作者不詳fl. c. 256

Martyrium Polycarpi › 全文

Martyrium Polycarpi 全文

Anonymous · Mart. Pol. praef–epil.alt

Praefatio

前書き
1

Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν Φιλομηλίῳ καὶ πάσαις ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας παροικίαις: ἐλεος, εἰρήνη καὶ ἀγάπη θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησου Χριστοῦ πληθυνθείη.

スミュルナに寄留する神の教会から、フィロメリオンに寄留する神の教会、およびいたる所にある聖なる公同の教会のすべての寄留の群れへ。父なる神と我々の主イエス・キリストの憐れみと平和と愛とが、満ち加わるように。

Caput I

第I章
1

Ἐγράψαμεν ὑμῖν, ἀδελφοί, τὰ κατὰ τοὺς μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον, ὅστις ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κατέπαυσεν τὸν διωγμόν. σχεδὸν γὰρ πάντα τὰ προάγοντα ἐγένετο, ἵνα ἡμῖν ὁ κύριος ἄνωθεν ἐπιδείξῃ τὸ κατὰ τὸ εὐαγγέλιον μαρτύριον.

我々は諸君に書き送った、兄弟たちよ、殉教した者たちと、祝されたポリュカルポスについての事柄を。彼は、いわばその殉教によって封印を押すように、迫害を終わらせた。先立つ出来事のほとんどすべては、主が我々に、福音にかなう殉教を上から示されるために起こったのである。

2

περιέμενεν γάρ, ἵνα παραδοθῇ, ὡς καὶ ὁ κύριος, ἵνα μιμηταὶ καὶ ἡμεῖς αὐτοῦ γενώμεθα, μὴ μόνον σκοποῦντες τὸ καθ̓ ἑαυτούς, ἀλλὰ καὶ τὸ κατὰ τοὺς πέλας. ἀγάπης γὰρ ἀληθοῦς καὶ βεβαίας ἐστίν, μὴ μόνον ἑαυτὸν θέλειν σώζεσθαι, ἀλλὰ καὶ πάντας τοὺς ἀδελφούς.

彼が引き渡されるのを待ったのは、主もまたそうされたからであり、それは我々もまた彼の模倣者となるためであった。すなわち、自分に関わることだけでなく、隣人に関わることにも目を向けるためである。まことの揺るがぬ愛とは、自分だけが救われることを望むのではなく、すべての兄弟たちの救いをも望むことだからである。

Caput II

第II章
1

Μακάρια μὲν οὖν καὶ γενναῖα τὰ μαρτύρια πάντα τὰ κατὰ τὸ θέλημα τοῦ θεοῦ γεγονότα. δεῖ γὰρ εὐλαβεστέρους ἡμᾶς ὑπάρχοντας τῷ θεῷ τὴν κατὰ πάντων ἐξουσίαν ἀνατιθέναι.

さて、神の御心にかなって起こった殉教はすべて、幸いであり気高い。我々はより慎み深くあって、万物にわたる権能を神に帰さねばならないからである。

2

τὸ γὰρ γενναῖον αὐτῶν καὶ ὑπομονητικὸν καὶ φιλοδέσποτον τίς οὐκ ἂν θαυμάσειεν; οἳ μάστιξιν: μὲν καταξανθέντες, ὥστε μέχρι τῶν ἔσω φλεβῶν καὶ ἀρτηριῶν τὴν τῆς σαρκὸς οἰκονομίαν θεωρεῖσθαι, ὑπέμειναν, ὡς καὶ τοὺς περιεστῶτας ἐλεεῖν καὶ ὀδύρεσθαι: τοὺς δὲ καὶ εἰς τοσοῦτον γενναιότητος ἐλθεῖν, ὥστε μήτε γρύξαι μήτε στενάξαι τινὰ αὐτῶν, ἐπιδεικνυμένους ἅπασιν ἡμῖν, ὅτι ἐκείνῃ τῇ ὥρᾳ βασανιζόμενοι τῆς σαρκὸς ἀπεδήμουν οἱ γενναιότατοι μάρτυρες τοῦ Χριστοῦ, μᾶλλον δέ, ὅτι παρεστὼς ὁ κύριος ὡμίλει αὐτοῖς.

彼らの気高さと耐え忍ぶ力と主宰者への愛とを、誰が驚嘆せずにいられようか。ある者たちは鞭で打たれ切り裂かれて、内なる血管と動脈にまで及ぶ肉の仕組みが見えるほどになりながら耐え忍び、周りに立つ者たちさえも憐れみ嘆くほどであった。またある者たちは、その気高さがこれほどの高みに達し、声一つ漏らさず、呻きもしないまでになり、それによって我々すべてに示したのは、その時、苛まれながらも、キリストの最も気高い殉教者たちは肉を離れていたということ、いや、むしろ主が傍らに立ち、彼らに語りかけておられたということであった。

3

καὶ προσέχοντες τῇ τοῦ Χριστοῦ χάριτι τῶν κοσμικῶν κατεφρόνουν βασάνων, διὰ μιᾶς ὥρας τὴν αἰώνιον ζωὴν ἐξαγοραζόμενοι. καὶ τὸ πῦρ ἦν αὐτοῖς ψυχρὸν τὸ τῶν ἀπηνῶν βασανιστῶν. πρὸ ὀφθαλμῶν γὰρ εἶχον φυγεῖν τὸ αἰώνιον καὶ μηδέποτε σβεννύμενον, καὶ τοῖς τῆς καρδίας ὀφθαλμοῖς ἀνέβλεπον τὰ τηρούμενα τοῖς ὑπομείνασιν ἀγαθά, ἃ οὔτε οὖς ἤκουσεν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἐκείνοις δὲ ὑπεδείκνυτο ὑπὸ τοῦ κυρίου, οἵπερ μηκέτι ἄνθρωποι, ἀλλ’ ἤδη ἄγγελοι ἦσαν.

そして彼らはキリストの恵みに心を向けて、この世の責め苦を蔑んだ。ただ一時のうちに永遠の生命を贖い取ったのである。彼らにとって、無慈悲な拷問者たちの火は冷たいものであった。彼らは、永遠にして決して消えることのない火を逃れることを目の前に置いていたからであり、心の目をもって、耐え忍んだ者たちのために備えられている善きものを仰ぎ見ていたからである。それは耳が聞いたこともなく、目が見たこともなく、人の心に上ったこともないものであり、しかし主によって彼らに示された。彼らはもはや人間ではなく、すでに天使であったからである。

4

ὁμοίως δὲ καὶ οἱ εἰς τὰ θηρία κατακριθέντες ὑπέμειναν δεινὰς κολάσεις, κήρυκας ὑποστρωννύμενοι καὶ ἄλλαις ποικίλων βασάνων ἰδέαις κολαζόμενοι, ἵνα, εἰ δυνηθείη, ὁ τύραννος διὰ τῆς ἐπιμόνου κολάσεως εἰς ἄρνησιν αὐτοὺς τρέψῃ. πολλὰ γὰρ ἐμηχανᾶτο κατ’ αὐτῶν ὁ διάβολος.

