Caput I
第I章Περιπατοῦντί μοι ἕωθεν ἐν τοῖς τοῦ ξυστοῦ περιπάτοις συναντήσας τις μετὰ καὶ ἄλλων· Φιλόσοφε, χαῖρε, ἔφη. Καὶ ἅμα εἰπὼν τοῦτο ἐπιστραφεὶς συμπεριεπάτει μοι· συνεπέστρεφον δ᾿ αὐτῷ καὶ οἱ φίλοι αὐτοῦ. Κἀγὼ ἔμπαλιν προσαγορεύσας αὐτόν· Τί μάλιστα : ἔφην.
朝、柱廊の遊歩道を歩いていた私に、ほかの者たちを伴ったある人が行き会い、「哲学者よ、健やかであれ」と言った。そう言うと同時に向きを変え、私と一緒に歩き出した。彼の友人たちも彼につれて向きを変えた。私もまた彼に挨拶を返し、「いったい何のことか」と言った。
Ὁ δέ· Ἐδιδάχθην ἐν Ἄργει. φησίν, ὑπὸ Κορίνθου τοῦ Σωκρατικοῦ ὅτι οὐ δεῖ καταφρονεῖν οὐδὲ ἀμελεῖν τῶν περικειμένων τόδε τὸ σχῆμα, ἀλλ᾿ ἐκ παντὸς φιλοφρονεῖσθαι προσομιλεῖν τε αὐτοῖς, εἴ τι ὄφελος ἐκ τῆς συνουσίας γένοιτο ἢ αὐτῷ ἐκείνῳ ἢ ἐμοί. Ἀμφοτέροις δὲ ἀγαθόν ἐστι, κἂν θάτερος ᾖ ὠφελημένος. Τούτου οὖν χάριν, ὅταν ἴδω τινὰ ὲν τοιούτῳ σχήματι, ἀσμένως αὐτῷ προσέρχομαι, σέ τε κατὰ τὰ αὐτὰ ἡδέως νῦν προσεῖπον, οὗτοί τε συνεφέπονταί μοι, προσδοκῶντες καὶ αὐτοὶ ἀκούσεσθαί τι χρηστὸν ἐκ σοῦ.
彼は言った、「私はアルゴスで、ソクラテス派のコリントスから、この姿をまとう者たちを侮ってはならず、なおざりにもしてはならない、むしろあらゆる仕方で親しく交わり、語りかけるべきだと教えられた。もし交わりから何か益が生じるなら、それはその人自身にとってであれ、私にとってであれ善いことだからだ。どちらか一方が益を得るだけでも、双方にとって善いことなのだ。それゆえ、私はこのような姿をした人を見るたびに、喜んで近づいていく。今もまた同じ理由で、喜んでお前に話しかけたのだ。ここにいる者たちも私について来ている。彼らもまた、お前から何か有益なことを聞けるだろうと期待しているのだ。」
Τίς δὲ σύ ἐσσι, φέριστε βροτῶν: Οὕτως προσπαίζων αὐτῷ ἔλεγον. Ὁ δὲ καὶ τοὔνομά μοι καὶ τὸ γένος ἐξεῖπεν ἁπλῶς. Τρύφων, φησί, καλοῦμαι· εἰμὶ δὲ Ἑβραῖος ἐκ περιτομῆς. φυγὼν τὸν νῦν γενόμενον πόλεμον, ἐν τῇ Ἑλλάδι καὶ τῇ Κορίνθῳ τὰ πολλὰ διάγων. Καὶ τί ἄν, ἔφην ἐγώ, τοσοῦτον ἐκ φιλοσοφίας σύ τ᾿ ἄν ὠφεληθείης, ὅσον παρὰ τοῦ σοῦ νομοθέτου καὶ τῶν προφητῶν; Τί γάρ; Οὐχ οἱ φιλόσοφοι περὶ θεοῦ τὸν ἅπαντα ποιοῦνται λόγον, ἐκεῖνος ἔλεγε, καὶ περὶ μοναρχίας αὐτοῖς καὶ προνοίας αἱ ζητήσεις γίνονται ἑκάστοτε; Ἣ οὐ τοῦτο ἔργον ἐστὶ φιλοσοφίας, ἐξετάζειν περὶ τοῦ θείου;
