ Ἰάκωβος, ὡς καὶ τοὺς Ἰουδαίων ἔμφρονας δοξάζειν ταύτην εἶναι τὴν αἰτίαν τῆς παραχρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλήμ, ἣν δι’ οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι ἢ διὰ τὸ κατ’ αὐτοῦ τολμηθὲν ἄγος.
以上のことを、ヘゲシッポスもまたクレメンスと一致して詳しく語っている。ヤコブは、他のすべての人々の間でも正義について驚嘆すべき者として評判が高かった。そのためユダヤ人のうち思慮ある者たちでさえ、彼の殉教の直後に起こったエルサレムの包囲の原因はこれであり、その包囲が彼らに降りかかったのは、彼に対して敢えてなされた穢れの業のほかに何の理由もない、と考えるほどであった。
Ἀμέλει γέ τοι ὁ Ἰώσηπος οὐκ ἀπώκνησεν καὶ τοῦτ’ ἐγγράφως ἐπιμαρτύρασθαι δι’ ὧν φησιν λέξεων ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν.
実際、ヨセフスもまた、このことを文書によって証しすることを躊躇しなかった。彼は次の言葉でこう言っている——これらのことは、正しい人ヤコブの仇を報いるものとしてユダヤ人たちに起こったのである。彼はキリストと呼ばれるイエスの兄弟であったが、ユダヤ人たちは、彼が最も正しい者であったにもかかわらず、これを殺したのであった。
Ὁ δ’ αὐτὸς καὶ τὸν θάνατον αὐτοῦ ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας δηλοῖ διὰ τούτων· πέμπει δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον, Φήστου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι, θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως, αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους, καθὼς ἤδη δεδηλώκαμεν.
同じ人物はまた、彼の死について『古代誌』第二十巻において、次のように述べている。カエサルは、フェストゥスの死を知り、アルビノスをユダヤへ総督として遣わした。ときに、大祭司職を受け継いだと我々が述べたあの若いほうのアナノスは、その気性が不遜で、とりわけ向こう見ずであり、サドカイ人たちの分派を奉じていた。この分派の者たちは、裁判に関して、他のすべてのユダヤ人にもまして冷酷である。我々が既に示したとおりである。
ἅτε δὴ οὖν τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον διὰ τὸ τεθνάναι μὲν Φῆστον, Ἀλβῖνον δ’ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν, καθίζει συνέδριον κριτῶν, καὶ παραγαγὼν εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ, τοῦ Χριστοῦ λεγομένου, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορίαν ποιησάμενος, παρέδωκεν λευσθησομένους.
そこでアナノスは、このような性質の者であったので、フェストゥスが既に死去し、アルビノスがまだ道中にあるのを好機と見なし、裁判官たちの会議を召集した。そして、キリストと呼ばれるイエスの兄弟であり、名をヤコブという者と、他の幾人かを、その前に引き出し、律法に背いた者としての告発を行い、石打ちにするために引き渡した。
ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι. τινὲς δ’ αὐτῶν καὶ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντα, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς αὐτοῦ γνώμης καθίσαι συνέδριον.
しかし、都の中で最も公正で、律法について厳格であると見なされていた者たちは、これを憤り、密かに王のもとへ人を遣わし、アナノスにこのようなことを二度と行わないよう書き送ってほしいと願い出た。彼が最初に行ったことさえ正しくはなかったのだから、と。彼らのうちの幾人かは、アレクサンドリアから旅して来るアルビノスを出迎え、アナノスが彼の考えなしに会議を開くことは許されなかったはずだと告げた。
Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις, γράφει μετ’ ὀργῆς τῷ Ἀνάνῳ, λήψεσθαι παρ’ αὐτοῦ δίκας ἀπειλῶν, καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τὴν ἀρχιερωσύνην ἀφελόμενος αὐτοῦ ἄρξαντος μῆνας τρεῖς, Ἰησοῦν τὸν τοῦ Δαμμαίου κατέστησεν. Τοιαῦτα καὶ τὰ κατὰ Ἰάκωβον, οὗ ἡ πρώτη τῶν ὀνομαζομένων καθολικῶν ἐπιστολῶν εἶναι λέγεται·
アルビノスは、語られたことに説き伏せられ、怒りをもってアナノスに書き送り、彼から罰を取り立てると脅した。そして王アグリッパは、これゆえに、三か月間その職にあった彼から大祭司職を取り上げ、ダンマイオスの子イエスをその職に立てた。ヤコブについての事柄はこのようなものである。いわゆる公同書簡のうち第一のものは、彼のものであると言われている。
ἰστέον δὲ ὡς νοθεύεται μέν, οὐ πολλοὶ γοῦν τῶν παλαιῶν αὐτῆς ἐμνημόνευσαν, ὡς οὐδὲ τῆς λεγομένης Ἰούδα, μιᾶς καὶ αὐτῆς οὔσης τῶν ἑπτὰ λεγομένων καθολικῶν· ὅμως δ’ ἴσμεν καὶ ταύτας μετὰ τῶν λοιπῶν ἐν πλείσταις δεδημοσιευμένας ἐκκλησίαις.
しかし、これは真正を疑われていることを知っておかねばならない。少なくとも、昔の人々のうち、これに言及した者は多くなかったからである。いわゆるユダのものとされる書についても同様であり、これもまた、いわゆる七つの公同書簡のうちの一つである。それでも我々は、これらの書もまた、他の書とともに、きわめて多くの教会で公に用いられていることを知っている。
Liber III, Caput XIX
第III巻 第XIX章Τοῦ δ’ αὐτοῦ Δομετιανοῦ τοὺς ἀπὸ γένους Δαυὶδ ἀναιρεῖσθαι προστάξαντος, παλαιὸς κατέχει λόγος τῶν αἱρετικῶν τινας κατηγορῆσαι τῶν ἀπογόνων Ἰούδα (τοῦτον δ’ εἶναι ἀδελφὸν κατὰ σάρκα τοῦ σωτῆρος) ὡς ἀπὸ γένους τυγχανόντων Δαυὶδ καὶ ὡς αὐτοῦ συγγένειαν τοῦ Χριστοῦ φερόντων. ταῦτα δὲ δηλοῖ κατὰ λέξιν ὧδέ πως λέγων ὁ Ἡγήσιππος.
この同じドミティアヌスが、ダビデの血族に属する者たちを殺すよう命じたとき、異端者のある者たちが、ユダの子孫たち——このユダは肉によれば救い主の兄弟であった——を、ダビデの血族に属し、キリストその方との血縁を有する者として告発した、という話が古くから伝わっている。ヘゲシッポスは、文言どおりに、おおよそ次のように語って、これを明らかにしている。
Liber III, Caput XX
第III巻 第XX章ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου υἱωνοὶ Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ· οὓς ἐδηλατόρευσαν ὡς ἐκ γένους ὄντας Δαυίδ. τούτους ὁ ἠουοκᾶτος ἤγαγεν πρὸς Δομετιανὸν Καίσαρα. ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρῴδης.
また、主の血族のうち、肉によれば主の兄弟と呼ばれるユダの孫たちが、なお生き残っていた。彼らは、ダビデの血族に属する者として密告された。この者たちを、かのエウォカトス(再召集された退役兵で、皇帝の使いを務める者)がドミティアヌス帝のもとへ連れて行った。というのも、〔ドミティアヌスは〕ヘロデと同じく、キリストの来臨を恐れていたからである。
καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ Δαυίδ εἰσιν, καὶ ὡμολόγησαν. τότε ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπαν ἀμφοτέροις ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεος, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς πλέθρων λθ μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι.
そして〔ドミティアヌス〕は彼らに、ダビデの出であるかと尋ねた。彼らはそれを認めた。そこで彼はまた、どれほどの所有地を持ち、どれほどの財産を支配しているかと尋ねた。彼らは、二人合わせてわずか九千デナリオンしか持たず、それぞれにその半分が属していると答えた。しかも、それを銀貨で持っているのではなく、わずか三十九プレトロンの土地の見積もり額として持っているのであって、その土地から租税を納め、自らの手で働いて生計を立てているのだ、と言った。
εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυτῶν ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας.
続いて、自らの手を差し出して見せ、自分の手で働いていることの証しとして、体の硬さと、絶え間ない労働によって自分の手に刻み込まれたたこを示した、という。
ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ ὁποία τις εἴη καὶ ποῖ καὶ πότε φανησομένη, λόγον δοῦναι ὡς οὐ κοσμικὴ μὲν οὐδ’ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνοι, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρινεῖ ζῶντας καὶ νεκροὺς καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ·
また、キリストとその国について、それがいかなるものか、どこに、いつ現れるのかと問われると、その国は世俗のものでも地上のものでもなく、天上のもの、天使的なものであって、世の終わりに到来するものであり、その時に〔キリストが〕栄光のうちに来て、生ける者と死せる者とを裁き、おのおのにその行いに応じて報いを与えられるのだ、と答えたという。
ἐφ’ οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δομετιανόν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν.
これらのことに対して、ドミティアヌスは彼らに対して何の咎めも下さず、かえって取るに足りない者たちとして見下し、彼らを自由の身として釈放し、勅令によって教会に対する迫害を止めた、という。
τοὺς δὲ ἀπολυθέντας ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡς ἂν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ κυρίου, γενομένης τε εἰρήνης μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ.
そして釈放された彼らは、証人であると同時に主の血族でもある者として、諸教会を指導し、平和が訪れると、トラヤヌスの時代に至るまで生き永らえた、という。
ταῦτα μὲν ὁ Ἡγήσιππος· οὐ μὴν ἀλλὰ καὶ ὁ Τερτυλλιανὸς τοῦ Δομετιανοῦ τοιαύτην πεποίηται μνήμην πεπειράκει ποτὲ καὶ Δομετιανὸς ταὐτὸ ποιεῖν ἐκείνῳ, μέρος ὢν τῆς Νέρωνος ὠμότητος. ἀλλ’, οἶμαι, ἅτε ἔχων τι συνέσεως, τάχιστα ἐπαύσατο, ἀνακαλεσάμενος καὶ οὓς ἐξηλάκει.
以上がヘゲシッポスの語るところである。それだけでなく、テルトゥリアヌスもまた、ドミティアヌスについて次のような言及をしている。ドミティアヌスもまた、ネロの残忍さの一部を成す者として、かつてかの者と同じことを行おうと試みた。しかし、私が思うに、彼にはいくらか分別があったので、ごく速やかにやめ、追放していた者たちをも呼び戻した。
Μετὰ δὲ τὸν Δομετιανὸν πεντεκαίδεκα ἔτεσιν κρατήσαντα Νερούα τὴν ἀρχὴν διαδεξαμένου, καθαιρεθῆναι μὲν τὰς Δομετιανοῦ τιμάς, ἐπανελθεῖν δ’ ἐπὶ τὰ οἰκεῖα μετὰ τοῦ καὶ τὰς οὐσίας ἀπολαβεῖν τοὺς ἀδίκως ἐξεληλαμένους ἡ Ῥωμαίων σύγκλητος βουλὴ ψηφίζεται· ἱστοροῦσιν οἱ γραφῇ τὰ κατὰ τοὺς χρόνους παραδόντες.
ドミティアヌスが十五年間統治した後、ネルウァが帝位を継ぐと、ローマの元老院は、ドミティアヌスに与えられた数々の栄誉を廃し、不当に追放されていた者たちを、その財産を取り戻させた上で、故郷へ帰らせることを議決した。時代の出来事を書き記した人々が、これを伝えている。
τότε δὴ οὖν καὶ τὸν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς κατὰ τὴν νῆσον φυγῆς τὴν ἐπὶ τῆς Ἐφέσου διατριβὴν ἀπειληφέναι ὁ τῶν παρ’ ἡμῖν ἀρχαίων παραδίδωσι λόγος.
その時にこそ、使徒ヨハネもまた、あの島への追放から、エフェソスでの生活を取り戻した、と我々のもとにある古人たちの伝承は語り伝えている。
Liber III, Caput XXXI
第III巻 第XXXI章Παύλου μὲν οὖν καὶ Πέτρου τῆς τελευτῆς ὅ τε χρόνος καὶ ὁ τρόπος καὶ πρὸς ἔτι τῆς μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου τῶν σκηνωμάτων αὐτῶν καταθέσεως ὁ χῶρος ἤδη πρότερον ἡμῖν δεδήλωται·
さて、パウロとペトロの最期については、その時期も仕方も、また彼らが世を去った後にその亡骸が納められた場所も、我々によって既に先に示された。
τοῦ δὲ Ἰωάννου τὰ μὲν τοῦ χρόνου ἤδη πως εἴρηται, τὸ δέ γε τοῦ σκηνώματος αὐτοῦ χωρίον ἐξ ἐπιστολῆς Πολυκράτους (τῆς δ’ ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος οὗτος ἦν) ἐπιδείκνυται, ἣν Οὐίκτορι Ῥωμαίων ἐπισκόπῳ γράφων, ὁμοῦ τε αὐτοῦ καὶ Φιλίππου μνημονεύει τοῦ ἀποστόλου τῶν τε τούτου θυγατέρων ὧδέ πως·
ヨハネについては、その時期はすでにある程度述べられているが、その亡骸の場所は、ポリュクラテスの書簡から明らかにされる(この人はエフェソスの寄留の群れの監督であった)。彼はローマ人の監督ウィクトルに宛てて書き送るその書簡の中で、彼〔ヨハネ〕と使徒フィリポ、そしてこの人の娘たちについて、次のように記している。
καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅτινα ἀναστήσεται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανοῦ καὶ ἀναζητήσει πάντας τοὺς ἁγίους, Φίλιππον τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι καὶ ἡ ἑτέρα αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσών, ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορεκὼς καὶ μάρτυς καὶ διδάσκαλος, οὗτος ἐν Ἐφέσῳ κεκοίμηται.
まことに、アシアにおいても大いなる星々が眠りについている。それらは、主の来臨の終わりの日に甦るであろう。その日、主は栄光とともに天より来たり、すべての聖徒たちを尋ね求められる——十二使徒の一人フィリポ、この人はヒエラポリスに眠りについており、年老いた処女であるその二人の娘たちも〔そこに眠っている〕。そして、彼のもう一人の娘は聖霊のうちに生き、エフェソスに憩っている。さらにまた、主の胸に寄りかかったヨハネ、額当てを身に着けた祭司となり、また証人にして教師となった者、この人はエフェソスに眠りについている。
ταῦτα καὶ περὶ τῆς τῶνδε τελευτῆς· καὶ ἐν τῷ Γαΐου δέ, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, διαλόγῳ Πρόκλος, πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς, συνᾴδων τοῖς ἐκτεθεῖσιν, οὕτω φησίν· μετὰ τοῦτον προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστιν ἐκεῖ καὶ ὁ τοῦ πατρὸς αὐτῶν.
以上が、これらの人々の最期についてである。そして、我々が少し前に触れたガイオスの『対話』においても、彼が問答を交わした相手であるプロクロスが、フィリポとその娘たちの最期について、先に示されたところと調和して、次のように言う。この人の後、フィリポの四人の女預言者たちが、アシアのヒエラポリスに現れた。彼女たちの墓はそこにあり、その父の墓もそこにある。
ταῦτα μὲν οὗτος· ὁ δὲ Λουκᾶς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων τῶν Φιλίππου θυγατέρων ἐν Καισαρείᾳ τῆς Ἰουδαίας ἅμα τῷ πατρὶ τότε διατριβουσῶν προφητικοῦ τε χαρίσματος ἠξιωμένων μνημονεύει, κατὰ λέξιν ὧδέ πως λέγων· ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ’ αὐτῷ. τούτῳ δὲ ἦσαν παρθένοι θυγατέρες τέσσαρες προφητεύουσαι.
以上が彼〔プロクロス〕の語るところである。ルカは『使徒言行録』において、フィリポの娘たちが、当時ユダヤのカイサリアで父とともに暮らし、預言の賜物にあずかっていたことに言及し、文言どおりに次のように言っている。「我々はカイサリアに着き、七人の一人である福音宣教者フィリポの家に入って、彼のもとに滞在した。この人には、預言する処女である四人の娘があった。」
Τὰ μὲν οὖν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν περί τε τῶν ἀποστόλων καὶ τῶν ἀποστολικῶν χρόνων ὧν τε καταλελοίπασιν ἡμῖν ἱερῶν γραμμάτων καὶ τῶν ἀντιλεγομένων μέν, ὅμως δ’ ἐν πλείσταις ἐκκλησίαις παρὰ πολλοῖς δεδημοσιευμένων τῶν τε παντελῶς νόθων καὶ τῆς ἀποστολικῆς ὀρθοδοξίας ἀλλοτρίων ἐν τούτοις διειληφότες, ἐπὶ τὴν τῶν ἑξῆς προΐωμεν ἱστορίαν.
さて、使徒たちと使徒的な時代について、また彼らが我々に残した聖なる書について、さらに、異論のあるものでありながらきわめて多くの教会で多くの人々に公にされている文書について、そしてまた、まったくの偽作であって使徒的正統から異質な文書について、我々の知識にもたらされた事柄を、ここまでの巻において区分してきた。それゆえ、次に続く叙述に進むことにしよう。
Liber III, Caput XXXII
第III巻 第XXXII章Μετὰ Νέρωνα καὶ Δομετιανὸν κατὰ τοῦτον οὗ νῦν τοὺς χρόνους ἐξετάζομεν, μερικῶς καὶ κατὰ πόλεις ἐξ ἐπαναστάσεως δήμων τὸν καθ’ ἡμῶν κατέχει λόγος ἀνακινηθῆναι διωγμόν· ἐν ᾧ Συμεῶνα τὸν τοῦ Κλωπᾶ, ὃν δεύτερον καταστῆναι τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπον ἐδηλώσαμεν, μαρτυρίῳ τὸν βίον ἀναλῦσαι παρειλήφαμεν.
