作者不詳fl. c. 256

Epistula ad Diognetum › 全文

Epistula ad Diognetum 全文

Anonymous · Diogn. 1–12

Caput I

第I章
1

Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους, καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον: ἀποδέχομαί γε τῆς προθυμίας σε ταύτης καὶ παρὰ τοῦ θεοῦ, τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος, αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως, ὡς μάλιστα ἂν ἀκούσαντά σε βελτίω γενέσθαι, σοί τε οὕτως ἀκοῦσαι, ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα.

至って優れたディオグネトスよ、お前がキリスト教徒の敬神を学ぶことに並々ならず熱心であり、また、彼らがいかなる神に信頼を置き、いかに礼拝することによって、皆が世を見下し死を軽んじ、ギリシア人が神々と見なしている者どもを神とも思わず、ユダヤ人の迷信も守らず、互いにいかなる情愛を抱いているか、そして、この新しい種族ないし営みが、なぜ今になって、以前にはそうではなかったのに、人の生に入り込んできたのかを、いかにも明らかに、また念入りに問い尋ねているのを、私は見ている。それゆえ私はお前のこの熱意を歓迎し、また、我々に語ることも聞くことも共に供給してくださる神に、私には、お前が聞いてこの上なく善くなるように語ることが与えられ、お前には、語る者が悲しむことのないように聞くことが与えられるようにと、願う。

Caput II

第II章
1

Ἄγε δή, καθάρας σεαυτὸν ἀπὸ πάντων τῶν προκατεχόντων σου τὴν διάνοιαν λογισμῶν καὶ τὴν ἀπατῶσάν σε συνήθειαν ἀποσκευασάμενος καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς ἄνθρωπος, ὡς ἂν καὶ λόγου καινοῦ, καθάπερ καὶ αὐτὸς ὡμολόγησας, ἀκροατὴς ἐσόμενος: ἴδε μὴ μόνον τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγχάνουσιν, οὓς ἐρεῖτε καὶ νομίζετε θεούς.

さあ、お前の思いを先んじて占めていたすべての思案からお前自身を清め、お前を欺いている習わしを脱ぎ捨てて、いわば初めから新しい人となり、お前自身が認めたとおり、新しい言葉の聞き手ともなろうとして——目だけでなく、思慮によっても見よ、諸君が神々と呼び、また思っている者どもが、いかなる実質、いかなる形をしているかを。

2

οὐχ ὁ μέν τις λίθος ἐστίν, ὅμοιος τῷ πατουμένῳ, ὁ δ’ ἐστὶ χαλκός, οὐ κρείσσων τῶν εἰς τὴν χρῆσιν ἡμῖν κεχαλκευμένων σκευῶν, ὁ δὲ ξύλον, ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος, χρῄζων ἀνθρώπου τοῦ φυλάξαντος, ἵνα μὴ κλαπῇ, ὁ δὲ σίδηρος, ὑπὸ ἰοῦ διεφθαρμένος, ὁ δὲ ὄστρακον, οὐδὲν τοῦ κατεσκευασμένου πρὸς τὴν ἀτιμοτάτην ὑπηρεσίαν εὐπρεπέστερον;

その一つは石であって、踏みつけられる物と変わりなく、一つは青銅であって、我々の使用のために鍛えられた器物より優れているわけではなく、一つは木であって、すでに腐っており、一つは銀であって、盗まれないようにと見張る人間を必要とし、一つは鉄であって、錆によって損なわれており、一つは土器であって、最も卑しい用途のために作られた物より少しも見栄えがしないのではないか。

3

οὐ φθαρτῆς ὕλης ταῦτα πάντα; οὐχ ὑπὸ σιδήρου καὶ πυρὸς κεχαλκευμένα; οὐχ ὃ μὲν αὐτῶν λιθοξόος, ὃ δὲ χαλκεύς, ὃ δὲ ἀργυροκόπος, ὃ δὲ κεραμεὺς ἔπλασεν; οὐ πρὶν ἢ ταῖς τέχναις τούτων εἰς τὴν μορφὴν τούτων ἐκτυπωθῆναι, ἦν ἕκαστον αὐτῶν ἑκάστῳ, ἔτι καὶ νῦν, μεταμεμορφωμένον; οὐ τὰ νῦν ἐκ τῆς αὐτῆς ὕλης ὄντα σκεύη γένοιτ̓ ἄν, εἰ τύχοι τῶν αὐτῶν τεχνιτῶν, ὅμοια τοιούτοις;

これらすべては朽ちる材質のものではないか。鉄と火とによって鍛えられたものではないか。その一つは石工が、一つは鋳物師が、一つは銀細工人が、一つは陶工が、それぞれ形づくったものではないか。これらの者たちの技によって、これらの形に打ち出される前には、そのおのおのが、今なおそうであるように、互いに姿を変えうるものであったのではないか。今、同じ材質からできている器物も、同じ職人たちの手にかかれば、そうした物と似たものになりうるのではないか。

4

οὐ ταῦτα πάλιν, τὰ νῦν ὑφ̓ ὑμῶν προσκυνούμενα, δύναιτ̓ ἂν ὑπὸ ἀνθρώπων σκεύη ὅμοια γενέσθαι τοῖς λοιποῖς; οὐ κωφὰ πάντα; οὐ τυφλά; οὐκ ἄψυχα; οὐκ ἀναίσθητα; οὐκ ἀκίνητα; οὐ πάντα σηπόμενα; οὐ πάντα φθειρόμενα;

また逆に、今、諸君によって拝まれているこれらの物も、人間の手によって、残りの物と同じような器物になりうるのではないか。これらはすべて耳の聞こえないものではないか。目の見えないものではないか。魂のないものではないか。感覚のないものではないか。動かないものではないか。すべて腐っていくものではないか。すべて朽ちていくものではないか。

5

ταῦτα θεοὺς καλεῖτε; τούτοις δουλεύετε; τούτοις προσκυνεῖτε, τέλεον δ’ αὐτοῖς ἐξομοιοῦσθε.