「お前は誰か、死すべき者どものうちで最も勝れた者よ。」こう私は戯れて彼に言った。彼は自分の名前と一族を率直に告げた。「私はトリュフォンと呼ばれている」と彼は言った。「割礼を受けたヘブライ人であり、いま起こった戦争を逃れて、ギリシアとコリントスとで多くの時を過ごしている。」そこで私は言った、「お前は、お前自身の立法者や預言者たちから受けるのと同じだけのものを、哲学から得られると思うのか。」「それはどういうことか。哲学者たちは神について、あらゆる論を立てているのではないか」と彼は言った。「彼らの探究はつねに単一支配と摂理をめぐって行われているではないか。それとも、神的なものについて検討することは、哲学の仕事ではないのか。」
Ναί, ἔφην, οὕτω καὶ ἡμεῖς δεδοξάκαμεν. Ἀλλ᾿ οἱ πλεῖστοι οὐδὲ τούτου πεφροντίκασιν. εἴτε εἶς εἴτε καὶ πλείους εἰσὶ θεοί, καὶ εἴτε προνοοῦσιν ἡμῶν ἑκάστου εἴτε καὶ οὕ, ὡς μηδὲν πρὸς εὐδαιμονίαν τῆς γνώσεως ταύτης συντελούσης· ἀλλὰ καὶ ἡμᾶς ἐπιχειροῦσι πείθειν ὡς τοῦ μὲν σύμπαντος καὶ αὐτῶν τῶν γενῶν καὶ εἰδῶν ἐπιμελεῖται θεός, ἐμοῦ δὲ καὶ σοῦ οὐκ ἔτι καὶ τοῦ καθ᾿ ἕκαστα, ἐπεὶ οὐδ᾿ ἂν ηὐχόμεθα αὐτῷ δι᾿ ὅλης νυκτὸς καὶ ἡμέρας.
「そうだ」と私は言った。「我々もそのように考えている。だが大多数の者は、神が一なのか多くいるのか、また我々各人を配慮しているのか否か、そのことすら顧みてはいない。あたかもこの知識が幸福に何ら資さないかのようだ。それどころか、彼らは、神が全体そのものや類・種そのものについては配慮するが、私やお前について、すなわち個々のものについてはもはや配慮しないと、我々を説き伏せようとさえする。もしそうでなければ、我々は夜も昼も通して神に祈ったりはしないだろうから。」
Τοῦτο δὲ ὅπη αὐτοῖς τελευτᾷ, οὐ χαλεπὸν συννοῆσαι· ἄδεια γὰρ καὶ ἐλευθερία λέγειν καὶ ἕπεσθαι τοῖς δοξάζουσι ταῦτα, ποιεῖν τε ὃ τι βούλονται καὶ λέγειν, μήτε κόλασιν φοβουμένοις μήτε ἀγαθὸν ἐλπίζουσί τι ἐκ θεοῦ. Πῶς γάρ; Οἵ γε ἀεὶ ταὐτὰ ἔσεσθαι λέγουσι, καὶ ἔτι ἐμὲ καὶ σὲ ἔμπαλιν βιώσεσθαι ὁμοίως, μήτε κρείττονας μήτε χείρους γεγονότας. Ἄλλοι δέ τινες, ὑποστησάμενοι ἀθάνατον καὶ ἀσώματον τὴν ψυχήν, οὔτε κακόν τι δράσαντες ἡγοῦνται δώσειν δίκην (ἀπαθὲς γὰρ τὸ ἀσώματον), οὔτε, ἀθανάτου αὐτῆς ὑπαρχούσης, δέονταί τι τοῦ θεοῦ ἔτι.