ネロとドミティアヌスの後、いま我々がその時代を調べているこの〔皇帝〕のもとで、部分的に、また町々において、民衆の蜂起から我々に対する迫害が引き起こされたと、伝えは語っている。この迫害の中で、クロパの子シメオン——我々が、彼はエルサレムの教会の二代目の監督として立てられたと示した人物——が、殉教によってその生涯を終えたと、我々は受け継ぎ聞いている。
καὶ τούτου μάρτυς αὐτὸς ἐκεῖνος, οὗ διαφόροις ἤδη πρότερον ἐχρησάμεθα φωναῖς, Ἡγήσιππος· ὃς δὴ περί τινων αἱρετικῶν ἱστορῶν, ἐπιφέρει δηλῶν ὡς ἄρα ὑπὸ τούτων κατὰ τόνδε τὸν χρόνον ὑπομείνας κατηγορίαν, πολυτρόπως ὁ δηλούμενος ὡς ἂν Χριστιανὸς ἐπὶ πλείσταις αἰκισθεὶς ἡμέραις αὐτόν τε τὸν δικαστὴν καὶ τοὺς ἀμφ’ αὐτὸν εἰς τὰ μέγιστα καταπλήξας, τῷ τοῦ κυρίου πάθει παραπλήσιον τέλος ἀπηνέγκατο·
そして、この事の証人となるのは、我々がすでに前にそのさまざまな言葉を用いた、まさにあのヘゲシッポス自身である。彼は、ある異端者たちについて語りながら、続けて、この人〔シメオン〕がこの時代に彼らによる告発を耐え忍び、キリスト教徒として実にさまざまな仕方で幾日にもわたって虐待を受けながら、裁判官もその周りの者たちも大いに驚嘆させ、主の受難に似た最期を遂げた、と明らかにしている。
οὐδὲν δὲ οἷον καὶ τοῦ συγγραφέως ἐπακοῦσαι, αὐτὰ δὴ ταῦτα κατὰ λέξιν ὧδέ πως ἱστοροῦντος ἀπὸ τούτων δηλαδὴ τῶν αἱρετικῶν κατηγοροῦσί τινες Σίμωνος τοῦ Κλωπᾶ ὡς ὄντος ἀπὸ Δαυὶδ καὶ Χριστιανοῦ, καὶ οὕτως μαρτυρεῖ ἐτῶν ὢν ρκ ἐπὶ Τραϊανοῦ Καίσαρος καὶ ὑπατικοῦ Ἀττικοῦ.
だが、その著述家自身の言葉に耳を傾けるのに勝ることはない。彼はまさにこれらのことを、文言どおりに次のように語っている。すなわち、これらの異端者のうちのある者たちが、クロパの子シモンをダビデの出であり、かつキリスト教徒であるとして告発し、こうして彼は、トラヤヌス帝と執政官格アッティコスの下、百二十歳にして殉教した。
φησὶν δὲ ὁ αὐτὸς ὡς ἄρα καὶ τοὺς κατηγόρους αὐτοῦ, ζητουμένων τότε τῶν ἀπὸ τῆς βασιλικῆς Ἰουδαίων φυλῆς, ὡς ἂν ἐξ αὐτῶν ὄντας ἁλῶναι συνέβη. λογισμῷ δ’ ἂν καὶ τὸν Συμεῶνα τῶν αὐτοπτῶν καὶ αὐτηκόων εἴποι ἄν τις γεγονέναι τοῦ κυρίου, τεκμηρίῳ τῷ μήκει τοῦ χρόνου τῆς αὐτοῦ ζωῆς χρώμενος καὶ τῷ μνημονεύειν τὴν τῶν εὐαγγελίων γραφὴν Μαρίας τῆς τοῦ Κλωπᾶ, οὗ γεγονέναι αὐτὸν καὶ πρότερον ὁ λόγος ἐδήλωσεν.
同じ人〔ヘゲシッポス〕は、彼を告発した者たちもまた、当時ユダヤ人の王たる部族に属する者たちが捜し求められていたときに、その部族の出であったために捕らえられることになった、と言っている。推論によってなら、シメオンもまた、主を自ら目で見、耳で聞いた者たちの一人であったと言うこともできよう——彼の生涯の長さと、福音書の記述がクロパの妻マリアについて言及していることとを、その証拠として用いてのことである。この人〔シメオン〕がその〔クロパの〕子であったことは、先にも我々の叙述が示したとおりである。
Ὁ δ’ αὐτὸς συγγραφεὺς καὶ ἑτέρους ἀπογόνους ἑνὸς τῶν φερομένων ἀδελφῶν τοῦ σωτῆρος, ᾧ ὄνομα Ἰούδας, φησὶν εἰς τὴν αὐτὴν ἐπιβιῶναι βασιλείαν μετὰ τὴν ἤδη πρότερον ἱστορηθεῖσαν αὐτῶν ὑπὲρ τῆς εἰς τὸν Χριστὸν πίστεως ἐπὶ Δομετιανοῦ μαρτυρίαν, γράφει δὲ οὕτως·
同じ著述家は、救い主の兄弟と伝えられる者たちの一人、名をユダという者の他の子孫たちについても、彼らがドミティアヌスの下でキリストへの信仰のゆえに、すでに前に語られたとおりの証しをした後、同じ治世まで生き延びたと言っている。そして彼は次のように書いている。
ἔρχονται οὖν καὶ προηγοῦνται πάσης ἐκκλησίας ὡς μάρτυρες καὶ ἀπὸ γένους τοῦ κυρίου, καὶ γενομένης εἰρήνης βαθείας ἐν πάσῃ ἐκκλησίᾳ, μένουσι μέχρι Τραϊανοῦ Καίσαρος, μέχρις οὗ ὁ ἐκ θείου τοῦ κυρίου, ὁ προειρημένος Σίμων υἱὸς Κλωπᾶ, συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων ὡσαύτως κατηγορήθη καὶ αὐτὸς ἐπὶ τῷ αὐτῷ λόγῳ ἐπὶ Ἀττικοῦ τοῦ ὑπατικοῦ. καὶ ἐπὶ πολλαῖς ἡμέραις αἰκιζόμενος ἐμαρτύρησεν, ὡς πάντας ὑπερθαυμάζειν καὶ τὸν ὑπατικὸν πῶς ρκ τυγχάνων ἐτῶν ὑπέμεινεν, καὶ ἐκελεύσθη σταυρωθῆναι.
こうして彼らは来たり、証人であると同時に主の血族でもある者として、すべての教会の先頭に立つ。そして、すべての教会に深い平和が訪れると、彼らはトラヤヌス帝の時代まで留まった。その時に至って、主のおじから出た者、すなわち先に述べたクロパの子シモンもまた、諸々の異端によって讒言され、同じ理由で、同じく執政官格アッティコスの下に告発された。そして幾日にもわたって虐待を受けながら殉教し、すべての者が、執政官格自身までもが、彼が百二十歳でありながらどうして耐え忍んだのかと驚嘆するほどであった。そして彼は十字架につけられるよう命じられた。
Ἐπὶ τούτοις ὁ αὐτὸς ἀνὴρ διηγούμενος τὰ κατὰ τοὺς δηλουμένους, ἐπιλέγει ὡς ἄρα μέχρι τῶν τότε χρόνων παρθένος καθαρὰ καὶ ἀδιάφθορος ἔμεινεν ἡ ἐκκλησία, ἐν ἀδήλῳ που σκότει ὡς εἰ φωλευόντων εἰς ἔτι τότε τῶν, εἰ καί τινες ὑπῆρχον, παραφθείρειν ἐπιχειρούντων τὸν ὑγιῆ κανόνα τοῦ σωτηρίου κηρύγματος·
これらのことに続けて、同じ人物は、先に述べられた人々についての事柄を語りながら、次のように付け加えて言う。その時代に至るまで、教会は清く汚れなき処女のままであった。もしその頃なお、健全な救いの宣教の規範を歪めようと企てる者たちが幾人かいたとしても、彼らはなお、いずこか知れぬ暗闇の中に潜んでいたのである、と。
ὡς δ’ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς διάφορον εἰλήφει τοῦ βίου τέλος παρεληλύθει τε ἡ γενεὰ ἐκείνη τῶν αὐταῖς ἀκοαῖς τῆς ἐνθέου σοφίας ἐπακοῦσαι κατηξιωμένων, τηνικαῦτα τῆς ἀθέου πλάνης ἀρχὴν ἐλάμβανεν ἡ σύστασις διὰ τῆς τῶν ἑτεροδιδασκάλων ἀπάτης, οἳ καὶ ἅτε μηδενὸς ἔτι τῶν ἀποστόλων λειπομένου, γυμνῇ λοιπὸν ἤδη κεφαλῇ τῷ τῆς ἀληθείας κηρύγματι τὴν ψευδώνυμον γνῶσιν ἀντικηρύττειν ἐπεχείρουν.
しかし、使徒たちの聖なる一団がそれぞれ異なる生涯の終わりを迎え、神より出た知恵をまさにその耳で聞くに値するとされたあの世代が過ぎ去ると、その時にこそ、無神の迷妄の結成が、異なる教えを説く者たちの欺きによって、その初めを得た。彼らは、もはや使徒たちの誰一人残っていないのをよいことに、いまや包み隠すところなく、真理の宣教に対して、偽りの名の知識を対抗して宣べ伝えようと試みたのである。
Liber III, Caput XXXIX
第III巻 第XXXIX章Ἡ μὲν οὖν τοῦ Κλήμεντος ὁμολογουμένη γραφὴ πρόδηλος, εἴρηται δὲ καὶ τὰ Ἰγνατίου καὶ Πολυκάρπου· τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, ἃ καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνων αὐτῷ γραφέντων μνημονεύει, ὧδέ πως λέγων· ταῦτα δὲ καὶ Παπίας ὁ Ἰωάννου μὲν ἀκουστής, Πολυκάρπου δὲ ἑταῖρος γεγονώς, ἀρχαῖος ἀνήρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν ἑαυτοῦ βιβλίων. ἔστιν γὰρ αὐτῷ πέντε βιβλία συντεταγμένα.
さて、クレメンスの認められている文書は明白であり、イグナティオスとポリュカルポスのものについても既に述べられている。パピアスの著作は数にして五つあると伝えられており、それには『主の言葉の解釈』という題も付けられている。これらについてはエイレナイオスも、彼が書いたのはこれらだけだとして言及しており、およそ次のように言っている。これらのことは、ヨハネの聞き手であり、ポリュカルポスの仲間でもあった、古い時代の人物パピアスも、自分の書物の第四巻において文書をもって証ししている。彼によって編まれた五巻の書物があるからである。
καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα· αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι’ ὧν φησιν λέξεων·
エイレナイオスの言うところは以上である。しかしパピアス自身は、自らの論の序文において、聖なる使徒たちの聞く者にも目撃者にも決してならなかったことを示しており、信仰にかかわることは彼らの知己たちから受け継いだと、次のような文言で教えている。
οὐκ ὀκνήσω δέ σοι καὶ ὅσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ἔμαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ’ αὐτῆς παραγινομένας τῆς ἀληθείας·
私はお前のために、かつて長老たちから善く学び、善く記憶した限りのことを、それらについて真理を保証しつつ、解釈とともに編み入れることを厭わないであろう。私は、多くの者たちがそうするように、多くを語る者たちを喜んだのではなく、真実なことを教える者たちを喜び、他人の戒めを記憶する者たちではなく、主から信仰のために与えられ、真理そのものから出た戒めを記憶する者たちを喜んだのである。
εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους, τί Ἀνδρέας ἢ τί Πέτρος εἶπεν ἢ τί Φίλιππος ἢ τί Θωμᾶς ἢ Ἰάκωβος ἢ τί Ἰωάννης ἢ Ματθαῖος ἤ τις ἕτερος τῶν τοῦ κυρίου μαθητῶν ἅ τε Ἀριστίων καὶ ὁ πρεσβύτερος Ἰωάννης, τοῦ κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον ὅσον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης.
また、もし長老たちに付き従った誰かがやって来ることでもあれば、私は長老たちの言葉を尋ねたものであった——アンデレは何を、あるいはペトロは何を語ったか、あるいはフィリポは、あるいはトマスは、あるいはヤコブは、あるいはヨハネは、あるいはマタイは、あるいは主の弟子たちのうちの他の誰かは何を語ったか、そしてアリスティオンと長老ヨハネ、すなわち主の弟子たちが何を語っているかを。書物から得られることが、生きて留まる声から得られることほど私を益するとは思わなかったからである。
Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον δὶς καθαρθμιοῦντι αὐτῷ τὸ Ἰωάννου ὄνομα, ὧν τὸν μὲν πρότερον Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ’ ἕτερον Ἰωάννην, διαστείλας τὸν λόγον, ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει·
ここで、彼が二度にわたってヨハネの名を数え上げていることに、立ち止まる値打ちがある。そのうち先の方は、ペトロやヤコブやマタイや他の使徒たちと共に数え上げており、はっきりと福音記者を指し示している。しかし他方のヨハネについては、言葉を分けて、使徒たちの数とは別の人々のうちに位置づけ、その前にアリスティオンを置き、これをはっきりと長老と呼んでいる。
ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν Ἀσίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων δύο τε ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον Ἰωάννου ἔτι νῦν λέγεσθαι· οἷς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν, εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ’ ὀνόματος φερομένην Ἰωάννου ἀποκάλυψιν ἑορακέναι.
こうしたことによっても、アシアには同名を用いた二人の者がいたと語り、エフェソスには二つの墓があって、そのいずれもが今なおヨハネのものと呼ばれていると語った者たちの話が、真実であることが示される。これらのことにも注意を向ける必要がある。というのも、もし人が第一のヨハネを望まないなら、ヨハネの名で伝わっている黙示録を見たのは、おそらく第二のヨハネだからである。
καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι· ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις.
そして今我々が示しているこのパピアスは、使徒たちの言葉については、彼らに付き従った者たちから受け継いだと自ら認めているが、アリスティオンと長老ヨハネについては、自分自身が直接聞いた者であると言っている。実際、彼は自分の著作の中でしばしば彼らの名を挙げて、彼らの伝承を書き記している。
καὶ ταῦτα δ’ ἡμῖν οὐκ εἰς τὸ ἄχρηστον εἰρήσθω· ἄξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι’ ὧν παράδοξά τινα ἱστορεῖ καὶ ἄλλα ὡς ἂν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα.
これらのことも、我々が無益に語ったのではないとしておこう。パピアスの示された言葉に、彼の別の文言を継ぎ足す値打ちがある。それらによって彼は、いくつかの驚くべきことや、伝承として彼のもとに来たと思われる他のことを伝えている。
τὸ μὲν οὖν κατὰ τὴν Ἱεράπολιν Φίλιππον τὸν ἀπόστολον ἅμα ταῖς θυγατράσιν διατρῖψαι διὰ τῶν πρόσθεν δεδήλωται· ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος, διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον· νεκροῦ γὰρ ἀνάστασιν κατ’ αὐτὸν γεγονυῖαν ἱστορεῖ καὶ αὖ πάλιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος.
さて、ヒエラポリスにおいて使徒フィリポがその娘たちと共に過ごしたことは、前の箇所ですでに示されている。パピアスがその同じ時代の人であって、フィリポの娘たちから驚くべき物語を受け継いだと述べていることは、今ここに記しておくべきである。すなわち彼は、死者の復活が彼の時代に起こったことを伝えており、また、バルサバと呼ばれたユストについての、別の驚くべきこと——彼が毒薬を飲んだのに、主の恵みによって何も不快なことを被らなかったという話——を伝えている。
τοῦτον δὲ τὸν Ἰοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότου Ἰούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ ἡ τῶν Πράξεων ὧδέπως ἱστορεῖ γραφή· καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι εἶπαν.
そしてこのユストを、救い主の昇天ののち、聖なる使徒たちがマティアと共に立たせ、裏切り者ユダに代わって彼らの数を満たすためのくじのために祈ったことを、『使徒言行録』の書はおよそこのように伝えている。「彼らは二人を立てた。バルサバと呼ばれ、ユストとも呼ばれたヨセフと、マティアとを。そして祈って言った。」
καὶ ἄλλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ἥκοντα παρατέθειται ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα ἄλλα μυθικώτερα·
また同じ人物は、書かれざる伝承として自分のもとに至った他のことも並べ挙げている——救い主のいくつかの奇妙な譬えや、その教え、そしてもっと作り話めいた他のいくつかのことである。
ἐν οἷς καὶ χιλιάδα τινά φησιν ἐτῶν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· ἃ καὶ ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεορακότα.
それらの中で彼は、死者からの復活ののち、キリストの王国がまさにこの地の上に肉体をもって成り立つという、千年の期間があるだろうと述べている。私はこれを、彼が使徒的な物語を誤って受け取り、彼らが例をもって神秘的に語ったことを見て取らなかったためだと考える。
σφόδρα γάρ τοι σμικρὸς ὢν τὸν νοῦν, ὡς ἂν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται, πλὴν καὶ τοῖς μετ’ αὐτὸν πλείστοις ὅσοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονεν τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ καὶ εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν.
