ウィエンヌとリヨンの教会177年

Epistula ecclesiarum Viennensis et Lugdunensis › 全文

Epistula ecclesiarum Viennensis et Lugdunensis 全文

The Churches of Vienne and Lyons · Eus. HE 5.1–5.4

Liber V, Caput I

第V巻 第I章
1

Γαλλία μὲν οὖν ἡ χώρα ἦν, καθ’ ἣν τὸ τῶν δηλουμένων συνεκροτεῖτο στάδιον, ἧς μητροπόλεις ἐπίσημοι καὶ παρὰ τὰς ἄλλας τῶν αὐτόθι διαφέρουσαι βεβόηνται Λούγδουνος καὶ Βίεννα, δι’ ὧν ἀμφοτέρων τὴν ἅπασαν χώραν πολλῷ τῷ ῥεύματι περιρρέων ὁ Ῥοδανὸς ποταμὸς διέξεισιν.

さて、かの示された出来事の競技場が組み立てられていた地方はガリアであった。この地方の都市のうちで、ほかのどの都市にもまして際立つ主要な都市として名高いのは、リヨンとウィエンヌであり、この両都市を貫いて、ローヌ川が全土を大いなる流れで巡りながら流れ抜けている。

2

τὴν οὖν περὶ τῶν μαρτύρων γραφὴν αἱ τῇδε διαφανέσταται ἐκκλησίαι ταῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν διαπέμπονται, τὰ παρ’ αὐταῖς πραχθέντα τοῦτον ἀνιστοροῦσαι τὸν τρόπον,

さて、殉教者たちについてのこの記録を、かの地の最も卓越した教会たちは、アシアとフリュギアにある教会たちへと送り届ける。自分たちのもとで行われたことを、次のような仕方で物語りながら。

3

παραθήσομαι δὲ τὰς αὐτῶν φωνάς· οἱ ἐν Βιέννῃ καὶ Λουγδούνῳ τῆς Γαλλίας παροικοῦντες δοῦλοι Χριστοῦ τοῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν τὴν αὐτὴν τῆς ἀπολυτρώσεως ἡμῖν πίστιν καὶ ἐλπίδα ἔχουσιν ἀδελφοῖς· εἰρήνη καὶ χάρις καὶ δόξα ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

私は彼らの言葉をそのまま示そう。ガリアのウィエンヌとリヨンに寄留するキリストの僕たちより、アシアとフリュギアにあって、我々と同じ贖いの信仰と希望とを持つ兄弟たちへ。平和と恵みと栄光とが、父なる神と我々の主キリスト・イエスとからあらんことを。

4

Εἶτα τούτοις ἑξῆς ἕτερα προοιμιασάμενοι, τὴν τοῦ λόγου καταρχὴν ποιοῦνται ἐν τούτοις· τὸ μὲν οὖν μέγεθος τῆς ἐνθάδε θλίψεως καὶ τὴν τοσαύτην τῶν ἐθνῶν εἰς τοὺς ἁγίους ὀργὴν καὶ ὅσα ὑπέμειναν οἱ μακάριοι μάρτυρες, ἐπ’ ἀκριβὲς οὔθ’ ἡμεῖς εἰπεῖν ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν.

そして、これに続けて他の前置きを述べたのち、彼らは次の言葉で本論の始まりとする。さて、ここでの苦難がいかに大きかったか、また異邦人たちが聖徒たちに対してどれほどの怒りを向けたか、そして祝された殉教者たちがどれほどのことを耐え忍んだかを、正確に語ることは我々にもできないし、また文書に書き尽くすこともできない。

5

παντὶ γὰρ σθένει ἐνέσκηψεν ὁ ἀντικείμενος, προοιμιαζόμενος ἤδη τὴν ἀδεῶς μέλλουσαν ἔσεσθαι παρουσίαν αὐτοῦ, καὶ διὰ πάντων διῆλθεν, ἐθίζων τοὺς ἑαυτοῦ καὶ προγυμνάζων κατὰ τῶν δούλων τοῦ θεοῦ, ὥστε μὴ μόνον οἰκιῶν καὶ βαλανείων καὶ ἀγορᾶς εἴργεσθαι, ἀλλὰ καὶ τὸ καθόλου φαίνεσθαι ἡμῶν τινα αὐτοῖς ἀπειρῆσθαι ἐν ὁποίῳ δήποτε τόπῳ.

というのも、敵対する者はあらんかぎりの力をもって襲いかかり、すでに彼自身の、憚ることなく到来するはずの出現を予告しつつ、あらゆる手立てを通り抜けて、自分に属する者たちを慣らし、神の僕たちに対して前もって鍛えたからである。その結果、我々のうちの誰かが家々や浴場や広場から締め出されるだけでなく、およそどのような場所であれ我々の誰かが姿を現すことそのものが、彼らによって一切禁じられるに至った。

6

ἀντεστρατήγει δὲ ἡ χάρις τοῦ θεοῦ, καὶ τοὺς μὲν ἀσθενεῖς ἐρρύετο, ἀντιπαρέτασσε δὲ στύλους ἑδραίους δυναμένους διὰ τῆς ὑπομονῆς πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ εἰς ἑαυτοὺς ἑλκύσαι· οἳ καὶ ὁμόσε ἐχώρουν, πᾶν εἶδος ὀνειδισμοῦ καὶ κολάσεως ἀνεχόμενοι· οἳ καὶ τὰ πολλὰ ὀλίγα ἡγούμενοι ἔσπευδον πρὸς Χριστόν, ὄντως ἐπιδεικνύμενοι ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

神の恵みはこれに逆に策を巡らし、弱き者たちを救い出す一方で、耐え忍びによって悪しき者のあらゆる猛威を自らに引き寄せることのできる、揺るがぬ柱たちを対抗させて並べ立てた。彼らはまた真正面から進み出て、あらゆる種類の辱めと罰とを耐え忍んだ。彼らはまた多くのものを僅かなものと見なして、キリストへと急いだ。それは、今の時の苦しみは、我々に啓示されようとしている来たるべき栄光に値しないということを、実際に示すためであった。

7

Καὶ πρῶτον μὲν τὰ ἀπὸ τοῦ ὄχλου πανδημεὶ σωρηδὸν ἐπιφερόμενα γενναίως ὑπέμενον, ἐπιβοήσεις καὶ πληγὰς καὶ συρμοὺς καὶ διαρπαγὰς καὶ λίθων βολὰς καὶ συγκλείσεις καὶ πάνθ’ ὅσα ἠγριωμένῳ πλήθει ὡς πρὸς ἐχθροὺς καὶ πολεμίους φιλεῖ γίνεσθαι,

まず、群衆全体から山なして浴びせかけられるものどもを、彼らは雄々しく耐え忍んだ。すなわち罵声、打擲、引き回し、略奪、投石、閉じ込め、そのほか、狂暴となった群衆が敵や戦いの相手に対して行いがちなありとあらゆることである。

8

καὶ δὴ ἀναχθέντες εἰς τὴν ἀγορὰν ὑπό τε τοῦ χιλιάρχου καὶ τῶν προεστηκότων τῆς πόλεως ἐξουσιῶν ἐπὶ παντὸς τοῦ πλήθους ἀνακριθέντες καὶ ὁμολογήσαντες, συνεκλείσθησαν εἰς τὴν εἱρκτὴν ἕως τῆς τοῦ ἡγεμόνος παρουσίας·

そして、彼らは千人隊長と市を治める権力者たちとによって広場へと引き立てられ、群衆全体の前で尋問を受け、告白したのち、総督が到着するまで牢獄に閉じ込められた。

9

μετέπειτα δὲ ἐπὶ τὸν ἡγεμόνα ἀχθέντων αὐτῶν κἀκείνου πάσῃ τῇ πρὸς ἡμᾶς ὠμότητι χρωμένου, Οὐέττιος Ἐπάγαθος, εἷς ἐκ τῶν ἀδελφῶν, πλήρωμα ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν πλησίον κεχωρηκώς, οὗ καὶ ἐπὶ τοσοῦτον ἠκρίβωτο ἡ πολιτεία, ὡς καίπερ ὄντα νέον συνεξισοῦσθαι τῇ τοῦ πρεσβυτέρου Ζαχαρίου μαρτυρίᾳ· πεπόρευτο γοῦν ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτος καὶ πάσῃ τῇ πρὸς τὸν πλησίον λειτουργίᾳ ἄοκνος, ζῆλον θεοῦ πολὺν ἔχων καὶ ζέων τῷ πνεύματι· τοιοῦτος δή τις ὤν, τὴν οὕτως καθ’ ἡμῶν ἀλόγως γινομένην κρίσιν οὐκ ἐβάστασεν, ἀλλ’ ὑπερηγανάκτησεν καὶ ἠξίου καὶ αὐτὸς ἀκουσθῆναι ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν ὅτι μηδὲν ἄθεον μηδὲ ἀσεβές ἐστιν ἐν ἡμῖν.

その後、彼らが総督のもとへ引き出され、彼が我々に対してありとあらゆる残忍さをもって遇したとき、兄弟たちのうちの一人、ウェッティオス・エパガトスは、神への、また隣人への愛の満ち満ちたところにまで達した者であった。その生き方はこれほどまでに厳格に律せられていたので、若い身でありながら、年老いたザカリアの証しに等しいとされるほどであった。こうして彼は、主のすべての戒めと定めとのうちを、責められるところなく歩み、隣人へのあらゆる勤めに怠りなく、神への熱心を大いに持ち、霊に燃えていた。このような人物であったからこそ、我々に対してこれほど道理に外れてなされる裁きを、彼は堪え忍ぶことができず、激しく憤り、我々のうちには何ら無神論的なことも不敬虔なこともないと兄弟たちのために弁明しようとして、自らも聞き入れられることを求めた。

10

τῶν δὲ περὶ τὸ βῆμα καταβοησάντων αὐτοῦ, καὶ γὰρ ἦν ἐπίσημος, καὶ τοῦ ἡγεμόνος μὴ ἀνασχομένου τῆς οὕτως ὑπ’ αὐτοῦ δικαίας προταθείσης ἀξιώσεως, ἀλλὰ μόνον τοῦτο πυθομένου εἰ καὶ αὐτὸς εἴη Χριστιανός, τοῦ δὲ λαμπροτάτῃ φωνῇ ὁμολογήσαντος, ἀνελήφθη καὶ αὐτὸς εἰς τὸν κλῆρον τῶν μαρτύρων, παράκλητος Χριστιανῶν χρηματίσας, ἔχων δὲ τὸν παράκλητον ἐν ἑαυτῷ, τὸ πνεῦμα τοῦ Ζαχαρίου, ὃ διὰ τοῦ πληρώματος τῆς ἀγάπης ἐνεδείξατο, εὐδοκήσας ὑπὲρ τῆς τῶν ἀδελφῶν ἀπολογίας καὶ τὴν ἑαυτοῦ θεῖναι ψυχήν· ἦν γὰρ καὶ ἔστιν γνήσιος Χριστοῦ μαθητής, ἀκολουθῶν τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ.

