Caput I
第I章Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι δὲ τὴν ᾽Ιερουσαλὴμ ἁγίαν Ἑβραίων ἐκκλησίαν καὶ τὰς πανταχῆ Θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς , σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς, εἰρήνη εἴη πάντοτε.
クレメンスより、主にしてもろもろの監督の監督なるヤコブへ——ヘブライ人の聖なるエルサレムの教会、また至るところで神の摂理によって善く建てられた諸教会を治める方へ——長老たち、奉仕者たち、その他すべての兄弟たちとともに、平和が常にあらんことを。
Γνώριμο νἔστω σοι, κύριέ μου, ὅτι Σίμων, ὁ διὰ τὴν ἀληθῆ πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δἰ αὐτὸ τοῦτο ὑπ᾽ αὐτοῦ τοῦ Ἰησοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν·
我が主よ、知られたし——シモン、すなわち、その真実の信仰と、その教えのきわめて確かな根拠とのゆえに教会の土台であると定められ、まさにそれゆえにイエスご自身によって、偽りなき口をもってペトロと改名された者、我々の主の初穂、
ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὅν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοίπορος· ὁ καλὸς καὶ δόκιμος μαθητής·
使徒たちの中の第一の者、父が子を初めて啓示された相手、キリストが理にかなって幸いなる者と宣した者、召された者、選ばれた者、食卓を共にする者、旅を共にする者、善き、是認された弟子——
ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς καὶ κατορθῶσαι δυνηθείς — καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὅ ἐξ ἀνάγκης κἄν βραδὺ πάντως εἰπεῖν με δεῖ;
西方の、世界の中でもとりわけ暗い部分を、誰よりもふさわしい者として照らすよう命じられ、かつそれを成し遂げることができた者——さて、どこまで言葉を長引かせようか。悲しみをもたらすことを告げまいと思いながらも、必要上、いかに遅くともついには言わねばならぬことを——
— οὗτος αὐτὸς, διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς, δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ρώμῃ γενόμενος, θεοβουλήτῳ διδασκαλίᾳ σώζων ἀνθρώπους, αὐτὸς τοῦ νῦν βίου βιαίως τὸ ζῆν μετήλλαξεν.
この人自身が、人間たちへの限りない情愛のゆえに、明らかに、かつ公然と、今ある悪しき者を前にして、来たるべき善き王を全世界に告げ知らせつつ、ついにここローマに至り、神の御心による教えをもって人々を救いながら、その身は、今の世の生を、暴力のうちに去ったのである。
Caput II
第II章Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις αἷς ἤμελλεν τελευτᾷν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· ἀκούσατέ μου ἀδελφοὶ καὶ σύνδουλοι·
まさに彼が世を去ろうとしていたその日々、兄弟たちが集まっていたとき、彼は不意に私の手を取り、教会の中で立ち上がって言った。「私の言うことを聞け、兄弟たちよ、同じ僕たちよ。」
ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ᾽ ἀρχῆς μοι μέχρι τοῦ τέλες συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι·
「私を遣わした主にして教師なるイエス・キリストから教えられていたとおり、私の死の日々は近づいた。それゆえ、このクレメンスを、諸君のために監督に選び立てる。私は彼に、私の言葉の座を委ねる——彼は初めから終わりまで私に同行し、こうして私の講話のすべてを聞き届けた者である。」
συνελῶν ἐρῶ, ὅς ἐν πᾶσι πειρασμοῖς με κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη· ὃν πλείω πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθὸν, δίκαιον , μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας.
「手短に言おう——彼は、すべての試練において私とともにあずかり、信仰に踏みとどまる者と見出された。私は、彼が誰よりもまさって、神を敬い、人を愛し、清く、博識で、節制があり、善く、正しく、忍耐強く、また教えを受ける者たちの中のある者らの恩知らずをも雄々しく耐えるすべを知る者であることを、身をもって知っている。」
διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἄν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὅ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα.