というのも彼は、その言葉から推し測って言うならば、思慮が甚だ乏しかったと見えるからである。とはいえ彼は、自分以後の教会に属する者たちのうち実に多くの者が同様の見解を持つに至った、その原因ともなった。彼らはこの人物の古さを盾に取ったのであり、たとえばエイレナイオスがそうであり、同様に考えると明らかになった他の者たちもそうである。
Καὶ ἄλλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν Ἀριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις· ἐφ’ ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν ἣν περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων·
また彼は、自分自身の書のうちに、前に示したアリスティオンによる主の言葉の物語や、長老ヨハネの伝承をも伝え渡している。学びを好む者たちをそれらへ差し向けたうえで、我々は今、さきに示された彼の言葉に、福音書を書いたマルコについて彼が次のように述べている伝承を、必ず付け加えることにしよう。
καὶ τοῦθ’ ὁ πρεσβύτερος ἔλεγεν· Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, ὅσα ἐμνημόνευσεν, ἀκριβῶς ἔγραψεν, οὐ μέντοι τάξει, τὰ ὑπὸ τοῦ κυρίου ἢ λεχθέντα ἢ πραχθέντα. οὔτε γὰρ ἤκουσεν τοῦ κυρίου οὔτε παρηκολούθησεν αὐτῷ, ὕστερον δέ, ὡς ἔφην, Πέτρῳ· ὃς πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ’ οὐχ ὥσπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λογίων, ὥστε οὐδὲν ἥμαρτεν Μάρκος οὕτως ἔνια γράψας ὡς ἀπεμνημόνευσεν. ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ὧν ἤκουσεν παραλιπεῖν ἢ ψεύσασθαί τι ἐν αὐτοῖς.
そして長老はこう言っていた。マルコはペトロの通訳となって、主によって語られたことであれ行われたことであれ、覚えていた限りのことを、正確に、ただし順序どおりにではなく、書き記した。というのも彼は、主から聞いたのでもなければ、主に付き従ったのでもなく、後になって、私が言ったように、ペトロに付き従ったからである。ペトロは必要に応じて教えを行ったのであって、主の言葉を編み上げるようにして行ったのではなかった。それゆえマルコは、いくつかのことを思い起こしたとおりにそのように書いたことにおいて、何一つ誤らなかった。彼はただ一つのことに心を配ったのであり、それは、聞いたことを何一つ漏らさず、またその中で何一つ偽らないことであった。
ταῦτα μὲν οὖν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου· περὶ δὲ τοῦ Ματθαίου ταῦτ’ εἴρηται· Ματθαῖος μὲν οὖν Ἑβραΐδι διαλέκτῳ τὰ λόγια συνετάξατο, ἡρμήνευσεν δ’ αὐτὰ ὡς ἦν δυνατὸς ἕκαστος.
以上のことが、マルコについてパピアスによって伝えられている。マタイについては次のように述べられている。マタイはヘブライ人の言語で〔主の〕言葉を編み上げ、それを各人が能う限りに解釈した。
Κέχρηται δ’ ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως, ἐκτέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου, ἣν τὸ καθ’ Ἑβραίους εὐαγγέλιον περιέχει. καὶ ταῦτα δ’ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.
そして同じ人物は、ヨハネの先の手紙からの証しを、また同じくペトロの手紙からの証しを用いている。また彼は、多くの罪のゆえに主の御前で訴えられた女についての、もう一つの物語を示しているが、これは『ヘブライ人による福音書』が含んでいるものである。これらのことも、既に示したことに加えて、我々は必ず書き留めておかねばならない。
Liber IV, Caput III
第IV巻 第III章Τραϊανοῦ δὲ ἐφ’ ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησὶν ἓξ δέουσιν κρατήσαντος, Αἴλιος Ἁδριανὸς διαδέχεται τὴν ἡγεμονίαν. τούτῳ Κοδρᾶτος λόγον προσφωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ’ ἡμᾶς θεοσεβείας, ὅτι δή τινες πονηροὶ ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο· εἰς ἔτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ’ ἡμῖν τὸ σύγγραμμα· ἐξ οὗ κατιδεῖν ἔστιν λαμπρὰ τεκμήρια τῆς τε τοῦ ἀνδρὸς διανοίας καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας.
トラヤヌスが、その統治を丸二十年から六か月足りぬだけの間保った後、アイリオス・ハドリアヌスがその主権を継いだ。この人に、コドラトスは一つの言論を差し向けて捧げた。ある悪しき者たちが我々の同胞を悩ませようとしていたので、我々の敬神のために弁明を書き記したのである。その書は今なお、多くの兄弟たちのもとに、また我々のもとにも伝わっており、そこから、この人物の思慮と使徒的な正しい教えとの輝かしい証拠を見て取ることができる。
ὁ δ’ αὐτὸς τὴν καθ’ ἑαυτὸν ἀρχαιότητα παραφαίνει δι’ ὧν ἱστορεῖ ταῦτα ἰδίαις φωναῖς· τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν ἀληθῆ γὰρ ἦν, οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν, οἳ οὐκ ὤφθησαν μόνον θεραπευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο.
同じこの人は、これらのことを自らの言葉で次のように伝えて、自分に関わる時代の古さを示している。我々の救い主のわざは常に現存していた。それらは真実であったからである。癒された者たち、死者の中から甦った者たちは、癒され甦るところを見られただけでなく、常に居合わせてもいたのであり、救い主がこの世におられた間だけでなく、去られた後もかなりの間、生き続けていた。そのため、彼らのうちのある者たちは我々の時代にまで達したのである。
τοιοῦτος μὲν οὗτος· καὶ Ἀριστείδης δέ, πιστὸς ἀνὴρ τῆς καθ’ ἡμᾶς ὁρμώμενος εὐσεβείας, τῷ Κοδράτῳ παραπλησίως ὑπὲρ τῆς πίστεως ἀπολογίαν ἐπιφωνήσας Ἁδριανῷ καταλέλοιπεν· σῴζεται δέ γε εἰς δεῦρο παρὰ πλείστοις καὶ ἡ τούτου γραφή.
この人はこのようであった。アリスティデスもまた、我々の敬虔から出た信仰の人であって、コドラトスと同じように、信仰のための弁明をハドリアヌスに差し向けて残した。彼の書もまた、今なお多くの人々のもとに保たれている。
Liber IV, Caput VI
第IV巻 第VI章Καὶ δῆτα τῆς Ἰουδαίων ἀποστασίας αὖθις εἰς μέγα καὶ πολὺ προελθούσης, Ῥοῦφος ἐπάρχων τῆς Ἰουδαίας, στρατιωτικῆς αὐτῷ συμμαχίας ὑπὸ βασιλέως πεμφθείσης, ταῖς ἀπονοίαις αὐτῶν ἀφειδῶς χρώμενος ἐπεξῄει, μυριάδας ἀθρόως ἀνδρῶν ὁμοῦ καὶ παίδων καὶ γυναικῶν διαφθείρων πολέμου τε νόμῳ τὰς χώρας αὐτῶν ἐξανδραποδιζόμενος.
そしてまさに、ユダヤ人の離反がふたたび大きく激しいものへと進んだので、ユダヤの長官ルフォスは、皇帝から軍勢の後詰めを送られ、彼らの無分別に容赦なく応じて攻め立て、男も子供も女もひとまとめに無数の人々を滅ぼし、戦の掟に従って彼らの地の者たちを奴隷とした。
ἐστρατήγει δὲ τότε Ἰουδαίων Βαρχωχεβας ὄνομα, ὃ δὴ ἀστέρα δηλοῖ, τὰ μὲν ἄλλα φονικὸς καὶ λῃστρικός τις ἀνήρ, ἐπὶ δὲ τῇ προσηγορίᾳ, οἷα ἐπ’ ἀνδραπόδων, ὡς δὴ ἐξ οὐρανοῦ φωστὴρ αὐτοῖς κατεληλυθὼς κακουμένοις τε ἐπιλάμψαι τερατευόμενος.
当時、ユダヤ人を率いていたのは、バルコケバスという名の者であった——この名は『星』を意味する。彼はその他の点では人を殺し物を奪う類いの男であったが、その呼び名にかけては、奴隷を相手にするかのように、自分こそ天から彼らのもとに下って来た光る星であって、苦しめられている彼らの上に輝きをもたらすのだと、大言壮語していた。
ἀκμάσαντος δὲ τοῦ πολέμου ἔτους ὀκτωκαιδεκάτου τῆς ἡγεμονίας κατὰ Βηθθηρα (πολίχνη τις ἦν ὀχυρωτάτη, τῶν Ἱεροσολύμων οὐ σφόδρα πόρρω διεστῶσα) τῆς τε ἔξωθεν πολιορκίας χρονίου γενομένης λιμῷ τε καὶ δίψει τῶν νεωτεροποιῶν εἰς ἔσχατον ὀλέθρου περιελαθέντων καὶ τοῦ τῆς ἀπονοίας αὐτοῖς αἰτίου τὴν ἀξίαν ἐκτίσαντος δίκην, τὸ πᾶν ἔθνος ἐξ ἐκείνου καὶ τῆς περὶ τὰ Ἱεροσόλυμα γῆς πάμπαν ἐπιβαίνειν εἴργεται νόμου δόγματι καὶ διατάξεσιν Ἁδριανοῦ, ὡς ἂν μηδ’ ἐξ ἀπόπτου θεωροῖεν τὸ πατρῷον ἔδαφος, ἐγκελευσαμένου· Ἀρίστων ὁ Πελλαῖος ἱστορεῖ.
戦がその治世の第十八年に、ベッテラの地で頂点に達したとき(そこはエルサレムからそれほど遠くない、きわめて堅固な小さな町であった)、外からの包囲が長引いたため、反乱を企てた者たちは飢えと渇きの果てに滅びの極みへと追い詰められ、彼らの無分別の元であった者は相応の罰を受けた。そしてその時以来、民全体は、エルサレムをめぐる地に踏み入ることを一切禁じられている。ハドリアヌスの法の布告と勅令によるものであり、彼らが遠くからであれ父祖の地を眺めることさえないようにと、彼が命じたからである。これをペラのアリストが伝えている。
οὕτω δὴ τῆς πόλεως εἰς ἐρημίαν τοῦ Ἰουδαίων ἔθνους παντελῆ τε φθορὰν τῶν πάλαι οἰκητόρων ἐλθούσης ἐξ ἀλλοφύλου τε γένους συνοικισθείσης, ἡ μετέπειτα συστᾶσα Ῥωμαϊκὴ πόλις τὴν ἐπωνυμίαν ἀμείψασα, εἰς τὴν τοῦ κρατοῦντος Αἰλίου Ἁδριανοῦ τιμὴν Αἰλία προσαγορεύεται. καὶ δὴ τῆς αὐτόθι ἐκκλησίας ἐξ ἐθνῶν συγκροτηθείσης, πρῶτος μετὰ τοὺς ἐκ περιτομῆς ἐπισκόπους τὴν τῶν ἐκεῖσε λειτουργίαν ἐγχειρίζεται Μάρκος.
こうして、その都市はユダヤの民をすっかり欠くに至り、昔からの住民たちは完全に滅び、異なる種族によって新たに住まわされたので、その後に成立したローマの都市は、名を改め、時の統治者アイリオス・ハドリアヌスの誉れにちなんでアイリアと呼ばれる。そしてその地の教会は異邦人たちから成るものとなり、割礼から出た監督たちの後、初めて、そこでの勤めをマルコスが委ねられた。
Liber IV, Caput VIII
第IV巻 第VIII章ἐν τούτοις ἐγνωρίζετο Ἡγήσιππος, οὗ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς, ὡς ἂν ἐκ τῆς αὐτοῦ παραδόσεως τινὰ τῶν κατὰ τοὺς ἀποστόλους παραθέμενοι.
この時代に、ヘゲシッポスが知られていた。我々は既にこれまで、彼の言葉を実に多く用いてきた。使徒たちの時代に関するいくつかの事柄を、彼の伝承から引いてきたからである。
ἐν πέντε δ’ οὖν συγγράμμασιν οὗτος τὴν ἀπλανῆ παράδοσιν τοῦ ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ’ ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἰδρυσάντων τὰ εἴδωλα οὕτω πως γράφων· οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστιν καὶ Ἀντίνοος, δοῦλος Ἁδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ὁ ἐφ’ ἡμῶν γενόμενος. καὶ γὰρ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου καὶ προφήτας.
そこでこの人は、五巻の著作のうちに、使徒的宣教の誤りなき伝承を、この上なく飾らない文の組み立てで覚書とし、自分が知られていた時代を示しつつ、初めから偶像を打ち立てた者たちについて、次のように書いている。彼らのために、人々は今に至るまで、空の墓と神殿とを造った。そのうちにはアンティノオスもいる。ハドリアヌス・カエサルの奴隷であった者で、彼のためにアンティノオスの競技祭も催されており、それは我々の代に始まったものである。実に彼〔ハドリアヌス〕は、アンティノオスの名を冠した町を築き、また預言者たちを〔立てた〕。
κατ’ αὐτὸν δὲ καὶ Ἰουστῖνος, γνήσιος τῆς ἀληθοῦς φιλοσοφίας ἐραστής, ἔτι τοῖς παρ’ Ἕλλησιν ἀσκούμενος ἐνδιέτριβεν λόγοις· σημαίνει δὲ καὶ αὐτὸς τουτονὶ τὸν χρόνον ἐν τῇ πρὸς Ἀντωνῖνον ἀπολογίᾳ ὧδε γράφων· οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγούμεθα καὶ Ἀντινόου τοῦ νῦν γενομένου, ὃν καὶ ἅπαντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο, ἐπιστάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.
彼の時代には、ユスティノスもまた、真実の哲学の真正な愛好者として、なおギリシア人たちのもとで修練しながら、その言論のうちに時を過ごしていた。彼自身もまた、アントニヌスに宛てた弁明の中で、次のように書いて、この時代を示している。そして我々は、これらのことのうちに、近ごろ現れたアンティノオスについても言及することは不適切ではないと考える。彼が誰であり、どこから出た者であるかを知りながらも、すべての者が恐れのゆえに彼を神として崇めるようになったのである。
Ὁ δ’ αὐτὸς καὶ τοῦ τότε κατὰ Ἰουδαίων πολέμου μνημονεύων ταῦτα παρατίθεται· καὶ γὰρ ἐν τῷ νῦν γενομένῳ Ἰουδαϊκῷ πολέμῳ Βαρχωχεβας, ὁ τῆς Ἰουδαίων ἀποστάσεως ἀρχηγέτης, Χριστιανοὺς μόνους εἰς τιμωρίας δεινάς, εἰ μὴ ἀρνοῖντο Ἰησοῦν τὸν Χριστὸν καὶ βλασφημοῖεν, ἐκέλευεν ἄγεσθαι.
そして同じ人は、その当時のユダヤ人との戦争についても言及して、次のことを引いている。というのも、近ごろ起こったユダヤ戦争において、ユダヤ人たちの離反の首領であったバルコケバスは、キリスト教徒たちだけを、もしイエス・キリストを否認し、冒瀆しないならば、恐ろしい刑罰へと連行するよう命じたからである。
Ἐν ταὐτῷ δὲ καὶ τὴν ἀπὸ τῆς Ἑλληνικῆς φιλοσοφίας ἐπὶ τὴν θεοσέβειαν μεταβολὴν αὐτοῦ, ὅτι μὴ ἀλόγως, μετὰ κρίσεως δὲ αὐτῷ γεγόνει, δηλῶν, ταῦτα γράφει· καὶ γὰρ αὐτὸς ἐγώ, τοῖς Πλάτωνος χαίρων διδάγμασι, διαβαλλομένους ἀκούων Χριστιανούς, ὁρῶν δὲ καὶ ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ νομιζόμενα φοβερά, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φιληδονίᾳ ὑπάρχειν αὐτούς· τίς γὰρ φιλήδονος ἢ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἡγούμενος ἀγαθόν, δύναιτ’ ἂν θάνατον ἀσπάζεσθαι, ὅπως τῶν ἑαυτοῦ στερηθείη ἐπιθυμιῶν, ἀλλ’ οὐκ ἐκ παντὸς ζῆν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι ἑαυτὸν κατήγγελλεν φονευθησόμενον;
そして同じ箇所で、彼は、ギリシアの哲学から敬神への自分の転向が、分別なくではなく、判断を伴って起こったのだということを示しつつ、次のように書いている。というのも、私自身、プラトンの教えを喜びつつ、キリスト教徒たちが誹謗されているのを聞き、また彼らが死をも、恐ろしいとされるあらゆる事柄をも恐れずにいるのを見て、彼らが悪徳と快楽への愛のうちにあるなどということは不可能だと考えるに至ったからである。というのも、快楽を愛する者、あるいは自制のない者、人間の肉を食すことを善いことと考える者が、いったいどうして、自分の欲望を奪われるために死を喜んで受け入れることができようか。むしろ、あらゆる手立てを尽くしてこの世の生をつねに生き続け、支配者たちの目を逃れようと試みるはずであって、まして自ら進んで殺されると名乗り出るようなことはないはずではないか。
Ἔτι δ’ ὁ αὐτὸς ἱστορεῖ δεξάμενον τὸν Ἁδριανὸν παρὰ Σερεννίου Γρανιανοῦ, λαμπροτάτου ἡγουμένου, γράμματα ὑπὲρ Χριστιανῶν περιέχοντα ὡς οὐ δίκαιον εἴη ἐπὶ μηδενὶ ἐγκλήματι βοαῖς δήμου χαριζομένους ἀκρίτως κτείνειν αὐτούς, ἀντιγράψαι Μινουκίῳ Φουνδανῷ, ἀνθυπάτῳ τῆς Ἀσίας, προστάττοντα μηδένα κρίνειν ἄνευ ἐγκλήματος καὶ εὐλόγου κατηγορίας·
さらに同じ人は、ハドリアヌスが、最も卓越した総督セレンニオス・グラニアノスから、キリスト教徒たちについての書簡——いかなる罪状もないのに、民衆の叫び声に迎合して、裁判なしに彼らを殺すのは正しくないという内容の書簡——を受け取り、アシアの総督ミヌキオス・フンダノスに返書をしたため、いかなる者も、罪状と正当な告発なしには裁いてはならないと命じたことを伝えている。
καὶ τῆς ἐπιστολῆς δὲ ἀντίγραφον παρατέθειται, τὴν Ῥωμαϊκήν φωνήν, ὡς εἶχεν, διαφυλάξας, προλέγει δ’ αὐτῆς ταῦτα· καὶ ἐξ ἐπιστολῆς δὲ τοῦ μεγίστου καὶ ἐπιφανεστάτου Καίσαρος Ἁδριανοῦ τοῦ πατρὸς ὑμῶν ἔχοντες ἀπαιτεῖν ὑμᾶς, καθὰ ἠξιώσαμεν, κελεῦσαι τὰς κρίσεις γίνεσθαι, τοῦτο οὐχ ὡς ὑπὸ Ἁδριανοῦ κελευσθὲν μᾶλλον ἠξιώσαμεν, ἀλλ’ ἐκ τοῦ ἐπίστασθαι δικαίαν ἀξιοῦν τὴν προσφώνησιν. ὑπετάξαμεν δὲ καὶ τῆς ἐπιστολῆς Ἁδριανοῦ τὸ ἀντίγραφον, ἵνα καὶ τοῦτο ἀληθεύειν ἡμᾶς γνωρίζητε, καὶ ἔστιν τόδε.