しかし、法廷を取り巻く者たちが彼に対して叫び立てた——というのも彼は名の知れた人物であったからである——そして総督は、彼によってこのように正当に差し出された要求を聞き入れず、ただ彼自身もキリスト教徒であるかどうかとだけ尋ねた。彼がひときわ朗々とした声で告白すると、彼もまた殉教者たちの分け前へと引き上げられ、キリスト教徒たちのパラクレートスと呼ばれる者となった。しかも彼自身のうちにパラクレートスを、すなわちザカリアの霊を持っており、それを愛の満ち満ちたさまによって示したのである。彼は兄弟たちの弁明のために、自らの魂を差し出すことをも良しとした。彼は真正なキリストの弟子であったし、今もそうであって、小羊の行くところへはどこへでも従っている。

11

Ἐντεῦθεν δὴ διεκρίνοντο οἱ λοιποί, καὶ φανεροὶ καὶ ἕτοιμοι ἐγίνοντο πρωτομάρτυρες, οἳ καὶ μετὰ πάσης προθυμίας ἀνεπλήρουν τὴν ὁμολογίαν τῆς μαρτυρίας, ἐφαίνοντο δὲ καὶ οἱ ἀνέτοιμοι καὶ ἀγύμναστοι καὶ ἔτι ἀσθενεῖς, ἀγῶνος μεγάλου τόνον ἐνεγκεῖν μὴ δυνάμενοι· ὧν καὶ ἐξέτρωσαν ὡς δέκα τὸν ἀριθμόν· οἳ καὶ μεγάλην λύπην καὶ πένθος ἀμέτρητον ἐνεποίησαν ἡμῖν καὶ τὴν προθυμίαν τῶν λοιπῶν τῶν μὴ συνειλημμένων ἐνέκοψαν· οἳ καίπερ πάντα τὰ δεινὰ πάσχοντες, ὅμως συμπαρῆσαν τοῖς μάρτυσιν καὶ οὐκ ἀπελείποντο αὐτῶν,

ここから、残りの者たちが選り分けられ、最初の殉教者たちとして、公然と、また用意の整った者として現れた。彼らはあらゆる熱意をもって殉教の告白を全うした。しかし、まだ用意の整わない者、鍛えられていない者、なお弱い者たちも現れ、彼らは大いなる戦いの張りに耐えることができなかった。そのうち十人ほどが流れ落ちた。彼らは我々に大いなる悲しみと量り知れない嘆きとを引き起こし、まだ捕らえられていない残りの者たちの熱意をも挫いた。彼らはあらゆる恐ろしいことを被りながらも、それでも殉教者たちのそばに留まり、彼らから離れなかった。

12

τότε δὲ οἱ πάντες μεγάλως ἐπτοήθημεν διὰ τὸ ἄδηλον τῆς ὁμολογίας, οὐ τὰς ἐπιφερομένας κολάσεις φοβούμενοι, ἀλλὰ τὸ τέλος ἀφορῶντες καὶ τὸ ἀποπεσεῖν τινα δεδιότες.

しかしその時、我々は皆、告白の行方が定かでないことのために大いにおののいた。それは科せられる罰を恐れてではなく、むしろ結末を見つめ、誰かが堕ちてしまうことを恐れてのことであった。

13

συνελαμβάνοντο μέντοι καθ’ ἑκάστην ἡμέραν οἱ ἄξιοι τὸν ἐκείνων ἀναπληροῦντες ἀριθμόν, ὥστε συλλεγῆναι ἐκ τῶν δύο ἐκκλησιῶν πάντας τοὺς σπουδαίους καὶ δι’ ὧν μάλιστα συνεστήκει τὰ ἐνθάδε·

とはいえ、日ごとに、彼らの数を満たすべく、それにふさわしい者たちが捕らえられていった。それは、二つの教会のうちで熱心な者たち、また何よりもこの地の事どもを支えていた者たちすべてが、こぞって集められるまで続いた。

14

συνελαμβάνοντο δὲ καὶ ἐθνικοί τινες οἰκέται τῶν ἡμετέρων, ἐπεὶ δημοσίᾳ ἐκέλευσεν ὁ ἡγεμὼν ἀναζητεῖσθαι πάντας ἡμᾶς· οἳ καὶ κατ’ ἐνέδραν τοῦ σατανᾶ, φοβηθέντες τὰς βασάνους ἃς τοὺς ἁγίους ἔβλεπον πάσχοντας, τῶν στρατιωτῶν ἐπὶ τοῦτο παρορμώντων αὐτούς, κατεψεύσαντο ἡμῶν Θυέστεια δεῖπνα καὶ Οἰδιποδείους μίξεις καὶ ὅσα μήτε λαλεῖν μήτε νοεῖν θέμις ἡμῖν, ἀλλὰ μηδὲ πιστεύειν εἴ τι τοιοῦτο πώποτε παρὰ ἀνθρώποις ἐγένετο.

さらに、我々の者たちの家の、異教徒の奴隷たちも幾人か捕らえられた。というのも、総督が公に、我々全員を捜し出すよう命じたからである。彼らはサタンの罠にかかり、聖徒たちが受けているのを目にした拷問を恐れ——兵士たちがそのことへと彼らをそそのかしたのである——我々についてテュエステスの饗宴とオイディプス的な交わり、そして口にすることも考えることも我々には許されず、まして人間のもとでかつてそのようなことが起こったとは信じることさえできないような、ありとあらゆることを偽証した。

15

τούτων δὲ φημισθέντων, πάντες ἀπεθηριώθησαν εἰς ἡμᾶς, ὥστε καὶ εἴ τινες τὸ πρότερον δι’ οἰκειότητα ἐμετρίαζον, τότε μεγάλως ἐχαλέπαινον καὶ διεπρίοντο ἐφ’ ἡμῖν· ἐπληροῦτο δὲ τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον ὅτι ἐλεύσεται καιρὸς ἐν ᾧ πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει λατρείαν προσφέρειν τῷ θεῷ.

これらのことが言い広められると、すべての者が我々に対して獣と化した。それゆえ、以前は親しみのゆえに穏やかであった者たちさえ、その時には激しく怒り狂い、我々に対して怒りに身を切られる思いであった。こうして、我々の主が語られたこと、すなわち「汝らを殺す者は皆、神に仕えを捧げていると思う時が来るであろう」ということが成就したのである。

16

ἐνταῦθα λοιπὸν ὑπεράνω πάσης ἐξηγήσεως ὑπέμενον κολάσεις οἱ ἅγιοι μάρτυρες, φιλοτιμουμένου τοῦ σατανᾶ καὶ δι’ ἐκείνων ῥηθῆναί τι τῶν βλασφήμων·

ここではもはや、あらゆる説き明かしを超えて、聖なる殉教者たちは罰を耐え忍んだ。サタンが躍起になって、彼らを通して冒瀆の言葉が何か語られることを望んだからである。

17

ὑπερβεβλημένως δὲ ἐνέσκηψεν ἡ ὀργὴ πᾶσα καὶ ὄχλου καὶ ἡγεμόνος καὶ στρατιωτῶν εἰς Σάγκτον τὸν διάκονον ἀπὸ Βιέννης καὶ εἰς Μάτουρον, νεοφώτιστον μέν, ἀλλὰ γενναῖον ἀγωνιστήν, καὶ εἰς Ἄτταλον Περγαμηνὸν τῷ γένει, στῦλον καὶ ἑδραίωμα τῶν ἐνταῦθα ἀεὶ γεγονότα, καὶ εἰς Βλανδῖναν, δι’ ἧς ἐπέδειξεν ὁ Χριστὸς ὅτι τὰ παρὰ ἀνθρώποις εὐτελῆ καὶ ἀειδῆ καὶ εὐκαταφρόνητα φαινόμενα μεγάλης καταξιοῦται παρὰ θεῷ δόξης διὰ τὴν πρὸς αὐτὸν ἀγάπην τὴν ἐν δυνάμει δεικνυμένην καὶ μὴ ἐν εἴδει καυχωμένην.

そして、群衆の、総督の、兵士たちの怒りのすべてが、度を越えて、サンクトゥス——ウィエンヌから来た奉仕者——と、マトゥロス——新たに照らされた者ではあるが雄々しい闘う者——と、生まれはペルガモンのアッタロス——常にこの地の柱、また土台であった者——と、そしてブランディナとに、のしかかった。ブランディナを通してキリストは示した。人の目に卑しく、見苦しく、蔑むべきものと見えるものが、力のうちに示され、外見を誇ることのない彼への愛のゆえに、神のもとでは大いなる栄光に値するとされる、と。

18

ἡμῶν γὰρ πάντων δεδιότων καὶ τῆς σαρκίνης δεσποίνης αὐτῆς, ἥτις ἦν καὶ αὐτὴ τῶν μαρτύρων μία ἀγωνίστρια, ἀγωνιώσης μὴ οὐδὲ τὴν ὁμολογίαν δυνήσεται παρρησιάσασθαι διὰ τὸ ἀσθενὲς τοῦ σώματος, ἡ Βλανδῖνα τοσαύτης ἐπληρώθη δυνάμεως, ὥστε ἐκλυθῆναι καὶ παρεθῆναι τοὺς κατὰ διαδοχὰς παντὶ τρόπῳ βασανίζοντας αὐτὴν ἀπὸ ἑωθινῆς ἕως ἑσπέρας, καὶ αὐτοὺς ὁμολογοῦντας ὅτι νενίκηνται μηδὲν ἔχοντες μηκέτι ὃ ποιήσωσιν αὐτῇ, καὶ θαυμάζειν ἐπὶ τῷ παραμένειν ἔμπνουν αὐτήν, παντὸς τοῦ σώματος περιερρωγότος καὶ ἠνεῳγμένου, καὶ μαρτυρεῖν ὅτι ἓν εἶδος στρεβλώσεως ἱκανὸν ἦν πρὸς τὸ ἐξαγαγεῖν τὴν ψυχήν, οὐχ ὅτι γε τοιαῦτα καὶ τοσαῦτα.

我々は皆恐れていたからである。彼女の肉による女主人も——この人自身もまた殉教者たちの一人であり、闘う女であったが——こう思い悩んでいた。ブランディナは肉体の弱さのために、その告白さえ大胆に言い表すことができないのではないか、と。ところがブランディナはこれほどの力に満たされたので、次々に入れ替わりながらあらゆる仕方で朝から晩まで彼女を拷問にかけていた者たちのほうが力尽きて萎え、自分たちはもはや彼女に対してなす術がないと自ら告白し、その肉体はすべて裂け、開かれていたにもかかわらず、彼女がなお息をしていることに驚嘆した。そして、ただ一つの責めの形だけでも魂を引き出すのに十分であるのに、まして、これほど多様で、これほど多くの責めにおいてをや、と証しした。

19

ἀλλ’ ἡ μακαρία ὡς γενναῖος ἀθλητὴς ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, καὶ ἦν αὐτῆς ἀνάληψις καὶ ἀνάπαυσις καὶ ἀναλγησία τῶν συμβαινόντων τὸ λέγειν ὅτι Χριστιανή εἰμι καὶ παρ’ ἡμῖν οὐδὲν φαῦλον γίνεται.