これらを諸君は神々と呼ぶのか。これらに諸君は隷属するのか。これらを諸君は拝み、ついには諸君自身がそれらとすっかり同じものになるのである。

6

διὰ τοῦτο μισεῖτε Χριστιανούς, ὅτι τούτους οὐχ ἡγοῦνται θεούς;

諸君がキリスト教徒を憎むのは、彼らがこれらを神と思っていないからか。

7

ὑμεῖς γὰρ αἰνεῖν νομίζοντες καὶ οἰόμενοι, οὐ πολὺ πλέον αὐτῶν καταφρονεῖτε; οὐ πολὺ μᾶλλον αὐτοὺς χλευάζετε καὶ ὑβρίζετε, τοὺς μὲν λιθίνους καὶ ὀστρακίνους σέβοντες ἀφυλάκτους, τοὺς δὲ ἀργυρέους καὶ χρυσοῦς ἐγκλείοντες ταῖς νυξὶ καὶ ταῖς ἡμέραις φύλακας παρακαθιστάντες, ἵνα μὴ κλαπῶσιν;

諸君は、彼らを称えていると思い込み、考えているが、実はそれよりもはるかに彼らを軽んじているのではないか。むしろ、はるかに彼らを嘲弄し、侮辱しているのではないか——石や土器のものは守りもせずに敬っておきながら、銀や金のものは夜には閉じ込め、昼には盗まれないようにと見張りを立てているのだから。

8

αἷς δὲ δοκεῖτε τιμαῖς προσφέρειν, εἰ μὲν αἰσθάνονται, κολάζετε μᾶλλον αὐτούς: εἰ δὲ ἀναισθητοῦσιν, ἐλέγχοντες αἵματι καὶ κνίσαις αὐτοὺς θρησκεύετε.

諸君が捧げていると思っている数々の敬意については、もし彼らに感覚があるのなら、諸君はむしろ彼らを罰しているのであり、もし彼らに感覚がないのなら、諸君は彼らを論駁しながら、血と脂の匂いによって彼らを礼拝しているのである。

9

ταῦθ̓ ὑμῶν τις ὑπομεινάτω, ταῦτα ἀνασχέσθω τις ἑαυτῷ γενέσθαι. ἀλλὰ ἄνθρωπος μὲν οὐδὲ εἷς ταύτης τῆς κολάσεως ἑκὼν ἀνέξεται, αἴσθησιν γὰρ ἔχει καὶ λογισμόν: ὁ δὲ λίθος ἀνέχεται, ἀναισθητεῖ γάρ. οὐκ οὖν τὴν αἴσθησιν αὐτοῦ ἐλέγχετε;

諸君のうち誰か一人が、これらのことを耐え忍んでみるがよい。誰か一人が、これらのことが自分の身に起こるのを甘んじて受けてみるがよい。しかし、人間はただの一人も、進んでこの罰に甘んじることはないであろう。感覚と思案とを持っているからである。ところが石は甘んじて受けている。感覚がないからである。ならば諸君は、その感覚を論駁しているのではないか。

10

περὶ μὲν οὖν τοῦ μὴ δεδουλῶσθαι Χριστιανοὺς τοιούτοις θεοῖς πολλὰ μὲν ἂν καὶ ἄλλα εἰπεῖν ἔχοιμι: εἰ δέ τινι μὴ δοκοίη κἂν ταῦτα ἱκανά, περισσὸν ἡγοῦμαι καὶ τὸ πλείω λέγειν.

さて、キリスト教徒がそのような神々に隷属させられていないことについては、私はほかにも多くを語ることができよう。しかし、もし誰かにとってこれだけでも十分と思われないのであれば、それ以上を語るのは無用であると私は考える。

Caput III

第III章
1

Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσεβεῖν αὐτοὺς οἶμαί σε μάλιστα ποθεῖν ἀκοῦσαι.

次に、彼らがユダヤ人と同じようには神を敬っていないことについて、お前は何よりもそれを聞くことを切に望んでいるだろうと私は思う。

2

Ἰουδαῖοι τοίνυν, εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατρείας, καλῶς θεὸν ἕνα τῶν πάντων σέβειν καὶ δεσπότην ἀξιοῦσι φρονεῖν: εἰ δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσάγουσιν αὐτῷ ταύτην, διαμαρτάνουσιν.

さて、ユダヤ人が、もし先に述べたこの仕えから遠ざかっているならば、万物の唯一の神を敬い、主宰者と考えることを求めるのは、もっともである。しかし、もし先に述べた者たちと同じ仕方でこの礼拝を神に差し出すのであれば、的を外している。

3

ἃ γὰρ τοῖς ἀναισθήτοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι, ταῦθ̓ οὗτοι καθάπερ προσδεομένῳ τῷ θεῷ λογιζόμενοι παρέχειν μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντ̓ ἄν, οὐ θεοσέβειαν.

というのも、ギリシア人が感覚もなく耳も聞こえない物どもに捧げ物をすることによって愚かさのしるしを示しているのと同じことを、この者たちは、あたかも神が何かを必要としているかのように供していると考えているのだから、それは敬神ではなく、むしろ愚行であると見なすのが至当であろう。

4

ὁ γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πᾶσιν ἡμῖν χορηγῶν, ὧν προσδεόμεθα, οὐδενὸς ἂν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός.