そして彼は、その書簡の写しをも添えており、ローマの言葉をそのままの形で保存しつつ、それについて次のように前置きしている。そして、諸君の父である、至大にして最も高名なカエサル、ハドリアヌスの書簡によっても、我々が求めたとおりに裁判が行われるよう命じることを諸君に要求する根拠を我々は持っている。だが我々がこれを求めたのは、これがハドリアヌスによって命じられたからというよりも、むしろ、この上奏が正当なことを求めていると知っているからこそである。また我々は、ハドリアヌスの書簡の写しをも添えておいた。これによっても我々が真理を語っていることを諸君が知るためである。そしてそれはこうである。
Τούτοις ὁ μὲν δηλωθεὶς ἀνὴρ αὐτὴν παρατέθειται τὴν Ῥωμαϊκὴν ἀντιγραφήν, ἡμεῖς δ’ ἐπὶ τὸ Ἑλληνικὸν κατὰ δύναμιν αὐτὴν μετειλήφαμεν, ἔχουσαν ὧδε·
これらのことに、先に述べたその人は、そのローマ語の返書そのものを添えている。だが我々は、それを力の及ぶかぎりギリシア語に訳した。それは次のようなものである。
Liber IV, Caput XXII
第IV巻 第XXII章Ὁ μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασιν τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν· ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν ἀποδημίαν στειλάμενος μέχρι Ῥώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφεν διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστιν μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα·
さてヘゲシッポスは、我々のもとに伝わった五巻の覚書のうちに、自らの見解の最も充実した記録を残している。その中で彼は、ローマにまで旅をして、実に多くの監督たちと交わったこと、そしてすべての者から同じ教えを受け継いだことを示している。少なくとも、クレメンスからコリント人たちへの手紙についていくつかのことを述べたのちに、彼が付け加えて語った次のことを聞くことができる。
καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ῥώμην καὶ συνδιέτριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανάς, ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ·
そしてコリントの教会は、コリントでプリモスが監督であった時まで、正しい言葉のうちに留まっていた。私はローマへ航海する途上で彼らと交わり、コリントの人々のもとに十分な日数とどまり、その間我々は共に正しい言葉によって憩った。
γενόμενος δὲ ἐν Ῥώμῃ, διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου· οὗ διάκονος ἦν Ἐλεύθερος, καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτήρ, μεθ’ ὃν Ἐλεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει ὡς ὁ νόμος κηρύσσει καὶ οἱ προφῆται καὶ ὁ κύριος.
そしてローマに着いてから、私はアニケトスに至るまでの継承〔の一覧〕を作った。彼のもとで奉仕者であったのはエレウテロスである。そしてアニケトスから、ソテルが継承し、その後にエレウテロスが続いた。そしてどの継承においても、どの町においても、律法と預言者たちと主とが宣べ伝えるとおりに事は成っている。
Ὁ δ’ αὐτὸς καὶ τῶν κατ’ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων· καὶ μετὰ τὸ μαρτυρῆσαι Ἰάκωβον τὸν δίκαιον, ὡς καὶ ὁ κύριος, ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν προέθεντο πάντες, ὄντα ἀνεψιὸν τοῦ κυρίου δεύτερον. διὰ τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον, οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις·
そして同じ人は、自分の時代における異端の初めを、次のことによって示している。義人ヤコブが主と同じ理由で殉教した後、ふたたび、彼のおじの子であるシメオン、すなわちクロパの子が、監督に立てられた。彼は主のいとこであって、二人目の者として、すべての人々から推された。このゆえに、人々は教会を処女と呼んだ。なぜなら、それはまだ空しい風説によって汚されていなかったからである。
ἄρχεται δὲ ὁ Θεβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον ὑποφθείρειν ἀπὸ τῶν ἑπτὰ αἱρέσεων, ὧν καὶ αὐτὸς ἦν, ἐν τῷ λαῷ, ἀφ’ ὧν Σίμων, ὅθεν Σιμωνιανοί, καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοί, καὶ Δοσίθεος, ὅθεν Λοσιθιανοί, καὶ Γορθαῖος, ὅθεν Γοραθηνοί, καὶ Μασβωθεοι. ἀπὸ τούτων Μενανδριανισταὶ καὶ Μαρκιανισταὶ καὶ Καρποκρατιανοὶ καὶ Οὐαλεντινιανοὶ καὶ Βασιλειδιανοὶ καὶ Σατορνιλιανοὶ ἕκαστος ἰδίως καὶ ἑτεροίως ἰδίαν δόξαν παρεισηγάγοσαν,
そしてテブーティスは、自分が監督にならなかったために、民の中にあった七つの分派——彼自身もそれに属していた——から出て、ひそかに腐敗させ始めた。それらから出たのは、シモン——そこからシモン派——、クレオビオス——そこからクレオビオス派——、ドシテオス——そこからロシティアノイ派——、ゴルタイオス——そこからゴラテノイ派——、そしてマスボテオイ派である。これらから、メナンドロス派、マルキオン派、カルポクラテス派、ウァレンティヌス派、バシレイデス派、サトゥルニヌス派が、それぞれ独自に、別々の仕方で、自分自身の見解を持ち込んだ。
ἀπὸ τούτων ψευδόχριστοι, ψευδοπροφῆται, ψευδαπόστολοι, οἵτινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ τοῦ θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
これらから、偽キリストたち、偽預言者たち、偽使徒たちが出た。彼らは、神とそのキリストとに逆らう堕落させる言葉によって、教会の一致を分裂させた。
Ἔτι δ’ ὁ αὐτὸς καὶ τὰς πάλαι γεγενημένας παρὰ Ἰουδαίοις αἱρέσεις ἱστορεῖ λέγων· ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραηλιτῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ αὗται· Ἐσσαῖοι Γαλιλαῖοι Ἡμεροβαπτισταὶ Μασβωθεοι Σαμαρεῖται Σαδδουκαῖοι Φαρισαῖοι.
そしてさらに同じ人は、昔ユダヤ人たちの間に生じていた分派についても、こう言って伝えている。割礼を受けた者たちのうちに、すなわちイスラエルの子らのうちに、ユダ族とキリストとに逆らう、さまざまな見解があった。それらとは次のものである。エッサイオイ派、ガリライオイ派、ヘメロバプティスタイ派、マスボテオイ派、サマリア人、サドカイ派、ファリサイ派。
Καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι, ἔκ τε τοῦ καθ’ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι, καὶ ἄλλα δὲ ὡς ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει.
そして彼はほかにも非常に多くのことを書いており、そのうちのいくつかは、我々が諸々の叙述をそれぞれの時代にふさわしく配しながら、既に先に言及したとおりである。彼はまた、ヘブライ人による福音書とシリア語の福音書とから、そしてとりわけヘブライ語から、いくつかの事柄を記しており、自らがヘブライ人から信仰に入った者であることを示しながら、ほかのことについても、ユダヤの不文の伝承から得たものとして言及している。
οὐ μόνος δὲ οὗτος, καὶ Εἰρηναῖος δὲ καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς πανάρετον Σοφίαν τὰς Σολομῶνος Παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. ἀλλὰ γὰρ ἐφ’ ἕτερον ἤδη μεταβατέον.
そして彼だけではなく、エイレナイオスも、そして古人たちの群れすべても、ソロモンの『箴言』を『全き徳の知恵』と呼んでいた。そして、いわゆる外典についても論じながら、彼は、自分の時代に、ある異端者たちによってそれらのうちのいくつかが偽作されたことを伝えている。しかし、もはや他のことへと移らねばならない。
Liber IV, Caput XXVI
第IV巻 第XXVI章Ἐπὶ τῶνδε καὶ Μελίτων τῆς ἐν Σάρδεσιν παροικίας ἐπίσκοπος Ἀπολινάριός τε τῆς ἐν Ἱεραπόλει διαπρεπῶς ἤκμαζον, οἳ καὶ τῷ δηλωθέντι κατὰ τοὺς χρόνους Ῥωμαίων βασιλεῖ λόγους ὑπὲρ τῆς πίστεως ἰδίως ἑκάτερος ἀπολογίας προσεφώνησαν.
この頃、サルディスにある寄留の群れの監督メリトンと、ヒエラポリスにある寄留の群れの〔監督〕アポリナリオスとが、際立って栄えていた。彼らはまた、その頃の、先に示されたローマ人の皇帝に対し、おのおの別々に、信仰のための言葉、すなわち弁明を上奏した。
τούτων εἰς ἡμετέραν γνῶσιν ἀφῖκται τὰ ὑποτεταγμένα· Μελίτωνος, τὰ Περὶ τοῦ πάσχα δύο καὶ τὸ Περὶ πολιτείας καὶ προφητῶν καὶ ὁ Περὶ ἐκκλησίας καὶ ὁ Περὶ κυριακῆς λόγος, ἔτι δὲ ὁ Περὶ πίστεως ἀνθρώπου καὶ ὁ Περὶ πλάσεως, καὶ ὁ Περὶ ὑπακοῆς πίστεως αἰσθητηρίων καὶ πρὸς τούτοις ὁ Περὶ ψυχῆς καὶ σώματος καὶ ὁ Περὶ λουτροῦ καὶ Περὶ ἀληθείας καὶ Περὶ πίστεως καὶ γενέσεως Χριστοῦ καὶ λόγος αὐτοῦ προφητείας καὶ Περὶ ψυχῆς καὶ σώματος καὶ ὁ Περὶ φιλοξενίας καὶ ἡ Κλεὶς καὶ τὰ Περὶ τοῦ διαβόλου καὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ ὁ Περὶ ἐνσωμάτου θεοῦ, ἐπὶ πᾶσι καὶ τὸ Πρὸς Ἀντωνῖνον βιβλίδιον.
これらのうち、我々の知るところとなったのは、次に挙げるものである。すなわちメリトンの著作として、『過越について』二巻、『生き方と預言者たちについて』、『教会について』、『主日について』の書、さらに『人間の信仰について』、『形づくりについて』、『感覚器官の信仰への従順について』、これらに加えて『魂と肉体について』、『洗いについて』、『真理について』、『信仰とキリストの誕生について』、そして『預言について』の書、また『魂と肉体について』、『もてなしについて』、『鍵』、『悪魔について』および『ヨハネの黙示録について』、『肉体を帯びた神について』、そしてすべての最後に『アントニヌスへ』の小冊子である。
Ἐν μὲν οὖν τῷ Περὶ τοῦ πάσχα τὸν χρόνον καθ’ ὃν συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις· ἐπὶ Σερουιλλίου Παύλου ἀνθυπάτου τῆς Ἀσίας, ᾧ Σάγαρις καιρῷ ἐμαρτύρησεν, ἐγένετο ζήτησις πολλὴ ἐν Λαοδικείᾳ περὶ τοῦ πάσχα, ἐμπεσόντος κατὰ καιρὸν ἐν ἐκείναις ταῖς ἡμέραις, καὶ ἐγράφη ταῦτα.
さて『過越について』の中で、書き出しにおいて、〔メリトンは〕それを著した時期をこう示している。すなわち、アシアの総督セルウィリオス・パウロスの下、その頃サガリスが殉教したが、まさに過越がその時期に当たっていたそれらの日々に、ラオディキアで過越についての大きな論争が起こり、こうしてこの書は書かれた。
τούτου δὲ τοῦ λόγου μέμνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ Περὶ τοῦ πάσχα λόγῳ, ὃν ὡς ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησιν ἑαυτὸν συντάξαι.
この書について、アレクサンドリアのクレメンスが、自らの『過越について』という書の中で言及しており、彼はこれを、メリトンの著述がきっかけとなって自ら著したと述べている。
ἐν δὲ τῷ πρὸς τὸν αὐτοκράτορα βιβλίῳ τοιαῦτά τινα καθ’ ἡμῶν ἐπ’ αὐτοῦ γεγονέναι ἱστορεῖ· τὸ γὰρ οὐδεπώποτε γενόμενον, νῦν διώκεται τὸ τῶν θεοσεβῶν γένος καινοῖς ἐλαυνόμενον δόγμασιν κατὰ τὴν Ἀσίαν. οἱ γὰρ ἀναιδεῖς συκοφάνται καὶ τῶν ἀλλοτρίων ἐρασταὶ τὴν ἐκ τῶν διαταγμάτων ἔχοντες ἀφορμήν, φανερῶς λῃστεύουσι, νύκτωρ καὶ μεθ’ ἡμέραν διαρπάζοντες τοὺς μηδὲν ἀδικοῦντας.
また、皇帝に宛てた書の中で、〔メリトンは〕その治世下で我々に対して次のようなことが起こったと伝えている。すなわち、これまで一度も起こったことのない事態が、いま生じている——神を敬う者たちの種族が、アシアにおいて新しい布告に追い立てられて迫害されているのである。恥知らずな讒訴者たちや他人の物を欲しがる者たちが、これらの勅令から機会を得て、公然と盗みを働き、夜も昼も、何ら不正をなしていない者たちから略奪しているのである。
καὶ μεθ’ ἕτερά φησιν· καὶ εἰ μὲν σοῦ κελεύσαντος τοῦτο πράττεται, ἔστω καλῶς γινόμενον· δίκαιος γὰρ βασιλεὺς οὐκ ἂν ἀδίκως βουλεύσαιτο πώποτε, καὶ ἡμεῖς ἡδέως φέρομεν τοῦ τοιούτου θανάτου τὸ γέρας· ταύτην δέ σοι μόνην προσφέρομεν δέησιν ἵνα αὐτὸς πρότερον ἐπιγνοὺς τοὺς τῆς τοιαύτης φιλονεικίας ἐργάτας, δικαίως κρίνειας εἰ ἄξιοι θανάτου καὶ τιμωρίας ἢ σωτηρίας καὶ ἡσυχίας εἰσίν. εἰ δὲ καὶ παρὰ σοῦ μὴ εἴη ἡ βουλὴ αὕτη καὶ τὸ καινὸν τοῦτο διάταγμα, ὃ μηδὲ κατὰ βαρβάρων πρέπει πολεμίων, πολὺ μᾶλλον δεόμεθά σου μὴ περιιδεῖν ἡμᾶς ἐν τοιαύτῃ δημώδει λεηλασίᾳ.
そして他の箇所に続けてこう言う。もしお前が命じてこれがなされているのであれば、それはよいこととして受け取ろう。正しい皇帝ならば、決して不正な決定を下すことはないであろうから。そして我々は、このような死の栄誉を喜んで受け入れる。だが我々がお前に願うのはただこの一つの嘆願である——お前自らがまず、このような争いをなす者たちを見きわめた上で、彼らが死と処罰に値するか、それとも救いと安息に値するかを、正しく判じてほしいということである。もしこの決定とこの新しい勅令とがお前から出たのでないならば——それは異民族の敵に対してすらふさわしくないものだが——なおのこと我々はお前に願う。このような民衆による略奪のうちに我々を見捨て置かないでほしい、と。
τούτοις αὖθις ἐπιφέρει λέγων· ἡ γὰρ καθ’ ἡμᾶς φιλοσοφία πρότερον μὲν ἐν βαρβάροις ἤκμασεν, ἐπανθήσασα δὲ τοῖς σοῖς ἔθνέσιν κατὰ τὴν Αὐγούστου τοῦ σοῦ προγόνου μεγάλην ἀρχήν, ἐγενήθη μάλιστα τῇ σῇ βασιλείᾳ αἴσιον ἀγαθόν. ἔκτοτε γὰρ εἰς μέγα καὶ λαμπρὸν τὸ Ῥωμαίων ηὐξήθη κράτος· οὗ σὺ διάδοχος εὐκταῖος γέγονάς τε καὶ ἔσῃ μετὰ τοῦ παιδός, φυλάσσων τῆς βασιλείας τὴν σύντροφον καὶ συναρξαμένην Αὐγούστῳ φιλοσοφίαν, ἣν καὶ οἱ πρόγονοί σου πρὸς ταῖς ἄλλαις θρῃσκείαις ἐτίμησαν,
これに続けて、また〔メリトンは〕こう言い添える。我々の哲学は、以前は異民族の間で栄えていたが、お前の祖先アウグストゥスの大いなる治世の頃、お前の諸国民の間で花開き、とりわけお前の王国にとって幸いな善となった。その時から、ローマの支配は大きく輝かしいものへと成長したのである。お前はその、待ち望まれた後継者となり、また子と共にそうあり続けるであろう——王国と共に育ち、アウグストゥスと共に始まったかの哲学を守りながら。それは、お前の祖先たちも、他の礼拝とともに尊んだものである。
καὶ τοῦτο μέγιστον τεκμήριον τοῦ πρὸς ἀγαθοῦ τὸν καθ’ ἡμᾶς λόγον συνακμάσαι τῇ καλῶς ἀρξαμένῃ βασιλείᾳ, ἐκ τοῦ μηδὲν φαῦλον ἀπὸ τῆς Αὐγούστου ἀρχῆς ἀπαντῆσαι, ἀλλὰ τοὐναντίον ἅπαντα λαμπρὰ καὶ ἔνδοξα κατὰ τὰς πάντων εὐχάς.