同様に、猛獣刑に処せられた者たちも恐ろしい責め苦に耐え忍んだ。とがった貝殻を下に敷かれ、さまざまな種類の他の拷問によって責められたのは、もし叶うならば、暴君が執拗な責め苦によって彼らを否認へと向かわせようとしたからである。悪魔は彼らに対して多くの策略を巡らしていたのである。

Caput III

第III章
1

Ἀλλὰ χάρις τῷ θεῷ: κατὰ πάντων γὰρ οὐκ ἴσχυσεν. ὁ γὰρ γενναιότατος Γερμανικὸς ἐπερρώννυεν αὐτῶν τὴν δειλίαν διὰ τῆς ἐν αὐτῷ ὑπομονῆς: ὃς καὶ ἐπισήμως ἐθηριομάχησεν. βουλομένου γὰρ τοῦ ἀνθυπάτου πείθειν αὐτὸν καὶ λέγοντος, τὴν ἡλικίαν αὐτοῦ κατοικτεῖραι, ἑαυτῷ ἐπεσπάσατο τὸ θηρίον προσβιασάμενος, τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλαγῆναι βουλόμενος.

しかし神に感謝あれ。彼はすべての者に対して勝ちを得ることはできなかったからである。すなわち、最も気高いゲルマニコスは、自らの内なる耐え忍びによって彼らの臆病を力づけた。彼は際立って猛獣と闘った者である。総督が彼を説き伏せようとして、その若さを憐れむようにと言ったとき、彼はかえって猛獣を自分の方へ引き寄せ、力ずくで迫った。彼らの不正で法を無視した生き方から、一刻も早く解き放たれることを望んだからである。

2

ἐκ τούτου οὖν πᾶν τὸ πλῆθος, θαυμάσαν τὴν γενναιότητα τοῦ θεοφιλοῦς καὶ θεοσεβοῦς γένους τῶν Χριστιανῶν, ἐπεβόησεν: Αἶρε τοὺς ἀθέους: ζητείσθω Πολύκαρπος.

それゆえ、この出来事のゆえに、群衆はみな、神に愛され神を畏れ敬うキリスト教徒たちの一族の気高さに驚嘆して、叫んで言った。「無神論者どもを除け。ポリュカルポスを捜し出せ。」

Caput IV

第IV章
1

Εἷς δέ, ὀνόματι Κόϊντος, Φρύξ προσφάτως ἐληλυθὼς ἀπὸ τῆς Φρυγίας, ἰδὼν τὰ θηρία ἐδειλίασεν. οὗτος δὲ ἦν ὁ παραβιασάμενος ἑαυτόν τε καί τινας προσελθεῖν ἑκόντας. τοῦτον ὁ ἀνθύπατος πολλὰ ἐκλιπαρήσας ἔπεισεν ὀμόσαι καὶ ἐπιθῦσαι. διὰ τοῦτο οὖν, ἀδελφοί, οὐκ ἐπαινοῦμεν τοὺς προδιδόντας ἑαυτούς, ἐπειδὴ οὐχ οὕτως διδάσκει τὸ εὐαγγέλιον.

ところで、クイントスという名の一人、フリュギアから最近来たフリュギア人がいたが、彼は猛獣を見て怖じ気づいた。この者こそ、自分自身と幾人かの者たちを無理強いして、進んで名乗り出させた者であった。総督はこの者を、しきりに懇願して、誓わせ、また生贄を捧げさせることに説き伏せた。それゆえ、兄弟たちよ、我々は自ら進んで名乗り出る者たちを称賛しない。福音はそのようには教えていないからである。

Caput V

第V章
1

Ὁ δὲ θαυμασιώτατος Πολύκαρπος τὸ μὲν πρῶτον ἀκούσας οὐκ ἐταράχθη, ἀλλ’ ἐβούλετο κατὰ πόλιν μένειν: οἱ δὲ πλείους ἔπειθον αὐτὸν ὑπεξελθεῖν. καὶ ὑπεξῆλθεν εἰς ἀγρίδιον οὐ μακρὰν ἀπέχον ἀπὸ τῆς πόλεως καὶ διέτριβεν μετ’ ὀλίγων, νύκτα καὶ ἡμέραν οὐδὲν ἕτερον ποιῶν ἢ προσευχόμενος περὶ πάντων καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ὅπερ ἦν σύνηθες αὐτῷ.

最も驚嘆すべきポリュカルポスは、最初これを聞いても動じることなく、都に留まろうとした。しかし大多数の者たちは彼に、そっと立ち退くよう説き勧めた。そこで彼は都からそう遠くない小さな農場へと立ち退き、わずかな者たちと共に過ごし、夜も昼もひたすら、すべての人々と全世界にある諸教会のために祈るほか何もしなかった。それは彼の常であった。

2

καὶ προσευχόμενος ἐν ὀπτασίᾳ γέγονεν πρὸ τριῶν ἡμερῶν τοῦ συλληφθῆναι αὐτόν, καὶ εἶδεν τὸ προσκεφάλαιον αὐτοῦ ὑπὸ πυρὸς κατακαιόμενον: καὶ στραφεὶς εἶπεν πρὸς τοὺς σὺν αὐτῷ: Δεῖ με ζῶντα καῆναι.

そして祈っているとき、彼が捕らえられる三日前に幻の内にあって、自分の枕が火に焼かれるのを見た。振り向いて、共にいた者たちに言った。「私は生きたまま焼かれねばならない。」

Caput VI

第VI章
1

Καὶ ἐπιμενόντων τῶν ζητούντων αὐτὸν μετέβη εἰς ἕτερον ἀγρίδιον, καὶ εὐθέως ἐπέστησαν οἱ ζητοῦντες αὐτόν: καὶ μὴ εὑρόντες συνελάβοντο παιδάρια δύο, ὧν τὸ ἕτερον βασανιζόμενον ὡμολόγησεν.