しかし、この祝された女は雄々しい競技者として、その告白のうちに若返った。「私はキリスト教徒であり、我々のもとでは何も卑しいことは行われない」とこう言うことが、彼女にとって、立ち直りであり、休息であり、身に起こることへの痛みを覚えぬことであった。

20

Ὁ δὲ Σάγκτος καὶ αὐτὸς ὑπερβεβλημένως καὶ ὑπὲρ πάντα ἄνθρωπον πάσας τὰς ἐξ ἀνθρώπων αἰκίας γενναίως ὑπομένων, τῶν ἀνόμων ἐλπιζόντων διὰ τὴν ἐπιμονὴν καὶ τὸ μέγεθος τῶν βασάνων ἀκούσεσθαί τι παρ’ αὐτοῦ τῶν μὴ δεόντων, τοσαύτῃ ὑποστάσει ἀντιπαρετάξατο αὐτοῖς, ὥστε μήτε τὸ ἴδιον κατειπεῖν ὄνομα μήτε ἔθνους μήτε πόλεως ὅθεν ἦν, μήτε εἰ δοῦλος ἢ ἐλεύθερος εἴη· ἀλλὰ πρὸς πάντα τὰ ἐπερωτώμενα ἀπεκρίνατο τῇ Ῥωμαϊκῇ φωνῇ Χριστιανός εἰμι· τοῦτο καὶ ἀντὶ ὀνόματος καὶ ἀντὶ πόλεως καὶ ἀντὶ γένους καὶ ἀντὶ παντὸς ἐπαλλήλως ὡμολόγει, ἄλλην δὲ φωνὴν οὐκ ἤκουσαν αὐτοῦ τὰ ἔθνη·

サンクトゥスもまた、あらゆる人にまさって度を越えて、人の手によるすべての虐待を雄々しく耐え忍んだ。無法な者たちは、その執拗さと拷問の激しさとによって、言うべきでない何かを彼から聞き出せると期待していたが、彼はそれほどの不動をもって彼らに立ち向かい、自分の名も、種族も、出身の都市も、また奴隷か自由人かということも、口にしなかった。むしろ、あらゆる問いかけに対して、彼はローマの言葉で「私はキリスト教徒である」と答えた。名の代わりにも、都市の代わりにも、種族の代わりにも、そしてすべての代わりにも、彼は繰り返しこれだけを告白した。異邦人たちは、彼から他の言葉を一切聞かなかった。

21

ὅθεν δὴ καὶ φιλονεικία μεγάλη τοῦ τε ἡγεμόνος καὶ τῶν βασανιστῶν ἐγένετο πρὸς αὐτόν, ὥστε ὁπότε μηκέτι μηδὲν εἶχον ὃ ποιήσωσιν αὐτῷ, τὸ τελευταῖον χαλκᾶς λεπίδας διαπύρους προσεκόλλων τοῖς τρυφερωτάτοις μέλεσι τοῦ σώματος αὐτοῦ.

そこから、総督も拷問する者たちも、彼に対して激しく意地になった。ついに彼らはもはや彼に対して何もなすすべがなくなったとき、最後の手段として、真っ赤に焼けた青銅の薄板を、彼の肉体の最も柔らかい肢体に押しつけた。

22

καὶ ταῦτα μὲν ἐκαίετο, αὐτὸς δὲ παρέμενεν ἀνεπίκαμπτος καὶ ἀνένδοτος, στερρὸς πρὸς τὴν ὁμολογίαν, ὑπὸ τῆς οὐρανίου πηγῆς τοῦ ὕδατος τῆς ζωῆς τοῦ ἐξιόντος ἐκ τῆς νηδύος τοῦ Χριστοῦ δροσιζόμενος καὶ ἐνδυναμούμενος·

その肢体は焼かれたが、彼自身は屈することなく、譲ることなく、その告白において揺るがず、キリストの腹から流れ出る命の水の天来の泉によって、潤され、力づけられ続けていた。

23

τὸ δὲ σωμάτιον μάρτυς ἦν τῶν συμβεβηκότων, ὅλον τραῦμα καὶ μώλωψ καὶ συνεσπασμένον καὶ ἀποβεβληκὸς τὴν ἀνθρώπειον ἔξωθεν μορφήν, ἐν ᾧ πάσχων Χριστὸς μεγάλας ἐπετέλει δόξας, καταργῶν τὸν ἀντικείμενον καὶ εἰς τὴν τῶν λοιπῶν ὑποτύπωσιν ὑποδεικνύων ὅτι μηδὲν φοβερὸν ὅπου πατρὸς ἀγάπη, μηδὲ ἀλγεινὸν ὅπου Χριστοῦ δόξα.

しかしその肉体は、起こったことの証人であった。全身が傷であり、打ち身であり、縮こまり、人間の外なる姿を失っていた。その中で苦しみを受けながら、キリストは大いなる栄光を成し遂げ、敵対する者を無力にし、残りの者たちへの手本として、父の愛があるところには何も恐ろしいものはなく、キリストの栄光があるところには何も苦しいものはないことを示した。

24

τῶν γὰρ ἀνόμων μεθ’ ἡμέρας πάλιν στρεβλούντων τὸν μάρτυρα καὶ νομιζόντων ὅτι οἰδούντων καὶ φλεγμαινόντων τῶν σωμάτων, εἰ τὰ αὐτὰ προσενέγκοιεν κολαστήρια, περιέσοιντο αὐτοῦ, ὁπότε οὐδὲ τὴν ἀπὸ τῶν χειρῶν ἁφὴν ἠνείχετο, ἢ ὅτι ἐναποθανὼν ταῖς βασάνοις φόβον ἐμποιήσειεν τοῖς λοιποῖς, οὐ μόνον οὐδὲν περὶ αὐτὸν τοιοῦτο συνέβη, ἀλλὰ καὶ παρὰ πᾶσαν δόξαν ἀνθρώπων ἀνέκυψεν καὶ ἀνωρθώθη τὸ σωμάτιον ἐν ταῖς μετέπειτα βασάνοις, καὶ τὴν ἰδέαν ἀπέλαβεν τὴν προτέραν καὶ τὴν χρῆσιν τῶν μελῶν, ὥστε μὴ κόλασιν, ἀλλ’ ἴασιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ τὴν δευτέραν στρέβλωσιν αὐτῷ γενέσθαι.

数日後、無法な者たちが再びこの殉教者を責め立てたとき、彼らはこう考えていた——肉体が腫れ、爛れているのだから、同じ責め具をもう一度加えれば彼に打ち勝てるだろう、手で触れることさえ彼が耐えられなかったのだから、と。あるいは、拷問のさなかに彼が死ねば、残りの者たちに恐れを起こさせることになる、とも考えていた。ところが、彼の身にはそのようなことは何一つ起こらず、むしろ人々の予想にことごとく反して、その肉体はのちの拷問によって立ち直り、まっすぐになり、以前の姿と手足の働きとを取り戻した。こうしてキリストの恵みによって、この二度目の責めは彼にとって罰ではなく癒やしとなった。

25

Καὶ Βιβλίδα δέ, μίαν τῶν ἠρνημένων, ἤδη δοκῶν ὁ διάβολος καταπεπωκέναι, θελήσας δὲ καὶ διὰ βλασφημίας κατακρῖναι, ἦγεν ἐπὶ κόλασιν, ἀναγκάζων εἰπεῖν τὰ ἄθεα περὶ ἡμῶν, ὡς εὔθραυστον ἤδη καὶ ἄνανδρον·

またビブリスについても——否認した者たちのうちの一人であったが——悪魔はすでに彼女を呑み込んだと思い込んでおり、さらに冒瀆の言葉によって彼女を断罪しようと望んで、罰へと引き出し、我々について無神論的なことを言うよう強いた。彼女はもはや脆く、意気地のない者と見なされていたからである。

26

ἣ δὲ ἐν τῇ στρεβλώσει ἀνένηψεν καὶ ὡς ἂν εἰπεῖν ἐκ βαθέος ὕπνου ἀνεγρηγόρησεν, ὑπομνησθεῖσα διὰ τῆς προσκαίρου τιμωρίας τὴν αἰώνιον ἐν γεέννῃ κόλασιν, καὶ ἐξ ἐναντίας ἀντεῖπεν τοῖς βλασφήμοις, φήσασα πῶς ἂν παιδία φάγοιεν οἱ τοιοῦτοι, οἷς μηδὲ ἀλόγων ζῴων αἷμα φαγεῖν ἐξόν; καὶ ἀπὸ τοῦδε Χριστιανὴν ἑαυτὴν ὡμολόγει καὶ τῷ κλήρῳ τῶν μαρτύρων προσετέθη.

しかし彼女は責めのうちで我に返り、いわば深い眠りから覚めるように目を覚まし、一時の刑罰によって、ゲヘナにおける永遠の罰を思い起こし、冒瀆する者たちに真っ向から言い返して、こう言った。「理性を持たぬ獣の血さえ食べることを許されない者たちが、どうして子供を食べたりするだろうか。」そしてこの時から、彼女は自らをキリスト教徒であると告白し、殉教者たちの分け前に加えられた。

27

Καταργηθέντων δὲ τῶν τυραννικῶν κολαστηρίων ὑπὸ τοῦ Χριστοῦ διὰ τῆς τῶν μακαρίων ὑπομονῆς, ἑτέρας μηχανὰς ὁ διάβολος ἐπενόει, τὰς κατὰ τὴν εἱρκτὴν ἐν τῷ σκότει καὶ τῷ χαλεπωτάτῳ χωρίῳ συγκλείσεις καὶ τὰς ἐν τῷ ξύλῳ διατάσεις τῶν ποδῶν, ἐπὶ πέμπτον διατεινομένων τρύπημα, καὶ τὰς λοιπὰς αἰκὶας, ὅσας εἰώθασιν ὀργιζόμενοι ὑπουργοὶ καὶ ταῦτα διαβόλου πλήρεις διατιθέναι τοὺς ἐγκλειομένους· ὥστε ἀποπνιγῆναι τοὺς πλείστους ἐν τῇ εἱρκτῇ, ὅσους γε ὁ κύριος οὕτως ἐξελθεῖν ἠθέλησεν, ἐπιδεικνύων τὴν αὐτοῦ δόξαν.

そして、暴虐な責め具がキリストによって、祝された者たちの耐え忍びを通して無力にされると、悪魔は別のたくらみを案出した。すなわち、牢獄の暗闇の中、最も過酷な場所への閉じ込め、そして足枷で足を第五の穴まで引き伸ばすこと、そのほかの虐待——怒りに燃える下役たちが、悪魔に満たされて、閉じ込められた者たちに対して常々加えるたぐいのもの——である。こうして牢獄の中で大多数の者が窒息して死んだ。主がご自身の栄光を示しつつ、そのようにして世を去ることを望まれた者たちは、みなそうであった。

28

οἱ μὲν γὰρ βασανισθέντες πικρῶς ὥστε δοκεῖν μηδὲ τῆς πάσης θεραπείας τυχόντας ἔτι ζῆσαι δύνασθαι, παρέμενον ἐν τῇ εἱρκτῇ, ἔρημοι μὲν τῆς παρὰ ἀνθρώπων ἐπιμελείας, ἀναρρωννύμενοι δὲ ὑπὸ κυρίου καὶ ἐνδυναμούμενοι καὶ σώματι καὶ ψυχῇ καὶ τοὺς λοιποὺς παρορμῶντες καὶ παραμυθούμενοι· οἱ δὲ νεαροὶ καὶ ἄρτι συνειλημμένοι, ὧν μὴ προκατῄκιστο τὰ σώματα, τὸ βάρος οὐκ ἔφερον τῆς συγκλείσεως, ἀλλ’ ἔνδον ἐναπέθνῃσκον.