「それゆえ私は彼に、縛ることと解くことの権能を分け与える。彼が地上で選び立てるすべてのことが、天においても定められたこととなるためである。彼は、縛られるべきものを縛り、解かれるべきものを解くであろう——教会の規範を知る者として。」
αὐτοῦ οὖν ἀκούσατε, ὡς γνόντες ὅτι ὁ τῆς ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.
「それゆえ彼の言葉を聞け——真理の座に着く者を悲しませる者は、キリストに対して罪を犯し、万物の父を怒らせるのだと知って。それゆえその者は生きないであろう。そして座に着く者自身もまた、医者の場を占めるべきであって、理性なき獣の激情を持つべきではない。」
Caput III
第III章Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐπιδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν.
彼がこれらのことを語っていたとき、私はひれ伏して彼に願い出、座の誉れと権能とを辞退した。
ὁ δ᾽ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ· ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ᾽ εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον.
彼は答えた。「この事について私に求めるな。これがなされることは私によって定められたのだから、なおのこと、お前が辞退するならばそうなのだ。このような座は、座に着きたがる向こう見ずな者を必要とせず、むしろ慎み深い性質と博識な言葉を持つ者を必要とするからである。」
δὸς δὲ τὸν κρείττονα, ὅς ἐμοί σου πλεῖον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ ἐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα· ἀλλ᾽ οὐ δυνήσει νῦν τόν σου κρείττονα παρασχεῖν· σὺ γὰρ δἰ ἐμοῦ τῶν σωζομένων ἐθνῶν εἶ κρείττων ἀπαρχή· πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, σὺ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις , ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον.
「だが、お前よりも優れた者を出すがよい——私にお前以上に長く同行し、言葉に聞き従い、教会の治めを学び得た者を。そうすれば私は、望まぬお前に、善く行うことを無理強いしはしない。しかし今、お前より優れた者を差し出すことは、お前にはできまい。お前は、私を通して、救われる諸国民のうちの、より優れた初穂なのだから。だが、なおもう一つのことを考えよ——もしお前が罪の危険を恐れて教会の治めを引き受けないのなら、お前はいっそう大きな罪を犯すのだと知れ。神を敬う者たちが、あたかも航海して危険に遭っているかのようであるのに、お前は助けることができながら助けようとせず、自分のことだけを顧みて、すべての者に共通の益を顧みないのだから。」
ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσω ἐν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.
「お前は、この危険をどうしても引き受けねばならないということを、私がすべての者を助けるためにこれを求めてやまぬ以上、正しく理解している。お前が早く同意すればするほど、それだけ私の落胆を軽くしてくれるであろう。」
Caput IV
第IV章Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρέμενος, οὕς δυνήσῃ γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ Θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν.
「クレメンスよ、私自身も知っている——教養なき群衆から生じる悲しみ、落胆、危険、非難を、私がお前に与えることになるということを。だがお前は、耐え忍びに対して神からお前に与えられる大いなる報いを見つめて、それらを雄々しく耐えることができるであろう。」
ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι, πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης νικήσας βασιλεύσει πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας;
「だが、正しく私とともに考えてみよ——いつキリストがお前の助力を必要とされるかを。今、悪しき者がキリストの花嫁に対して、勝って王として君臨するために戦いを起こしているこの時か、それとも、後にはもはや何の助けも必要とされなくなる、来たるべき時か。」
οὐχὶ καὶ τῷ βραχὺ νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι.
「わずかでも思慮を持つ者にとってすら、今であることは明らかではないか。それゆえ、全き決意をもって、今ある窮迫の時に、善き王に助力することを急げ——彼は勝利の後に大いなる報いを与えることを常とする方なのだから。」
χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ᾽ ἐμοῦ μεμαθηκώς, εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.
「それゆえ、喜びをもって監督せよ——まさにこの好機に、教会の治めを私から学んだ者として——我々のもとに逃れて来る兄弟たちの救いのために。」
Caput V
第V章Πλὴν καὶ βραχέα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι.