天と地と、その中にあるすべてのものを造り、我々すべてに、我々が必要とするものを供給してくださる方は、ご自身は何ものをも必要とはされない——それらは、その方に与えていると思い込んでいる者たちに、まさにその方ご自身が供しておられるものだからである。

5

οἱ δέ γε θυσίας αὐτῷ δἰ αἵματος καὶ κνίσης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι καὶ ταύταις ταῖς τιμαῖς αὐτὸν γεραίρειν, οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν ἐνδεικνυμένων φιλοτιμίαν: τῶν μὲν μὴ δυναμένοις τῆς τιμῆς μεταλαμβάνειν, τῶν δὲ δοκούντων παρέχειν τῷ μηδενὸς προσδεομένῳ.

他方、血と脂の匂いと全焼の供え物とによってその方に生贄を献げていると思い込み、そうした敬意によってその方を称えていると考える者たちは、耳の聞こえない物どもに同じ名誉を競う熱心を示す者たちと、何ら変わるところがないように私には思われる。一方はその敬意にあずかることのできない物どもに対してそうしており、他方は何ものをも必要とはされない方に供していると考えているのである。

Caput IV

第IV章
1

Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεὲς καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν καὶ τὴν τῆς περιτομῆς ἀλαζονείαν καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν, καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου, οὐ νομίζω σε χρῄζειν παῤ ἐμοῦ μαθεῖν.

しかし、食物についての彼らの怯え、安息日をめぐる迷信、割礼の誇示、そして断食と新月についてのうわべを繕うことは、笑うべきものであり、何ら語るに値しないものであるから、お前がそれらを私から学ぶ必要があるとは、私は思わない。

2

τό τε γὰρ τῶν ὑπὸ τοῦ θεοῦ κτισθέντων εἰς χρῆσιν ἀνθρώπων ἃ μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι, ἃ δ’ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι, πῶς οὐκ ἀθέμιστον;

神によって人間の使用のために創造されたものについて、あるものは善く創造されたものとして受け入れながら、あるものは無用で余計なものとして拒むというのは、どうして道に外れたことでないことがあろうか。

3

τὸ δὲ καταψεύδεσθαι θεοῦ ὡς κωλύοντος ἐν τῇ τῶν σαββάτων ἡμέρᾳ καλόν τι ποιεῖν, πῶς οὐκ ἀσεβές;

神が安息日に善いことをするのを禁じているかのように、神について偽りを言うのは、どうして不敬虔でないことがあろうか。

4

τὸ δὲ καὶ τὴν μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ θεοῦ, πῶς οὐ χλεύης ἄξιον;

肉を削ぐことを選びの証しとして誇り、そのために特別に神に愛されているとするのは、どうして嘲りに値しないことがあろうか。

5

τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι καὶ τὰς οἰκονομίας θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς καταδιαιρεῖν πρὸς τὰς αὐτῶν ὁρμάς, ἃς μὲν εἰς ἑορτάς, ἃς δὲ εἰς πένθη: τίς ἂν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσαιτο δεῖγμα;

彼らが星々と月のかたわらに付き添って、月々と日々の観察を行い、神の経綸と時々の移り変わりとを、自分たちの衝動に従って、あるものは祭りへ、あるものは喪へと振り分けているというのは——いったい誰が、これを愚かさよりも敬神のはるかに大きなしるしと見なすであろうか。

6

τῆς μὲν οὖν κοινῆς εἰκαιότητος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας ὡς ὀρθῶς ἀπέχονται Χριστιανοί, ἀρκούντως σε νομίζω μεμαθηκέναι: τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας μυστήριον μὴ προσδοκήσῃς δύνασθαι παρὰ ἀνθρώπου μαθεῖν.

さて、キリスト教徒が、世に共通する浅はかさと欺き、そしてユダヤ人の詮索好みと誇示から正しく遠ざかっていることについては、お前は十分に学んだと私は思う。しかし、彼ら自身の敬神の秘義については、人間から学びうると期待してはならない。

Caput V

第V章
1

Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων.

というのは、キリスト教徒は、国によっても言葉によっても習慣によっても、他の人々から区別されているのではないからである。

2

οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινὶ παρηλλαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν.

すなわち、彼らはどこかに自分たちだけの都市に住むのでもなく、何か風変わりな方言を用いるのでもなく、際立った生活を営むのでもない。

3

οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοῦτ̓ αὐτοῖς ἐστιν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν, ὥσπερ ἔνιοι.

しかも、これは詮索好きな人々の何らかの着想と工夫によって彼らが見出した教えなのでもなく、ある人々のように、彼らが人間の教説を掲げているのでもない。

4

κατοικοῦντες δὲ πόλεις ἑλληνίδας τε καὶ βαρβάρους, ὡς ἕκαστος ἐκληρώθη, καὶ τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ θαυμαστὴν καὶ ὁμολογουμένως παράδοξον ἐνδείκνυνται τὴν κατάστασιν τῆς ἑαυτῶν πολιτείας.

彼らは、おのおのがくじによって割り当てられたとおりに、ギリシア人の都市にも異民族の都市にも住み、衣服にも食事にもその他の生活にもその土地の習慣に従いながら、驚くべき、しかも誰もが認めるとおり逆説的な、自分たちの生き方のありようを示す。

5

πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ’ ὡς πάροικοι: μετέχουσι πάντων ὡς πολῖται, καὶ πάνθ̓ ὑπομένουσιν ὡς ξένοι: πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καὶ πᾶσα πατρὶς ξένη.

自分の祖国に住むが、寄留者としてである。すべてのものに市民としてあずかり、すべてを異国の者として耐え忍ぶ。あらゆる異国が彼らの祖国であり、あらゆる祖国が異国である。

6

γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν: ἀλλ’ οὐ ῥίπτουσι τὰ γεννώμενα.