あまりに苛烈な拷問を受けたため、たとえあらゆる手当てを受けたとしても、もはや生き延びることはできないだろうと思われた者たちは、牢獄の中に留まり、人からの世話には見放されていたが、主によって元気づけられ、肉体においても魂においても力づけられ、ほかの者たちを励まし慰めていた。だが、まだ若く、つい最近捕らえられたばかりで、肉体があらかじめ痛めつけられていなかった者たちは、閉じ込めの重みに耐えられず、中で死んでいった。

29

Ὁ δὲ μακάριος Ποθεινός, ὁ τὴν διακονίαν τῆς ἐπισκοπῆς ἐν Λουγδούνῳ πεπιστευμένος, ὑπὲρ τὰ ἐνενήκοντα ἔτη τῆς ἡλικίας γεγονὼς καὶ πάνυ ἀσθενὴς τῷ σώματι, μόλις μὲν ἐμπνέων διὰ τὴν προκειμένην σωματικὴν ἀσθένειαν, ὑπὸ δὲ προθυμίας πνεύματος ἀναρρωννύμενος διὰ τὴν ἐγκειμένην τῆς μαρτυρίας ἐπιθυμίαν, καὶ αὐτὸς ἐπὶ τὸ βῆμα ἐσύρετο, τοῦ μὲν σώματος καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ τῆς νόσου λελυμένου, τηρουμένης δὲ τῆς ψυχῆς ἐν αὐτῷ, ἵνα δι’ αὐτῆς Χριστὸς θριαμβεύσῃ·

祝されたポティノスは、リヨンにおいて監督の奉仕を委ねられていた者であり、齢すでに九十歳を超え、肉体はひどく弱っていた。かねてよりの肉体の衰弱のためにかろうじて息をしていた。しかし、霊の熱意によって元気づけられ、内に秘めた殉教への欲望のゆえに、彼自身も法廷へと引きずられて行った。その肉体は老いと病とによって衰え果てていたが、魂は彼のうちに保たれていた。それは、その魂を通してキリストが勝利の行進をなし遂げるためであった。

30

ὃς ὑπὸ τῶν στρατιωτῶν ἐπὶ τὸ βῆμα κομισθείς, παραπεμπόντων αὐτὸν τῶν πολιτικῶν ἐξουσιῶν καὶ παντὸς τοῦ πλήθους, ἐπιβοήσεις παντοίας ποιουμένων ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ, ἀπεδίδου τὴν καλὴν μαρτυρίαν.

彼は兵士たちによって法廷へと運ばれ、市の権力者たちと群衆全体とが付き添い、彼こそキリストであるかのように、あらゆる叫び声を上げる中、彼はあの立派な殉教を果たしつつあった。

31

ἀνεταζόμενος δὲ ὑπὸ τοῦ ἡγεμόνος τίς εἴη Χριστιανῶν ὁ θεός, ἔφη ἐὰν ᾖς ἄξιος, γνώσῃ· ἐντεῦθεν δὲ ἀφειδῶς ἐσύρετο καὶ ποικίλας ἔπασχε πληγάς, τῶν μὲν σύνεγγυς χερσὶν καὶ ποσὶν ἐνυβριζόντων παντοίως, μηδὲ τὴν ἡλικίαν αἰδουμένων αὐτοῦ, τῶν δὲ μακράν, ὃ μετὰ χεῖρας ἕκαστος εἶχεν, εἰς αὐτὸν ἀκοντιζόντων, πάντων δὲ ἡγουμένων μεγάλως πλημμελεῖν καὶ ἀσεβεῖν, εἴ τις ἀπολειφθείη τῆς εἰς αὐτὸν ἀσελγείας· καὶ γὰρ τοὺς θεοὺς αὐτῶν ᾤοντο οὕτως ἐκδικήσειν. καὶ μόγις ἐμπνέων ἐρρίφη ἐν τῇ εἱρκτῇ καὶ μετὰ δύο ἡμέρας ἀπέψυξεν.

総督から「キリスト教徒たちの神とは誰か」と問い質されると、彼は「お前がふさわしい者であれば、知るであろう」と言った。そこから彼は情け容赦なく引きずられ、さまざまな打擲を受けた。近くにいる者たちは手や足であらゆる仕方で彼を辱め、その年齢を敬うことすらせず、遠くにいる者たちは、それぞれ手にしていたものを彼に投げつけた。誰もが、彼に対する狼藉を怠れば大いに罪を犯し、不敬虔を行うことになると考えていた。彼らはそうすることによって自分たちの神々の仇を討つのだと思っていたのである。そしてかろうじて息をしながら牢獄に投げ込まれ、二日後に息絶えた。

32

Ἐνταῦθα δὴ μεγάλη τις οἰκονομία θεοῦ ἐγίνετο καὶ ἔλεος ἀμέτρητον ἀνεφαίνετο Ἰησοῦ, σπανίως μὲν ἐν τῇ ἀδελφότητι γεγονός, μὴ ἀπολειπόμενον δὲ τῆς τέχνης Χριστοῦ.

ここにおいて、神の大いなる経綸がなされ、イエスの計り知れない憐れみが現れた。それは兄弟団のうちにあってまれにしか起こらなかったことであるが、キリストの技から外れるものではなかった。

33

οἱ γὰρ κατὰ τὴν πρώτην σύλληψιν ἔξαρνοι γενόμενοι συνεκλείοντο καὶ αὐτοὶ καὶ μετεῖχον τῶν δεινῶν· οὐδὲ γὰρ ἐν τῷ καιρῷ τούτῳ ὄφελός τι αὐτοῖς ἡ ἐξάρνησις ἐγίνετο, ἀλλ’ οἱ μὲν ὁμολογοῦντες ὃ καὶ ἦσαν, συνεκλείοντο ὡς Χριστιανοί, μηδεμιᾶς ἄλλης αἰτίας αὐτοῖς ἐπιφερομένης, οὗτοι δὲ λοιπὸν ὡς ἀνδροφόνοι καὶ μιαροὶ κατείχοντο, διπλότερον παρὰ τοὺς λοιποὺς κολαζόμενοι.

というのも、最初の逮捕のときに否認した者たちも、閉じ込められて、この者たち自身もまた恐ろしい目にあずかったからである。この時にあっては、否認したことは彼らにとって何の益にもならなかった。むしろ、自分たちがまさにそうであるところのもの〔キリスト教徒〕を告白した者たちは、キリスト教徒として閉じ込められ、それ以外のいかなる罪状も彼らに加えられなかったのに対し、この者たちはなお、人殺し、汚れた者として捕らえられ、他の者たちよりも二倍重く罰せられた。

34

ἐκείνους μὲν γὰρ ἐπεκούφιζεν ἡ χαρὰ τῆς μαρτυρίας καὶ ἡ ἐλπὶς τῶν ἐπηγγελμένων καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη καὶ τὸ πνεῦμα τὸ πατρικόν, τούτους δὲ τὸ συνειδὸς μεγάλως ἐτιμωρεῖτο, ὥστε καὶ παρὰ τοῖς λοιποῖς ἅπασιν κατὰ τὰς παρόδους διαδήλους τὰς ὄψεις αὐτῶν εἶναι.

前者は、殉教の喜びと、約束されたものへの希望と、キリストへの愛と、父の霊とによって、その重荷を軽くされた。しかし後者は、良心に大いに苛まれたので、ほかの者たち皆の目にも、道すがら彼らの顔つきによってその違いが明らかであった。

35

οἳ μὲν γὰρ ἱλαροὶ προῄεσαν, δόξης καὶ χάριτος πολλῆς ταῖς ὄψεσιν αὐτῶν συγκεκραμένης, ὥστε καὶ τὰ δεσμὰ κόσμον εὐπρεπῆ περικεῖσθαι αὐτοῖς, ὡς νύμφῃ κεκοσμημένῃ ἐν κροσσωτοῖς χρυσοῖς πεποικιλμένοις, τὴν εὐωδίαν ὀδωδότες ἅμα τὴν Χριστοῦ, ὥστε ἐνίους δόξαι καὶ μύρῳ κοσμικῷ κεχρῖσθαι αὐτούς· οἳ δὲ κατηφεῖς καὶ ταπεινοὶ καὶ δυσειδεῖς καὶ πάσης ἀσχημοσύνης ἀνάπλεοι, προσέτι δὲ καὶ ὑπὸ τῶν ἐθνῶν ὀνειδιζόμενοι ὡς ἀγεννεῖς καὶ ἄνανδροι, ἀνδροφόνων μὲν ἐγκλήματα ἔχοντες, ἀπολωλεκότες δὲ τὴν πάντιμον καὶ ἔνδοξον καὶ ζωοποιὸν προσηγορίαν. ταῦτα δὴ οἱ λοιποὶ θεωροῦντες ἐστηρίχθησαν, καὶ οἱ συλλαμβανόμενοι ἀδιστάκτως ὡμολόγουν, μηδὲ ἔννοιαν ἔχοντες διαβολικοῦ λογισμοῦ.

というのも、ある者たちは朗らかな面持ちで進み出た。栄光と多くの恵みとが彼らの顔つきに満ち混じっていたので、その鎖までもが麗しい飾りとして彼らの周りに、金糸の縁飾りをもって飾られた花嫁のごとくに掛けられており、しかも同時にキリストの芳しい香りを放っていたので、ある者たちには、彼らが世俗の香油を塗られているとさえ思われたほどであった。他方、うなだれ、卑しく、見苦しく、あらゆる恥ずべき有り様に満ちた者たちもあり、その上、異邦人たちからも、卑しく男らしくない者として謗られ、人殺しの罪状を負いながら、この上なく貴く、栄えあり、命を与えるあの名を失っていた。これらのことを見て、残りの者たちは力づけられ、捕らえられる者たちはためらわず告白した。悪魔的な思いを何ら抱くこともなく。

36

τούτοις μεταξύ τινα ἐπειπόντες, αὖθις ἐπιφέρουσιν· μετὰ ταῦτα δὴ λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξόδου αὐτῶν. ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παντοίων ἀνθῶν ἕνα πλέξαντες στέφανον προσήνεγκαν τῷ πατρί· ἐχρῆν δ’ οὖν τοὺς γενναίους ἀθλητὰς ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νικήσαντας ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέφανον.

これらの言葉の間にいくつかのことを述べたのち、彼らは再びこう続けて言っている。これらのことの後、彼らが旅立つ、その殉教のさまは、あらゆる形に分かれていった。様々な色と、あらゆる種類の花とから一つの冠を編み上げて、父に献げた。すなわち、雄々しい競技者たちが、多彩な戦いに耐え忍び、大いなる勝利を収めた末に、不朽の大いなる冠を受け取るのは当然のことだったのである。

37

ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ ἡ Βλανδῖνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ δημόσιον καὶ εἰς κοινὸν τῶν ἐθνῶν τῆς ἀπανθρωπίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχίων ἡμέρας διὰ τοὺς ἡμετέρους διδομένης.

こうしてマトゥロスとサンクトゥスとブランディナとアッタロスは、公けの場において、異邦人たちの人らしからぬことの共同の見世物として、猛獣のもとへと引き出された。まさに我々の仲間のために、猛獣との闘いの日が特に設けられていたからである。

38

καὶ ὁ μὲν Μάτουρος καὶ ὁ Σάγκτος αὖθις διῄεσαν ἐν τῷ ἀμφιθεάτρῳ διὰ πάσης κολάσεως, ὡς μηδὲν ὅλως προπεπονθότες, μάλλον δ’ ὡς διὰ πλειόνων ἤδη κλήρων ἐκβεβιακότες τὸν ἀντίπαλον καὶ περὶ τοῦ στεφάνου αὐτοῦ τὸν ἀγῶνα ἔχοντες, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων τὰς ἐκεῖσε εἰθισμένας καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμοὺς καὶ πάνθ’ ὅσα μαινόμενος ὁ δῆμος, ἄλλοι ἀλλαχόθεν, ἐπεβόων καὶ ἐπεκελεύοντο, ἐπὶ πᾶσιν τὴν σιδηρᾶν καθέδραν, ἐφ’ ἧς τηγανιζόμενα τὰ σώματα κνίσης αὐτοὺς ἐνεφόρει.