これがどこへ行き着くか、察するのは難しくない。すなわち、こう考える者たちには、語るにも従うにも咎めのなさと自由があり、思うままに振る舞い語り、罰を恐れることも、神から何か善いものを期待することもないのだ。当然ではないか。彼らは、いつも同じことが繰り返されると言い、さらに私とお前もまた、より優れた者にもより劣った者にもならず、同じように再び生きることになると言う。また別のある者たちは、魂は不死であり非物体的であると立て、悪をなしても報いを受けるとは考えない(非物体的なものは受苦しないからだ)。また魂が不死である以上、もはや神を必要としないとも考える。
Καὶ ὅς ἀστεῖον ὑπομειδιάσας· Σὺ δὲ πῶς, ἔφη, περὶ τούτων φρονεῖς καὶ τίνα γνώμην περὶ θεοῦ ἔχεις καὶ τίς ἡ σὴ φιλοσοφία, εἰπὲ ἡμὶν.
すると彼は、上品に微笑みながら言った、「では、お前はこれらについてどう考えているのか。神についてどのような見解を持っているのか。お前の哲学とは何か。我々に語ってくれ。」
Caput II
第II章Ἐγώ σοι, ἔφην, ἐρῶ ὅ γέ μοι καταφαίνεται. Ἔστι γὰρ τῷ ὄντι φιλοσοφία μέγιστον κτῆμα καὶ τιμιώτατον θεῷ. ᾧ τε προσάγει καὶ συνίστησιν ἡμᾶς μόνη, καὶ ὅσιοι ὡς ἀληθῶς οὗτοί εἰσιν οἱ φιλοσοφίᾳ τὸν νοῦν προσεσχηκότες. Τί ποτε δέ ἐστι φιλοσοφία καὶ οὗ χάριν κατεπέμφθη εἰς τοὺς ἀνθρώπους, τοὺς πολλοὺς λέληθεν; οὐ γὰρ ἂν Πλατωνικοὶ ἦσαν οὐδὲ Στωϊκοὶ οὐδὲ Περιπατητικοὶ οὐδὲ Θεωρητικοὶ οὐδὲ Πυθαγορικοί, μιᾶς οὔσης ταύτης ἐπιστήμης.
「私はお前に、私に思われるところを語ろう」と私は言った。「哲学は実に、この上なく偉大な、そして神にとって最も貴い所有物である。それだけが我々を神へ導き、結びつけるものであり、哲学に精神を向けた者たちこそ、真に敬虔な者たちである。だが哲学とは何であり、何のために人間たちのもとへ遣わされたのか、そのことは多くの者に知られていない。もしそうでなければ、プラトン派もストア派も逍遥学派も観照派もピュタゴラス派もありはしなかっただろう。この知識は一つであるはずだから。」
Οὗ δὲ χάριν πολύκρανος ἐγενήθη, θέλω εἰπεῖν. Συνέβη τοῖς πρώτοις ἁψαμένοις αὐτῆς καὶ διὰ τοῦτο ἐνδόξοις γενομένοις ἀκολουθῆσαι τοὺς ἔπειτα μηδὲν ἐξετάσαντας ἀληθείας πέρι, καταπλαγέντας δὲ μόνον τὴν καρτερίαν αὐτῶν καὶ τὴν ἐγκράτειαν καὶ τὸ ξένον τῶν λόγων ταῦτα ἀληθῆ νομίσαι ἅ παρὰ τοῦ διδασκάλου ἕκαστος ἔμαθεν, εἶτα καὶ αὐτούς, τοῖς ἔπειτα παραδόντας τοιαῦτα ἅττα καὶ ἄλλα τούτοις προσεοικότα, τοῦτο κληθῆναι τοὔνομα, ὅπερ ἐκαλεῖτο ὁ πατὴρ τοῦ λόγου.