「なおまた、皆の前で、すべての者のために、治めに関わる事柄を手短に思い起こさせておきたい。お前は、非のうちどころなく生きて、最大の努力をもって生活上のあらゆる雑務を振り払わねばならない——保証人となることも、弁護人となることも、また他のいかなる世俗の事柄に巻き込まれることもなく。」
ἐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός , ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων.
「なぜなら、キリストは、お前が今の生活上の事柄について、金銭や雑務の裁き手・審判者として立てられることを望んではおられないからである——現在の人間たちの思いに捕らわれて、真理の言葉によって人々のうちの優れた者を劣った者から分かつことに暇を持てなくなることのないように。」
ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρασχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀποσχολείτωσαν.
「むしろ、これらのことは、学ぶ者たちが互いに供し合え。そして彼らは、救うことのできる言葉からお前を引き離して、その暇を奪うことのないようにせよ。」
ὡς γάρ σοι ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὅ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται.
「お前にとって、命じられたことを行うことをやめて生活上の思いを引き受けることが不敬虔であるように、それと同じく、平信徒の一人ひとりにとっては、互いに世の必要においても助け合わないなら、それが罪である。」
καί σου δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν.
「そして、お前が思い煩わずにいるべき事柄について、すべての者がどうすべきかを悟らないのであれば、彼らは奉仕者たちから学べ——お前がただ教会のことだけに思いを用い、それを善く治めることと、真理の言葉を与えることとに向かうことができるように。」
Caput VI
第VI章Ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθεὶς καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται.
「もしお前が生活上の思い煩いに携わるなら、お前自身をも、聞き手たちをも待ち伏せて陥れることになろう。というのも、その雑務のゆえに益となることを備え与えることができず、お前は益を教えなかった者として罰せられ、学ばなかった者たちは無知の咎によって滅びるであろうから。」
διὸ σὺ μὲν αὐτὸς εὐσχολῶν προκαθέσθητι, πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σώζειν αὐτοὺς δυναμένους λόγους. καὶ οὕτως ἐπακουσάτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβύτης ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὅ δ᾽ ἂν λύσῃ, λέλυται.
「それゆえ、お前自身は暇を得て、座に着け——それは、彼らを救うことのできる言葉を良い時に与えるためである。そして彼らは、こうしてお前の言葉を聞き入れよ——真理の老人が地上で縛るものは天においても縛られており、解くものは解かれていると知って。」
σὺ δὲ δήσεις ἅ δεῖ δεθῆναι καὶ λύσεις ἅ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.
「お前は、縛られるべきものを縛り、解かれるべきものを解くであろう。さて、お前、座に着く者に関することは、これらのことであり、これらに類することである。」
Caput VII
第VII章Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρες ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελήτωσαν ἐνίοις γὰρ καὶ γηράσασιν ἀλκαία ἔνεστιν ἐπιθυμία.
「長老たちに関することは、次のとおりであれ。何よりもまず、彼らは若者たちを速やかに結婚に結びつけ、若さの欲望が仕掛ける罠を先んじて防げ。だが、すでに年老いた者たちについても、結婚のことをおろそかにしてはならない——年老いた者たちの中にも、なお強い欲望を持つ者がいるからである。」
ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοοῦσα καθ᾽ ὑμῶν εἰς ὑμᾶς τὸν αὐτὸν ἐμβάλλῃ λοιμόν, προασφαλίζεσθε καὶ ἐρευνᾶτε, μή πως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ.
「それゆえ、淫行が諸君に対して広がる場を得て、諸君のうちに同じ疫病を投げ込むことのないように、あらかじめ用心し、探れ——姦淫の火が気づかれぬまま諸君のうちに燃え上がることのないように。」
πολὺ γὰρ δεινὸν ἡ μοιχεία, τοσοῦτον ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κᾄν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τὴν Χριστοῦ νύμφην εἰς σωφροσύνην· νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα.