そして、これこそ、我々の言葉が、よく始まったこの王国と共に、善きことのために盛んになったことの最大の証拠である。すなわち、アウグストゥスの治世このかた、何ら悪いことは起こらず、むしろ反対に、すべての者の願いどおり、あらゆることが輝かしく栄光あるものとなったのである。
μόνοι πάντων, ἀναπεισθέντες ὑπό τινων βασκάνων ἀνθρώπων, τὸν καθ’ ἡμᾶς ἐν διαβολῇ καταστῆσαι λόγον ἠθέλησαν Νέρων καὶ Δομετιανός, ἀφ’ ὧν καὶ τὸ τῆς συκοφαντίας ἀλόγῳ συνηθείᾳ περὶ τοὺς τοιούτους ῥυῆναι συμβέβηκεν ψεῦδος·
すべての者のうちでただネロとドミティアヌスだけが、ある妬み深い者たちに唆されて、我々の言葉を中傷のうちに置こうと望んだ。そしてこの二人から端を発して、そのような者たちについての讒訴という偽りが、理不尽な慣わしによって流布するに至ったのである。
ἀλλὰ τὴν ἐκείνων ἄγνοιαν οἱ σοὶ εὐσεβεῖς πατέρες ἐπηνωρθώσαντο, πολλάκις πολλοῖς ἐπιπλήξαντες ἐγγράφως, ὅσοι περὶ τούτων νεωτερίσαι ἐτόλμησαν· ἐν οἷς ὁ μὲν πάππος σου Ἁδριανὸς πολλοῖς μὲν καὶ ἄλλοις, καὶ Φουνδανῷ δὲ τῷ ἀνθυπάτῳ, ἡγουμένῳ δὲ τῆς Ἀσίας, γράφων φαίνεται, ὁ δὲ πατήρ σου, καὶ σοῦ τὰ σύμπαντα διοικοῦντος αὐτῷ, ταῖς πόλεσι περὶ τοῦ μηδὲν νεωτερίζειν περὶ ἡμῶν ἔγραψεν, ἐν οἷς καὶ πρὸς Λαρισαίους καὶ πρὸς Θεσσαλονικεῖς καὶ Ἀθηναίους καὶ πρὸς πάντας Ἕλληνας.
だがお前の敬虔な父祖たちは、彼らの無知を正し、これらのことについて事を新たにしようと企てた多くの者たちに、しばしば書面をもって叱責を加えた。その中でも、お前の祖父ハドリアヌスは、他の多くの者たちのほか、アシアの統治者たる総督フンダノスにも書き送ったことが明らかであり、また、お前の父は、お前が万事をともに治めていた時、我々について何ら事を新たにしないようにと諸都市に書き送った。その中には、ラリサ人、テッサロニケ人、アテナイ人、そしてすべてのギリシア人への〔書簡〕も含まれている。
σὲ δὲ καὶ μᾶλλον περὶ τούτων τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην καὶ πολύ γε φιλανθρωποτέραν καὶ φιλοσοφωτέραν, πεπείσμεθα πάντα πράσσειν ὅσα σου δεόμεθα.
そして我々は、お前がこれらのことについて彼らと同じ考えを、しかもはるかに人間味に富み、いっそう哲学的でもある考えを持っているのであるから、我々がお前に願うすべてのことを、お前が行ってくれるものと確信している。
Ἀλλὰ ταῦτα μὲν ἐν τῷ δηλωθέντι τέθειται λόγῳ· ἐν δὲ ταῖς γραφείσαις αὐτῷ Ἐκλογαῖς ὁ αὐτὸς κατὰ τὸ προοίμιον ἀρχόμενος τῶν ὁμολογουμένων τῆς παλαιᾶς διαθήκης γραφῶν ποιεῖται κατάλογον· ὃν καὶ ἀναγκαῖον ἐνταῦθα καταλέξαι, γράφει δὲ οὕτως·
しかし、これらのことは、先に示した書の中に記されている。他方、彼が著した『抜粋』においては、同じ人物が、その序文の書き出しにおいて、旧約聖書の認められている書の目録を作っている。それをここに挙げておくことも必要であろう。彼はこう書いている。
Μελίτων Ὀνησίμῳ τῷ ἀδελφῷ χαίρειν. ἐπειδὴ πολλάκις ἠξίωσας, σπουδῇ τῇ πρὸς τὸν λόγον χρώμενος, γενέσθαι σοι ἐκλογὰς ἔκ τε τοῦ νόμου καὶ τῶν προφητῶν περὶ τοῦ σωτῆρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι δὲ καὶ μαθεῖν τὴν τῶν παλαιῶν βιβλίων ἐβουλήθης ἀκρίβειαν πόσα τὸν ἀριθμὸν καὶ ὁποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα τὸ τοιοῦτο πρᾶξαι, ἐπιστάμενός σου τὸ σπουδαῖον περὶ τὴν πίστιν καὶ φιλομαθὲς περὶ τὸν λόγον ὅτι τε μάλιστα πάντων πόθῳ τῷ πρὸς τὸν θεὸν ταῦτα προκρίνεις, περὶ τῆς αἰωνίου σωτηρίας ἀγωνιζόμενος.
メリトンより、兄弟オネシモスへ、挨拶を送る。お前はしばしば、言葉に対する熱心をもって、律法と預言者たちの中から、救い主について、また我々のあらゆる信仰についての抜粋がお前のためになされることを求めてきた。さらに、古い書物の正確なところ、すなわちその数がいくつであり、その順序がどのようなものであるかを知りたいと望んだ。そこで私は、そのことを行うべく努めた。お前が信仰について熱心であり、言葉について学ぶことを愛する者であること、そしてとりわけ、永遠の救いを求めて労苦しながら、神への思いゆえに何よりもこれらのことを重んじていることを、私は知っているからである。
ἀνελθὼν οὖν εἰς τὴν ἀνατολὴν καὶ ἕως τοῦ τόπου γενόμενος ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ ἀκριβῶς μαθὼν τὰ τῆς παλαιᾶς διαθήκης βιβλία, ὑποτάξας ἔπεμψά σοι· ὧν ἐστι τὰ ὀνόματα· Μωυσέως πέντε, Γένεσις Ἔξοδος Ἀριθμοὶ Λευιτικὸν Δευτερονόμιον, Ἰησοῦς Ναυῆ, Κριταί, Ῥούθ, Βασιλειῶν τέσσαρα, Παραλειπομένων δύο, Ψαλμῶν Δαυίδ, Σολομῶνος Παροιμίαι ἡ καὶ Σοφία, Ἐκκλησιαστής, Ἆισμα Ἀισμάτων, Ἰώβ, Προφητῶν Ἡσαΐου Ἱερεμίου τῶν δώδεκα ἐν μονοβίβλῳ Δανιήλ, Ἰεζεκιήλ, Ἔσδρας· ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην, εἰς ἓξ βιβλία διελών. καὶ τὰ μὲν τοῦ Μελίτωνος τοσαῦτα.
そこで私は東方へ上り、〔福音が〕宣べ伝えられ、行われた場所にまで至り、旧約聖書の書物を正確に学び知った上で、それらを書き連ねてお前に送った。その名は次のとおりである。モーセの五書——創世記、出エジプト記、民数記、レビ記、申命記。ヨシュア記、士師記、ルツ記。列王記四巻。歴代誌二巻。ダビデの詩篇。ソロモンの箴言、またの名を『知恵』。コヘレトの言葉。雅歌。ヨブ記。預言者たちの書——イザヤ、エレミヤ、十二〔の預言者〕を一巻にまとめたもの、ダニエル、エゼキエル、エズラ記。これらから私はまた抜粋を作り、六巻に分けた。以上がメリトンについてである。
Liber IV, Caput XXVII
第IV巻 第XXVII章Τοῦ δ’ Ἀπολιναρίου πολλῶν παρὰ πολλοῖς σῳζομένων τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶν τάδε· λόγος ὁ πρὸς τὸν προειρημένον βασιλέα καὶ Πρὸς Ἕλληνας συγγράμματα πέντε καὶ Περὶ ἀληθείας α β καὶ Πρὸς Ἰουδαίους α β καὶ ἃ μετὰ ταῦτα συνέγραψε κατὰ τῆς τῶν Φρυγῶν αἱρέσεως, μετ’ οὐ πολὺν καινοτομηθείσης χρόνον, τότε γε μὴν ὥσπερ ἐκφύειν ἀρχομένης, ἔτι τοῦ Μοντανοῦ ἅμα ταῖς αὐτοῦ ψευδοπροφήτισιν ἀρχὰς τῆς παρεκτροπῆς ποιουμένου.
アポリナリオスの著作は、多くの人々のもとに多くのものが保存されているが、我々のもとに伝わったのは次のものである。すなわち、先に述べた皇帝に宛てた書、『ギリシア人に対して』五巻、『真理について』一・二、『ユダヤ人に対して』一・二、そして、これらのあと、フリュギア人の異端に対して書いたものである。それは間もなく新たに起こったもので、その頃はまさに芽生え始めたばかりであり、モンタノスとその偽女預言者たちがなお、逸脱の初めをなしていた頃に当たる。
Liber V, Caput V
第V巻 第V章Τούτου δὴ ἀδελφὸν Μάρκον Αὐρήλιον Καίσαρα λόγος ἔχει Γερμανοῖς καὶ Σαρμάταις ἀντιπαραταττόμενον μάχῃ, δίψει πιεζομένης αὐτοῦ τῆς στρατιᾶς, ἐν ἀμηχανίᾳ γενέσθαι· τοὺς δ’ ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶνος στρατιώτας διὰ πίστεως ἐξ ἐκείνου καὶ εἰς δεῦρο συνεστώσης ἐν τῇ πρὸς τοὺς πολεμίους παρατάξει γόνυ θέντας ἐπὶ γῆν κατὰ τὸ οἰκεῖον ἡμῖν τῶν εὐχῶν ἔθος ἐπὶ τὰς πρὸς τὸν θεὸν ἱκεσίας τραπέσθαι,
この者の兄弟マルクス・アウレリウス・カエサルは、ゲルマニア人とサルマタイ人を相手に戦いの陣を構えていたとき、その軍が渇きに苦しめられて窮地に陥ったと、言い伝えは語る。そして、いわゆるメリテネ軍団の兵士たちは、かの折より今に至るまで保たれてきた信仰によって、敵に対する戦列の中で地に膝をつき、我々に固有の祈りの慣わしに従って、神への祈願へと向かったという。
παραδόξου δὲ τοῖς πολεμίοις τοῦ τοιούτου δὴ θεάματος φανέντος, ἄλλο τι λόγος ἔχει παραδοξότερον ἐπικαταλαβεῖν αὐτίκα, σκηπτὸν μὲν εἰς φυγὴν καὶ ἀπώλειαν συνελαύνοντα τοὺς πολεμίους, ὄμβρον δὲ ἐπὶ τὴν τῶν τὸ θεῖον παρακεκληκότων στρατιάν, πᾶσαν αὐτὴν ἐκ τοῦ δίψους μέλλουσαν ὅσον οὔπω διαφθείρεσθαι ἀνακτώμενον.
この光景が敵にとって驚くべきものと見えたところ、さらに驚くべき何かがただちに起こったと言い伝えは語る——雷が敵を敗走と滅びへと追い立て、他方、雨が、神を呼び求めた者たちの軍を、渇きのためにまさに滅びようとしていたところから、丸ごと立ち直らせたのである。
Ἡ δ’ ἱστορία φέρεται μὲν καὶ παρὰ τοῖς πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεῦσιν οἷς μέλον γέγονεν τῆς κατὰ τοὺς δηλουμένους γραφῆς, δεδήλωται δὲ καὶ πρὸς τῶν ἡμετέρων. ἀλλὰ τοῖς μὲν ἔξωθεν ἱστορικοῖς, ἅτε τῆς πίστεως ἀνοικείοις, τέθειται μὲν τὸ παράδοξον, οὐ μὴν καὶ ταῖς τῶν ἡμετέρων εὐχαῖς τοῦθ’ ὡμολογήθη γεγονέναι· τοῖς δέ γε ἡμετέροις, ἅτε ἀληθείας φίλοις, ἁπλῷ καὶ ἀκακοήθει τρόπῳ τὸ πραχθὲν παραδέδοται.
この叙述は、我々の教えとは縁遠い著作家たちのもとにも伝わっており、彼らはかの人々についての記述に心を用いてきた者たちであるが、我々の側の者たちによっても明らかにされている。しかし外部の歴史家たちは、信仰に縁のない者たちであるだけに、その驚くべき出来事は書き記しはしたものの、これが我々の側の者たちの祈りによって起こったこととは認めなかった。他方、我々の側の者たちは、真理を愛する者であるだけに、起こったことを、率直で悪意のない仕方で伝えている。
τούτων δ’ ἂν εἴη καὶ Ἀπολινάριος, ἐξ ἐκείνου φήσας τὴν δι’ εὐχῆς τὸ παράδοξον πεποιηκυῖαν λεγεῶνα οἰκείαν τῷ γεγονότι πρὸς τοῦ βασιλέως εἰληφέναι προσηγορίαν, κεραυνοβόλον τῇ Ῥωμαίων ἐπικληθεῖσαν φωνῇ.
その中にはアポリナリオスもいるであろう。彼は、祈りによってその驚くべきことをなした軍団が、かの折より、起こったことにふさわしい名を皇帝から与えられ、ローマ人の言葉で雷撃の軍団と呼ばれるようになったと述べている。
μάρτυς δὲ τούτων γένοιτ’ ἂν ἀξιόχρεως ὁ Τερτυλλιανός, τὴν Ῥωμαϊκὴν τῇ συγκλήτῳ προσφωνήσας ὑπὲρ τῆς πίστεως ἀπολογίαν, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, τήν τε ἱστορίαν βεβαιῶν σὺν ἀποδείξει μείζονι καὶ ἐναργεστέρᾳ·
そしてこれらのことについて信頼するに足る証人となり得るのが、テルトゥリアヌスである。彼は、信仰のために、ローマの言葉による弁明を元老院に宛てて上奏した。これについては我々も以前に触れた。彼はこの物語を、いっそう大きく、いっそう明白な証拠とともに確かなものとしている。
γράφει δ’ οὖν καὶ αὐτός, λέγων Μάρκου τοῦ συνετωτάτου βασιλέως ἐπιστολὰς εἰς ἔτι νῦν φέρεσθαι ἐν αἷς αὐτὸς μαρτυρεῖ ἐν Γερμανίᾳ ὕδατος ἀπορίᾳ μέλλοντα αὐτοῦ τὸν στρατὸν διαφθείρεσθαι ταῖς τῶν Χριστιανῶν εὐχαῖς σεσῶσθαι, τοῦτον δέ φησιν καὶ θάνατον ἀπειλῆσαι τοῖς κατηγορεῖν ἡμῶν ἐπιχειροῦσιν· οἷς ὁ δηλωθεὶς ἀνὴρ καὶ ταῦτα προσεπιλέγει·
彼自身もまた、きわめて思慮深い皇帝マルクスの書簡が今なお現存していると述べ、その書簡の中で、皇帝自身が、ゲルマニアにおいて水の欠乏のために滅びようとしていた自分の軍が、キリスト教徒たちの祈りによって救われたことを証言している、と言う。また、この皇帝が、我々を告発しようと企てる者たちには死をもって脅した、とも述べている。これについて、かの人物はさらに次のように付け加えている。
ποταποὶ οὖν οἱ νόμοι οὗτοι, οὓς καθ’ ἡμῶν μόνων ἕπονται ἀσεβεῖς ἄδικοι ὠμοί; οὓς οὔτε Οὐεσπασιανὸς ἐφύλαξεν, καίτοι γε Ἰουδαίους νικήσας, οὓς Τραϊανὸς ἐκ μέρους ἐξουθένησεν, κωλύων ἐκζητεῖσθαι Χριστιανούς, οὓς οὔτε Ἁδριανός, καίτοι γε πάντα τὰ περίεργα πολυπραγμονῶν, οὔτε ὁ Εὐσεβὴς ἐπικληθεὶς ἐπεκύρωσεν. ἀλλὰ ταῦτα μὲν ὅπῃ τις ἐθέλοι, τιθέσθω· μετίωμεν δ’ ἡμεῖς ἐπὶ τὴν τῶν ἑξῆς ἀκολουθίαν.