すべての人と同じように結婚し、子をもうけるが、生まれた子を捨てない。

7

τράπεζαν κοινὴν παρατίθενται, ἀλλ’ οὐ κοίτην.

食卓は共にするが、寝床は共にしない。

8

ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ’ οὐ κατὰ σάρκα ζῶσιν.

肉のうちにあるが、肉に従って生きることはない。

9

ἐπὶ γῆς διατρίβουσιν, ἀλλ’ ἐν οὐρανῷ πολιτεύονται.

地上に時を過ごすが、天において生きる。

10

πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσι τοὺς νόμους.

定められた法に従うが、自分たちの生活によって法に打ち勝つ。

11

ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται.

すべての者を愛するが、すべての者から迫害される。

12

ἀγνοοῦνται, καὶ κατακρίνονται: θανατοῦνται, καὶ ζωοποιοῦνται.

知られていないが、断罪される。死に処せられるが、生かされる。

13

πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς: πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν.

貧しいが、多くの者を富ませる。すべてを欠いているが、すべてにおいて満ち溢れている。

14

ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται. βλασφημοῦνται, καὶ δικαιοῦνται.

辱められるが、その辱めのうちで栄光を受ける。そしられるが、義とされる。

15

λοιδοροῦνται, καὶ εὐλογοῦσιν: ὑβρίζονται, καὶ τιμῶσιν.

ののしられるが、祝福する。侮辱されるが、敬う。

16

ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται: κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.

善を行いながら、悪しき者として罰せられる。罰せられながら、生かされる者として喜ぶ。

17

ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονται: καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.

ユダヤ人からは異邦の者として攻撃され、ギリシア人からは迫害される。しかも、憎む者たちは、その敵意の理由を語ることができない。

Caput VI

第VI章
1

Ἁπλῶς δ’ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ̓ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.

端的に言えば、魂が肉体にとってあるものが、キリスト教徒が世にあってあるものである。

2

ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.

魂は肉体のすべての肢体にわたって蒔かれており、キリスト教徒も世の諸都市にわたって蒔かれている。

3

οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος: καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.

魂は肉体のうちに住むが、肉体から出たものではない。キリスト教徒も世のうちに住むが、世から出た者ではない。

4

ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι: καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει.

目に見えない魂は、目に見える肉体のうちに守られている。キリスト教徒も、世にあることは知られているが、彼らの敬神は見えぬままである。

5

μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι: μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται.

肉は、何ら不当な扱いを受けていないのに魂を憎み、それと戦う。快楽を用いることを妨げられるからである。世も、何ら不当な扱いを受けていないのにキリスト教徒を憎む。彼らが快楽に逆らうからである。

6

ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη: καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν.

魂は、自分を憎む肉とその肢体を愛する。キリスト教徒も、自分を憎む者たちを愛する。

7

ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα: καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.

魂は肉体のうちに閉じ込められているが、その肉体を保っているのは魂自身である。キリスト教徒も、世のうちに、あたかも牢獄にあるかのように捕らえられているが、世を保っているのは彼ら自身である。

8

ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ: καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι.

不死なる魂は、死すべき幕屋のうちに住む。キリスト教徒も、朽ちるもののうちに寄留し、天における不朽を待ち望む。

9

κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται: καὶ Χριστιανοὶ κολαζόμενοι καθ̓ ἡμέραν πλεονάζουσι μᾶλλον.

魂は、食べ物と飲み物において悪しく扱われても、かえって良くなる。キリスト教徒も、日ごとに罰せられながら、いよいよ増し加わる。

10

εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.

神は彼らをこれほど大いなる持ち場に置かれた。それを辞退することは彼らに許されていない。

Caput VII

第VII章
1

Οὐ γὰρ ἐπιγειον, ὡς ἔφην, εὕρημα τοῦτ̓ αὐτοῖς παρεδόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμελῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν μυστηρίων πεπίστευνται.

というのも、私が述べたとおり、これは地上の考案物として彼らに手渡されたのではなく、彼らはまた、死すべき着想をかくも入念に守るべきだと考えているのでもなく、人間の秘義の経綸を委ねられているのでもないからである。

2

ἀλλ’ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντοκτίστης καὶ ἀόρατος θεός, αὐτὸς ἀπ’ οὐρανῶν τὴν ἀλήθειαν καὶ τὸν λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατεστήριξε ταῖς καρδίαις αὐτῶν: οὐ, καθάπερ ἄν τις εἰκάσειεν, ἀνθρώποις ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπιστευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλ’ αὐτὸν τὸν τεχνίτην καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς πάντα φυλάσσει τὰ στοιχεῖα, παῤ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων ὁ ἥλιος εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ σελήνη νυκτὶ φαίνειν κελεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα: τῷ τῆς σελήνης ἀκολουθοῦντα δρόμῳ: ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς, γῆ καὶ τὰ ἐν τῇ γῇ, θάλασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ, ἀήρ, ἄβυσσος, τὰ ἐν ὕψεσι, τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ: τοῦτον πρὸς αὐτοὺς ἀπέστειλεν.

そうではなく、まことに全能者にして万物の創造者、見えざる神、その方自身が、天より、真理と、聖にして人知の及ばぬロゴスとを人間のうちに据え、彼らの心のうちに堅く立てられたのである。誰かが推し量るであろうように、人間のもとへ何らかの下僕や天使、あるいは支配者、地上のことを司る者たちの一人、あるいは天における治めを委ねられた者たちの一人を遣わされたのではなく、そうではなく、万物の職人にして造り主なる方その方自身を——その方によって天を創造し、その方によって海をおのれの境のうちに閉じ込め、その方の秘義をあらゆる元素が忠実に守り、その方から太陽が日々の運行の尺度を受け取って守り、月は夜に輝けと命じるその方に従い、星々も月の運行に付き従いながらその方に従う。その方によってすべてが秩序づけられ、区分けされ、従わせられている——天とその中にあるもの、地とその中にあるもの、海とその中にあるもの、火、空気、深淵、高きところにあるもの、深きところにあるもの、その間にあるもの——この方を、彼らのもとへ遣わされたのである。

3

ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει;

はたして、人間のうちの誰かが思い量るであろうように、暴虐と恐れと威圧のためであろうか。

4

οὐ μὲν οὖν: ἀλλ’ ἐν ἐπιεικείᾳ καὶ πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς ἄνθρωπον πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος: βία γὰρ οὐ πρόσεστι τῷ θεῷ.