「姦淫は大いに恐るべきものである。迷いのうちにある者たちには、たとえ節制していても罰の第一位が与えられるのに対し、姦淫はその罰の第二位を占めるほどなのである。それゆえ、諸君は教会の長老として、キリストの花嫁を節制へと鍛え訓練せよ。花嫁とは、教会の集まりのことを私は言っているのである。」
ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίε βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας, ὡς κλητοὶ γάμων, ἀπολαύοντες. ἐὰν δὲ ἡμαρτηκυῖα φωραθῇ, αὐτὴ μὲν ἔκβλητος ἔσται, ὑμεῖς δὲ δίκην δώσετε, μή πως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία.
「もし花嫁が節制した者として花婿なる王に見出されるなら、最大の誉れを得るであろうし、諸君もまた、婚宴に招かれた者として、大いなる喜びにあずかるであろう。だが、もし罪を犯した者として見つけ出されるなら、彼女自身は追い出される者となり、諸君は責めを負うであろう——その罪が諸君の怠慢によって生じたのではないかとして。」
Caput VIII
第VIII章Διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ Θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται. πλὴν πρώτη μοιχεία ἐστὶ τὸν ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί.
「それゆえ、何よりもまず節制について心を配れ。淫行は神のもとで、はなはだ厳しいものと定められているからである。淫行には多くの種類がある——それについてはクレメンス自身が諸君に説き明かすであろう。だが、その第一のものは姦淫である。すなわち、男が自分の妻ひとりのみを用いないこと、女が自分の夫ひとりのみを用いないことである。」
ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν.
「もし誰かが節制する者であれば、その者は人を愛する者ともなり得る。それゆえ、その者は永遠の憐れみを得るであろう。姦淫が大いなる悪であるように、人を愛することは最も大いなる善である。」
διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς τοῖς ἀκμαίοις τοὺς γάμους , καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς· τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος.
「それゆえ、諸君は自分たちのすべての兄弟を、謹厳で憐れみ深い眼差しをもって愛せよ——孤児たちには親の役目を、やもめたちには夫の役目を果たし、あらゆる喜びをもって糧を与え、盛りの年齢の者たちには婚礼を与え、彼らのうち技を持たぬ者たちには、生業を通して必要な糧の手立てを心にかけよ。技ある者には業を、力なき者には憐れみを。」
Caput IX
第IX章Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, κοινὴ τῶν ἁλῶν μετάληψις.
「しかし、諸君が愛を諸君自身の精神に据えるならば、これらのことを為すであろうと私は知っている。愛が入り来るための十分な機縁がひとつある。それは塩を共に分かち合うことである。」
διὸ σπεδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι, ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας.
「それゆえ、できる限り頻繁に互いに食卓を共にする者となるよう努めよ、愛を売り渡すことのないように。なぜなら、それは善行の原因であり、善行は救いの原因だからである。」
κοινὲς οὖν πάντες πᾶσιν τοῖς κατὰ Θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε.
「それゆえ、諸君は皆、神にあって兄弟であるすべての者に対して、自らの生計をともにせよ。一時のものを与えることで、永遠のものを受け取ると知っているからである。」
πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε.
「それにも増して、飢えている者たちを養い、渇いている者たちに飲み物を与え、裸の者たちに衣を与え、病んでいる者たちを見舞い、獄にある者たちのもとに現れて、できる限り助け、異国の者たちをあらゆる熱意をもって自らの家に迎え入れよ。」
πλὴν ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.
「ただし、いちいち数え上げて語ることのないように言うが、人を愛することは、あらゆる善きことを為すよう諸君に教えるであろう。ちょうど人を憎むことが、救われることを欲しない者たちに悪しき行いを示し出すように。」
Caput X
第X章Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν μὴ κρινέσθωσαν, ἀλλ᾽ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι.
「訴訟ごとを抱える兄弟たちは、権力者たちの前で裁かれてはならない。むしろ、進んで彼らに従い、あらゆる仕方で教会の長老たちによって和解させられよ。」
πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην· ζυγά, μέτρα, σταθμία, τὰ τῶν ῥοπῶν δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παρακαταθήκας εὐγνωμονεῖτε.
「また、貪欲をこのように避けよ——それは、一時の利得を口実として、永遠の善きものを失わせることのできるものだからである。秤、升目、分銅、そしてその釣り合いの正しさを注意深く守れ。預かり物に対しては誠実であれ。」
πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομενεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ Θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε.
「しかし、これらのこと、そしてこれらに類することを、終わりに至るまで為し続けることに耐え忍ぶであろう——神からもたらされる裁きについての記憶を、離れることなく心のうちに持つならば。」
τίς γὰρ ἂν ἁμαρτήσῃ, πεπληροφορημένος ὅτι ἐκ Θεοῦ δικαίου, τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ, ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρίσθη κρίσις, ἴνα οἱ ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τὸν αἰῶνα.
「誰が罪を犯すであろうか——正しい神、今はただ忍耐強く善き方であるのみのその神から、この生の終わりに裁きが行われると定められていること、そして善き者たちは今後、言い表しがたい善きものを永遠に享受し、悪しき者と見出された罪人たちは、言い表しがたい罰を永遠に受けることになると、確信しているならば。」
καὶ ταῦτα μὲν ὅτως ἔχειν, εἰ μὴ ὁ τῆς ἀληθείας προφήτης ἐνόρκως εἰρήκει ἔσεσθαι, τάχα ἄν εὔλογον ἦν ἀμφιβάλλειν.
「そしてこれらのことがそのとおりであることを疑うのも、真理の預言者がそうなるであろうと誓いをもって語っていたのでなければ、恐らくは道理であったろう。」
Caput XI
第XI章Διὸ προφήτου ἀληθῶς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὐποιεῖν ἀναδέξασθε.
「それゆえ、諸君はまことに預言者の弟子であるのだから、そこから悪しき行いが生じる二つの心を脱ぎ捨て、進んで善行を引き受けよ。」
εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογήτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται.
「もし諸君のうちの誰かが、語られたことがそうなるであろうことについて疑うなら、恥じることなく告白せよ、もし自らの魂を顧みるのであれば。そうすれば、座に着く者によって確信を与えられるであろう。」
εἰ δ᾽ ὀρθῶς πεπίστευκε , θαῤῥῶν πολιτευέσθω, ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀϊδίαν ἀγαθὴν Θεοῦ βασιλείαν εἰσερχόμενος.
「しかし、もし正しく信じているならば、臆することなく生きよ。大いなる断罪の火を逃れ、神の永遠の善き王国に入りゆく者として。」
Caput XII
第XII章Οἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς ῥεμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νοθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα ἐ μὴ τελεύσῃ τὸ ἁμάρτημα τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένες τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτέσας ἀθυμίας ἔκ τε βιωτικῶν συμπτώσεων καὶ ὁμιλιῶν κακῶν λόγια ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται.
「教会の奉仕者たちは、監督の、思慮深くあちこちを見回る目となれ。教会の各人の行いを詮索し、誰が罪を犯そうとしているかを見よ——その者が、座に着く者の訓戒によって先に捕らえられ、恐らくその罪を成し遂げずに済むためである。脱走兵たちを立ち返らせ、集会に加わる者たちが言葉を聞くことを怠らないようにせよ。それは、生活上の躓きや悪しき講話から、その時どきに心に降りかかる落胆を、真理の言葉によって拭い去ることができるためである。なぜなら、長い間耕されずにいれば、火の業となるからである。」
τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι πλήθει προσαντιβαλλέτωσαν, ἵνα ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν. τοῦτο δὲ κᾄν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοήτωσαν.
「また、肉において病んでいる者たちについても知るようにせよ。そして、それを知らずにいる群れに告げ知らせよ——群れがその者たちのもとに現れるためである。そして必要なものを、座に着く者の考えに従って与えよ。たとえこれを彼に隠れて行っても、彼らは罪を犯さない。奉仕者たちは、これらのこと、そしてこれらに類することに心を配れ。」
Caput XIII
第XIII章Οἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχήτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν.
「教えを授ける者たちは、まず自ら教えを授けられてから、教えを授けよ。なぜなら、この業は人の魂に関わるものだからである。言葉の導き手は、学ぶ者たちの多様な考えに合わせて自らを調えねばならない。」
πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ δῆλον τὸν κατηχοῦντα ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντά μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. εἶναι δεῖ, ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντα μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ᾽ εἶδος λέγειν.
「さて、教えを授ける者は、博識で、非のうちどころなく、円熟し、明らかな者でなければならない——私の後に教えを授けることになるクレメンスが、諸君自身の知るとおり、そうであるように。私が今それをいちいち数え上げて語るのは、あまりに多いことだからである。」
πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.
「ただし、諸君が心を一つにするならば、安らぎの港へと運ばれて行くことができるであろう。そこには大いなる王の平和な都がある。」
Caput XIV
第XIV章Ἕοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηΐ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας.
「というのも、教会という営み全体は、大きな一艘の船に似ているからである。激しい嵐の中を、多くの土地から来た人々を乗せて運び、彼らは皆、善き王国のある一つの都に住むことを望んでいる。」
ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης Θεός, καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν , τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάῤῥων καὶ τὰ φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν πλὴν ἰχυρὰν ΐλιγγα καὶ ταρταρείαν χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας εἶναι νομίζετε.
「それゆえ、諸君にとってこの船の主宰者は神であれ。そして、舵取りはキリストに、舳先の見張りは監督に、水夫は長老たちに、舷の長は奉仕者たちに、船賃を集める者は教えを授ける者たちに、乗客は兄弟たちの群れに、深みは世に、逆風は試練に見立てられよ。迫害と危険とあらゆる苦難は大波に、奔流の陸風と突風は迷わす者たちと偽預言者たちの講話に、岬と岩がちの所は高い地位にあって恐ろしい脅しをかける裁判官たちに、二つの海の出会う所と獣の巣くう所は分別を欠き真理の約束について疑いを抱く者たちに見立てられよ。偽善者たちは海賊に見立てられた者として理解されよ。ただし、力強い渦、タルタロスのカリュブディス、命取りの衝突、死をもたらす難破——これらであるのは罪だけだと考えよ。」
ἵνα οὖν ἐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως ἀκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις.
「それゆえ、順風に乗って進み、望みの都の港へとより危険少なく運ばれて行くために、聞き入れられるように祈れ。祈りが聞き入れられるのは、善き行いによってである。」
Caput XV
第XV章Εὐσταθήτωσαν οὗν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἥ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν.
「乗客たちは、自分の場所に着席して、しっかりと安定していよ。秩序の乱れによって、揺れや傾きを引き起こすことのないように。船賃を集める者たちは、報いを思い起こさせよ。」
οἱ διάκονοι μηδὲν ἀμελήτωσαν ὧν ἐπιστεύθησαν, οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρήζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω.
「奉仕者たちは、自分たちに委ねられたことを何一つ怠ってはならない。長老たちは水夫のように、各人に必要なものを注意深く整えよ。監督は、目覚めている舳先の見張りとして、ただ舵取りの言葉のみを取り次げ。」
ὁ Χριστός, ὁ σωτήρ, κυβερνήτης φιλείσθω, καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. οἱ δὲ πάντες τῷ Θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν.
「キリスト、救い主は、舵取りとして愛されよ。そして、彼が語ることについては、彼だけが信じられよ。すべての者は、順風に乗って進むことについて、神に祈れ。」
οἱ πλέοντες πᾶσαν θλῖψιν προσδοκάτωσαν, ὡς μέγα καὶ ταραχώδη βυθὸν παραπλέοντες, τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι· καὶ πάλιν ὁτὲ μὲν ἑνούμενοι, συναλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπεμῶντες, τουτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας λέγω καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεμήσαντες κουφίζεσθε τῆς νόσου , προσιέμενοι τὴν ἐκ τῆς ἐπιμελείας σωτήριον ὑγείαν.
「航海する者たちは、あらゆる苦難を予期せよ。大きく荒れ狂う深みである世を通り過ぎてゆく者として。あるときは、落胆し、追われ、散らされ、飢え、渇き、裸にされ、狭められる。また再び、あるときは、一つに結ばれ、共に集まり、静まる。しかし、船酔いし、めまいを覚え、吐き出すこともある——すなわち、あたかも病を引き起こす胆汁であるかのように、自らの過ちを告白することである。私が言うのは、苦さから生じる罪と、無秩序な欲望から積み重ねられた悪である。それらを告白することによって、あたかも吐き出したかのように、諸君は病から軽くなり、手当てからもたらされる救いの健やかさを受け入れるのである。」
Caput XVI
第XVI章Πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλῖψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας.
「ただし、諸君は皆、知っておくがよい——監督は、諸君の誰よりも増して労苦していることを。諸君のおのおのは自らの苦難だけを受けるが、彼自身は自らの苦難と、おのおのの苦難とを負うからである。それゆえ、クレメンスよ、おのおのに対して、できる限り、座に着く助け手となれ。すべての者の思いを負わされながら。」
ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι, χάριν οἶδα εἰληφὼς οὐ δεδωκώς ἀλλὰ θάῤῥει καὶ γενναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ Θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταιτήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθ᾽ ὅτι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον.
「それゆえ、お前が差配することを引き受けたことについては、私は恩恵を受けた者であって、与えた者ではないと知っている。だが、臆するな、雄々しく耐えよ。安らぎの港に至ったお前に、神が最大の善きもの、奪われることのない報いを返してくださると知っているのだから——すべての者の救いのために、お前がより大きな労苦を引き受けたからには。」
ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἔπακρον δικαιοσύνην μισήσουσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου Θεοῦ φιλία πολύ σε ὠνήσει.
「それゆえ、たとえ兄弟たちの多くが、極まった正義のゆえにお前を憎むとしても、彼らの憎しみはお前を何ら損なうことはなく、正しき神の愛はお前を大いに益するであろう。」
ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.
「それゆえ、不正から生じる賞賛を振り払うよう努め、正しい治めによって、キリストからの益となる賞賛を追い求めよ。」
Caput XVII
第XVII章Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα πάλιν τῷ πλήθει προσεμβλέψας εἶπεν· καὶ ὑμεῖς δέ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ ἀληθείας κατὰ πάντα ὑπείξατε, τοῦτο εἰδότες, ὅτι ὁ τοῦτον λυπήσας Χριστὸν, οὗ τὴν καθέδραν πεπίστευται, ἐκ ἐδέξατο, καὶ ὡς Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται, διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται.
これらのことを言い、そしてこれよりも多くのことを言ったのち、再び群れに目を向けて彼は言った。「さて諸君もまた、私の愛する兄弟たち、同じ僕たちよ、真理の座に着く者にすべてにおいて従え。これを知りながら——この者を悲しませた者は、キリスト、すなわちこの者がその座を委ねられているキリストを、受け入れなかったのであり、キリストを受け入れなかった者として、父を拒んだ者と見なされるであろう。それゆえ、善き王国から追い出されるであろう。」
οὗ εἵνεκεν πειρᾶσθε, ἐν πάσαις συνόδοις συνέρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε.
「それゆえ、あらゆる集会に集まるよう努めよ。隊長の落胆によって、脱走兵として罪の告発を受けることのないように。」
διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε, τοῦτο εἰδότες ὅτι δι᾽ ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ.