それならば、これらの法とはいったい何なのか。不敬虔で不正で残忍な者たちが、我々にだけ向けて行使しているこの法は。ウェスパシアヌスでさえ、ユダヤ人に勝利しながらも、これを守りはしなかった。トラヤヌスは、キリスト教徒を探し出すことを禁じて、これを一部無効にした。ハドリアヌスも、あらゆる奇異な事柄を詮索して回ったにもかかわらず、これを是認しなかったし、ピウスと呼ばれた者も是認しなかった。しかし、これらのことはどのようにでも人の思うところに任せておこう。我々は、次に続く話へと移ることにしよう。
Ποθεινοῦ δὴ ἐφ’ ὅλοις τῆς ζωῆς ἔτεσιν ἐνενήκοντα σὺν τοῖς ἐπὶ Γαλλίας μαρτυρήσασιν τελειωθέντος, Εἰρηναῖος τῆς κατὰ Λούγδουνον ἧς ὁ Ποθεινὸς ἡγεῖτο παροικίας τὴν ἐπισκοπὴν διαδέχεται· Πολυκάρπου δὲ τοῦτον ἀκουστὴν γενέσθαι κατὰ τὴν νέαν ἐμανθάνομεν ἡλικίαν.
ポティノスが、生涯すべてで九十年に及んだのち、ガリアで殉教した者たちとともに全うされると、エイレナイオスは、ポティノスが率いていたリヨンの寄留の群れの監督職を継承する。彼が若い年頃にポリュカルポスの聴講者となったことを、我々は伝え聞いている。
οὗτος τῶν ἐπὶ Ῥώμης τὴν διαδοχὴν ἐπισκόπων ἐν τρίτῃ συντάξει τῶν πρὸς τὰς αἱρέσεις παραθέμενος, εἰς Ἐλεύθερον, οὗ τὰ κατὰ τοὺς χρόνους ἡμῖν ἐξετάζεται, ὡς ἂν δὴ κατ’ αὐτὸν σπουδαζομένης αὐτῷ τῆς γραφῆς, τὸν κατάλογον ἵστησι, γράφων ὧδε·
この人物は、『異端反駁』第三巻の中で、ローマにおける監督たちの継承をエレウテロスに至るまで提示している——エレウテロスの年代については、目下我々のもとで調べられているところであるが、それは、まさに彼の時代に、この著述がエイレナイオスによって力を注いで書かれていたからである。彼はその名簿を立てて、こう書いている。
Liber V, Caput XIII
第V巻 第XIII章Ἐν τούτῳ καὶ Ῥόδων, γένος τῶν ἀπὸ Ἀσίας, μαθητευθεὶς ἐπὶ Ῥώμης, ὡς αὐτὸς ἱστορεῖ, Τατιανῷ, ὃν ἐκ τῶν πρόσθεν ἔγνωμεν, διάφορα συντάξας βιβλία, μετὰ τῶν λοιπῶν καὶ πρὸς τὴν Μαρκίωνος παρατέτακται αἵρεσιν· ἣν καὶ εἰς διαφόρους γνώμας κατ’ αὐτὸν διαστᾶσαν ἱστορεῖ, τοὺς τὴν διάστασιν ἐμπεποιηκότας ἀναγράφων ἐπ’ ἀκριβές τε τὰς παρ’ ἑκάστῳ τούτων ἐπινενοημένας διελέγχων ψευδολογίας. ἄκουε δ’ οὖν καὶ αὐτοῦ ταῦτα γράφοντος·
この頃、アシア出身のロドンもまた——彼自身が伝えるところによれば、ローマでタティアノスの弟子となった者であるが、この人物については我々は既に前に知った——様々な書物を著し、その他の書物とともに、マルキオンの異端に対しても陣を構えている。彼は、この異端が自分の時代に様々な見解へと分裂したことを伝え、その分裂を引き起こした者たちを記録し、各人が案出した偽りの言説を正確に論駁している。さて、彼自身がこう書いているのを聞くがよい。
διὰ τοῦτο καὶ παρ’ ἑαυτοῖς ἀσύμφωνοι γεγόνασιν, ἀσυστάτου γνώμης ἀντιποιούμενοι. ἀπὸ γὰρ τῆς τούτων ἀγέλης Ἀπελλῆς μέν, ὁ τὴν πολιτείαν σεμνυνόμενος καὶ τὸ γῆρας, μίαν ἀρχὴν ὁμολογεῖ, τὰς δὲ προφητείας ἐξ ἀντικειμένου λέγει πνεύματος, πειθόμενος ἀποφθέγμασι παρθένου δαιμονώσης, ὄνομα Φιλουμένης·
それゆえ彼らは、互いのうちでも不一致に陥り、一貫性のない見解に固執している。彼らの群れの中から、アペレスは——おのれの生き方と老齢とを誇りとする者であるが——一つの根源を告白し、他方、預言については敵対する霊に由来すると言い、悪霊に取り憑かれた一人の処女、その名はフィルメネというが、その託宣を信じ込んでいる。
ἕτεροι δέ, καθὼς καὶ αὐτὸς ὁ ναύτης , δύο ἀρχὰς εἰσηγοῦνται· ἀφ’ ὧν εἰσιν Ποτῖτός τε καὶ Βασιλικός.
しかし他の者たちは——あの船乗り自身と同じく——二つの根源を説いている。彼らのうちには、ポティトスとバシリコスがいる。
καὶ οὗτοι μὲν κατακολουθήσαντες τῷ Ποντικῷ λύκῳ καὶ μὴ εὑρίσκοντες τὴν διαίρεσιν τῶν πραγμάτων, ὡς οὐδ’ ἐκεῖνος, ἐπὶ τὴν εὐχέρειαν ἐτράποντο καὶ δύο ἀρχὰς ἀπεφήναντο ψιλῶς καὶ ἀναποδείκτως· ἄλλοι δὲ πάλιν ἀπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες, οὐ μόνον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις· ὧν ἐστιν ἀρχηγὸς καὶ προστάτης Συνέρως, καθὼς οἱ τὸ διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσιν.
そしてこの者たちは、ポントスの狼に従い、事柄の区別を見出せず——かの者自身も見出せなかったように——安易な道へと向かい、二つの根源を、ただ言い放つだけで、証明もせずに言い立てた。他方、彼らのうちからさらに別の者たちは、いっそう悪いほうへと押し流され、二つどころか三つの本性まで立てている。彼らの首領にして擁護者はシュネロスであり、彼の学派を掲げる者たちがそう言っている。
Γράφει δὲ ὁ αὐτὸς ὡς καὶ εἰς λόγους ἐληλύθει τῷ Ἀπελλῇ, φάσκων οὕτως· ὁ γὰρ γέρων Ἀπελλῆς συμμίξας ἡμῖν, πολλὰ μὲν κακῶς λέγων ἠλέγχθη· ὅθεν καὶ ἔφασκεν μὴ δεῖν ὅλως ἐξετάζειν τὸν λόγον, ἀλλ’ ἕκαστον, ὡς πεπίστευκεν, διαμένειν· σωθήσεσθαι γὰρ τοὺς ἐπὶ τὸν ἐσταυρωμένον ἠλπικότας ἀπεφαίνετο, μόνον ἐὰν ἐν ἔργοις ἀγαθοῖς εὑρίσκωνται· τὸ δὲ πάντων ἀσαφέστατον ἐδογματίζετο αὐτῷ πρᾶγμα, καθὼς προειρήκαμεν, τὸ περὶ θεοῦ. ἔλεγεν μὲν γὰρ μίαν ἀρχὴν καθὼς καὶ ὁ ἡμέτερος λόγος.
同じ人物は、自分がアペレスと言葉を交わすに至ったことを書き記し、次のように述べている。老アペレスは、我々のもとを訪れ、多くのことを誤って語ったために論駁された。それゆえ彼は、そもそも論を吟味すべきではなく、各人はおのれの信じてきたところにとどまるべきである、とも言っていた。というのも、十字架につけられた方に望みを置いた者たちは、ただ善い行いのうちに見出されさえすれば救われる、と彼は明言していたからである。しかし、あらゆることの中で最も不明瞭であったのは、我々が先に述べたとおり、彼が教義としていた神についての事柄である。というのも、彼は、我々の教えと同じく、一つの根源があると言っていたからである。
εἶτα προθεὶς αὐτοῦ πᾶσαν τὴν δόξαν, ἐπιφέρει φάσκων· λέγοντος δὲ πρὸς αὐτόν πόθεν ἡ ἀπόδειξις αὕτη σοι, ἢ πῶς δύνασαι λέγειν μίαν ἀρχήν; φράσον ἡμῖν ἔφη τὰς μὲν προφητείας ἑαυτὰς ἐλέγχειν διὰ τὸ μηδὲν ὅλως ἀληθὲς εἰρηκέναι· ἀσύμφωνοι γὰρ ὑπάρχουσι καὶ ψευδεῖς καὶ ἑαυταῖς ἀντικείμεναι. τὸ δὲ πῶς ἐστιν μία ἀρχή, μὴ γινώσκειν ἔλεγεν, οὕτως δὲ κινεῖσθαι μόνον.
それから、彼の見解の全体を示したうえで、続けてこう述べている。私が彼に向かって「その証明はお前にはどこから来るのか。あるいは、どうしてお前は一つの根源があると言えるのか。我々に語れ」と言うと、彼は、預言はそれ自体を、何一つ真実を語っていないがゆえに論駁している、と言った。というのも、それらは互いに矛盾し、偽りであり、自己に相反しているからである。しかし、どのようにして一つの根源があるのかについては、知らない、ただそのように動かされているだけだ、と彼は言った。
εἶτ’ ἐπομοσαμένου μου τἀληθὲς εἰπεῖν, ὤμνυεν ἀληθεύων λέγειν μὴ ἐπίστασθαι πῶς εἷς ἐστιν ἀγένητος θεός, τοῦτο δὲ πιστεύειν. ἐγὼ δὲ γελάσας κατέγνων αὐτοῦ, διότι διδάσκαλος εἶναι λέγων, οὐκ ᾔδει τὸ διδασκόμενον ὑπ’ αὐτοῦ κρατύνειν.
それから、私がさらに彼に真実を語るよう誓わせたところ、彼は、自分は真実を語っているのだと誓って、唯一の生まれざる神がどのようにしてあるのかは知らないが、それを信じているのだ、と言った。しかし私は、笑いながら彼を非難した。教師であると自称しながら、自分の教えていることを裏づける術を知らなかったからである。
Ἐν τῷ αὐτῷ δὲ συγγράμματι Καλλιστίωνι προσφωνῶν ὁ αὐτὸς μεμαθητεῦσθαι ἐπὶ Ῥώμης Τατιανῷ ἑαυτὸν ὁμολογεῖ· φησὶν δὲ καὶ ἐσπουδάσθαι τῷ Τατιανῷ Προβλημάτων βιβλίον· δι’ ὧν τὸ ἀσαφὲς καὶ ἐπικεκρυμμένον τῶν θείων γραφῶν παραστήσειν ὑποσχομένου τοῦ Τατιανοῦ, αὐτὸς ὁ Ῥόδων ἐν ἰδίῳ συγγράμματι τὰς τῶν ἐκείνου προβλημάτων ἐπιλύσεις ἐκθήσεσθαι ἐπαγγέλλεται. φέρεται δὲ τοῦ αὐτοῦ καὶ εἰς τὴν ἑξαήμερον ὑπόμνημα.
そして同じ著作の中で、カリスティオンに宛てて、彼自身が、ローマでタティアノスの弟子であったことを認めている。また、タティアノスによって『諸問題』という書物が丹念に著されたとも言う。タティアノスは、それによって聖なる書物の不明瞭で隠された部分を明らかにすることを約束していたが、ロドン自身は、自らの著作の中で、かの人物の諸問題の解決を提示することを約束している。また、六日間の創造についての注解も、同じ人物のものとして伝わっている。
ὅ γέ τοι Ἀπελλῆς οὗτος μυρία κατὰ τοῦ Μωυσέως ἠσέβησεν νόμου, διὰ πλειόνων συγγραμμάτων τοὺς θείους βλασφημήσας λόγους εἰς ἔλεγχόν τε, ὥς γε δὴ ἐδόκει, καὶ ἀνατροπὴν αὐτῶν οὐ μικρὰν πεποιημένος σπουδήν. ταῦτα μὲν οὖν περὶ τούτων·
さて、このアペレスは、モーセの律法に対して数限りない不敬を行い、多くの著作を通じて神の言葉を冒瀆し、彼としてはそれを論駁し覆すことに、少なからぬ労を払ったのである。これらのことについては、以上のとおりである。
Liber V, Caput XVIII
第V巻 第XVIII章Τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλώνιος, ἐκκλησιαστικὸς συγγραφεύς, ἀκμαζούσης εἰς ἔτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος, ἴδιον κατ’ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας αὐτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονεν, διελέγχων· αὐτοῖς δὲ ῥήμασιν περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε·
フリュギア人にならうと呼ばれるかの異端が、なおもその頃フリュギア地方において盛んであったので、教会の著作家アポロニオスもまた、これに対する論駁を企て、彼らに対して独自の著作を著した。彼らの間に流布している預言が偽りであることを文言どおりに正し、その異端の首領たちの生活がどのようなものであったかを暴いている。モンタノスについて、彼自身の言葉で次のように語っているのを聞くがよい。
ἀλλὰ τίς ἐστιν οὗτος ὁ πρόσφατος διδάσκαλος, τὰ ἔργα αὐτοῦ καὶ ἡ διδασκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις γάμων, ὁ νηστείας νομοθετήσας, ὁ Πέπουζαν καὶ Τύμιον Ἱερουσαλὴμ ὀνομάσας (πόλεις δ’ εἰσὶν αὗται μικραὶ τῆς Φρυγίας), τοὺς πανταχόθεν ἐκεῖ συναγαγεῖν ἐθέλων, ὁ πρακτῆρας χρημάτων καταστήσας, ὁ ἐπ’ ὀνόματι προσφορῶν τὴν δωροληψίαν ἐπιτεχνώμενος, ὁ σαλάρια χορηγῶν τοῖς κηρύσσουσιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται.
だが、この近頃現れた教師とは何者か。その業とその教えとが、これを示している。この者こそ、婚姻の解消を教えた者、断食を法として定めた者、ペプーザとテュミオンをエルサレムと名づけた者——これらはフリュギアの小さな町である——、いたるところから人々をそこへ集めようとした者、金銭の取り立て役を立てた者、献げ物の名のもとに贈り物の受け取りを仕組んだ者、自らの言葉を宣べ伝える者たちに俸給を与えた者である。貪食によって、その言葉の教えが強められるためである。
Καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει· δείκνυμεν οὖν αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὗ τοῦ πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπούσας. πῶς οὖν ἐψεύδοντο Πρίσκιλλαν παρθένον ἀποκαλοῦντες;
以上がモンタノスについてである。そして彼の預言女たちについては、少し下って次のように書いている。さて、我々は示す——この預言女たちが、かの霊に満たされて以来、真っ先に夫たちを捨てた者たちであったことを。それなら、彼らはどうしてプリスキラを処女と呼びながら、偽っていたのか。
εἶτ’ ἐπιφέρει λέγων· δοκεῖ σοι πᾶσα γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρήματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς αὐτὴν μὴ παραιτήσωμαι.
続けて彼はこう述べる。すべての聖書が、預言者が贈り物や金銭を受け取ることを禁じていると、お前には思われるのか。それゆえ、私がかの預言女が金や銀、奢りを尽くした衣を受け取っているのを見るとき、どうして彼女を退けずにいられよう。
Αὖθις δ’ ὑποκαταβὰς περί τινος τῶν κατ’ αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν· ἔτι δὲ καὶ Θεμίσων, ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος τὰ δεσμά, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς καυχώμενος, ἐτόλμησεν, μιμούμενος τὸν ἀπόστολον, καθολικήν τινα συνταξάμενος ἐπιστολήν, κατηχεῖν μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, συναγωνίζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν κύριον καὶ τοὺς ἀποστόλους καὶ τὴν ἁγίαν ἐκκλησίαν.
さらにまた、少し下って、彼らのうちの一人の告白者について、次のように述べている。さらにまた、テミソンは——もっともらしい強欲を身にまとい、告白のしるしを担うことをせず、むしろ多額の金銭によって鎖を脱ぎ捨てた者、この点でこそへりくだるべきであったのに、殉教者として誇りながら——使徒に倣い、ある種の公同の書簡を書き記して、自分よりもよく信じていた者たちに教えを授け、空しい戯言の言葉のために共に闘い、主と使徒たちと聖なる教会とを冒瀆することを、あえてしたのである。
καὶ περὶ ἑτέρου δὲ αὖθις τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων οὕτω γράφει· ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον, τὸν λέγοντα ἑαυτὸν μάρτυρα, ᾧ συνεστιᾶται, ᾧ προσκυνοῦσιν καὶ αὐτῷ πολλοί· οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμήματα ἐφ’ οἷς κεκόλασται, οὐχ ἡμᾶς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει. τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα;
また、彼らのもとで殉教者であるかのように敬われている、もう一人の者について、彼は次のように書いている。しかし、あまり多くの者について語らぬために、預言女は、アレクサンドロスについての事柄を我々に語れ——自ら殉教者と称し、彼女が食卓を共にし、多くの者たちもまた伏し拝んでいる、あの男についてである。その者の強盗や、その他の数々の所業——それらのゆえに彼は罰せられたのだが——は、我々が語るべきことではなく、かのオピストドモス(神殿の後房。記録の保管される所)が有している。然らば、誰が誰に対して、その罪過を許しているのか。
πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ κυρίου μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον μηδὲ δύο χιτῶνας, οὗτοι πᾶν τοὐναντίον πεπλημμελήκασιν περὶ τὰς τούτων τῶν ἀπηγορευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους παρ’ αὐτοῖς προφήτας καὶ μάρτυρας μὴ μόνον παρὰ πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ χηρῶν κερματιζομένους.