マトゥロスとサンクトゥスとは、円形闘技場において、あらゆる罰を通ってふたたび行き進んだ。あたかも以前には何一つ苦しみを受けなかったかのように、いやむしろ、すでに幾度もの籤を経て敵手を打ち負かし、まさにその冠をめぐって戦いを続けているかのように。彼らは再び、そこで慣例となっていた鞭の道筋と、猛獣に引きずり回されることと、狂乱した民衆があちらこちらから叫び立て、囃し立てるあらゆることに耐え、そのすべての果てに鉄の椅子に据えられ、その上で肉体が焼き網にかけられ、その臭いが彼らを満たした。

39

οἱ δ’ οὐδ’ οὕτως ἔληγον, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐξεμαίνοντο, βουλόμενοι νικῆσαι τὴν ἐκείνων ὑπομονήν, καὶ οὐδ’ ὣς παρὰ Σάγκτου ἕτερόν τι εἰσήκουσαν παρ’ ἣν ἀπ’ ἀρχῆς εἴθιστο λέγειν τῆς ὁμολογίας φωνήν.

しかし彼らはそれでもなお止めることをせず、いよいよますます狂い立った。彼らの耐え忍びに打ち勝とうと望んだからである。それでもやはり、サンクトゥスから、彼が初めから言い慣わしていたあの告白の言葉のほかには、何一つ聞き出すことができなかった。

40

οὗτοι μὲν οὖν, δι’ ἀγῶνος μεγάλου ἐπὶ πολὺ παραμενούσης αὐτῶν τῆς ψυχῆς, τοὔσχατον ἐτύθησαν, διὰ τῆς ἡμέρας ἐκείνης ἀντὶ πάσης τῆς ἐν τοῖς μονομαχίοις ποικιλίας αὐτοὶ θέαμα γενόμενοι τῷ κόσμῳ·

こうして彼らは、大いなる戦いを通して、その魂が長く踏みとどまった末に、最後に屠られた。かの日をもって、彼らは剣闘士の見世物のあらゆる多彩さの代わりに、みずから世に対する見世物となったのである。

41

ἡ δὲ Βλανδῖνα ἐπὶ ξύλου κρεμασθεῖσα προύκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων· ἣ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη διὰ τῆς εὐτόνου προσευχῆς πολλὴν προθυμίαν τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς διὰ τῆς ἀδελφῆς τὸν ὑπὲρ αὐτῶν ἐσταυρωμένον, ἵνα πείσῃ τοὺς πιστεύοντας εἰς αὐτὸν ὅτι πᾶς ὁ ὑπὲρ τῆς Χριστοῦ δόξης παθὼν τὴν κοινωνίαν ἀεὶ ἔχει μετὰ τοῦ ζῶντος θεοῦ.

他方ブランディナは、杭に掛けられ、投げ入れられる猛獣の餌食として差し出されていた。そして彼女が十字架の姿で掛けられているのを見られることによって、力強い祈りをもって、戦う者たちに多くの意気込みを生じさせた。彼らは戦いのうちにありながら、外なる目によって、姉妹を通して、彼らのために十字架につけられた方を見ていたのである。それは、彼に信を置く者たちに、キリストの栄光のために苦しみを受けた者はみな、常に生ける神との交わりを持つのだということを、納得させるためであった。

42

καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτήν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, ἵνα διὰ πλειόνων γυμνασμάτων νικήσασα, τῷ μὲν σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, προτρέψηται δὲ τοὺς ἀδελφούς, ἡ μικρὰ καὶ ἀσθενὴς καὶ εὐκαταφρόνητος μέγαν καὶ ἀκαταγώνιστον ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιάσασα τὸν ἀντικείμενον καὶ δι’ ἀγῶνος τὸν τῆς ἀφθαρσίας στεψαμένη στέφανον.

そのとき猛獣のいずれも彼女に触れなかったので、彼女は杭から下ろされ、再び牢獄へと引き上げられ、別の戦いのために取っておかれた。それは、彼女がより多くの鍛錬を経て勝利を収め、曲がりくねった蛇に対しては動かしがたい断罪を下し、兄弟たちを励ますためであった——小さく、弱く、取るに足りぬ者でありながら、大いなる、打ち負かされることのない競技者キリストを身にまとった彼女は、幾度もの籤を経て敵対する者を圧倒し、戦いを通して不朽の冠を戴いたのである。

43

Ὁ δὲ Ἄτταλος καὶ αὐτὸς μεγάλως ἐξαιτηθεὶς ὑπὸ τοῦ ὄχλου (καὶ γὰρ ἦν ὀνομαστός), ἕτοιμος εἰσῆλθεν ἀγωνιστὴς διὰ τὸ εὐσυνείδητον, ἐπειδὴ γνησίως ἐν τῇ Χριστιανῇ συντάξει γεγυμνασμένος ἦν καὶ ἀεὶ μάρτυς ἐγεγόνει παρ’ ἡμῖν ἀληθείας.

アッタロス自身もまた、群衆から強く要求され(彼は評判の高い者であったからである)、その良心の潔白さゆえに、用意のできた闘う者として入って行った。というのも、彼はキリスト教の規律のうちに真正に鍛え上げられており、我々のもとで常に真理の証人であったからである。

44

καὶ περιαχθεὶς κύκλῳ τοῦ ἀμφιθεάτρου, πίνακος αὐτὸν προάγοντος ἐν ᾧ ἐγέγραπτο Ῥωμαϊστί οὗτός ἐστιν Ἄτταλος ὁ Χριστιανός, καὶ τοῦ δήμου σφόδρα σφριγῶντος ἐπ’ αὐτῷ, μαθὼν ὁ ἡγεμὼν ὅτι Ῥωμαῖός ἐστιν, ἐκέλευσεν αὐτὸν ἀναληφθῆναι μετὰ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ εἱρκτῇ ὄντων, περὶ ὧν ἐπέστειλεν τῷ Καίσαρι καὶ περιέμενεν τὴν ἀπόφασιν τὴν ἀπ’ ἐκείνου.

そして彼は円形闘技場のまわりを引き回された。彼の前を、「これはアッタロス、キリスト教徒である」とローマの言葉で記された板が進み、民衆は彼に対していきり立った。しかし総督は、彼がローマの市民であることを知ると、彼を、なお牢獄にいた他の者たちとともに連れ戻すよう命じ、彼らについてはカエサルに書き送り、その裁定を待った。

45

Ὁ δὲ διὰ μέσου καιρὸς οὐκ ἀργὸς αὐτοῖς οὐδὲ ἄκαρπος ἐγίνετο, ἀλλὰ διὰ τῆς ὑπομονῆς αὐτῶν τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο Χριστοῦ· διὰ γὰρ τῶν ζώντων ἐζωοποιοῦντο τὰ νεκρά, καὶ μάρτυρες τοῖς μὴ μάρτυσιν ἐχαρίζοντο, καὶ ἐνεγίνετο πολλὴ χαρὰ τῇ παρθένῳ μητρί, οὓς ὡς νεκροὺς ἐξέτρωσε, τούτους ζῶντας ἀπολαμβανούσῃ.

その間の時は、彼らにとって怠惰でも実りのないものでもなく、むしろ彼らの耐え忍びを通して、キリストの計り知れない憐れみが現れた。生きている者たちを通して、死んだ者たちが生かされたからである。殉教者たちは、殉教者ではない者たちに恵みを与え、処女なる母には大いなる喜びが生まれた。死んだ子として流産していた者たちを、今や生きた子として取り戻したからである。

46

δι’ ἐκείνων γὰρ οἱ πλείους τῶν ἠρνημένων ἀνεμετροῦντο καὶ ἀνεκυΐσκοντο καὶ ἀνεζωπυροῦντο καὶ ἐμάνθανον ὁμολογεῖν καὶ ζῶντες ἤδη καὶ τετονωμένοι προσῄεσαν τῷ βήματι, ἐγγλυκαίνοντος τοῦ τὸν μὲν θάνατον τοῦ ἁμαρτωλοῦ μὴ βουλομένου, ἐπὶ δὲ τὴν μετάνοιαν χρηστευομένου θεοῦ, ἵνα καὶ πάλιν ἐπερωτηθῶσιν ὑπὸ τοῦ ἡγεμόνος.

彼らを通して、否認していた者たちの多くは、再び量り直され、再び身ごもられ、再び燃え立たされて、告白することを学び、今や生ける者、力づけられた者として法廷へと進み出た。罪人の死を望まず、悔い改めに対して慈しみを示す神が、事を甘美にしてくださったのである。彼らがふたたび総督によって尋問されるためである。

47

ἐπιστείλαντος γὰρ τοῦ Καίσαρος τοὺς μὲν ἀποτυμπανισθῆναι, εἰ δέ τινες ἀρνοῖντο, τούτους ἀπολυθῆναι, τῆς ἐνθάδε πανηγύρεως (ἔστιν δὲ αὕτη πολυάνθρωπος ἐκ πάντων τῶν ἐθνῶν συνερχομένων εἰς αὐτήν) ἀρχομένης συνεστάναι, ἀνῆγεν ἐπὶ τὸ βῆμα θεατρίζων τοὺς μακαρίους καὶ ἐμπομπεύων τοῖς ὄχλοις· δι’ ὃ καὶ πάλιν ἀνήταζεν, καὶ ὅσοι μὲν ἐδόκουν πολιτείαν Ῥωμαίων ἐσχηκέναι, τούτων ἀπέτεμνε τὰς κεφαλάς, τοὺς δὲ λοιποὺς ἔπεμπεν εἰς θηρία.

カエサルが、〔信仰にとどまる〕者たちは打ち殺されるべきこと、もし誰かが否認するならば、その者は釈放されるべきことを書き送っていたので、ちょうどこの地の祭り(これは、あらゆる国々の民が集って来る、人の多い祭りである)が始まろうとしていたとき、〔総督は〕かの祝された者たちを法廷へと引き上げ、見世物にして群衆に晒した。それゆえ彼は再び尋問し、ローマの市民権を持っていると見られた者たちについては、その首を斬り、残りの者たちは猛獣へと送った。

48

ἐδοξάζετο δὲ μεγάλως ὁ Χριστὸς ἐπὶ τοῖς πρότερον ἀρνησαμένοις, τότε παρὰ τὴν τῶν ἐθνῶν ὑπόνοιαν ὁμολογοῦσιν. καὶ γὰρ ἰδίᾳ οὗτοι ἀνητάζοντο ὡς δῆθεν ἀπολυθησόμενοι, καὶ ὁμολογοῦντες προσετίθεντο τῷ τῶν μαρτύρων κλήρῳ· ἔμειναν δὲ ἔξω οἱ μηδὲ ἴχνος πώποτε πίστεως μηδὲ αἴσθησιν ἐνδύματος νυμφικοῦ μηδὲ ἔννοιαν φόβου θεοῦ σχόντες, ἀλλὰ καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν βλασφημοῦντες τὴν ὁδόν, τοῦτ’ ἐστὶν οἱ υἱοὶ τῆς ἀπωλείας, οἱ δὲ λοιποὶ πάντες τῇ ἐκκλησίᾳ προσετέθησαν·

以前に否認していた者たちが、そのとき異邦人たちの予期に反して告白したことによって、キリストは大いに讃えられた。というのも彼らは、あたかも釈放されるだろうということで個別に尋問されたのであるが、告白することによって、殉教者たちの分け前に加えられたからである。しかし、いまだかつて信仰の痕跡も、婚礼の衣をまとう感覚も、神への畏れの思いも持たず、かえってその振る舞いによって「道」を謗っていた者たち——すなわち滅びの子ら——は、外に留まった。他方、残りの者はみな教会に加えられた。

49

ὧν καὶ ἀνεταζομένων, Ἀλέξανδρός τις, Φρὺξ μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, πολλοῖς ἔτεσιν ἐν ταῖς Γαλλίαις διατρίψας καὶ γνωστὸς σχεδὸν πᾶσιν διὰ τὴν πρὸς θεὸν ἀγάπην καὶ παρρησίαν τοῦ λόγου (ἦν γὰρ καὶ οὐκ ἄμοιρος ἀποστολικοῦ χαρίσματος), παρεστὼς τῷ βήματι καὶ νεύματι προτρέπων αὐτοὺς πρὸς τὴν ὁμολογίαν, φανερὸς ἦν τοῖς περιεστηκόσιν τὸ βῆμα ὥσπερ ὠδίνων.