決してそうではない。そうではなく、王が王なる子を遣わすときのように、温和と柔和のうちに遣わされた。神として遣わし、人間として人間たちのもとへ遣わし、救う者として遣わし、説き伏せる者として、強いる者としてではなく遣わされた。暴力は神にふさわしくないからである。

5

ἔπεμψεν ὡς καλῶν, οὐ διώκων: ἔπεμψεν ὡς ἀγαπῶν, οὐ κρίνων.

招く者として遣わし、追い立てる者としてではなく遣わされた。愛する者として遣わし、裁く者としてではなく遣わされた。

6

πέμψει γὰρ αὐτὸν κρίνοντα: καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; ...

というのは、裁く者としてその方をお遣わしになるからである。そして、誰がその方の来臨に耐えられるだろうか。……

7

.. παραβαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους;

……主を否認させようとして猛獣に投げ与えられながら、打ち負かされない者たちを。

8

οὐχ ὁρᾷς, ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους;

見ないのか、罰せられる者が多くなればなるほど、それだけますます他の者たちが増していくのを。

9

ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα: ταῦτα δύναμίς ἐστι θεοῦ: ταῦτα τῆς παρουσίας αὐτοῦ δείγματα.

これらは人間の業とは思われない。これらは神の力である。これらはその方の来臨のしるしである。

Caput VIII

第VIII章
1

Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο, τί ποτ̓ ἐστὶ θεὸς πρὶν αὐτὸν ἐλθεῖν;

というのも、その方が来る前に、そもそも神とは何であるかを、いったい人間の誰が知っていたであろうか。

2

ἢ τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων, ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεὸν ʽοὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόν̓, οἱ δὲ ὕδωρ, οἱ δ’ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ θεοῦ;

それとも、お前は、あの信を置くに足るとされる哲学者たちの空しく愚にもつかない言葉を受け入れるのか。彼らのうち、ある者は火が神であると言い(彼ら自身がやがてそこへ行き着くことになるもの、それを神と呼んでいる)、ある者は水が、また他の者は神によって創造された元素のうちの何か他のものが〔神であると言う〕。

3

καίτοι γε, εἴ τις τούτων τῶν λόγων ἀποδεκτός ἐστι, δύναιτ̓ ἂν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν.

だが、もしこれらの言葉のうちのどれかが受け入れるに値するとすれば、残る被造物のひとつひとつについても、同様に神であると言い表すことができるであろう。

4

ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν:

しかし、これらは詐術師たちの奇怪な作り話であり、迷いである。

5

ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν, αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν.

だが、人間のうち誰ひとりとして〔神を〕見た者も知った者もなく、その方自身がご自身を示されたのである。

6

ἐπέδειξε δὲ διὰ πίστεως, ᾗ μόνῃ θεὸν ἰδεῖν συγκεχώρηται.

示されたのは信仰によってであり、神を見ることはこの信仰によってのみ許されている。

7

ὁ γὰρ δεσπότης καὶ δημιουργὸς τῶν ὅλων θεός, ὁ ποιήσας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας, οὐ μόνον φιλάνθρωπος ἐγένετο, ἀλλὰ καὶ μακρόθυμος.

というのも、万物の主宰者にして造り主なる神、万物を造り、秩序に従って分け定めた方は、人を愛する方となっただけでなく、忍耐強い方ともなられたからである。

8

ἀλλ’ οὗτος ἦν μὲν ἀεὶ τοιοῦτος καὶ ἔστι καὶ ἔσται, χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόργητος καὶ ἀληθής, καὶ μόνος ἀγαθός ἐστιν:

むしろ、この方は常にこのようであり、今もそうであり、これからもそうであろう——慈しみ深く、善く、怒ることなく、真実であり、ただひとり善き方である。

9

ἐννοήσας δὲ μεγάλην καὶ ἄφραστον ἔννοιαν ἀνεκοινώσατο μόνῳ τῷ παιδί.

そして、大いなる、言い表しえない思念を心に抱き、それをただ子にのみ打ち明けられた。

10

ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σοφὴν αὐτοῦ βουλήν, ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει:

さて、その方がこれを秘義のうちに保ち、ご自身の賢い計らいを守り続けておられる間は、我々を顧みず、意に介さないでおられるように見えた。

11

ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα, πάνθ̓ ἅμα παρέσχεν ἡμῖν καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ νοῆσαι, ἃ τίς ἂν πώποτε προσεδόκησεν ἡμῶν;

だが、その方が愛する子を通してこれを顕し、初めから備えられていたことを明らかにされたとき、その方は、ご自身の恵みの業にあずかることも、見ることも、悟ることも、すべてを一度に我々へ与えられた——我々のうちの誰が、これらのことをかつて予期したであろうか。