預言者が殉教者に強盗を、それとも殉教者が預言者に強欲を、許しているのか。主が「金も銀も、二枚の下着も持つな」と言われたにもかかわらず、彼らはこれと全く反対に、この禁じられた物を持つことにおいて過ちを犯している。我々は、彼らのもとで預言者や殉教者と呼ばれている者たちが、富める者たちからだけでなく、貧しい者たち、孤児たち、やもめたちからも、金銭を取り立てているのを示そう。
καὶ εἰ πεποίθησιν ἔχουσιν, στήτωσαν ἐν τούτῳ καὶ διορισάσθωσαν ἐπὶ τούτοις, ἵνα ἐὰν ἐλεγχθῶσιν, κἂν τοῦ λοιποῦ παύσωνται πλημμελοῦντες. δεῖ γὰρ τοὺς καρποὺς δοκιμάζεσθαι τοῦ προφήτου·
もし彼らに確信があるなら、この点に立ち、これらの事柄について決着をつけよ。彼らが論駁されたなら、せめて今後は過ちを犯すことをやめるためである。なぜなら、預言者の実は見分けられねばならないからである。
ἀπὸ γὰρ τοῦ καρποῦ τὸ ξύλον γινώσκεται. ἵνα δὲ τοῖς βουλομένοις τὰ κατὰ Ἀλέξανδρον ᾖ γνώριμα, κέκριται ὑπὸ Αἰμιλίου Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσῳ, οὐ διὰ τὸ ὄνομα, ἀλλὰ δι’ ἃς ἐτόλμησεν λῃστείας, ὢν ἤδη παραβάτης· εἶτ’ ἐπιψευσάμενος τῷ ὀνόματι τοῦ κυρίου, ἀπολέλυται, πλανήσας τοὺς ἐκεῖ πιστούς, καὶ ἡ ἰδία παροικία αὐτόν, ὅθεν ἦν, οὐκ ἐδέξατο διὰ τὸ εἶναι αὐτὸν λῃστήν, καὶ οἱ θέλοντες μαθεῖν τὰ κατ’ αὐτὸν ἔχουσιν τὸ τῆς Ἀσίας δημόσιον ἀρχεῖον· ὃν ὁ προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ.
実によって木が知られるからである。だが、望む者たちがアレクサンドロスについての事情を知りうるために言えば、彼はエフェソスにおいて総督アイミリオス・フロンティノスによって裁かれた——その名のゆえにではなく、彼があえて犯した強盗のゆえにであり、彼は既に法を犯す者であった。そして、主の御名を偽り唱えたのち、釈放された。かしこの信徒たちを欺いてのことである。そして彼の出身地である彼自身の寄留の群れは、彼が強盗であるがゆえに、彼を受け入れなかった。彼についての事情を知りたい者たちは、アシアの公けの記録保管所を有している。かの預言者は、長年ともにいながら、その男を知らずにいる。
τοῦτον ἐλέγχοντες ἡμεῖς, δι’ αὐτοῦ καὶ τὴν ὑπόστασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ ὅμοιον ἐπὶ πολλῶν δυνάμεθα ἀποδεῖξαι, καὶ εἰ θαρροῦσιν, ὑπομεινάτωσαν τὸν ἔλεγχον.
この者を論駁することによって、我々は彼を通して、かの預言者の実質をも論駁するのである。同様のことを、我々は多くの者について示すことができる。そして、もし彼らに勇気があるなら、この論駁に耐えよ。
Πάλιν τε αὖ ἐν ἑτέρῳ τόπῳ τοῦ συγγράμματος περὶ ὧν αὐχοῦσι προφητῶν ἐπιλέγει ταῦτα· ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι, τοῦθ’ ὁμολογησάτωσαν ὅτι ἐὰν ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται, καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον δέ ἐστιν πάντας καρποὺς δοκιμάζεσθαι προφήτου. προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζεται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις καὶ κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογησάτωσαν πότερον ἔξεστιν ἢ μή, ἐγὼ δ’ ὅτι γέγονεν παρ’ αὐτοῖς, δείξω.
さらにまた、その著作の他の箇所で、彼らが誇りとする預言者たちについて、次のように付け加えて言う。もし彼らが、自分たちの預言者は贈り物を受け取ったことを否認するなら、彼らは次のことを認めよ——彼らが受け取ったと論駁されたなら、彼らは預言者ではない、ということを。そして我々はこれについて無数の証拠を差し出そう。だが、預言者のあらゆる実が見分けられることは必要である。私に言ってみよ、預言者は〔髪を〕染めるのか。預言者は目を墨で彩るのか。預言者は着飾ることを好むのか。預言者は盤双六や賽子で遊ぶのか。預言者は金を貸すのか。これらのことが許されるのか否か、彼らは認めよ。だが私は、それが彼らのもとで起こったことを示そう。
Ὁ δ’ αὐτὸς οὗτος Ἀπολλώνιος κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν ἐξ οὗ τῇ προσποιήτῳ αὐτοῦ προφητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκεν, καὶ πάλιν φησὶν ὡς ἄρα Ζωτικός,
この同じアポロニオスは、同じ著作の中で、モンタノスがその見せかけの預言に着手してより、彼が自分の著作を書き記すまでに、ちょうど四十年目に当たっていたと伝えている。そして再び、ゾティコスが、と彼は言う——
οὗ καὶ ὁ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν δὴ προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται, ἐκωλύθη γε μὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει.
——彼については先の著作家もまた言及していたが、ペプーザにおいて、マクシミラがまさに預言していると見せかけていたときに、立ち会って、彼女のうちに働いている霊を暴こうと試みたが、彼女に与する者たちによって妨げられた、と。また彼は、当時の殉教者のうちの一人、トラセアスについても言及している。
ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν σωτῆρά φησιν προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις ἐπὶ δώδεκα ἔτεσιν μὴ χωρισθῆναι τῆς Ἱερουσαλήμ, κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου Ἀποκαλύψεως, καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσῳ ἐγηγέρθαι ἱστορεῖ, καὶ ἄλλα τινά φησιν, δι’ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνεν τὴν πλάνην. ταῦτα καὶ ὁ Ἀπολλώνιος.
さらにまた、伝承によって、救い主がその使徒たちに、十二年の間エルサレムを離れてはならないと命じられた、と彼は言い、ヨハネの黙示録からの証しをも用いており、また、死者がエフェソスにおいて、かのヨハネ自身によって、神的な力によって甦らされたと伝えている。そして彼は他にもいくつかのことを語っており、それらによって、先に述べた異端の迷いを、十分なまでに、最も完全な仕方で正したのであった。以上が、アポロニオスの伝えるところである。
Liber V, Caput XIX
第V巻 第XIX章Τῶν δὲ Ἀπολιναρίου κατὰ τῆς δηλωθείσης αἱρέσεως μνήμην πεποίηται Σεραπίων, ὃν ἐπὶ τῶν δηλουμένων χρόνων μετὰ Μαξιμῖνον ἐπίσκοπον τῆς Ἀντιοχέων ἐκκλησίας γενέσθαι κατέχει λόγος· μέμνηται δ’ αὐτοῦ ἐν ἰδίᾳ ἐπιστολῇ τῇ πρὸς Καρικὸν καὶ Πόντιον, ἐν ᾗ διευθύνων καὶ αὐτὸς τὴν αὐτὴν αἵρεσιν, ἐπιλέγει ταῦτα·
アポリナリオスが先に示された異端に対して書いたものについては、セラピオンが言及している。彼については、いま述べているこの時代に、マクシミノスの後を継いでアンティオキア人の教会の監督となった、との言い伝えがある。セラピオンは、カリコスとポンティオスに宛てた自身の書簡の中で、彼〔アポリナリオス〕に言及しており、その書簡の中で、彼自身もまた同じ異端を正しつつ、次のように付け加えて言う。
ὅπως δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολιναρίου, τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς Ἀσίας ἐπισκόπου, γράμματα.
諸君がこのこともまた知るために——すなわち、新しい預言と呼ばれるこの偽りの一団の働きが、世界にあるすべての兄弟団の間で忌み嫌われていることを——、私は、アシアのヒエラポリスにおいて、いと祝された監督となった、クラウディオス・アポリナリオスの書状をも諸君に送った。
ἐν ταύτῃ δὲ τῇ τοῦ Σεραπίωνος ἐπιστολῇ καὶ ὑποσημειώσεις φέρονται διαφόρων ἐπισκόπων, ὧν ὁ μέν τις ὧδέ πως ὑποσεσημείωται· Αὐρήλιος Κυρίνιος μάρτυς ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ὁ δέ τις τοῦτον τὸν τρόπον· Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ Δεβελτοῦ κολωνίας τῆς Θρᾴκης ἐπίσκοπος· ζῇ ὁ θεὸς ὁ ἐν τοῖς οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε τὸν δαίμονα τὸν Πρισκίλλης ἐκβαλεῖν, καὶ οἱ ὑποκριταὶ οὐκ ἀφῆκαν.
このセラピオンの書簡の中には、さまざまな監督たちの署名も添えられて伝わっており、そのうちのある者は、およそ次のように署名している——アウレリオス・キュリニオス、殉教者、諸君の健やかならんことを祈る。また、ある者はこのように——アイリオス・プープリオス・ユリオス、トラキアの植民市デベルトスより、監督。天にいます神は生きておられる、祝されたソータスは、アンキアロスにあって、プリスキラのダエモーンを追い出そうとしたが、かの偽善者たちはこれを許さなかった。
καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπισκόπων συμψήφων τούτοις ἐν τοῖς δηλωθεῖσιν γράμμασιν αὐτόγραφοι φέρονται σημειώσεις. καὶ τὰ μὲν κατὰ τούτους ἦν τοιαῦτα.
そして、これらに賛同する、なお多数の監督たちの自筆の署名も、先に示した書状の中に伝えられている。以上が、これらの者たちについての事情であった。
Liber V, Caput XXIV
第V巻 第XXIV章Καὶ τούτων μὲν ἦν ὅρος εἷς, ὁ δεδηλωμένος· τῶν δὲ ἐπὶ τῆς Ἀσίας ἐπισκόπων τὸ πάλαι πρότερον αὐτοῖς παραδοθὲν διαφυλάττειν ἔθος χρῆναι διισχυριζομένων ἡγεῖτο Πολυκράτης· ὃς καὶ αὐτὸς ἐν ᾗ πρὸς Βίκτορα καὶ τὴν Ῥωμαίων ἐκκλησίαν διετυπώσατο γραφῇ τὴν εἰς αὐτὸν ἐλθοῦσαν παράδοσιν ἐκτίθεται διὰ τούτων·
さて、これらについての規定は一つであって、既に示されたそれであった。他方、アシアの監督たちのうち、古くから自分たちに伝えられた慣習を守り通さねばならぬと主張する者たちを率いていたのは、ポリュクラテスであった。彼自身もまた、ウィクトルとローマ人の教会とに宛てて書き記した書簡の中で、自分のもとに至った伝承を、次のように説き示している。
ἡμεῖς οὖν ἀρᾳδιούργητον ἄγομεν τὴν ἡμέραν, μήτε προστιθέντες μήτε ἀφαιρούμενοι. καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγαλα στοιχεῖα κεκοίμηται· ἅτινα ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν καὶ ἀναζητήσει πάντας τοὺς ἁγίους, Φίλιππον τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι καὶ ἡ ἑτέρα αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη ἐν Ἐφέσῳ ἀναπαύεται·
我々は、この日を、みだりに手を加えることなく守っており、何も付け加えず、何も取り去りはしない。まことに、アシアにおいても大いなる星々が眠りについている。それらは、主の来臨の日に甦るであろう。その日、主は栄光とともに天より来たり、すべての聖徒たちを尋ね求められる——十二使徒の一人フィリポ、この人はヒエラポリスに眠りについており、年老いた処女であるその二人の娘たちも〔そこに眠っている〕。そして、彼のもう一人の娘は聖霊のうちに生き、エフェソスに憩っている。
ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσών, ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορεκὼς καὶ μάρτυς καὶ διδάσκαλος·
さらにまた、主の胸に寄りかかったヨハネ、この人は額当てを身に着けた祭司となり、また証人にして教師となった。
οὗτος ἐν Ἐφέσῳ κεκοίμηται, ἔτι δὲ καὶ Πολύκαρπος ἐν Σμύρνῃ, καὶ ἐπίσκοπος καὶ μάρτυς· καὶ Θρασέας καὶ ἐπίσκοπος καὶ μάρτυς ἀπὸ Εὐμενείας, ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέγειν Σάγαριν ἐπίσκοπον καὶ μάρτυρα,
この人はエフェソスに眠りについている。さらに、ポリュカルポスもまた、監督にして殉教者として、スミュルナに眠りについている。そして、エウメネイア出身の監督にして殉教者であるトラセアスも、スミュルナに眠りについている。監督にして殉教者であるサガリスについて、何を言う必要があろうか。
ὃς ἐν Λαοδικείᾳ κεκοίμηται, ἔτι δὲ καὶ Παπίριον τὸν μακάριον καὶ Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύματι πάντα πολιτευσάμενον, ὃς κεῖται ἐν Σάρδεσιν περιμένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν ἐν ᾗ ἐκ νεκρῶν ἀναστήσεται;
彼はラオディキアに眠りについている。そしてまた、祝されたパピリオスと、すべてを聖霊のうちに生きた宦官メリトンについて、何を言う必要があろうか。彼はサルディスに横たわり、天からの訪れを待ち望んでいる。その訪れにおいて彼は死者の中から甦るのである。
οὗτοι πάντες ἐτήρησαν τὴν ἡμέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ εὐαγγέλιον, μηδὲν παρεκβαίνοντες, ἀλλὰ κατὰ τὸν κανὸνα τῆς πίστεως ἀκολουθοῦντες· ἔτι δὲ κἀγὼ ὁ μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παράδοσιν τῶν συγγενῶν μου, οἷς καὶ παρηκολούθησά τισιν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπίσκοποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν ἤγαγον οἱ συγγενεῖς μου ὅταν ὁ λαὸς ἤρνυεν τὴν ζύμην.
これらの者たちは皆、過越の十四日という日を、福音にしたがって守り、少しも逸脱することなく、信仰の規範にしたがって従ってきた。さらに、諸君すべての中で最も小さき者である私ポリュクラテスもまた、私の親族の伝承にしたがって、彼らのうちの幾人かに実際に従い続けてきた。私の親族には七人の監督がいたが、私は八番目である。そして、私の親族たちは、民がパン種を取り除いていたときにはいつも、この日を守っていた。
ἐγὼ οὖν, ἀδελφοί, ἑξήκοντα πέντε ἔτη ἔχων ἐν κυρίῳ καὶ συμβεβληκὼς τοῖς ἀπὸ τῆς οἰκουμένης ἀδελφοῖς καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθώς, οὐ πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις· οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
それゆえ兄弟たちよ、私は主にあって六十五年を経ており、全世界の兄弟たちと語り合い、あらゆる聖なる書を読み通してきた者であるから、脅そうとする者たちに怯むことはない。なぜなら、私よりも偉大な者たちが、こう言っているからである——「人間に従うよりも、神に従わねばならない」と。
Τούτοις ἐπιφέρει περὶ τῶν γράφοντι συμπαρόντων αὐτῷ καὶ ὁμοδοξούντων ἐπισκόπων ταῦτα λέγων ἐδυνάμην δὲ τῶν ἐπισκόπων τῶν συμπαρόντων μνημονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε μετακληθῆναι ὑπ’ ἐμοῦ καὶ μετεκαλεσάμην· ὧν τὰ ὀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν· οἱ δὲ εἰδότες τὸν μικρόν μου ἄνθρωπον συνηυδόκησαν τῇ ἐπιστολῇ, εἰδότες ὅτι εἰκῇ πολιὰς οὐκ ἤνεγκα, ἀλλ’ ἐν Χριστῷ Ἰησοῦ πάντοτε πεπολίτευμαι.