彼を捜す者たちがなおも執拗であったので、彼は別の小さな農場へと移った。すると捜す者たちはただちにそこに現れた。彼を見つけられなかったので、二人の少年を捕らえたが、そのうちの一人は拷問されて認めた。

2

ἦν γὰρ καὶ ἀδύνατον λαθεῖν αὐτόν, ἐπεὶ καὶ οἱ προδιδόντες αὐτὸν οἰκεῖοι ὑπῆρχον, καὶ ὁ εἰρήναρχος, ὁ κεκληρωμένος τὸ αὐτὸ ὄνομα, Ἡρώδης ἐπιλεγόμενος, ἔσπευδεν εἰς τὸ στάδιον αὐτὸν εἰσαγαγεῖν, ἵνα ἐκεῖνος μὲν τὸν ἴδιον κλῆρον ἀπαρτίσῃ Χριστοῦ κοινωνὸς γενόμενος, οἱ δὲ προδόντες αὐτὸν τὴν αὐτοῦ τοῦ Ἰούδα ὑπόσχοιεν τιμωρίαν.

彼が人目を逃れることは実際不可能であった。彼を裏切った者たちが彼の家の者であったからである。そして治安官(エイレナルコス)——たまたま同じ名を割り当てられ、ヘロデと呼ばれていた者——は、彼を競技場へ引き入れることを急いでいた。それは、彼がキリストの共同者となって自らの分け前を全うし、他方、彼を裏切った者たちがあのユダその人の受けた罰を負うことになるためであった。

Caput VII

第VII章
1

Ἔχοντες οὖν τὸ παιδάριον, τῇ παρασκευῇ περὶ δείπνου ὥραν ἐξῆλθον διωγμῖται καὶ ἱππεῖς μετὰ τῶν συνήθων αὐτοῖς ὅπλων ὡς ἐπὶ λῃστὴν τρέχοντες. καὶ ὀψὲ τῆς ὥρας συνεπελθόντες ἐκεῖνον μὲν εὗρον ἐν ὑπερῴῳ κατακείμενον: κἀκεῖθεν δὲ ἠδύνατο εἰς ἕτερον χωρίον ἀπελθεῖν, ἀλλ’ οὐκ ἠβουλήθη εἰπών: Τὸ θέλημα τοῦ θεοῦ γενέσθω.

そこで彼らはその少年を捕らえたまま、備えの日、夕食の時刻ごろ、警吏と騎兵たちが、いつもの武具を携えて、まるで強盗にでも向かうかのように走り出た。そして遅い時刻に到着し、彼が二階の部屋に横たわっているのを見つけた。そこから彼は別の場所へ逃れることもできたが、そうしようとはせず、こう言った。「神の御心が行われますように。」

2

ἀκούσας οὖν παρόντας αὐτούς, καταβὰς διελέχθη αὐτοῖς, θαυμαζόντων τῶν παρόντων τὴν ἡλικίαν αὐτοῦ καὶ τὸ εὐσταθές, καὶ εἰ τοσαύτη σπουδὴ ἦν τοῦ συλληφθῆναι τοιοῦτον πρεσβύτην ἄνδρα. εὐθέως οὖν αὐτοῖς ἐκέλευσεν παρατεθῆναι φαγεῖν καὶ πιεῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅσον ἂν βούλωνται, ἐξῃτήσατο δὲ αὐτούς, ἵνα δῶσιν αὐτῷ ὥραν πρὸς τὸ προσεύξασθαι ἀδεῶς.

彼らが来ていると聞いて、彼は降りて行き、彼らと語り合った。居合わせた者たちは彼の年齢とその落ち着きに驚き、これほどの老人を捕らえるのにこれほどの熱意が向けられていることにも驚いた。彼はただちに、その時刻に彼らが望むだけの食べ物と飲み物を彼らのために整えるよう命じた。そして彼らに、自分が心置きなく祈るための時間を与えてほしいと願い出た。

3

τῶν δὲ ἐπιτρεψάντων, σταθεὶς προσηύξατο πλήρης ὢν τῆς χάριτος τοῦ θεοῦ οὕτως ὥστε ἐπὶ δύο ὥρας μὴ δύνασθαι σιγῆσαι καὶ ἐκπλήττεσθαι τοὺς ἀκούοντας, πολλούς τε μετανοεῖν ἐπὶ τῷ ἐληλυθέναι ἐπὶ τοιοῦτον θεοπρεπῆ πρεσβύτην.

彼らがそれを許すと、彼は立って祈った。神の恵みに満たされていたので、二時間にわたって語り止めることができないほどであり、聞く者たちは驚嘆し、多くの者は、これほど神にふさわしい老人に向かって来たことを悔い改めた。

Caput VIII

第VIII章
1

Ἐπεὶ δε ποτε κατέπαυσεν τὴν προσευχήν, μνημονεύσας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ, μικρῶν τε καὶ μεγάλων, ἐνδόξων τε καὶ ἀδόξων καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ καθίσαντες αὐτὸν ἤγαγον εἰς τὴν πόλιν, ὄντος σαββάτου μεγάλου.

彼はついに祈りをやめた。それは、かつて自分と関わりを持ったすべての者たち——小さき者も大いなる者も、誉れある者もなき者も——と、全世界にある公同の教会のすべてとを思い起こしてのことであった。出発すべき時刻が来ると、人々は彼を驢馬に乗せて都へと連れて行った。その日は大いなる安息日であった。

2

καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρχος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ μεταθέντες αὐτὸν ἐπὶ τὴν καροῦχαν ἔπειθον παρακαθεζόμενοι καὶ λέγοντες: Τί γὰρ κακόν ἐστιν εἰπεῖν: Κύριος καῖσαρ, καὶ ἐπιθῦσαι καὶ τὰ τούτοις ἀκόλουθα καὶ διασώζεσθαι; ὁ δὲ τὰ μὲν πρῶτα οὐκ ἀπεκρίνατο αὐτοῖς, ἐπιμενόντων δὲ αὐτῶν ἔφη: Οὐ μέλλω ποιεῖν, ὃ συμβουλεύετέ μοι.

治安官ヘロデとその父ニケテスが彼を出迎え、彼を車(カルーカ)に移し乗せると、傍らに座って説き勧めて言った。「『カエサルは主なり』と言い、生贄を捧げ、これに類することを行って、救われることの、いったい何が悪いというのか。」彼は最初、彼らに何も答えなかったが、彼らがなお言い募るので、こう言った。「私は、あなたがたが勧めることを行うつもりはない。」

3

οἱ δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλεγον αὐτῷ καὶ μετὰ σπουδῆς καθῄρουν αὐτόν, ὡς κατιόντα ἀπὸ τῆς καρούχας ἀποσῦραι τὸ ἀντικνήμιον. καὶ μὴ ἐπιστραφείς, ὡς οὐδὲν πεπονθὼς προθύμως μετὰ σπουδῆς ἐπορεύετο, ἀγόμενος εἰς τὸ στάδιον, θορύβου τηλικούτου ὄντος ἐν τῷ σταδίῳ, ὡς μηδὲ ἀκουσθῆναί τινα δύνασθαι.