Caput IX

第IX章
1

Πάντ̓ οὖν ἤδη παῤ ἑαυτῷ σὺν τῷ παιδὶ οἰκονομηκώς, μέχρι μὲν τοῦ πρόσθεν χρόνου εἴασεν ἡμᾶς, ὡς ἐβουλόμεθα, ἀτάκτοις φοραῖς φέρεσθαι, ἡδοναῖς καὶ ἐπιθυμίαις ἀπαγομένους. οὐ πάντως ἐφηδόμενος τοῖς ἁμαρτήμασιν ἡμῶν, ἀλλ’ ἀνεχόμενος, οὐδὲ τῷ τότε τῆς ἀδικίας καιρῷ συνευδοκῶν, ἀλλὰ τὸν νῦν τῆς δικαιοσύνης δημιουργῶν, ἵνα ἐν τῷ τότε χρόνῳ ἐλεγχθέντες ἐκ τῶν ἰδίων ἔργων ἀνάξιοι ζωῆς νῦν ὑπὸ τῆς τοῦ θεοῦ χρηστότητος ἀξιωθῶμεν, καὶ τὸ καθ̓ ἑαυτοὺς φανερώσαντες ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ τῇ δυνάμει τοῦ θεοῦ δυνατοὶ γενηθῶμεν.

こうして、その方はすでに、子とともにご自身のうちにすべてを経綸しており、それまでの時のあいだは、我々が望むままに、無秩序な奔流に運ばれ、快楽と欲望とに引き去られるにまかせておかれた。決して我々の罪を喜んでいたのではなく、甘んじて受けておられたのであり、その当時の不義の時に満足していたのでもなく、今のこの正義の時を造り出しておられたのである。それは、かつての時に、自分自身の業によって命にふさわしくない者であることを暴かれた我々が、今、神の慈しみによってふさわしいとされるため、また、自分自身の力では神の王国に入ることが不可能であることを明らかにしたうえで、神の力によって可能な者とされるためであった。

2

ἐπεὶ δὲ πεπλήρωτο μὲν ἡ ἡμετέρα ἀδικία καὶ τελείως πεφανέρωτο, ὅτι ὁ μισθὸς αὐτῆς κόλασις καὶ θάνατος προσεδοκᾶτο, ἦλθε δὲ ὁ καιρός, ὃν θεὸς προέθετο λοιπὸν φανερῶσαι τὴν ἑαυτοῦ χρηστότητα καὶ δύναμιν ʽὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας καὶ ἀγάπης τοῦ θεοὖ, οὐκ ἐμίσησεν ἡμᾶς οὐδὲ ἀπώσατο οὐδὲ ἐμνησικάκησεν, ἀλλὰ ἐμακροθύμησεν, ἠνέσχετο, ἐλεῶν αὐτὸς τὰς ἡμετέρας ἁμαρτίας ἀνεδέξατο, αὐτὸς τὸν ἴδιον υἱὸν ἀπέδοτο λύτρον ὑπὲρ ἡμῶν, τὸν ἅγιον ὑπὲρ ἀνόμων, τὸν ἄκακον ὑπὲρ τῶν κακῶν, τὸν δίκαιον ὑπὲρ τῶν ἀδίκων, τὸν ἄφθαρτον ὑπὲρ τῶν φθαρτῶν, τὸν ἀθάνατον ὑπὲρ τῶν θνητῶν.

だが、我々の不義が満ち、その報いとして罰と死とが待たれていることが完全に明らかにされたとき、また、ご自身の慈しみと力とをこののち明らかにしようと神が定めておかれた時が来たとき——ああ、神の並外れた人を愛すること、そして愛よ——神は我々を憎まず、退けず、恨みを抱くこともなく、むしろ忍耐し、甘んじて受け、憐れみつつ、ご自身が我々の罪を引き受け、自らの子を我々のための贖いとして与えられた。聖なる方を不法な者たちのために、悪意なき方を悪しき者たちのために、正しい方を不義なる者たちのために、朽ちない方を朽ちるべき者たちのために、不死なる方を死すべき者たちのために。

3

τί γὰρ ἄλλο τὰς ἁμαρτίας ἡμῶν ἠδυνήθη καλύψαι ἢ ἐκείνου δικαιοσύνη;

というのも、あの方の正義のほかに、いったい何が我々の罪を覆うことができたであろうか。

4

ἐν τίνι δικαιωθῆναι δυνατὸν τοὺς ἀνόμους ἡμᾶς καὶ ἀσεβεῖς ἢ ἐν μόνῳ τῷ υἱῷ τοῦ θεοῦ;

不法な者、不敬虔な者である我々が義とされうるのは、ただ神の子においてでなければ、いったい何においてであろうか。

5

ὢ τῆς γλυκείας ἀνταλλαγῆς, ὢ τῆς ἀνεξιχνιάστου δημιουργίας, ὢ τῶν ἀπροσδοκήτων εὐεργεσιῶν: ἵνα ἀνομία μὲν πολλῶν ἐν δικαίῳ ἑνὶ κρυβῇ, δικαιοσύνη δὲ ἑνὸς πολλοὺς ἀνόμους δικαιώσῃ.

ああ、甘美な交換よ、ああ、測り知れない造る御業よ、ああ、思いがけない恵みの業よ。それは、多くの者の不法が一人の正しい方のうちに隠され、一人の方の正義が多くの不法な者たちを義とするためである。

6

ἐλέγξας οὖν ἐν μὲν τῷ πρόσθεν χρόνῳ τὸ ἀδύνατον τῆς ἡμετέρας φύσεως εἰς τὸ τυχεῖν ζωῆς, νῦν δὲ τὸν σωτῆρα δείξας δυνατὸν σώζειν καὶ τὰ ἀδύνατα, ἐξ ἀμφοτέρων ἐβουλήθη πιστεύειν ἡμᾶς τῇ χρηστότητι αὐτοῦ, αὐτὸν ἡγεῖσθαι τροφέα, πατέρα, διδάσκαλον, σύμβουλον, ἰατρόν, νοῦν, φῶς, τιμήν, δόξαν, ἰσχύν, ζωήν, περὶ ἐνδύσεως καὶ τροφῆς μὴ μεριμνᾶν.