これに続けて、彼は、書き手である自分のもとに居合わせ、同じ見解を持つ監督たちについて、次のように言い添えている。私は、居合わせた監督たちの名を挙げることもできたであろう。諸君が私に招集するよう求め、私が実際に招集した者たちである。もし私が彼らの名を書き記すなら、実に多くの数にのぼる。彼らは、この取るに足らぬ私という人間を知りながら、この書簡に賛意を示した。私が徒に白髪を戴いてきたのではなく、常にキリスト・イエスにあって生きてきたことを知っていたからである。
Ἐπὶ τούτοις ὁ μὲν τῆς Ῥωμαίων προεστὼς Βίκτωρ ἀθρόως τῆς Ἀσίας πάσης ἅμα ταῖς ὁμόροις ἐκκλησίαις τὰς παροικίας ἀποτέμνειν, ὡς ἂν ἑτεροδοξούσας, τῆς κοινῆς ἑνώσεως πειρᾶται, καὶ στηλιτεύει γε διὰ γραμμάτων ἀκοινωνήτους πάντας ἄρδην τοὺς ἐκεῖσε ἀνακηρύττων ἀδελφούς·
これらのことに対して、ローマ人〔の教会〕を治めていたウィクトルは、たちどころに、アシア全土の寄留の群れを、それに隣接する諸教会もろとも、あたかも異なる教えを奉じる者たちであるかのように、共同の結び合いから切り離そうと試み、また書簡によって、かの地の兄弟たちを漏れなくことごとく交わりを絶たれた者と布告して、これを公然と非難する。
ἀλλ’ οὐ πᾶσί γε τοῖς ἐπισκόποις ταῦτ’ ἠρέσκετο. ἀντιπαρακελεύονται δῆτα αὐτῷ τὰ τῆς εἰρήνης καὶ τῆς πρὸς τοὺς πλησίον ἑνώσεώς τε καὶ ἀγάπης φρονεῖν, φέρονται δὲ καὶ αἱ τούτων φωναὶ πληκτικώτερον καθαπτομένων τοῦ Βίκτορος·
しかし、これはすべての監督たちの意に適うものではなかった。彼らはむしろ、彼に対して、平和と、隣人との結び合いまた愛とを重んじるようにと勧め返す。そして、ウィクトルをより激しく咎める彼らの言葉も伝わっている。
ἐν οἷς καὶ ὁ Εἰρηναῖος ἐκ προσώπου ὧν ἡγεῖτο κατὰ τὴν Γαλλίαν ἀδελφῶν ἐπιστείλας, παρίσταται μὲν τῷ δεῖν ἐν μόνῃ τῇ τῆς κυριακῆς ἡμέρᾳ τὸ τῆς τοῦ κυρίου ἀναστάσεως ἐπιτελεῖσθαι μυστήριον, τῷ γε μὴν Βίκτορι προσηκόντως, ὡς μὴ ἀποκόπτοι ὅλας ἐκκλησίας θεοῦ ἀρχαίου ἔθους παράδοσιν ἐπιτηρούσας, πλεῖστα ἕτερα παραινεῖ, καὶ αὐτοῖς δὲ ῥήμασιν τάδε ἐπιλέγων·
その中には、エイレナイオスもいた。彼は、ガリアにあって自分が率いていた兄弟たちに代わって書き送り、主の復活の秘義は主日にのみ執り行われるべきであるとの立場を示しつつも、ウィクトルに対しては、古来の慣習の伝統を守り続けている神の諸教会をまるごと切り離すことのないようにと、ふさわしく、なお他の多くのことを勧告し、さらに、その言葉そのものをもって次のように言い添えている。
οὐδὲ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν, οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας· οἱ δὲ τεσσαράκοντα ὥρας ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσιν τὴν ἡμέραν αὐτῶν.
なぜなら、論争はただ日についてだけではなく、断食のその様態についてもあるからである。ある者たちは、一日だけ断食すべきだと考え、ある者たちは二日、また、ある者たちはさらに多くの日をと考える。また、ある者たちは、昼と夜とを合わせて四十時間を、自分たちの日として数える。
καὶ τοιαύτη μὲν ποικιλία τῶν ἐπιτηρούντων οὐ νῦν ἐφ’ ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν, τῶν παρὰ τὸ ἀκριβές, ὡς εἰκός, κρατούντων τὴν καθ’ ἁπλότητα καὶ ἰδιωτισμὸν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων, καὶ οὐδὲν ἔλαττον πάντες οὗτοι εἰρήνευσάν τε καὶ εἰρηνεύομεν πρὸς ἀλλήλους, καὶ ἡ διαφωνία τῆς νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησιν.
そして、このような、守り行う者たちの間の多様性は、いま我々の代になって生じたものではなく、むしろずっと以前、我々より前の者たちの時代にも、恐らくは厳密さから外れて、単純さと素朴な慣行とを後代にまで及ぶものとしてしまった者たちのもとにあった。それでも、彼らは皆、互いに平和を保っており、我々もまた互いに平和を保っている。そして、断食における不一致は、信仰における一致を裏づけている。
Τούτοις καὶ ἱστορίαν προστίθησιν, ἣν οἰκείως παραθήσομαι, τοῦτον ἔχουσαν τὸν τρόπον· ἐν οἷς καὶ οἱ πρὸ Σωτῆρος πρεσβύτεροι, οἱ προστάντες τῆς ἐκκλησίας ἧς σὺ νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν καὶ Πίον Ὑγῖνόν τε καὶ Τελεσφόρον καὶ Ξύστον, οὔτε αὐτοὶ ἐτήρησαν οὔτε τοῖς μετ’ αὐτῶν ἐπέτρεπον, καὶ οὐδὲν ἔλαττον αὐτοὶ μὴ τηροῦντες εἰρήνευον τοῖς ἀπὸ τῶν παροικιῶν ἐν αἷς ἐτηρεῖτο, ἐρχομένοις πρὸς αὐτούς· καίτοι μᾶλλον ἐναντίον ἦν τὸ τηρεῖν τοῖς μὴ τηροῦσιν.
これらのことに続けて、彼はまた一つの出来事を付け加えている。それを私はふさわしく、次に示そう。それは次のような次第である。その中には、ソテルより前の長老たち、すなわち、いまお前が導いているその教会を治めていた者たち、アニケトス、ピオス、ヒュギノス、テレスフォロス、クシュストスと我々は言うが、彼らは自ら守ることもせず、また自分のあとに続く者たちにそれを許すこともしなかった。それでいて、彼ら自身は守らないままに、それが守られている寄留の群れから彼らのもとへやって来る者たちと平和を保っていた。しかも、守らぬ者たちにとっては、守るということの方がいっそう相容れないことであったにもかかわらず。
καὶ οὐδέποτε διὰ τὸ εἶδος τοῦτο ἀπεβλήθησάν τινες, ἀλλ’ αὐτοὶ μὴ τηροῦντες οἱ πρὸ σοῦ πρεσβύτεροι τοῖς ἀπὸ τῶν παροικιῶν τηροῦσιν ἔπεμπον εὐχαριστίαν,
そして、この様態のゆえに、誰かが退けられたことは一度もなかった。むしろ、それを守らなかった、お前より前の長老たちも、それを守っている寄留の群れから来た者たちに、エウカリスティアを送っていた。
καὶ τοῦ μακαρίου Πολυκάρπου ἐπιδημήσαντος τῇ Ῥώμῃ ἐπὶ Ἀνικήτου καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς ἀλλήλους, εὐθὺς εἰρήνευσαν, περὶ τούτου τοῦ κεφαλαίου μὴ φιλεριστήσαντες εἰς ἑαυτούς. οὔτε γὰρ ὁ Ἀνίκητος τὸν Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τηρεῖν, ἅτε μετὰ Ἰωάννου τοῦ μαθητοῦ τοῦ κυρίου ἡμῶν καὶ τῶν λοιπῶν ἀποστόλων οἷς συνδιέτριψεν, ἀεὶ τετηρηκότα, οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισεν τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν πρὸ αὐτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν.
そして、祝されたポリュカルポスがアニケトスの時代にローマに滞在した折にも、彼らはほかのいくつかのことについて互いに少しばかり意見を異にしたが、直ちに平和を取り戻した。この主要な点については、互いに争おうとはしなかったのである。なぜなら、アニケトスはポリュカルポスを説き伏せて守らせないようにすることができなかったからである——彼は、我々の主の弟子であるヨハネや、彼が共に過ごしたほかの使徒たちとともに、常にこれを守ってきた者だったからである。またポリュカルポスも、アニケトスを説き伏せて守らせることはなかった——アニケトスは、自分より前の長老たちの慣習を保つべきであると述べていたからである。
καὶ τούτων οὕτως ἐχόντων, ἐκοινώνησαν ἑαυτοῖς, καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εὐχαριστίαν τῷ Πολυκάρπῳ, κατ’ ἐντροπὴν δηλονότι, καὶ μετ’ εἰρήνης ἀπ’ ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων, καὶ τῶν τηρούντων καὶ τῶν μὴ τηρούντων.
そして、事がこのようであったので、彼らは互いに交わりを保ち、教会の中でアニケトスはポリュカルポスにエウカリスティアを譲った。明らかに敬意を表してのことである。そして、彼らは互いに平和のうちに別れた。教会全体が、それを守る者たちも守らない者たちも、平和を保っていたのである。
Καὶ ὁ μὲν Εἰρηναῖος φερώνυμός τις ὢν τῇ προσηγορίᾳ αὐτῷ τε τῷ τρόπῳ εἰρηνοποιός, τοιαῦτα ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εἰρήνης παρεκάλει τε καὶ ἐπρέσβευεν, ὁ δ’ αὐτὸς οὐ μόνῳ τῷ Βίκτορι, καὶ διαφόροις δὲ πλείστοις ἄρχουσιν ἐκκλησιῶν τὰ κατάλληλα δι’ ἐπιστολῶν περὶ τοῦ κεκινημένου ζητήματος ὡμίλει.
そして、エイレナイオスは、その名にふさわしい者であり、まさにその生き方においても平和を造る者であって、諸教会の平和のために、このように勧告し、また使節の務めを果たした。そして彼は、ウィクトルだけでなく、諸教会の様々な多くの指導者たちに対しても、書簡によって、この起こった問題について、それぞれにふさわしいことを語りかけた。
Liber V, Caput XXV
第V巻 第XXV章Οἵ γε μὴν ἐπὶ Παλαιστίνης, οὓς ἀρτίως διεληλύθαμεν, ὅ τε Νάρκισσος καὶ Θεόφιλος, καὶ σὺν αὐτοῖς Κάσσιος τῆς κατὰ Τύρον ἐκκλησίας ἐπίσκοπος καὶ Κλᾶρος τῆς ἐν Πτολεμαΐδι οἵ τε μετὰ τούτων συνεληλυθότες, περὶ τῆς κατελθούσης εἰς αὐτοὺς ἐκ διαδοχῆς τῶν ἀποστόλων περὶ τοῦ πάσχα παραδόσεως πλεῖστα διειληφότες, κατὰ τὸ τέλος τῆς γραφῆς αὐτοῖς ῥήμασιν ἐπιλέγουσιν ταῦτα· τῆς δ’ ἐπιστολῆς ἡμῶν πειράθητε κατὰ πᾶσαν παροικίαν ἀντίγραφα διαπέμψασθαι, ὅπως μὴ ἔνοχοι ὦμεν τοῖς ῥᾳδίως πλανῶσιν ἑαυτῶν τὰς ψυχάς. δηλοῦμεν δὲ ὑμῖν ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἄγουσιν ᾗπερ καὶ ἡμεῖς· παρ’ ἡμῶν γὰρ τὰ γράμματα κομίζεται αὐτοῖς καὶ ἡμῖν παρ’ αὐτῶν, ὥστε συμφώνως καὶ ὁμοῦ ἄγειν ἡμᾶς τὴν ἁγίαν ἡμέραν.
パレスチナにいる者たち——我々がついさきほど一通り取り上げた者たち——すなわちナルキッソスとテオフィロス、彼らとともにテュロスにある教会の監督カッシオスと、プトレマイスにある教会の〔監督〕クラロス、そして彼らとともに集まったその他の者たちは、使徒たちからの継承によって彼らのもとに下った、過越についての伝承について多くを詳しく論じたのち、その書の末尾でそのままの言葉によってこう付け加えている。我々の書簡の写しを、あらゆる寄留の群れに送り届けるよう努めてほしい。そうすれば、我々は、自分自身の魂を安易に迷わす者たちに対して責めを負わずに済むであろう。また我々は諸君に、アレクサンドリアにおいても我々と同じ日にこれを行っていることを知らせる。彼らのもとへは我々から書簡が届けられ、我々のもとへは彼らから届けられるので、我々は心を一つにして、ともにこの聖なる日を行っているのである。
Liber VI, Caput XII
第VI巻 第XII章Τοῦ μὲν οὖν Σεραπίωνος τῆς περὶ λόγους ἀσκήσεως καὶ ἄλλα μὲν εἰκὸς σῴζεσθαι παρ’ ἑτέροις ὑπομνήματα, εἰς ἡμᾶς δὲ μόνα κατῆλθεν τὰ Πρὸς Δόμνον, ἐκπεπτωκότα τινὰ παρὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὴν Ἰουδαϊκὴν ἐθελοθρῃσκείαν, καὶ τὰ Πρὸς Πόντιον καὶ Καρικόν, ἐκκλησιαστικοὺς ἄνδρας, καὶ ἄλλαι πρὸς ἑτέρους ἐπιστολαί,
さて、セラピオンの言論の修練について、他にも覚書がほかの人々のもとに保たれているとみて差し支えないが、我々のもとに伝わったのは次のものだけである。すなわち『ドムノスへ』——この人物は迫害の時期に、キリストへの信仰から、ユダヤ的な、自ら選んだ礼拝へと落ちた者であった——、また『ポンティオスとカリコスへ』——教会に属する人々である——、そしてほかの人々に宛てた別の書簡である。
ἕτερός τε συντεταγμένος αὐτῷ λόγος Περὶ τοῦ λεγομένου κατὰ Πέτρον εὐαγγελίου, ὃν πεποίηται ἀπελέγχων τὰ ψευδῶς ἐν αὐτῷ εἰρημένα διά τινας ἐν τῇ κατὰ Ῥωσσὸν παροικίᾳ προφάσει τῆς εἰρημένης γραφῆς εἰς ἑτεροδόξους διδασκαλίας ἀποκείλαντας· ἀφ’ οὗ εὔλογον βραχείας παραθέσθαι λέξεις, δι’ ὧν ἣν εἶχεν περὶ τοῦ βιβλίου γνώμην προτίθησιν, οὕτω γράφων·
また、彼が著したもう一つの言論に、『いわゆるペトロによる福音書について』がある。これは、ロッソスにある寄留の群れのうちのある人々が、かの書を口実として異なる教えへと逸脱したために、彼がその書の中で偽って語られたことどもを論駁して著したものである。そこから、彼がこの書物について抱いていた見解を示すくだりを、少し引くのが理にかなっている。彼はこう書いている。
ἡμεῖς γάρ, ἀδελφοί, καὶ Πέτρον καὶ τοὺς ἄλλους ἀποστόλους ἀποδεχόμεθα ὡς Χριστόν, τὰ δὲ ὀνόματι αὐτῶν ψευδεπίγραφα ὡς ἔμπειροι παραιτούμεθα, γινώσκοντες ὅτι τὰ τοιαῦτα οὐ παρελάβομεν.ἐγὼ γὰρ γενόμενος παρ’ ὑμῖν,
我々は、兄弟たちよ、ペトロも他の使徒たちも、キリストと同じように受け入れる。だが彼らの名を偽って冠した書物は、心得た者として退ける。そのようなものを我々が受け継がなかったことを知っているからである。私は、諸君のもとに行ったとき、
ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει προσφέρεσθαι, καὶ μὴ διελθὼν τὸ ὑπ’ αὐτῶν προφερόμενον ὀνόματι Πέτρου εὐαγγέλιον, εἶπον ὅτι εἰ τοῦτό ἐστιν μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀναγινωσκέσθω· νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς αὐτῶν ἐφώλευεν, ἐκ τῶν λεχθέντων μοι σπουδάσω πάλιν γενέσθαι πρὸς ὑμᾶς, ὥστε ἀδελφοί, προσδοκᾶτέ με ἐν τάχει.
皆が正しい信仰にのっとって振る舞っていると思い込んでいたので、彼らがペトロの名のもとに持ち出したその福音書を読み通すことなく、もしこれだけが諸君に狭い心を起こさせると思われることであるなら、読まれよ、と言った。しかし今、彼らの思いがある異端の中に潜んでいたことを知った上は、私に告げられたことから、再び諸君のもとへ赴くよう努めよう。ゆえに、兄弟たちよ、私を間もなく待っていてほしい。
ἡμεῖς δέ ἀδελφοί, καταλαβόμενοι ὁποίας ἦν αἱρέσεως ὁ Μαρκιανός, ὃς καὶ ἑαυτῷ ἐναντιοῦτο, μὴ νοῶν ἃ ἐλάλει, ἃ μαθήσεσθε ἐξ ὧν ὑμῖν ἐγράφη,
しかし我々は、兄弟たちよ、マルキアノスがどのような異端に属していたかを把握した。彼は自らにも矛盾しており、自分が語っていることを理解していなかった。これは、諸君に書き送られたものから諸君が知るところとなるであろう。
ἐδυνήθημεν παρ’ ἄλλων τῶν ἀσκησάντω ναὐτὸ τοῦτο τὸ εὐαγγέλιον, τοῦτ’ ἐστὶν παρὰ τῶν διαδόχων τῶν καταρξαμένων αὐτοῦ, οὓς Δοκητὰς καλοῦμεν (τὰ γὰρ πλείονα φρονήματα ἐκείνων ἐστὶ τῆς διδασκαλίας), χρησάμενοι παρ’ αὐτῶν διελθεῖν καὶ εὑρεῖν τὰ μὲν πλείονα τοῦ ὀρθοῦ λόγου τοῦ σωτῆρος, τινὰ δὲ προσδιεσταλμένα, ἃ καὶ ὑπετάξαμεν ὑμῖν.
我々は、この同じ福音書を修めていた他の人々——すなわち、それを始めた者たちの後継者であって、我々がドケタイと呼ぶ者たち(〔この福音書の〕思想の大半は、かの者たちの教えのものだからである)——から、それを用いて調べ、見出すことができた。すなわち、その大部分は救い主の正しい言葉のものであるが、いくつかは付け加えられたものであった。それを我々は諸君のために書き添えておいた。