彼らは彼を説き伏せることに失敗すると、彼に対して激しい言葉を浴びせ、急いで彼を引きずり下ろした。そのため車から降りるときにすねを擦りむいた。しかし彼は振り向きもせず、何事もなかったかのように、勇んで急ぎ進んで行き、競技場へと連れて行かれた。競技場ではあまりの騒ぎで、誰の声も聞き取れないほどであった。

Caput IX

第IX章
1

Τῷ δὲ Πολυκάρπῳ εἰσιόντι εἰς τὸ στάδιον φωνὴ ἐξ οὐρανοῦ ἐγένετο: Ἴσχυε, Πολύκαρπε, καὶ ἀνδρίζου. καὶ τὸν μὲν εἰπόντα οὐδεὶς εἶδεν, τὴν δὲ φωνὴν τῶν ἡμετέρων οἱ παρόντες ἤκουσαν. καὶ λοιπὸν προσαχθέντος αὐτοῦ, θόρυβος ἦν μέγας ἀκουσάντων, ὅτι Πολύκαρπος συνείληπται.

ポリュカルポスが競技場に入って行くと、天からの声があった。「強くあれ、ポリュカルポスよ、雄々しくあれ。」語った者を見た者は誰もいなかったが、その声を、居合わせた我々の仲間たちは聞いた。それから、彼が引き出されると、ポリュカルポスが捕らえられたと聞いて、大きな騒ぎが起こった。

2

προσαχθέντα οὖν αὐτὸν ἀνηρώτα ὁ ἀνθύπατος, εἰ αὐτὸς εἴη Πολύκαρπος. τοῦ δὲ ὁμολογοῦντος, ἔπειθεν ἀρνεῖσθαι λέγων: Αἰδέσθητί σου τὴν ἡλικίαν, καὶ ἕτερα τούτοις ἀκόλουθα, ὡς ἔθος αὐτοῖς λέγειν: Ὄμοσον τὴν Καίσαρος τύχην, μετανόησον, εἶπον: Αἶρε τοὺς ἀθέους. ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἀνόμων ἐθνῶν ἐμβλέψας καὶ ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν: Αἶρε τοὺς ἀθέους.

引き出された彼に、総督は、お前がポリュカルポスであるかと尋ねた。彼がそうだと認めると、総督は彼に否認するよう説き勧めて言った。「お前の年齢を思え。」そして、彼らの慣わしどおりに続けて言った。「カエサルの偶運にかけて誓え。悔い改めよ。『無神論者どもを除け』と言え。」しかしポリュカルポスは、厳しい面持ちで、競技場にいる不法な異邦人たちの群衆全体を見つめ、彼らに向かって手を振り、嘆息して天を仰ぎ見て言った。「無神論者どもを除け。」

3

ἐγκειμένου δὲ τοῦ ἀνθυπάτου καὶ λέγοντος: Ὄμοσον, καὶ ἀπολύω σε, λοιδόρησον τὸν Χριστόν, ἔφη ὁ Πολύκαρπος: Ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ, καὶ οὐδέν με ἠδίκησεν: καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου τὸν σώσαντά με;

総督がなおも迫って、「誓え、そうすれば私はお前を釈放しよう。キリストを罵れ」と言うと、ポリュカルポスは言った。「八十六年、私はこの方に仕えてきた。この方は私に何一つ不当なことをなさらなかった。それなのに、どうして私を救ってくださった私の王を冒瀆できようか。」

Caput X

第X章
1

Ἐπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος: Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο: Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε: Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν καὶ ἄκουσον.

彼がなおも重ねて、「カエサルの偶運にかけて誓え」と言うと、彼は答えた。「あなたが言うように、私がカエサルの偶運にかけて誓うだろうと、もし空しく思い込んでいて、私が何者かを知らないふりをしているのなら、率直に聞くがよい。私はキリスト教徒である。もしキリスト教の言葉を学びたいのであれば、日を定めて聞くがよい。」

2

ἔφη ὁ ἀνθύπατος: Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν: Σὲ μὲν κἂν λόγου ἠξίωσα: δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τὸ προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν: ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.

総督は言った。「民衆を説得してみよ。」ポリュカルポスは言った。「あなたには、少なくとも一言お答えする値打ちがあると思った。我々は、神によって立てられた支配者たちと権能とに対し、それが我々を害さない限り、しかるべき敬意を払うよう教えられているからである。しかし、あの者たちについては、彼らに弁明するに値するとは思わない。」

Caput XI

第XI章
1

Ὁ δὲ ἀνθύπατος εἶπεν: Θηρία ἔχω, τούτοις σε παραβαλῶ, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ εἶπεν: Κάλει, ἀμετάθετος γὰρ ἡμῖν ἡ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μετάνοια: καλὸν δὲ μετατίθεσθαι ἀπὸ τῶν χαλεπῶν ἐπὶ τὰ δίκαια.

総督は言った。「私は猛獣を持っている。悔い改めなければ、お前をそれらに投げ与えよう。」彼は言った。「呼ぶがよい。より善いものからより悪いものへの悔い改めなど、我々にはあり得ないからだ。だが、厳しいものから正しいものへと変わることは善いことだ。」

2

ὁ δὲ πάλιν πρὸς αὐτόν: Πυρί σε ποιήσω δαπανηθῆναι, εἰ τῶν θηρίων καταφρονεῖς, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ Πολύκαρπος εἶπεν: Πῦρ ἀπειλεῖς τὸ πρὸς ὥραν καιόμενον καὶ μετ’ ὀλίγον σβεννύμενον: ἀγνοεῖς γὰρ τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖς ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις; φέρε, ὃ βούλει.

総督はさらに彼に言った。「猛獣を蔑むならば、悔い改めなければ、私はお前を火で焼き尽くさせよう。」ポリュカルポスは言った。「あなたは、一時の間燃えて間もなく消える火をもって脅している。あなたは、来るべき裁きと、不敬虔な者たちのために備えられている永遠の刑罰の火を知らないのだ。だが、なぜためらうのか。あなたの望むものを持って来るがよい。」

Caput XII

第XII章
1

Ταῦτα δὲ καὶ ἕτερα πλείονα λέγων θάρσους καὶ χαρᾶς ἐνεπίμπλατο, καὶ τὸ πρόσωπον αὐτοῦ χάριτος ἐπληροῦτο, ὥστε οὐ μόνον μὴ συμπεσεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτόν, ἀλλὰ τοὐναντίον τὸν ἀνθύπατον ἐκστῆναι, πέμψαι τε τὸν ἑαυτοῦ κήρυκα ἐν μέσῳ τοῦ σταδίου κηρῦξαι τρίς: Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι.

こう言い、また他にも多くのことを語りながら、彼は勇気と喜びに満たされ、その顔は恵みに満ちていたので、彼に向けられた言葉に動じて崩れ落ちることがなかったばかりか、かえって総督の方が驚き入り、自分の触れ役を競技場の中央に遣わして三度布告させた。「ポリュカルポスは自らキリスト教徒であると告白した。」

2

τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος, ἅπαν τὸ πλῆθος ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρναν κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φωνῇ ἐπεβόα: Οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος, ὁ πατὴρ τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέτης, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυνεῖν. ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν Ἀσιάρχην Φίλιππον, ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέοντα. ὁ δὲ ἔφη, μὴ εἶναι ἐξὸν αὐτῷ, ἐπειδὴ πεπληρώκει τὰ κυνηγέσια.

触れ役がこれを告げると、スミュルナに住むすべての異邦人とユダヤ人の群衆は、抑えがたい怒りをもって大声で叫んだ。「これはアシアの教師、キリスト教徒たちの父、我々の神々を打ち倒す者、生贄を捧げることも拝むこともしないようにと多くの者に教える者だ。」こう言いながら彼らは叫び、アシア長官(アシアルケス)フィリッポスに、ポリュカルポスに獅子をけしかけるよう求めた。しかし彼は、獣狩りの興行をすでに終えてしまっていたので、それは自分には許されないことだと言った。

3

τότε ἔδοξεν αὐτοῖς ὁμοθυμαδὸν ἐπιβοῆσαι, ὥστε τὸν Πολύκαρπον ζῶντα κατακαῦσαι. ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι, ὅτε ἰδὼν αὐτὸ καιόμενον προσευχόμενος εἶπεν ἐπιστραφεὶς τοῖς σὺν αὐτῷ πιστοῖς προφητικῶς: Δεῖ με ζῶντα καῆναι.

そこで彼らは、心を一つにして、ポリュカルポスを生きたまま焼き殺すようにと叫び声を上げることを思いついた。というのも、彼に枕の上に現れた幻が成就する必要があったからである。それは、祈りながらそれが燃えているのを見たとき、共にいた信徒たちの方を振り向いて、預言的にこう言ったときのことである。「私は生きたまま焼かれねばならない。」

Caput XIII

第XIII章
1

Ταῦτα οὖν μετὰ τοσούτου τάχους ἐγένετο, θάττον ἢ ἐλέγετο, τῶν ὄχλων παραχρῆμα συναγόντων ἔκ τε τῶν ἐργαστηρίων καὶ βαλανείων ξύλα καὶ φρύγανα, μάλιστα Ἰουδαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουργούντων.

これらのことは、語られるよりも速いほどの速さで起こった。群衆はただちに、作業場や浴場から薪と柴を集め、とりわけユダヤ人たちが、彼らの慣わしどおり、進んでこれに手を貸した。

2

ὅτε δὲ ἡ πυρκαϊὰ ἡτοιμάσθη, ἀποθέμενος ἑαυτῷ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτόν, μὴ πρότερον τοῦτο ποιῶν διὰ τὸ ἀεὶ ἕκαστον τῶν πιστῶν σπουδάζειν, ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἅψηται: παντὶ γὰρ καλῷ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς μαρτυρίας ἐκεκόσμητο.

薪の山が整えられると、彼は自ら衣をすべて脱ぎ、帯を解いて、履物をも自分で脱ごうとした。それまでこうしたことをしなかったのは、信徒たちの一人一人が、誰よりも早く彼の肌に触れようと常に競っていたからである。彼は、その善き生き方のゆえに、殉教の前からすでにあらゆる善きものによって飾られていたのである。

3

εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα. μελλόντων δὲ αὐτῶν καὶ προσηλοῦν, εἶπεν: Ἄφετέ με οὕτως: ὁ γὰρ δοὺς ὑπομεῖναι τὸ πῦρ δώσει χωρὶς τῆς ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἄσκυλτον ἐπιμεῖναι τῇ πυρᾷ.

こうしてただちに、薪の山のために用意された道具が彼の周りに置かれた。しかし彼らが釘で打ち付けようとすると、彼は言った。「そのままにしておけ。火を耐え忍ぶことを与えてくださった方は、諸君が釘で留めておかずとも、私が薪の山にじっと留まり続けることをも与えてくださるであろう。」

Caput XIV

第XIV章
1

Οἱ δὲ οὐ καθήλωσαν μέν, προσέδησαν δὲ αὐτόν. ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας καὶ προσδεθείς, ὥσπερ κριὸς ἐπίσημος ἐκ μεγάλου ποιμνίου εἰς προσφοράν, ὁλοκαύτωμα δεκτὸν τῷ θεῷ ἡτοιμασμένον, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν: Κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός σου Ἰησοῦ Χριστοῦ πατήρ, δἰ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήφαμεν, ὁ θεὸς ἀγγέλων καὶ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γένους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου:

彼らは彼を釘付けにはせず、縛りつけた。彼は両手を後ろに回されて縛られると、大いなる群れの中から選ばれた抜きん出た雄羊のように、供え物として、すなわち神に受け入れられる全焼の供え物として整えられ、天を仰ぎ見てこう言った。「主なる神、全能者よ、汝の愛する、祝された子イエス・キリストの父よ、彼を通して我々は汝についての認識を受けた方よ、天使たちと諸力と全被造物、そして汝の御前に生きる正しき者たちのすべての一族との神よ。」

2

εὐλογῶ σε, ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίου: ἐν οἶς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας καὶ προεφανέρωσας καὶ ἐπλήρωσας, ὁ ἀψευδὴς καὶ ἀληθινὸς θεός.

「汝を讃える。汝が私にこの日、この時を得るにふさわしいとし、汝のキリストの杯における殉教者たちの数の中に、魂と肉体の永遠の生命への復活へと、聖なる霊の不朽のうちに、私が一部を受けることを許してくださったからである。彼らのうちにあって、私が今日、肥えた受け入れられる犠牲として、汝の御前に受け入れられんことを。汝があらかじめ備え、あらかじめ表し、成し遂げてくださったとおりに。偽りなく、まことなる神よ。」

3

διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνῶ, σὲ εὐλογῶ, σὲ δοξάζω διὰ τοῦ αἰωνίου καὶ ἐπουρανίου ἀρχιερέως Ἰησοῦ Χριστοῦ, ἀγαπητοῦ σου παιδός, δἰ οὗ σοὶ σὺν αὐτῷ καὶ πνεύματι ἁγίῳ δόξα καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας. ἀμήν.

「それゆえ、すべてのことについて、汝を讃え、汝を祝し、汝を崇める。永遠にして天上の大祭司イエス・キリスト、汝の愛する子を通して。彼を通して、汝に、彼と聖なる霊と共に、栄光が今も、また来たるべき代々にわたってあるように。アーメン。」

Caput XV

第XV章
1

Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν εὐχήν, οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ. μεγάλης δὲ ἐκλαμψάσης φλογός, θαῦμα εἴδομεν, οἷς ἰδεῖν ἐδόθη: οἳ καὶ ἐτηρήθημεν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα.

彼がアーメンを唱え上げ、祈りを終えると、火を扱う者たちが火を燃え立たせた。大きな炎が輝き上がると、我々は驚くべきことを見た——それを見ることが許された我々は。そして我々は、起こったことを他の人々に告げ知らせるために、生き残らされたのである。

2

τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν, ὥσπερ ὀθόνη πλοίου ὑπὸ πνεύματος πληρουμένη, κύκλῳ περιετείχισεν τὸ σῶμα τοῦ μάρτυρος: καὶ ἦν μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ’ ὡς ἄρτος ὀπτώμενος ἢ ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοντος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.

火は丸天井のような形をなし、あたかも風をはらんだ船の帆布のように、殉教者の肉体を四方から取り囲んだ。そしてその内にあるものは、焼ける肉のようではなく、焼かれるパンのように、あるいは炉の中で精錬される金や銀のようであった。そして我々は、乳香が香るような、あるいは他の貴重な香料のような、これほどの芳香を感じ取ったのである。

Caput XVI

第XVI章
1

Πέρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον αὐτοῦ τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι, ἐκέλευσαν προσελθόντα αὐτῷ κομφέκτορα παραβῦσαι ξιφίδιον. καὶ τοῦτο ποιήσαντος, ἐξῆλθεν περιστερὰ καὶ πλῆθος αἵματος, ὥστε κατασβέσαι τὸ πῦρ καὶ θαυμάσαι πάντα τὸν ὄχλον, εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ τῶν ἐκλεκτῶν:

ついに、不法な者たちは、彼の肉体が火によって焼き尽くされないのを見ると、コンフェクトル(止めを刺す役)を近づかせて短剣を突き刺すよう命じた。そしてそれがなされると、鳩が出てきて、おびただしい血が流れ出て、火を消してしまうほどであった。そして群衆はみな、不信の者たちと選ばれた者たちとの間に、これほどの隔たりがあることに驚嘆した。

2

ὧν εἷς καὶ οὗτος γεγόνει ὁ θαυμασιώτατος μάρτυς Πολύκαρπος, ἐν τοῖς καθ̓ ἡμᾶς χρόνοις διδάσκαλος ἀποστολικὸς καὶ προφητικὸς γενόμενος, ἐπίσκοπος τῆς ἐν Σμύρνῃ καθολικῆς ἐκκλησίας. πᾶν γὰρ ῥῆμα, ὃ ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ἐτελειώθη καὶ τελειωθήσεται.

彼らのうちの一人こそ、この最も驚嘆すべき殉教者ポリュカルポスであった。彼は我々の時代にあって、使徒的で預言者的な教師となり、スミュルナにある公同の教会の監督であった。彼が口から発したすべての言葉は、成就され、また成就されるであろう。

Caput XVII

第XVII章
1

Ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ πονηρός, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν τό τε μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς ἀνεπίληπτον πολιτείαν, ἐστεφανωμένον τε τὸν τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρητον ἀπενηνεγμένον, ἐπετήδευσεν, ὡς μηδὲ τὸ σωμάτιον αὐτοῦ ὑφ̓ ἡμῶν ληφθῆναι, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.

しかし、妬み深く悪意ある邪悪な者、正しき者たちの一族に敵対する者は、彼の殉教の大きさと、初めからの非のうちどころのない生き方を見て、また彼が不朽の冠を戴き、異論の余地なき褒賞を勝ち取ったのを見て、企てを巡らした。それは、我々によって彼の肉体すら取られることのないようにするためであった。多くの者がそうすることを望み、彼の聖なる肉と交わることを望んでいたにもかかわらずである。

2

ὑπέβαλεν γοῦν Νικήτην τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν δὲ Ἄλκης, ἐντυχεῖν τῷ ἄρχοντι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα: μή, φησίν, ἀφέντες τὸν ἐσταυρωμένον τοῦτον ἄρξωνται σέβεσθαι. καὶ ταῦτα εἶπον ὑποβαλλόντων καὶ ἐνισχυόντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν, μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν: ἀγνοοῦντες, ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν δυνησόμεθα, τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα ἄμωμον ὑπὲρ ἁμαρτωλῶν, οὔτε ἕτερόν τινα σέβεσθαι.

そこで彼は、ヘロデの父でありアルケの兄弟であるニケテスをそそのかして、彼の肉体を渡さないようにと長官に願い出させた。「さもないと」と彼は言う、「彼らはこの十字架につけられた者を捨てて、この男を拝み始めるだろう。」彼らは、ユダヤ人たちがそそのかし、強く働きかけたことによってこう言った。ユダヤ人たちはまた、我々が火から彼を引き取ろうとしたときも見張っていた。彼らは知らなかったのである——我々は決してキリストを見捨てることなどできず、また他の誰をも拝むことはできない、ということを。キリストは、救われる者たちの全世界の救いのために、罪人のために苦しみを受けられた汚れなき方である。

3

τοῦτον μὲν γὰρ υἱὸν ὄντα τοῦ θεοῦ προσκυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον: ὧν γένοιτο καὶ ἡμᾶς κοινωνούς τε καὶ συμμαθητὰς γενέσθαι.

この方を、神の子であるがゆえに我々は拝む。しかし殉教者たちを、主の弟子であり模倣者であるがゆえに、ふさわしく愛する。それは、彼らが自らの王であり教師である方への並ぶものなき厚意によるものである。願わくは、我々もまた彼らの共同者、共に学ぶ弟子となることができるように。

Caput XVIII

第XVIII章
1

Ἰδὼν οὖν ὁ κεντυρίων τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν, θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν.

そこで百人隊長は、ユダヤ人たちの間に生じた争いを見て、彼らの慣わしどおりに、それ(遺体)を中央に置いて焼いた。

2

οὕτως τε ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πολυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτοῦ ἀπεθέμεθα, ὅπου καὶ ἀκόλουθον ἦν.

こうして我々は後になって、高価な宝石よりも貴く、黄金よりも価値のある彼の骨を拾い上げ、ふさわしい場所に納めた。

3

ἔνθα ὡς δυνατὸν ἡμῖν συναγομένοις ἐν ἀγαλλιάσει καὶ χαρᾷ παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτοῦ ἡμέραν γενέθλιον, εἴς τε τὴν τῶν προηθληκότων μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμασίαν.

そこで、我々ができる限り、歓喜と喜びのうちに集まるとき、主は我々に、彼の殉教の誕生日を祝い行うことを許してくださるであろう。それは、すでに戦い終えた者たちの記念のため、また来たるべき者たちの鍛錬と備えのためである。

Caput XIX

第XIX章
1

Τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρπον, ὃς σὺν τοῖς ἀπὸ Φιλαδελφίας δωδέκατος ἐν Σμύρνῃ μαρτυρήσας, μόνος ὑπὸ πάντων μᾶλλον μνημονεύεται, ὥστε καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ τόπῳ λαλεῖσθαι: οὐ μόνον διδάσκαλος γενόμενος ἐπίσημος, ἀλλὰ καὶ μάρτυς ἔξοχος, οὗ τὸ μαρτύριον πάντες ἐπιθυμοῦσιν μιμεῖσθαι κατὰ τὸ εὐαγγέλιον Χριστοῦ γενόμενον.

祝されたポリュカルポスについての事柄はこのようなものである。彼はフィラデルフィアから来た者たちと共に、スミュルナにおいて十二番目に殉教した者でありながら、ただ一人、誰よりもいっそう記憶され、異邦人たちの間でもあらゆる場所で語られるほどになった。それは、彼が卓越した教師となっただけでなく、傑出した殉教者ともなったからであり、彼の殉教は、キリストの福音にかなって起こったがゆえに、すべての者がこれに倣うことを望むのである。

2

διὰ τῆς ὑπομονῆς καταγωνισάμενος τὸν ἄδικον ἄρχοντα καὶ οὕτως τὸν τῆς ἀφθαρσίας στέφανον ἀπολαβών, σὺν τοῖς ἀποστόλοις καὶ πᾶσιν δικαίοις ἀγαλλιώμενος δοξάζει τὸν θεὸν καὶ πατέρα παντοκράτορα καὶ εὐλογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν σωτῆρα τῶν ψυχῶν ἡμῶν καὶ κυβερνήτην τῶν σωμάτων ἡμῶν καὶ ποιμένα τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας.

耐え忍びによって不正な支配者を打ち負かし、こうして不朽の冠を受け取って、使徒たちとすべての正しき者たちと共に喜び踊りつつ、父にして全能者なる神を崇め、我々の主イエス・キリスト——我々の魂の救い主にして、我々の肉体の舵取りであり、全世界にある公同の教会の牧者——を祝している。

Caput XX

第XX章
1

Ὑμεῖς μὲν οὖν ἠξιώσατε διὰ πλειόνων δηλωθῆναι ὑμῖν τὰ γενόμενα, ἡμεῖς δὲ κατὰ τὸ παρὸν ἐπὶ κεφαλαίῳ μεμηνύκαμεν διὰ τοῦ ἀδελφοῦ ἡμῶν Μαρκίωνος. μαθόντες οὖν ταῦτα καὶ τοῖς ἐπέκεινα ἀδελφοῖς τὴν ἐπιστολὴν διαπέμψασθε, ἵνα καὶ ἐκεῖνοι δοξάζωσιν τὸν κύριον τὸν ἐκλογὰς ποιοῦντα ἀπὸ τῶν ἰδίων δούλων.

諸君は、起こったことをより詳しく諸君に知らせるようにと望んだ。しかし我々は、さしあたり、兄弟マルキオンを通して要点だけを伝えた。それゆえ、これらのことを知ったなら、この手紙をさらに遠くの兄弟たちにも転送してほしい。彼らもまた、自らの僕たちの中から選びをなさる主を崇めるためである。

2

Τῷ δὲ δυναμένῳ πάντας ἡμᾶς εἰσαγαγεῖν ἐν τῇ αὐτοῦ χάριτι καὶ δωρεᾷ εἰς τὴν ἐπουράνιον αὐτοῦ βασιλείαν διὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δόξα, τιμή, κράτος, μεγαλωσύνη εἰς τοὺς αἰῶνας. προσαγορεύετε πάντας τοὺς ἁγίους. ὑμᾶς οἱ σὺν ἡμῖν προσαγορεύουσιν καὶ Εὐάρεστος ὁ γράψας πανοικεί.

そして、その恵みと賜物によって、我々すべてを、その独り子イエス・キリストを通して天の王国へと導き入れることができる方に、栄光、誉れ、権勢、威光が、代々限りなくあるように。すべての聖徒たちに挨拶せよ。我々と共にいる者たちが諸君に挨拶する。また、これを書いたエウアレストスも、家族一同とともに挨拶する。

Caput XXI

第XXI章
1

Μαρτυρεῖ δὲ ὁ μακάριος Πολύκαρπος μηνὸς Ξανθικοῦ δευτέρᾳ ἱσταμένου, πρὸ ἑπτὰ καλανδῶν Μαρτίων, σαββάτῳ μεγάλῳ, ὥρᾳ ὀγδόῃ. συνελήφθη δὲ ὑπὸ Ἡρώδου ἐπὶ ἀρχιερέως Φιλίππου Τραλλιανοῦ, ἀνθυπατεύοντος Στατίου Κοδράτου, βασιλεύοντος δὲ εἰς τοὺς αἰῶνας Ἰησοῦ Χριστοῦ: ᾧ ἡ δόξα, τιμή, μεγαλωσύνη, θρόνος αἰώνιος ἀπὸ γενεᾶς εἰς γενεάν. ἀμήν.

祝されたポリュカルポスは、クサンティコス月の第二日、三月のカレンダエの七日前、大いなる安息日、第八時に殉教した。彼は、フィリッポス・トラリアノスが大祭司であったとき、スタティオス・コドラトスが総督であったときに、ヘロデによって捕らえられた。しかしイエス・キリストは代々限りなく王として統べておられる。彼に栄光、誉れ、威光、代々にわたる永遠の御座があるように。アーメン。

Caput XXII

第XXII章
1

Ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, ἀδελφοί, στοιχοῦντας τῷ κατὰ τὸ εὐαγγέλιον λόγῳ Ἰησοῦ Χριστοῦ, μεθ̓ οὗ δόξα τῷ θεῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι, ἐπὶ σωτηρίᾳ τῇ τῶν ἁγίων ἐκλεκτῶν, καθὼς ἐμαρτύρησεν ὁ μακάριος Πολύκαρπος, οὗ γένοιτο ἐν τῇ βασιλείᾳ Ἰησοῦ Χριστοῦ πρὸς τὰ ἴχνη εὑρεθῆναι ἡμᾶς.

兄弟たちよ、我々は諸君が、福音にかなうイエス・キリストの言葉に従って歩み、健やかであるようにと祈る。この方と共に、神と父と聖なる霊とに栄光があるように、聖なる選ばれた者たちの救いのために。祝されたポリュカルポスが殉教したとおりに。願わくは、我々もイエス・キリストの王国において、彼の足跡に連なる者と見出されるように。

2

Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου, μαθητοῦ τοῦ Πολυκάρπου, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ. ἐγὼ δὲ Σωκράτης ἐν Κορίνθῳ ἐκ τῶν Γαΐου ἀντιγράφων ἔγραψα. ἡ χάρις μετὰ πάντων.

これらのことは、ポリュカルポスの弟子であったエイレナイオスの記したものから、ガイオスが書き写した。彼はエイレナイオスと生活を共にした者である。そして私、コリントのソクラテスが、ガイオスの写本から書き写した。恵みがすべての者と共にあるように。

3

Ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τοῦ προγεγραμμένου ἔγραψα ἀναζητήσας αὐτά, κατὰ ἀποκάλυψιν φανερώσαντός μοι τοῦ μακαρίου Πολυκάρπου, καθὼς δηλώσω ἐν τῷ καθεξῆς, συναγαγὼν αὐτὰ ἤδη σχεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα, ἵνα κἀμὲ συναγάγῃ ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰς τὴν οὐράνιον βασιλείαν αὐτοῦ, ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

そして私、ピオニオスは、先に記されたものから改めて書き写した。それらを探し求め、祝されたポリュカルポスが私に啓示によって明らかにしてくださったとおりに——このことは後に述べるとおりである——、すでに時によってほとんど朽ちかけていたそれらを集め合わせた。それは、主イエス・キリストが、私をも彼の選ばれた者たちと共に、その天の王国へと集め入れてくださるためである。彼に、父と聖なる霊と共に、栄光が世々限りなくあるように。アーメン。

Epilogus alius

別のエピローグ
1

Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου συγγραμμάτων, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ, μαθητῇ γεγονότι τοῦ ἁγίου Πολυκάρπου.

これらのことは、エイレナイオスの著作から、ガイオスが書き写した。彼(ガイオス)は、聖なるポリュカルポスの弟子となっていたエイレナイオスと生活を共にした者である。

2

οὗτος γὰρ ὁ Εἰρηναῖος, κατὰ τὸν καιρὸν τοῦ μαρτυρίου τοῦ ἐπισκόπου Πολυκάρπου γενόμενος ἐν Ῥώμῃ, πολλοὺς ἐδίδαξεν: οὗ καὶ πολλὰ συγγράμματα κάλλιστα καὶ ὀρθότατα φέρεται, ἐν οἷς μέμνηται Πολυκάρπου, ὅτι παῤ αὐτοῦ ἔμαθεν, ἱκανῶς τε πᾶσαν αἵρεσιν ἤλεγξεν καὶ τὸν ἐκκλησιαστικὸν κανόνα καὶ καθολικόν, ὡς παρέλαβεν παρὰ τοῦ ἁγίου, καὶ παρέδωκεν.

このエイレナイオスは、監督ポリュカルポスの殉教の時にはローマにいて、多くの人々を教えた。彼の著作は多く、最も優れ最も正統なものとして今に伝わっており、その中で彼はポリュカルポスについて言及し、彼から学んだと述べ、あらゆる異端を十分に論駁し、聖なる者から受け継いだとおりに、教会の規範、すなわち公同の規範を伝えたのである。

3

λέγει δὲ καὶ τοῦτο: ὅτι συναντήσαντός ποτε τῷ ἁγίῳ Πολυκάρπῳ Μαρκίωνος, ἀφ̓ οὗ οἱ λεγόμενοι Μαρκιωνισταί, καὶ εἰπόντος: Ἐπιγίνωσκε ἡμᾶς, Πολύκαρπε, εἶπεν αὐτὸς τῷ Μαρκίωνι: Ἐπιγινώσκω, ἐπιγινώσκω τὸν πρωτότοκον τοῦ σατανᾶ.

彼はまたこうも語っている。かつて、マルキオン派と呼ばれる者たちの由来となったマルキオンが、聖なるポリュカルポスに出会い、「我々を認めよ、ポリュカルポスよ」と言ったとき、彼はマルキオンに向かってこう言った。「認める、認める、サタンの長子を。」

4

καὶ τοῦτο δὲ φέρεται ἐν τοῖς τοῦ Εἰρηναίου συγγράμμασιν, ὅτι ᾗ ἡμέρᾳ καὶ ὥρᾳ ἐν Σμύρνῃ ἐμαρτύρησεν ὁ Πολύκαρπος, ἤκουσεν φωνὴν ἐν τῇ Ῥωμαίων πόλει ὑπάρχων ὁ Εἰρηναῖος ὡς σάλπιγγος λεγούσης: Πολύκαρπος ἐμαρτύρησεν.

そしてこのこともまた、エイレナイオスの著作の中に伝えられている。ポリュカルポスがスミュルナで殉教したその日、その時刻に、エイレナイオスはローマ人の都にいながら、ラッパのような声が「ポリュカルポスは殉教した」と言うのを聞いた、と。

5

Ἐκ τούτων οὖν, ὡς προλέλεκται, τῶν τοῦ Εἰρηναίου συγγραμμάτων Γάϊος μετεγράψατο, ἐκ δὲ τῶν Γαΐου ἀντιγράφων Ἰσοκράτης ἐν Κορίνθῳ. ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τῶν Ἰσοκράτους ἀντιγράφων ἔγραψα κατὰ ἀποκάλυψιν τοῦ ἁγίου Πολυκάρπου ζητήσας αὐτά, συναγαγὼν αὐτὰ ἤδη σχεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα, ἵνα κἀμὲ συναγάγῃ ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰς τὴν ἐπουράνιον αὐτοῦ βασιλείαν: ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

こうして、先に述べたとおり、これらエイレナイオスの著作からガイオスが書き写し、ガイオスの写本からコリントのイソクラテスが書き写した。そして私、ピオニオスは、再びイソクラテスの写本から、聖なるポリュカルポスの啓示に従ってこれらを探し求めて書き写した。すでに時によってほとんど朽ちかけていたそれらを集め合わせたのである。それは、主イエス・キリストが、私をもその選ばれた者たちと共に、その天の王国へと集め入れてくださるためである。彼に、父と子と聖なる霊と共に、栄光が世々限りなくあるように。アーメン。