こうして、かつての時には我々の本性が命を得ることの不可能であることを暴き、今は救い主が不可能なことをも救うことができる方であると示して、その両方から、我々がその方の慈しみを信じ、その方を、養う者、父、教師、助言者、医者、精神、光、誉れ、栄光、強さ、命と仰ぎ、衣服と食物について思い煩わないようにと望まれたのである。

Caput X

第X章
1

Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς, καὶ λάβῃς πρῶτον μὲν ἐπίγνωσιν πατρός...

お前もまたこの信仰を切に望み、まず父を知ることを得るなら……

2

ὁ γὰρ θεὸς τοὺς ἀνθρώπους ἠγάπησε, δἰ οὓς ἐποίησε τὸν κόσμον, οἷς ὑπέταξε πάντα τὰ ἐν τῇ γῇ, οἷς λόγον ἔδωκεν, οἷς νοῦν, οἷς μόνοις ἄνω πρὸς αὐτὸν ὁρᾶν ἐπέτρεψεν, οὓς ἐκ τῆς ἰδίας εἰκόνος ἔπλασε, πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο, καὶ δώσει τοῖς ἀγαπήσασιν αὐτόν.

神は人間たちを愛された。神は彼らのために世界を造り、地にあるすべてのものを彼らに従わせ、彼らに理性を与え、彼らに精神を与え、彼らだけに、上を仰いで神を見ることを許し、彼らをご自身の像から形づくり、彼らのもとへひとり子を遣わし、彼らに天における王国を約束された。そして神を愛した者たちに、それを与えられるであろう。

3

ἐπιγνοὺς δὲ τίνος οἴει πληρωθήσεσθαι χαρᾶς; ἢ πῶς ἀγαπήσεις τὸ οὕτως προαγαπήσαντά σε;

そしてそれを知ったなら、お前はいかなる喜びに満たされると思うか。あるいは、そのようにお前を先んじて愛した方を、お前はどれほど愛することであろうか。

4

ἀγαπήσας δὲ μιμη τὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος. καὶ μὴ θαυμάσῃ εἰ δύναται μιμητὴς ἄνθρωπος γενέσθαι θεοῦ δύναται θέλοντος αὐτοῦ.

愛したなら、お前は神の慈しみに倣う者となるであろう。人が神に倣う者となりうることに驚いてはならない。神が望まれるならば、それは叶うことである。

5

οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλησίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστιν, οὐδὲ ἐν τούτοις δύναταί τις μιμήσασθαι θεόν, ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγαλειότητος.

隣人を虐げること、より弱い者たちよりも多く持とうと望むこと、富んで、より劣った者たちに力ずくで迫ること——これらは幸いであることではなく、これらのうちに誰も神に倣うことはできない。むしろこれらは、かの方の威光の外にある。

6

ἀλλ’ ὅστις τὸ τοῦ πλησίον ἀναδέχεται βάρος, ὃς ἐν ᾧ κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει, ὃς ἃ παρὰ τοῦ θεοῦ λαβὼν ἔχει, ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν θεὸς γίνεται τῶν λαμβανόντων, οὗτος μιμητής ἐστι θεοῦ.

むしろ、隣人の重荷を引き受ける者、自らが優っている点で劣っている者に恵みを施そうとする者、神から受けて持っているものを、それを必要とする者たちに供給し、受け取る者たちにとって神となる者——この者こそ神に倣う者である。

7

τότε θεάσῃ τυγχάνων ἐπὶ γῆς, ὅτι θεὸς ἐν οὐρανοῖς πολιτεύεται, τότε μυστήρια θεοῦ λαλεῖν ἄρξῃ, τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις: τότε τῆς ἀπάτης τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ, ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν ἐπιγνῷς, ὅταν τοῦ δοκοῦντος ἐνθάδε θανάτου καταφρονήσῃς, ὅταν τὸν ὄντως θάνατον φοβηθῇς, ὃς φυλάσσεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον, ὃ τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους κολάσει.

その時お前は、地上にありながら、神が天において生きておられることを見るであろう。その時お前は神の秘義を語り始めるであろう。その時お前は、神を否認しようとしないために罰せられている者たちを愛し、また驚嘆するであろう。その時お前は、世の欺きとその迷いを断罪するであろう——まことに天において生きることを知ったとき、ここにあると見える死を軽んじたとき、まことの死を恐れたときに。その死は、永遠の火に処せられることになる者たちのために取っておかれ、その火は、それに引き渡された者たちを終わりに至るまで罰するのである。

8

τότε τοὺς ὑπομένοντας ὑπὲρ δικαιοσύνης θαυμάσεις τὸ πῦρ τὸ πρόσκαιρον καὶ μακαρίσεις, ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς.

その時お前は、正義のために一時の火に耐え忍ぶ者たちに驚嘆し、彼らを幸いとするであろう——かの火を知ったときに。

Caput XI

第XI章
1

Οὐ ξένα ὁμιλῶ οὐδὲ παραλόγως ζητῶ, ἀλλὰ ἀποστόλων γενόμενος μαθητὴς γίνομαι διδάσκαλος ἐθνῶν: τὰ παραδοθέντα ἀξίως ὑπηρετῶ γινομένοις ἀληθείας μαθηταῖς.