哲学が多頭のものとなった理由を私は述べたい。最初にこれに触れ、それゆえに名を得た者たちに、その後の者たちが従った。彼らは真理について何も吟味することなく、ただその忍耐と自制、そして言論の奇抜さに驚嘆するばかりで、教師から各自が学んだことを真であると思い込んだ。そして彼ら自身もまた、その後の者たちにそうした類のことや、それに似た他のことを伝え、その説の父と呼ばれていた者と同じ名で呼ばれるようになったのである。
Ἐγώ τε κατ᾿ ἀρχὰς οὕτω ποθῶν καὶ αὐτὸς συμβαλεῖν τούτων ἑνί, ἐπέδωκα ἐμαυτὸν Στωϊκῷ τινι· καὶ διατρίψας ἱκανὸν μετ᾿ αὐτοῦ χρόνον, ἐπεὶ οὐδὲν πλέον ἐγίνετό μοι περὶ θεοῦ (οὐδὲ γὰρ αὐτὸς ἠπίστατο, οὐδὲ ἀναγκαίαν ἔλεγε ταύτην εἶναι τὴν μάθησιν), τούτου μὲν ἀπηλλάγην, ἐπ᾿ ἄλλον δὲ ἦκα, Περιπατητικὸν καλούμενον, δριμ(??)ν, ὡς ᾤετο. Καί μου ἀνασχόμενος οὗτος τὰς πρώτας ἡμέρας ἠξίου με ἔπειτα μισθὸν ὁρίσαι, ὡς μὴ ἀνωφελὴς ἡ συνουσία γίνοιτο ἡμῖν. Καὶ αὐτὸν ἐγὼ διὰ ταύτην τὴν αἰτίαν κατέλιπον, μηδὲ φιλόσοφον οἰηθεὶς ὅλως.
私も最初は、そのようにこれらのうちの一人と交わりたいと望み、あるストア派の人物に身を委ねた。そしてかなりの時をその人と過ごしたが、神について何ら得るところがなかったので(というのも、彼自身がそれを知らず、この学びは必要でもないと言ったからだ)、私は彼のもとを去り、別の、逍遥学派と呼ばれる者のところへ行った。彼は自分では鋭敏だと思っていた。彼は最初の数日は私を我慢して受け入れたが、その後、我々の交わりが無益にならぬようにと、報酬を定めるべきだと私に求めてきた。この理由のゆえに、私は彼のことを、そもそも哲学者だとは考えず、見捨てた。
Τῆς δὲ ψυχῆς ἔτι μου σπαργώσης ἀκοῦσαι τὸ ἴδιον καὶ τὸ ἐξαίρετον τῆς φιλοσοφίας, προσῆλθον εὐδοκιμοῦντι μάλιστα Πυθαγορείῳ, ἀνδρὶ πολὺ ἐπὶ τῇ σοφίᾳ φρονοῦντι. Κἄπειτα ὡς διελέχθην αὐτῷ, βουλόμενος ἀκροατὴς αὐτοῦ καὶ συνουσιαστὴς γενέσθαι· Τί δαί; Ὡμίλησας, ἔφη, μουσικῆ καὶ ἀστρονομίᾳ καὶ γεωμετρίᾳ; Ἤ δοκεῖς κατόψεσθαί τι τῶν εἰς εὐδαιμονίαν συντελούντων, εἰ μὴ ταῦτα πρῶτον διδαχθείης, ἃ τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν περισπάσει καὶ τοῖς νοητοῖς αὐτὴν παρασκευάσει χρησίμην, ὥστε αὐτὸ κατιδεῖν τὸ καλὸν καὶ αὐτὸ ὅ ἐστιν ἀγαθόν;
私の魂はなお、哲学に固有のもの、卓越したものを聞きたいと切望していたので、私は最も評判の高いピュタゴラス派の人物のところへ赴いた。この人は知恵において大いに自負するところがあった。そして彼と語り合い、彼の聴講者、交際者になりたいと望んだとき、彼は言った、「それで何か。お前は音楽と天文学と幾何学に通じているか。それとも、幸福に資するもののうち何かを見て取れると思っているのか、もしまずこれらのこと——魂を感覚的なものから引き離し、可知的なものにふさわしいものとして備え、それによって美そのもの、善そのものであるものを見て取ることができるようにするもの——を教わっていないままで。」
Πολλά τε ἐπαινέσας ταῦτα τὰ μαθήματα καὶ ἀναγκαῖα εἰπὼν ἀπέπεμπέ με, ἐπεὶ αὐτῷ ὡμολόγησα μὴ εἰδέναι. Ἐδυσφόρουν οὖν, ὡς τὸ εἰκός, ἀποτυχὼν τῆς ἐλπίδος, καὶ μᾶλλον ᾗ ἐπίστασθαί τι αὐτὸν ᾠόμην· πάλιν τε τὸν χρόνον σκοπῶν, ὅν ἔμελλον ἐκτρίβειν περὶ ἐκεῖνα τὰ μαθήματα, οὐκ ἠνειχόμην εἰς μακρὰν ἀποτιθέμενος.
彼はこれらの学課を大いに賞賛し、必要不可欠だと言って、私を追い返した。私が知らないと彼に認めたからである。当然のことながら、私は望みを絶たれて落胆した。とりわけ、彼が何かを知っていると私が思っていただけに、なおさらであった。そして再び、あの学課のために費やすことになる時間を考えると、それを遠い先まで延ばすことに耐えられなかった。
Ἐν ἀμηχανίᾳ δέ μου ὄντος ἔδοξέ μοι καὶ τοῖς Πλατωνικοῖς ἐντυχεῖν· πολ(??) γὰρ καὶ τούτων ἦν κλέος. Καὶ δὴ νεωστὶ ἐπιδημήσαντι τῇ ἡμετέρᾳ πόλει συνετῷ ἀνδρὶ καὶ προὔχοντι ἐν τοῖς Πλατωνικοῖς συνδιέτριβον ὡς τὰ μάλιστα, καὶ προέκοπτον καὶ πλεῖστον ὅσον ἑκάστης ἡμέρας ἐπεδίδουν. Καί με ᾕρει σφόδρα ἡ τῶν ἀσωμάτων νόησις, καὶ ἡ θεωρία τῶν ἰδεῶν· ἀνεπτέρου μοι τὴν φρόνησιν, ὀλίγου τε ἐντὸς χρόνου ᾤμην σοφὸς γεγονέναι, καὶ ὑπὸ βλακείας ἤλπιζον αὐτίκα κατόψεσθαι τὸν θεόν· τοῦτο γὰρ τέλος τῆς Πλάτωνος φιλοσοφίας.
途方に暮れていた私は、プラトン派の人々にも会おうと思い立った。彼らの評判もまた大いに高かったからである。ちょうど我々の町に新しく滞在していた、聡明でプラトン派の中でも卓越した人物と、私はできる限り親しく交わり、日ごとに大いに進歩を重ねていった。非物体的なものについての思惟と、諸イデアの観照とが、私を強くとらえた。それは私の思慮に翼を与え、短い時のうちに私は自分が賢者になったと思い込み、愚かにもすぐにでも神を見るだろうと期待した。それがプラトンの哲学の目的だからである。
Caput III
第III章Καί μου οὕτως διακειμένου ἐπεὶ ἔδοξέ ποτε πολλῆς ἠρεμίας ἐμφορηθῆναι καὶ τὸν τῶν ἀνθρώπων ἀλεεῖναι πάτον, ἐπορευόμην εἴς τι χωρίον οὐ μακρὰν θαλάσσης. Πλησίον δέ μου γενομένου ἐκείνου τοῦ τόπου, ἔνθα ἔμελλον ἀφικόμενος πρὸς ἐμαυτῷ ