作者不詳fl. c. 256

Contestatio › 全文

Contestatio 全文

Anonymous · Contest. 1–5

Caput I

第I章
1

Ἀναγνοὺς οὖν ὁ Ιάκωβος τὴν ἐπιστολὴν μετεκαλέσατο τοὺς πρεσβυτέρους, καὶ αὐτοῖς ἀναγνοὺς ἔφη· ἀναγκαίως καὶ πρεπόντως περὶ τῆς ἀληθείας ἀσφαλίζεσθαι ὁ ἡμέτερος ὑπέμνησε Πέτρος, ὅπως τὰς τῶν αὐτοῦ κηρυγμάτων διαπεμφηθείσας ἡμῖν βίβλες μηδενὶ μεταδώσωμεν ὡς ἔτυχεν, ἢ ἀγαθῷ τινὶ καὶ εὐλαβεῖ, τῷ καὶ διδάσκειν αἱρεμένῳ ἐμπεριτόμῳ τε ὄντι πιστῷ.

さて、ヤコブはその手紙を読むと、長老たちを呼び集め、彼らにそれを読み聞かせてから言った。「我々のペトロは、真理について必要かつふさわしく用心するようにと思い起こさせた。すなわち、我々のもとに送り届けられた彼の宣教の書を、誰にでも行き当たりばったりに分け与えることのないよう、ただ善良で慎み深い者、すなわち教えることを自ら選び取った、割礼を受けた信仰者にのみ分け与えるように、と。」

2

καὶ ταῦτα μὴ πάντα ὁμοῦ, ἵνα ἐὰν ἐν τοῖς πρώτοις ἀγνώμων φωραθῇ, τὰ δεύτερα μὴ πιστευθῇ. διὸ μὴ ἔλαττον ἔτεσιν ἔξ δοκιμαζέσθῳ· καὶ εἴθ᾽ οὕτως, κατὰ τήν Μωϋσέως ἀγωγὴν , ἀγαγόντα αὐτὸν ἐπὶ ποταμὸν ἢ πηγὴν, ὅπερ ἐστὶν ζῶν ὕδωρ, ἔνθα ἡ δικαίων γίνεται ἀναγέννησις, μὴ ὁρκίσαι, ἐπεὶ μὴ ἔξεστιν, ἀλλὰ στῆναι αὐτῷ κελεῦσαι πρὸς τῷ ὕδατι καὶ ἐπιμαρτύρασθαι, ὡς καὶ αὐτοὶ ἀναγεννώμενοι κελευσθέντες ἐποιήσαμεν τοῦ μὴ ἁμαρτεῖν χάριν.

「そしてこれらを、一度にすべて渡すことのないように。それは、もし最初のものについてその者が不心得であると露見したなら、次のものが託されることのないようにするためである。それゆえ、六年を下らぬ間、試されよ。そしてそのようにしたのち、モーセの仕方に従って、彼を川あるいは泉——それはすなわち生ける水であり、そこで正しい者たちの新たに生まれることが起こる——のもとに導け。ただし、誓わせてはならない、それは許されていないからである。むしろ、水のほとりに立つよう命じ、証人を立てて言わせるべきである。我々自身も、新たに生まれる際に、命じられてそのようにした、罪を犯さないためである。」

Caput II

第II章
1

Λεγέτω δέ· μάρτυρας ἔχομι οὐρανόν, γῆν, ὕδωρ, ἐν οιἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δὲ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μου τῶν κηρυγμάτων διδόντι, καὶ αὐτάς μου τάς βίβλους, ἃς ἄν μοι δῷ, οὐ μὴ μεταδῶ τινὶ κατ᾽ οὐδένα τρόπον, οὐ γράψας, οὐ γεγραμμένον δούς, οὐ γράφοντι ἀναδιδούς, οὐκ αὐτός, οὐ δὶ ἄλλου, οὐ δὲ ἄλλης τινὸς ἀγωγῆς ἢ δόλου ἢ μηχακνῆς, ἢ ἀμελῶς φυλάσσων ἥ τι προστιθεὶς ἢ νοθεύων ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ἢ ἐπινοίᾳ ἑτέρῳ αὐτὰ μεταδιδούς.

「そして彼はこう言え。『私は天と地と水とを証人とする——それらのうちにすべてが包まれている——これらすべてに加えて、あらゆるものを貫き行き渡る空気をも証人とする。それなしには私は息をすることができない。私は、宣教の書を私に与える者に常に従う者であり続けるであろう。そして私に与えられたその書そのものを、いかなる仕方によっても、誰にも分け与えはしない。書き写して与えることもせず、書き写されたものを渡すこともせず、書く者に手渡すこともせず、自ら行うこともなく、他人を通して行うこともなく、他のいかなる仕方によっても、たばかりによっても、たくらみによっても、あるいは怠って守ることによっても、何かを付け加えることによっても、改竄することによっても、その他どのような仕方や工夫によっても、それらを他の者に分け与えることはしない。』」

2

πλὴν ἂν δοκιμάσω τινὰ ἄξιον, ὡς αὐτὸς ἐκρίθην, ἢ καὶ πλεῖον δοκιμάσας, πλὴν οὐκ ἔλαττον ἔτεσιν ἕξ᾽· τότε εὐλαβεῖ καὶ ἀγαθῷ, διδάσκειν ἐπαναιρουμένῳ, ὡς παρέλαβον παραδώσω, καὶ ταῦτα ἐπὶ τῇ τοῦ ἐπισκόπου γνώμῃ ποιησάμενος.

「『ただし、私自身が判じられたように、誰かを試してふさわしいと見出した場合、あるいはさらに長く試した場合は別である。ただし六年を下ってはならない。そのときはじめて、慎み深く善良な、教えることを引き受ける者に、私が受け取ったとおりに引き渡すであろう。しかもこれを監督の考えに従って行う。』」

Caput III

第III章
1

Ἄλλως δὲ ἐδ᾽ ἄν τέκνον ἢ ἀδελφὸς ἢ φίλος ἢ ἄλλως πώς ποτε γένες μοι ἀνήκων, ἐάνπερ ἀνάξιος ἢ, τοῦδε μὴ μεταδοῦναι χάριν, ὡς οὐ προσῆκεν.

「『そのほかにも、たとえ子であれ、兄弟であれ、友であれ、その他いかなる血縁によって私につながる者であれ、もしその者がふさわしくないならば、その者のためにも分け与えることはしない。それは似つかわしくないからである。』」

2

οὔτε ἐπιβουλὴν φοβηθήσομαι, οὐ δώροις κολακενθήσομαι· ἀλλ᾽ εἰ καὶ δόξειέν μοί ποτε τὰ διδόμενά μοι τῶν κηρυγμάτων βιβλία μὴ ἀληθῆ εἶναι, ἐδ᾽ οὕτως μεταδώσω, ἀλλ᾽ ἀποδώσω. ἀποδημῶν δὲ σὺν ἐμοὶ αὐτὰ κομίσω, ἅπερ ἄν τύχω κεκτημένος.

「『陰謀を恐れることもなく、贈り物によって懐柔されることもない。むしろ、たとえ私に与えられた宣教の書が真実でないと思われる時が来たとしても、それでもなお分け与えることはせず、返すであろう。旅に出るときは、たまたま所有しているものを携えて共に運ぶであろう。』」

3

εἰ δὲ μὴ βουληθῶ μετ᾽ ἐμαυτοῦ αὐτὰ περιφέρειν, ἐπὶ τῆς οἰκίας με εἰναι αὐτὰ ἐκ ἐάσω, ἀλλὰ τῷ ἐπισκόπῳ μου τῷ τὴν αὐτὴν ἔχοντι πίστιν καὶ ἀπὸ τῶν αὐτῶν ὁρμωμένῳ παρακαταθήσομαι. εἰ δὲ καὶ τύχοι με νοσῆσαι καὶ τόν θάνατον ὑποπτεῦσαι, ἐὰν ἄτεκνος ὦ, ὁμοίως ποιήσω.

「『もし私自身がそれらを携えて回ることを望まないならば、それらが私の家に留まることを許さず、私と同じ信仰を持ち、同じところから出た我が監督に預けるであろう。もし私が病を得て死を予感するようなことがあれば、子がない場合は同様にするであろう。』」

4

ἀλλ᾽ εἰ καὶ τελευτῶ τέκνον ἔχων ἐκ ἄξιον ἢ μηδέπω δυνάμενον, ὁμοίως ποιήσω. τῷ γὰρ ἐπισκόπῳ μου παρακαταθήσομαι, ἵνα εἰ μὲν τύχοι ἐφ᾽ ἡλικίας γενόμενος ἄξιος εἶναι τῆς πίστεως, ὡς πατρῴαν παρακαταθήκην τῷ τέκνῳ ἀποδόσῃ, κατὰ τὸν τῆς διαμαρτυρίας λόγον.

「『たとえ死ぬときに、ふさわしくない子を持っていようと、あるいはまだそれをなしえない子を持っていようと、同様にするであろう。すなわち我が監督に預けるであろう。それは、もしその子が年齢に達してその信仰にふさわしい者となったならば、監督が、父から伝わる預かり物として、誓約の言葉のとおりに、それをその子に返すためである。』」

Caput IV

第IV章
1

Ὅτι δὲ οὕτως ποιήσω, πάλιν τὸ δεύτερον διαμαρτύρομαι ἐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μου τῶν κηρυγμάτων διδόντι, καὶ φυλάξω κατὰ πάντα ὅσα διεμαρτυράμην, εἰ καί τι πλεῖον.

「『そして私がこのようにすることを、私は再び二度目に、天と地と水とに向かって誓約する——それらのうちにすべてが包まれている——これらすべてに加えて、あらゆるものを貫き行き渡る空気に向かって誓約する。それなしには私は息をすることができない。私は、宣教の書を私に与える者に常に従う者であり続け、私が誓約したすべてのことを、たとえそれ以上のことであっても守るであろう。』」

2

φυλάσσοντι οὖν μοι τὰς συνθήκας μέρος ἔσται μετὰ τῶν ὁσίων, ποιήσαντι δὲ παρ᾽ ἅ συνεθέμην, ἐχθρὸν εἴη μοι τὸ πᾶν καὶ ὁ διὰ πάντων διήκων αἰθὴρ καὶ ὁ ὑπὲρ τά ὅλα Θεὸς, οὗ κρείττων, οὗ μείζων ἐδ᾽ εἶς.

「『それゆえ、この取り決めを守るならば、私には聖なる者たちと共にある分け前があるだろう。しかし、私が取り決めたことに反して行うならば、万物が、そしてあらゆるものを貫き行き渡る天空が、そしてすべてのものを超えた神が——その方より優れた者も、大いなる者も一人としていない——私に敵となるように。』」

3

ἀλλ᾽ εἰ καὶ εἰς ἑτέρου Θεοῦ ὑπόνοιαν γένωμαι, κᾀκεῖνον νῦν ὄμνυμι ὡς οὐκ ἄλλως ποιήσω, εἴτ᾽ ἐστὶν, εἰτ᾽ ἐκ ἔστν· πρὸς τέτοις δὲ ἅπασιν εἰ ψεύσομαι, κατάθεμα ἔσομαι ζῶν καὶ θανὼν καὶ αἰωνίῳ κολασθήσομαι κολάσει. καὶ μετὰ τοῦτο ἄρτου καὶ ἅλατος μετὰ τοῦ παραδιδόντος μεταλαβέτω.

「『しかし、たとえ私が他の神があるという疑いを抱くようなことがあっても、今この時、私はその神にかけても誓う——私はこれ以外のことをしないであろう、その神が存在するにせよ、存在しないにせよ。そしてこれらすべてに加えて、もし私が偽るならば、私は生きているときも死んだときも呪われた者となり、永遠の罰によって罰せられるであろう。』そしてその後、彼はパンと塩とに、引き渡す者と共にあずかれ。」

Caput V

第V章
1

Ταῦτα τοῦ Ἰακώβου εἰπόντος ὠχρίασαν ἀγωνιάσαντες οἱ πρεσβύτεροι. συνιδὼν οὖν ὁ Ἰάκωβος, ὅτι λίαν πεφόβηνται, ἔφη· ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι.

ヤコブがこれらのことを言い終えると、長老たちは苦悩し、青ざめた。そこでヤコブは、彼らが甚だしく恐れていることを見て取り、言った。「私の言うことを聞け、兄弟たちよ、同じ僕たちよ。」

2

ἐὰν τὰς βίβλους πᾶσιν ὡς ἔτυχεν παρασχῶμεν, καὶ αὐταὶ ὑπὸ τολμηρῶν ἀνδρῶν τινῶν νοθευθῶσιν ἢ ταῖς ἑρμηνείαις διαστραφῶσιν, ὡς ἤδη τινὰς ἤκουσατε πεποιηκότας, ἔσται λοιπὸν καὶ τοῖς ὄντως τὴν ἀλήθειαν ζητοῦσιν ἀεὶ πλανᾶσθαι.

「もし我々がこれらの書を、誰にでも行き当たりばったりに与えるならば、それらは向こう見ずな者たちによって改竄されるか、あるいは解釈によって歪められるであろう——諸君がすでに、ある者たちがそうしたと聞いたとおりに。そうなれば、まことに真理を求める者たちさえも、常に迷わされることになるであろう。」

3

διὰ ἄμεινον παρ᾽ ἡμῖν αὐτὰς εἶναι, καὶ μεταδιδόναι μετὰ πάσης τῆς προειρημένης ἀσφαλείας τοῖς θέλουσι ζῆν καὶ ἄλλους σώζειν. εἰ δέ τις μετὰ τὸ οὕτως διαμαρτύρασθαι ἄλλως ποιήσει, εὐλόγως αἰωνἰᾳ ὑποπεσεῖται κολάσει.

「それゆえ、これらは我々のもとにある方がよく、前に述べたあらゆる用心をもって、生きることを望み、また他人を救うことを望む者たちに分け与えるべきである。もし誰かが、このように自ら誓約したのちに、それに反して行うならば、当然のこととして永遠の罰に服することになるであろう。」

4

τίνι γὰρ λόγῳ ἄλλων ἀπωλείας αἴτιος γένομενος αὐτὸς ἐκ ἀπολεῖται; τῶν οὖν πρεσβυτέρων ἐπὶ τῇ τοῦ Ἰακώβου γνώμῃ ἡσθέντων καὶ εἰπόντων· εὐλόγηται ὁ σὲ ὡς πάντα προειδὼς καλῶς ἡμῖν καταστήσας ἐπίσκοπον.

「なぜなら、他人の滅びの原因となった者が、自らは滅びずにいられようか。」そこで長老たちは、ヤコブの考えを喜び、こう言った。「あらかじめすべてを見通して、我々のために善くお前を監督として立てられた方は、祝されている。」

5

καὶ ταῦτα εἰπόντων αὐτῶν ἐγερθέντες προσηυξάμεθα τῷ τῶν ὅλων πατέρι καὶ Θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

そして彼らがこれを言うと、我々は立ち上がり、万物の父にして神である方に祈った。その方に栄光が世々にあるように。アーメン。