「それゆえ何よりもまず、諸君は皆、彼のために心を用いよ。これを知りながら——悪しき者は、諸君おのおののゆえに、彼一人に対してことさら敵意を抱き、攻め寄せてくるのだと。」
ὑμεῖς οὖν πειρᾶσθε, τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε.
「それゆえ諸君は、彼への情愛と、互いへの好意とをもって最後まで貫き通し、彼に聞き従うよう努めよ。それは、彼自身も軽くなることができ、諸君もまた救われることができるためである。」
Caput XVIII
第XVIII章Ἕνια δὲ καὶ ἀφ᾽ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δίνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, ἐπιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σώζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας.
「また、いくらかのことは、諸君自身で悟らねばならない。というのも、彼は陰謀のゆえに、公然と語ることができないからである。たとえば、もし彼が誰かに対して敵意を抱いているなら、彼が言うのを待ってはならない。かといって彼と張り合ってもならない。むしろ、思慮深く彼の意志に従い、彼が敵意を抱く者たちの敵となり、彼が交わらぬ者と交わらないようにせよ。それは、おのおのが、すべての者を友として持つことを求めながらも、彼の講話に聞き従いつつ、彼を和解させることによって救われるためである。」
εἰ δέ τις φίλος μὲν ᾖ οἶς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὤν μεθ᾽ ὑμῶν, καθ᾽ ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.
「もし誰かが、彼が敵意を抱く者たちの友であり、彼が交わらない者たちと語り合うなら、その者もまた、教会を滅ぼし尽くそうとする者たちの一人である。なぜなら、肉体においては諸君とともにありながら、考えにおいては諸君とともにないなら、その者は諸君に敵対する者であり、外に現れている敵たちよりもはるかに悪しき者だからである——見せかけの友情をもって、内なる者たちを散らすのだから。」
Caput XIX
第XIX章Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν.
そしてこれらのことを言い終えると、皆の前で、真ん中で、私に手を置いて、自分の座に座るようにと私に強いて求めた。
καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν, καὶ ὡς ἀπ᾽ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ᾽ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσεις.
座に着いた私に、彼は直ちにこう言った。「私は、居合わせる私の兄弟たちすべての前で、お前に求める。私がここでの命を、私に定められているとおり終えるときには、お前の幼き日々からの思案に至るまで、また初めから今に至るまで私に同行し、私が町々で宣べ伝えた言葉と行いとに耳を傾けてきたことを、抄録にして書き記し、ヤコブ、主の兄弟に送り届けよ。そして最後に、私が予め言ったとおり、私の死の理由をも、ためらわず明らかにせよ。」
οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ᾽ ἐμὲ ἐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα ἐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνου γὰρ ὁμιλία τῶν ἀκεόντων ὄχλων ἀναίρει τὰς ψυχάς.
「彼がこれによってひどく悲しむことはないであろう——私が必ず受けねばならなかった苦しみを、敬虔に払い果たしたと知っているのだから。むしろ、この上ない慰めを得るであろう——私の後に、無学でない、命を与える言葉に無知でない、教会の規範を知らぬのでもない者が、教える者の座を委ねられたと知るときには。迷わす者の講話は、聞く群衆の魂を滅ぼすからである。」
Caput XX
第XX章Ὅθεν ἐγώ, κύριέ μου Ιάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι προγραφέντων καὶ ὑπ᾽ αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ ὅτως διαπέμψαι σοι, ἐπιγράψαντα, Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέναι ὡς ἐκελεύσθην ἄρξομαι.
そこで私は、わが主ヤコブよ、彼がこれらのことを言い終えたとき、約束したとおり、命じられたとおりにためらうことなく、すでにお前に前もって書き記され、彼によって書にして送り届けられていた、町々における言葉の多くを、いわば目印のために、章立てにして作り、そしてそのようにしてお前に送り届けることにした——『クレメンスによる、ペトロの巡歴の宣教の抄録』と題して。ただし、命じられたとおりに、これから書き述べ始めることにする。