彼らが尋問されているとき、アレクサンドロスという人物——生まれはフリュギア人、職としては医者であり、長年ガリアの地に滞在し、神への愛と言葉の大胆さのゆえにほとんどすべての者に知られていた者(というのも、彼は使徒的な賜物と無縁でもなかったからである)——が、法廷のそばに立ち、身振りをもって彼らを告白へと促していたが、法廷を取り巻く者たちには、あたかも産みの苦しみをする者であるかのように、はっきりと見えていた。

50

ἀγανακτήσαντες δὲ οἱ ὄχλοι ἐπὶ τῷ τοὺς πρότερον ἠρνημένους αὖθις ὁμολογεῖν, κατεβόησαν τοῦ Ἀλεξάνδρου ὡς ἐκείνου τοῦτο ποιοῦντος, καὶ ἐπιστήσαντος τοῦ ἡγεμόνος καὶ ἀνετάσαντος αὐτὸν τίς εἴη, τοῦ δὲ φήσαντος ὅτι Χριστιανός, ἐν ὀργῇ γενόμενος κατέκρινεν αὐτὸν πρὸς θηρία. καὶ τῇ ἐπιούσῃ εἰσῆλθεν μετὰ καὶ τοῦ Ἀττάλου, καὶ γὰρ καὶ τὸν Ἄτταλον τῷ ὄχλῳ χαριζόμενος ὁ ἡγεμὼν ἐξέδωκε πάλιν πρὸς θηρία·

群衆は、以前に否認していた者たちが再び告白するのに憤り、これはアレクサンドロスの仕業であるとして彼に対して叫び立てた。総督が進み出て、彼が何者であるかを尋問し、彼が「私はキリスト教徒である」と答えると、〔総督は〕怒りに満たされ、彼を猛獣刑に処した。そして翌日、彼はアッタロスとともに〔闘技場に〕入った。総督が群衆に迎合して、アッタロスをも再び猛獣へと引き渡したからである。

51

οἳ καὶ διὰ πάντων διελθόντες τῶν ἐν τῷ ἀμφιθεάτρῳ πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων καὶ μέγιστον ὑπομείναντες ἀγῶνα, τοὔσχατον ἐτύθησαν καὶ αὐτοί, τοῦ μὲν Ἀλεξάνδρου μήτε στενάξαντος μήτε γρύξαντός τι ὅλως, ἀλλὰ κατὰ καρδίαν ὁμιλοῦντος τῷ θεῷ,

彼らは、円形闘技場において罰のために考え出された道具のことごとくを通り抜け、この上なく大きな戦いを耐え忍んだ末に、ついに彼ら自身も屠られた。アレクサンドロスはうめきも、また一言の声も全く漏らさず、ひたすら心のうちで神と語り合っていた。

52

ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ Ῥωμαϊκῇ φωνῇ ἰδοὺ τοῦτό ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς· ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν οὔθ’ ἕτερόν τι πονηρὸν πράσσομεν. ἐπερωτώμενος δὲ τί ὄνομα ἔχει ὁ θεός, ἀπεκρίθη ὁ θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος.

アッタロスは、鉄の椅子に据えられて焼かれ、肉体から立ちのぼる臭いが上がったとき、群衆に向かってローマの言葉でこう言った。「見よ、これこそ人を食べるということだ、諸君がしていることは。しかし我々は人を食べもしなければ、他に何ら悪しきことも行わない。」神はいかなる名を持つのかと問われると、彼は「神は人間のような名を持たない」と答えた。

53

Ἐπὶ πᾶσι δὲ τούτοις τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχίων ἡ Βλανδῖνα πάλιν εἰσεκομίζετο μετὰ καὶ Ποντικοῦ, παιδαρίου ὡς πεντεκαίδεκα ἐτῶν, οἳ καὶ καθ’ ἡμέραν εἰσήγοντο πρὸς τὸ βλέπειν τὴν τῶν λοιπῶν κόλασιν· καὶ ἠναγκάζοντο ὀμνύναι κατὰ τῶν εἰδώλων αὐτῶν, καὶ διὰ τὸ ἐμμένειν εὐσταθῶς καὶ ἐξουθενεῖν αὐτοὺς ἠγριώθη πρὸς αὐτοὺς τὸ πλῆθος, ὡς μήτε τὴν ἡλικίαν τοῦ παιδὸς οἰκτεῖραι μήτε τὸ γύναιον αἰδεσθῆναι,

これらすべてに加えて、剣闘士の見世物の最後の日、ブランディナが再び運び入れられた、十五歳ほどの少年ポンティコスとともに。彼らは、他の者たちが受ける罰を見るために日々連れて来られていたのである。そして二人は、あの者たちの偶像にかけて誓うことを強いられた。二人が揺るがずにとどまり、これを歯牙にもかけなかったため、群衆は彼らに対して荒れ狂い、少年の年齢を憐れむこともなく、その女を憚ることもなかった。

54

πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι, ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι. ὁ μὲν γὰρ Ποντικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στηρίζουσα αὐτόν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας ἀπέδωκεν τὸ πνεῦμα·

彼らはあらゆる恐ろしい目に二人を投じ入れ、ひとめぐりのあらゆる罰を通して二人を引き回し、代わる代わる誓わせようと強いたが、これを行わせることはできなかった。ポンティコスは姉妹に励まされ——異邦人たちの目にも、彼女が彼を励まし支えている者であることが見えるほどに——あらゆる罰を雄々しく耐え忍んだのち、その霊を渡した。

55

ἡ δὲ μακαρία Βλανδῖνα πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμήσασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ τῶν παίδων ἀγωνίσματα ἔσπευδεν πρὸς αὐτούς, χαίρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμφικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία βεβλημένη·

祝された女ブランディナは、すべての者のうち最後にあって、あたかも気高い母が子らを励まし、勝利者として王のもとへ送り出したように、子らの戦いをことごとく自ら量りきったうえで、彼らのもとへと急いだ。その旅立ちを喜び、喜び躍りながら、あたかも婚礼の晩餐に招かれた者のようであって、猛獣に投げ与えられた者のようではなかった。

56

καὶ μετὰ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γυργαθὸν βληθεῖσα ταύρῳ παρεβλήθη, καὶ ἱκανῶς ἀναβληθεῖσα πρὸς τοῦ ζῴου μηδὲ αἴσθησιν ἔτι τῶν συμβαινόντων ἔχουσα διὰ τὴν ἐλπίδα καὶ ἐποχὴν τῶν πεπιστευμένων καὶ ὁμιλίαν πρὸς Χριστόν, ἐτύθη καὶ αὐτή, καὶ αὐτῶν ὁμολογούντων τῶν ἐθνῶν ὅτι μηδεπώποτε παρ’ αὐτοῖς γυνὴ τοιαῦτα καὶ τοσαῦτα ἔπαθεν.

そして鞭ののち、猛獣ののち、焼き網ののち、ついに彼女は網籠に投げ入れられて牡牛に投げ与えられた。獣によってさんざんに宙へ投げ上げられながらも、信じてきたことへの希望と、それを固く保つこと、そしてキリストとの語らいのゆえに、もはや起こっていることを感じることさえなかった。そして彼女自身も屠られた。異邦人たち自身もまた、女がこれほど多様で、これほど多くのことに苦しんだことは自分たちのもとで一度もなかったと認めたのであった。

57

Ἀλλ’ οὐδ’ οὕτως κόρον ἐλάμβανεν αὐτῶν ἡ μανία καὶ ἡ πρὸς τοὺς ἁγίους ὠμότης. ὑπὸ γὰρ ἀγρίου θηρὸς ἄγρια καὶ βάρβαρα φῦλα ταραχθέντα δυσπαύστως εἶχεν, καὶ ἄλλην ἰδίαν ἀρχὴν ἐπὶ τοῖς σώμασιν ἐλάμβανεν ἡ ὕβρις αὐτῶν·

しかしそれでもなお、彼らの狂乱と聖徒たちに対する残忍さは、飽くことを知らなかった。野の獣によって荒々しく野蛮な諸族がかき立てられ、静めがたいさまとなっており、彼らの侮辱は、肉体に対して、あらためて独自の始まりを得たのである。

58

τὸ γὰρ νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει διὰ τὸ μὴ ἔχειν ἀνθρώπινον ἐπιλογισμόν, μᾶλλον δὲ καὶ ἐξέκαιεν αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμόνος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπιδεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ ὁ ἄνομος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι.

彼らが打ち負かされたということは、人間らしい思慮を持たなかったために、彼らを恥じ入らせることはなく、むしろ獣のように彼らの怒りをいっそうかき立てた。総督も民衆も、我々に対して等しく不正な憎しみを示していたのである。これは聖書に「不法な者はなおも不法を行え。正しい者はなおも義とされよ」とあるのが成就するためであった。

59

καὶ γὰρ τοὺς ἐναποπνιγέντας τῇ εἱρκτῇ παρέβαλλον κυσίν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ καὶ μεθ’ ἡμέραν μὴ κηδευθῇ τις ὑφ’ ἡμῶν· καὶ τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ πυρὸς λείψανα, πῇ μὲν ἐσπαραγμένα, πῇ δὲ ἠνθρακευμένα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς.

事実、彼らは牢獄の中で窒息死した者たちを犬に投げ与え、夜も昼も注意深く見張って、誰一人我々によって葬られることのないようにした。そして彼らは、猛獣による残骸と火による残骸とを、あるものは引き裂かれたまま、あるものは炭と化したままに晒し、また他の者たちの首をその切り離された部位とともに、同じように埋葬されぬまま、幾日ものあいだ兵士の見張りのもとに監視し続けた。

60

καὶ οἱ μὲν ἐνεβριμοῦντο καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτοῖς, ζητοῦντές τινα περισσοτέραν ἐκδίκησιν παρ’ αὐτῶν λαβεῖν, οἱ δὲ ἐνεγέλων καὶ ἐπετώθαζον, μεγαλύνοντες ἅμα τὰ εἴδωλα αὐτῶν καὶ ἐκείνοις προσάπτοντες τὴν τούτων τιμωρίαν, οἱ δὲ ἐπιεικέστεροι καὶ κατὰ ποσὸν συμπαθεῖν δοκοῦντες ὠνείδιζον πολύ, λέγοντες ποῦ ὁ θεὸς αὐτῶν καὶ τί αὐτοὺς ὤνησεν ἡ θρῃσκεία, ἣν καὶ πρὸ τῆς ἑαυτῶν εἵλαντο ψυχῆς;

そして、ある者たちは彼らに対して憤り歯ぎしりし、彼らからさらなる報復を得ようと求め、また別の者たちは笑い嘲り、自分たちの偶像を讃えながら、彼らの受けた刑罰をその偶像の功に帰した。さらに穏やかで、いくらか同情するように見える者たちも、「彼らの神はどこにいるのか。自らの魂にもまさって選び取ったこの礼拝は、彼らに何の益をもたらしたのか」と、大いに非難して言った。

61

καὶ τὰ μὲν ἀπ’ ἐκείνων τοιαύτην εἶχε τὴν ποικιλίαν, τὰ δὲ καθ’ ἡμᾶς ἐν μεγάλῳ καθειστήκει πένθει διὰ τὸ μὴ δύνασθαι τὰ σώματα κρύψαι τῇ γῇ· οὔτε γὰρ νὺξ συνεβάλλετο ἡμῖν. πρὸς τοῦτο οὔτε ἀργύρια ἔπειθεν οὔτε λιτανεία ἐδυσώπει, παντὶ δὲ τρόπῳ παρετήρουν, ὡς μέγα τι κερδανοῦντες, εἰ μὴ τύχοιεν ταφῆς.

彼らの側のことは、このようなさまざまであった。しかし我々の側は、肉体を地に葬ることができなかったために、大きな悲しみのうちにあった。夜もこのことのために我々を助けず、金銭も説き伏せることができず、嘆願も心を動かすことができなかった。彼らはあらゆる仕方で見張り続けた。埋葬にあずからせないことが、あたかも大きな利得ででもあるかのように。

62

Τούτοις ἑξῆς μεθ’ ἕτερά φασιν· τὰ οὖν σώματα τῶν μαρτύρων παντοίως παραδειγματισθέντα καὶ αἰθριασθέντα ἐπὶ ἡμέρας ἕξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ τῶν ἀνόμων κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμὸν πλησίον παραρρέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν φαίνηται ἐπὶ τῆς γῆς ἔτι.

これに続けて、他のことどもの後に、彼らはこう言っている。殉教者たちの肉体は、さまざまに晒し者にされ、六日のあいだ野ざらしにされたのち、無法な者たちによって焼かれ灰にされて、傍らを流れるローヌ川へと掃き捨てられた。彼らの残骸すら、もはや地上に見えることのないようにするためであった。

63

καὶ ταῦτ’ ἔπραττον ὡς δυνάμενοι νικῆσαι τὸν θεὸν καὶ ἀφελέσθαι αὐτῶν τὴν παλιγγενεσίαν, ἵνα, ὡς ἔλεγον ἐκεῖνοι, μηδὲ ἐλπίδα σχῶσιν ἀναστάσεως, ἐφ’ ᾗ πεποιθότες ξένην τινὰ καὶ καινὴν εἰσάγουσιν ἡμῖν θρῃσκείαν καὶ καταφρονοῦσι τῶν δεινῶν, ἕτοιμοι καὶ μετὰ χαρᾶς ἥκοντες ἐπὶ τὸν θάνατον· νῦν ἴδωμεν εἰ ἀναστήσονται καὶ εἰ δύναται βοηθῆσαι αὐτοῖς ὁ θεὸς αὐτῶν καὶ ἐξελέσθαι ἐκ τῶν χειρῶν ἡμῶν.

彼らはこのように行った。あたかも神に打ち勝ち、彼らから再生を奪い取ることができるかのように。彼らの言うところでは、これは彼らに復活の望みを持たせないためであった——その望みに信頼して、彼らは我々〔異教徒〕のもとに見慣れぬ新奇な礼拝を持ち込み、恐ろしい目にあうことを意に介さず、喜びをもって死へと臨む用意ができているからだ、と。「さあ、彼らが甦るかどうか、彼らの神が彼らを助けて我々の手から救い出すことができるかどうか、今こそ見てやろう。」

Liber V, Caput II

第V巻 第II章
1

Τοιαῦτα καὶ τὰ κατὰ τὸν δεδηλωμένον αὐτοκράτορα ταῖς Χριστοῦ συμβέβηκεν ἐκκλησίαις, ἀφ’ ὧν καὶ τὰ ἐν ταῖς λοιπαῖς ἐπαρχίαις ἐνηργημένα εἰκότι λογισμῷ στοχάζεσθαι πάρεστιν. ἄξιον τούτοις ἐκ τῆς αὐτῆς ἐπισυνάψαι γραφῆς λέξεις ἑτέρας, δι’ ὧν τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον τῶν δεδηλωμένων μαρτύρων ἀναγέγραπται τούτοις αὐτοῖς τοῖς ῥήμασιν·

かの示された皇帝のもとで、キリストの教会に降りかかったことも、このようなものであった。それによって、他の属州において行われたことについても、道理にかなった推論によって推し量ることができる。これらに加えるに値するのは、同じ書から取った、さらに別の言葉である。それによって、かの示された殉教者たちの温和さと人を愛することとが、まさにその言葉どおりに記されている。

2

οἳ καὶ ἐπὶ τοσοῦτον ζηλωταὶ καὶ μιμηταὶ Χριστοῦ ἐγένοντο, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ὥστε ἐν τοιαύτῃ δόξῃ ὑπάρχοντες καὶ οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις μαρτυρήσαντες καὶ ἐκ θηρίων αὖθις ἀναληφθέντες καὶ τὰ καυτήρια καὶ τοὺς μώλωπας καὶ τὰ τραύματα ἔχοντες περικείμενα, οὔτ’ αὐτοὶ μάρτυρας ἑαυτοὺς ἀνεκήρυττον οὔτε μὴν ἡμῖν ἐπέτρεπον τούτῳ τῷ ὀνόματι προσαγορεύειν αὐτούς, ἀλλ’ εἴ ποτέ τις ἡμῶν δι’ ἐπιστολῆς ἢ διὰ λόγου μάρτυρας αὐτοὺς προσεῖπεν, ἐπέπλησσον πικρῶς.

彼らはそれほどまでに、キリストの熱心な者、また倣う者となった——神の姿にありながら、神と等しくあることを奪い取るべきこととは考えなかった、あのキリストに。それゆえ彼らは、そのような栄光のうちにありながら、一度ならず二度ならず、幾度も殉教し、また猛獣のもとから再び引き上げられ、焼き印と打ち身の痕と傷とを身にまとっていながら、彼ら自身は自らを殉教者と呼ばわることをせず、我々がこの名で彼らを呼ぶことも許さなかった。それどころか、もし我々のうちの誰かがいつか手紙や言葉によって彼らを殉教者と呼んだなら、彼らは厳しく叱った。

3

ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ μάρτυρι καὶ πρωτοτόκῳ τῶν νεκρῶν καὶ ἀρχηγῷ τῆς ζωῆς τοῦ θεοῦ, καὶ ἐπεμιμνήσκοντο τῶν ἐξεληλυθότων ἤδη μαρτύρων καὶ ἔλεγον ἐκεῖνοι ἤδη μάρτυρες, οὓς ἐν τῇ ὁμολογίᾳ Χριστὸς ἠξίωσεν ἀναληφθῆναι, ἐπισφραγισάμενος αὐτῶν διὰ τῆς ἐξόδου τὴν μαρτυρίαν, ἡμεῖς δὲ ὁμόλογοι μέτριοι καὶ ταπεινοί, καὶ μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς δεόμενοι ἵνα ἐκτενεῖς εὐχαὶ γίνωνται πρὸς τὸ τελειωθῆναι αὐτούς.

彼らは殉教という名を、忠実にしてまことの殉教者であり、死者の中から最初に生まれた者、神の命の導き手であるキリストに、喜んで譲った。そして、既に世を去った殉教者たちのことを思い起こし、こう言った。「あの人たちはもう殉教者である。告白のうちにキリストが受け入れるに値するとされ、その旅立ちによって彼らの殉教に封印を押された者たちは。我々はつつましく、へりくだった告白者にすぎない。」そして涙とともに兄弟たちに懇願し、彼らが全うされるように絶えざる祈りがなされることを願った。

4

καὶ τὴν μὲν δύναμιν τῆς μαρτυρίας ἔργῳ ἐπεδείκνυντο, πολλὴν παρρησίαν ἄγοντες πρὸς τὰ ἔθνη, καὶ τὴν εὐγένειαν διὰ τῆς ὑπομονῆς καὶ ἀφοβίας καὶ ἀτρομίας φανερὰν ἐποίουν, τὴν δὲ πρὸς τοὺς ἀδελφοὺς τῶν μαρτύρων προσηγορίαν παρῃτοῦντο, ἐμπεπλησμένοι φόβου θεοῦ.

こうして彼らは、殉教の力を行いによって示し、異邦人たちに対して大いなる大胆さをもって臨み、耐え忍びと恐れなきことと動じないこととによって、その気高さを顕わにした。しかし兄弟たちに対しては殉教者という名を辞退した。神への畏れに満たされていたからである。

5

Καὶ αὖθις μετὰ βραχέα φασίν· ἐταπείνουν ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν χεῖρα, ὑφ’ ἧς ἱκανῶς νῦν εἰσιν ὑψωμένοι. τότε δὲ πᾶσι μὲν ἀπελογοῦντο, κατηγόρουν δὲ οὐδενός· ἔλυον ἅπαντας, ἐδέσμευον δὲ οὐδένα· καὶ ὑπὲρ τῶν τὰ δεινὰ διατιθέντων ηὔχοντο, καθάπερ Στέφανος ὁ τέλειος μάρτυς κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. εἰ δ’ ὑπὲρ τῶν λιθαζόντων ἐδέετο, πόσῳ μᾶλλον ὑπὲρ τῶν ἀδελφῶν.

そして、少し後に再びこう言っている。彼らは力強い御手のもとに自らを低くした。その御手によって、彼らは今や十分に高められている。その時、彼らはすべての者を弁護し、誰をも告発せず、すべての者を解き放ち、誰をも縛らなかった。そして、恐ろしいことを加える者たちのために祈った。あの全き殉教者ステファノスが「主よ、彼らにこの罪を負わせないでください」と祈ったように。もし彼が自分を石打ちにする者たちのために祈ったのだとすれば、まして兄弟たちのためには、なおのことである。

6

Καὶ αὖθίς φασι μεθ’ ἕτερα· οὗτος γὰρ καὶ μέγιστος αὐτοῖς πρὸς αὐτὸν ὁ πόλεμος ἐγένετο διὰ τὸ γνήσιον τῆς ἀγάπης, ἵνα ἀποπνιχθεὶς ὁ θὴρ οὓς πρότερον ᾤετο καταπεπωκέναι, ζῶντας ἐξεμέσῃ. οὐ γὰρ ἔλαβον καύχημα κατὰ τῶν πεπτωκότων, ἀλλ’ ἐν οἷς ἐπλεόναζον αὐτοί, τοῦτο τοῖς ἐνδεεστέροις ἐπήρκουν μητρικὰ σπλάγχνα ἔχοντες, καὶ πολλὰ περὶ αὐτῶν ἐκχέοντες δάκρυα πρὸς τὸν πατέρα, ζωὴν ᾐτήσαντο, καὶ ἔδωκεν αὐτοῖς·

そして、他のことどもの後に、再びこう言っている。実に、これこそ、彼らの愛の真実さのゆえに、彼〔野の獣〕に対して起こった最大の戦いであった。それは、かの野の獣が、以前に飲み込んだと思っていた者たちを、窒息させられて、生きたまま吐き出すためであった。というのも、彼らは倒れた者たちに対して誇ることをせず、むしろ自分たちが満ち足りていたものを、より乏しい者たちに補ったからである。母の慈しみの心を抱き、彼らのために父に向かって多くの涙を注ぎつつ、命を求めた。すると父はそれを彼らに与えた。

7

ἣν καὶ συνεμερίσαντο τοῖς πλησίον, κατὰ πάντα νικηφόροι πρὸς θεὸν ἀπελθόντες. εἰρήνην ἀγαπήσαντες ἀεὶ καὶ εἰρήνην ἡμῖν παρεγγυήσαντες, μετ’ εἰρήνης ἐχώρησαν πρὸς θεόν, μὴ καταλιπόντες πόνον τῇ μητρὶ μηδὲ στάσιν καὶ πόλεμον τοῖς ἀδελφοῖς ἀλλὰ χαρὰν καὶ εἰρήνην καὶ ὁμόνοιαν καὶ ἀγάπην.

彼らはその命を隣人たちと分かち合い、あらゆる点で勝利を収めて神のもとへと去って行った。彼らは常に平和を愛し、我々に平和を勧めたうえで、平和のうちに神のもとへと去って行った。母に苦しみを、兄弟たちに争いと戦いを残すことなく、むしろ喜びと平和と一致と愛とを残して。

8

ταῦτα καὶ περὶ τῆς τῶν μακαρίων ἐκείνων πρὸς τοὺς παραπεπτωκότας τῶν ἀδελφῶν στοργῆς ὠφελίμως προκείσθω τῆς ἀπανθρώπου καὶ ἀνηλεοῦς ἕνεκα διαθέσεως τῶν μετὰ ταῦτα ἀφειδῶς τοῖς Χριστοῦ μέλεσιν προσενηνεγμένων.

かの祝された人々が、倒れ落ちた兄弟たちに対して抱いた情愛について、これらのことを有益なこととして示しておこう。その後、キリストの肢体に対して情け容赦なく振る舞った者たちの、人らしからぬ、憐れみを知らぬ心構えのゆえである。

Liber V, Caput III

第V巻 第III章
1

Ἡ δ’ αὐτὴ τῶν προειρημένων μαρτύρων γραφὴ καὶ ἄλλην τινὰ μνήμης ἀξίαν ἱστορίαν περιέχει, ἣν καὶ οὐδεὶς ἂν γένοιτο φθόνος μὴ οὐχὶ τῶν ἐντευξομένων εἰς γνῶσιν προθεῖναι· ἔχει δὲ οὕτως.

かの、既に述べた殉教者たちの書は、記憶に値する別の物語をも含んでいる。それを読む者たちの知るところに供することを惜しむいわれは、誰にもないであろう。次第はこうである。

2

Ἀλκιβιάδου γάρ τινος ἐξ αὐτῶν πάνυ αὐχμηρὸν βιοῦντος βίον καὶ μηδενὸς ὅλως τὸ πρότερον μεταλαμβάνοντος, ἀλλ’ ἢ ἄρτῳ μόνῳ καὶ ὕδατι χρωμένου πειρωμένου τε καὶ ἐν τῇ εἱρκτῇ οὕτω διάγειν, Ἀττάλῳ μετὰ τὸν πρῶτον ἀγῶνα ὃν ἐν τῷ ἀμφιθεάτρῳ ἤνυσεν, ἀπεκαλύφθη ὅτι μὴ καλῶς ποιοίη ὁ Ἀλκιβιάδης μὴ χρώμενος τοῖς κτίσμασι τοῦ θεοῦ καὶ ἄλλοις τύπον σκανδάλου ὑπολειπόμενος.

というのも、彼らのうちのある者アルキビアデスが、きわめて切り詰めた生を送り、以前は全く何ひとつ口にせず、ただパンと水だけを用い、牢獄の中でもそのように過ごそうと努めていたので、アッタロスに、円形闘技場で最初の戦いを成し遂げた後、こう啓示されたからである。アルキビアデスが、神の造られたものを用いず、他の者たちにつまずきの型を残しており、善く行ってはいない、と。

3

πεισθεὶς δὲ ὁ Ἀλκιβιάδης πάντων ἀνέδην μετελάμβανεν καὶ ηὐχαρίστει τῷ θεῷ· οὐ γὰρ ἀνεπίσκεπτοι χάριτος θεοῦ ἦσαν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἦν σύμβουλον αὐτοῖς. καὶ ταῦτα μὲν ὡδὶ ἐχέτω.

そこでアルキビアデスは説き伏せられて、あらゆるものを心置きなく口にするようになり、神に感謝を捧げた。彼らが神の恵みに顧みられずにいたのではなく、むしろ聖なる霊が彼らの助言者であった。この事柄については、以上のようであった。

4

Τῶν δ’ ἀμφὶ τὸν Μοντανὸν καὶ Ἀλκιβιάδην καὶ Θεόδοτον περὶ τὴν Φρυγίαν ἄρτι τότε πρῶτον τὴν περὶ τοῦ προφητεύειν ὑπόληψιν παρὰ πολλοῖς ἐκφερομένων (πλεῖσται γὰρ οὖν καὶ ἄλλαι παραδοξοποιίαι τοῦ θείου χαρίσματος εἰς ἔτι τότε κατὰ διαφόρους ἐκκλησίας ἐκτελούμεναι πίστιν παρὰ πολλοῖς τοῦ κἀκείνους προφητεύειν παρεῖχον) καὶ δὴ διαφωνίας ὑπαρχούσης περὶ τῶν δεδηλωμένων, αὖθις οἱ κατὰ τὴν Γαλλίαν ἀδελφοὶ τὴν ἰδίαν κρίσιν καὶ περὶ τούτων εὐλαβῆ καὶ ὀρθοδοξοτάτην ὑποτάττουσιν, ἐκθέμενοι καὶ τῶν παρ’ αὐτοῖς τελειωθέντων μαρτύρων διαφόρους ἐπιστολάς, ἃς ἐν δεσμοῖς ἔτι ὑπάρχοντες τοῖς ἐπ’ Ἀσίας καὶ Φρυγίας ἀδελφοῖς διεχάραξαν, οὐ μὴν ἀλλὰ καὶ Ἐλευθέρῳ τῷ τότε Ῥωμαίων ἐπισκόπῳ, τῆς τῶν ἐκκλησιῶν εἰρήνης ἕνεκα πρεσβεύοντες.

モンタノス、アルキビアデス、テオドトスをめぐる者たちが、ちょうどその頃初めて、フリュギア地方において、預言することについての見解を多くの人々の間に広めていた(というのも、神的な賜物による驚くべき業は、ほかにも実に多く、その時なお様々な教会において行われており、かの者たちもまた預言しているのだという信を多くの人々に与えていたからである)。そして、かの者たちについて不一致が生じていたので、ガリアの兄弟たちは再び、これらについても自分たち自身の、慎み深く最も正統な判断を書き添え、彼らのもとで全うされた殉教者たちの様々な手紙をも提示した。それらは、彼らがなお鎖につながれたままで、アシアとフリュギアの兄弟たちに書き記したものであり、さらにまた、その頃ローマ人の監督であったエレウテロスに対しても、諸教会の平和のために使節の務めを果たしつつ書き送ったものであった。

Liber V, Caput IV

第V巻 第IV章
1

Οἱ δ’ αὐτοὶ μάρτυρες καὶ τὸν Εἰρηναῖον, πρεσβύτερον ἤδη τότ’ ὄντα τῆς ἐν Λουγδούνῳ παροικίας, τῷ δηλωθέντι κατὰ Ῥώμην ἐπισκόπῳ συνίστων, πλεῖστα τῷ ἀνδρὶ μαρτυροῦντες, ὡς αἱ τοῦτον ἔχουσαι τὸν τρόπον δηλοῦσι φωναί·

その同じ殉教者たちは、既にその時リヨンにある寄留の群れの長老であったエイレナイオスをも、かのローマの監督に推挙した。彼らはこの人について実に多くのことを証しした。その次第は、次のような言葉が示すとおりである。

2

χαίρειν ἐν θεῷ σε πάλιν εὐχόμεθα καὶ ἀεί, πάτερ Ἐλεύθερε. ταῦτά σοι τὰ γράμματα προετρεψάμεθα τὸν ἀδελφὸν ἡμῶν καὶ κοινωνὸν Εἰρηναῖον διακομίσαι, καὶ παρακαλοῦμεν ἔχειν σε αὐτὸν ἐν παραθέσει, ζηλωτὴν ὄντα τῆς διαθήκης Χριστοῦ. εἰ γὰρ ᾔδειμεν τόπον τινὶ δικαιοσύνην περιποιεῖσθαι, ὡς πρεσβύτερον ἐκκλησίας, ὅπερ ἐστὶν ἐπ’ αὐτῷ, ἐν πρώτοις ἂν παρεθέμεθα.

我々は、神にあってお前が喜んでいるようにと、再び、また常に祈る。父よ、エレウテロスよ。この手紙を、我々の兄弟にして共同者であるエイレナイオスに、お前のもとへ運ぶよう我々は促した。そして、お前が彼を、キリストの契約に熱心な者として、預かりものとして迎えるよう、我々は勧める。もしある地位が誰かに正義を得させるものだと我々が知っていたなら、教会の長老として——それはまさに彼について当てはまることであるが——まず第一に彼を推薦したことであろう。

3

Τί δεῖ καταλέγειν τὸν ἐν τῇ δηλωθείσῃ γραφῇ τῶν μαρτύρων κατάλογον, ἰδίᾳ μὲν τῶν ἀποτμήσει κεφαλῆς τετελειωμένων, ἰδίᾳ δὲ τῶν θηρσὶν εἰς βορὰν παραβεβλημένων, καὶ αὖθις τῶν ἐπὶ τῆς εἱρκτῆς κεκοιμημένων, τόν τε ἀριθμὸν τῶν εἰς ἔτι τότε περιόντων ὁμολογητῶν; ὅτῳ γὰρ φίλον, καὶ ταῦτα ῥᾴδιον πληρέστατα διαγνῶναι μετὰ χεῖρας ἀναλαβόντι τὸ σύγγραμμα, ὃ καὶ αὐτὸ τῇ τῶν μαρτύρων συναγωγῇ πρὸς ἡμῶν, ὡς γοῦν ἔφην, κατείλεκται. ἀλλὰ τὰ μὲν ἐπ’ Ἀντωνίνου τοιαῦτα.

かの示された書のうちにある殉教者たちの目録を、なぜ語り連ねる必要があろうか——首を斬られて全うされた者たちを個別に、猛獣の餌食として投げ与えられた者たちを個別に、また牢獄で眠りについた者たちを、さらにその時なお生き残っていた告白者たちの数を。望む者があれば、この書物を手に取ることによって、これらのことをこの上なく詳しく知ることも容易であろう。それもまた、私が述べたとおり、我々の手で『殉教者たちの集成』のうちに収められている。しかし、アントニヌスの時代の出来事は、以上のようなものであった。