私は見慣れぬことを語っているのでもなければ、道理に外れて求めているのでもない。使徒たちの弟子となった者として、諸国民の教師となるのである。伝えられたことを、真理の弟子となりゆく者たちに、ふさわしく仕えて伝える。

2

τίς γὰρ ὀρθῶς διδαχθεὶς καὶ λόγῳ προσφιλὴς γενηθεὶς οὐκ ἐπιζητεῖ σαφῶς μαθεῖν τὰ διὰ λόγου δειχθέντα φανερῶς μαθηταῖς, οἷς ἐφανέρωσεν ὁ λόγος φανείς, παρρησίᾳ λαλῶν, ὑπὸ ἀπίστων μὴ νοούμενος, μαθηταῖς δὲ διηγούμενος, οἳ πιστοὶ λογισθέντες ὑπ’ αὐτοῦ ἔγνωσαν πατρὸς μυστήρια;

正しく教えられ、ロゴスに親しむ者となった者で、ロゴスを通して弟子たちに明らかに示されたことを、はっきりと学ぼうと切に求めない者があろうか。ロゴスは現れて彼らに明らかにし、率直に語り、不信の者たちには悟られることなく、弟子たちには語り聞かせた。彼らはロゴスによって信ずる者と見なされ、父の秘義を知ったのである。

3

οὗ χάριν ἀπέστειλε λόγον, ἵνα κόσμῳ φανῇ, ὃς ὑπὸ λαοῦ ἀτιμασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη.

そのゆえに神はロゴスを遣わし、世に現れるようにされた。この方は民によって辱められ、使徒たちを通して宣べ伝えられ、諸国民によって信じられた。

4

οὗτος ὁ ἀπ’ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος.

この方こそ初めからいます方、新しく現れながら、古き方と見出され、常に新たに聖なる者たちの心のうちに生まれる方である。

5

οὗτος ὁ ἀεί, ὁ σήμερον υἱὸς λογισθείς, δἰ οὗ πλουτίζεται ἡ ἐκκλησία καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλλουσα καιρούς, χαίρουσα ἐπὶ πιστοῖς, ἐπιζητοῦσι δωρουμένη, οἷς ὅρκια πίστεως οὐ θραύεται οὐδὲ ὅρια πατέρων παρορίζεται.

この方こそ永遠にいます方、今日、子と見なされる方である。この方によって教会は富み、聖なる者たちのうちに広げられた恵みは増し加わり、精神を供し、秘義を明らかにし、時を告げ知らせ、信ずる者たちのゆえに喜び、切に求める者たちに賜物を与える。彼らにおいては、信仰の誓いは破られず、父祖たちの境も越えられることがない。

6

εἶτα φόβος νόμου ᾅδεται, καὶ προφητῶν χάρις γινώσκεται, καὶ εὐαγγελίων πίστις ἵδρυται, καὶ ἀποστόλων παράδοσις φυλάσσεται, καὶ ἐκκλησίας χάρις σκιρτᾷ.

そこで、律法への畏れが歌われ、預言者たちの恵みが知られ、福音書の信仰が打ち立てられ、使徒たちの伝承が守られ、教会の恵みが躍る。

7

ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ, ἃ λόγος ὁμιλεῖ δἰ ὧν βούλεται, ὅτε θέλει.

この恵みを悲しませることなく、お前は知るであろう——ロゴスが、望む者を通して、望むときに語ることを。

8

ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.

命じるロゴスの意志によって、労苦をもって語り出すよう我々が動かされたことのすべてにおいて、我々に顕されたことがらへの愛のゆえに、我々は諸君の共同者となるのである。

Caput XII

第XII章
1

Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε, ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι.

諸君はこれらを熱心に読み、また聞くことによって、正しく愛する者たちに神がお与えになるものがどれほどであるかを知るであろう。諸君は悦びの楽園となり、自らのうちにあらゆる実をつける生い茂る木を萌え出させ、さまざまな実で飾られた者となったのである。

2

ἐν γὰρ τούτῳ τῷ χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται: ἀλλ’ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ’ ἡ παρακοὴ ἀναιρεῖ.

この場所には、知識の木と命の木とが植えられている。しかし滅ぼすのは知識の木ではなく、不従順が滅ぼすのである。

3

οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς θεὸς ἀπ’ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς: ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ’ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται.

記されたことは意味のないものでもない——神が初めから、知識の木と命の木とを楽園の中央に植えられたのは、知識を通して命を示すためであった。それを清く用いなかった初めの者たちは、蛇の迷いによって裸にされたのである。

4

οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς: διὸ πλησίον ἑκάτερον πεφύτευται.

知識なくして命はなく、真実の命なくして確かな知識もない。それゆえ、この二つは互いに近くに植えられているのである。

5

ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει: Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.

この力を見て取ったかの使徒は、真理の命令なしに命へと鍛えられる知識を咎めて言う。「知識は高ぶらせるが、愛は建てる」。

6

ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς οὐκ ἔγνω, ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν. ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπ’ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν.

何かを知っていると思う者は、命によって証しされる真実の知識なくしては、実は知っていないのであり、蛇によって迷わされているのであって、生きることを愛していないのである。しかし畏れをもって知り、命を切に求める者は、望みのうちに植え、実を期待するのである。

7

ἤτω σοὶ καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθής, χωρούμενος.

知識をお前の心とし、受け入れる真実のロゴスを命とせよ。

8

οὗ ξύλον φέρων καὶ καρπὸν αἱρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται: οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πιστεύεται:

その木を担い、実を摘み取って、お前は神のみもとで望まれるものを常に収穫するであろう。それらには蛇も触れず、迷いもまとわりつくことがない。エバは堕落させられることなく、処女が信じられるのである。

9

καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετίζονται, καὶ τὸ κυρίου πάσχα προέρχεται, καὶ καιροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφραίνεται, δἰ οὗ πατὴρ δοξάζεται: ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

救いが示され、使徒たちは理解を与えられ、主の過越が進み行き、もろもろの時は集められ、整然と組み合わされ、聖なる者たちを教えつつロゴスは喜び、この方によって父は栄光を受ける。その方に栄光が世々にあるように。アーメン。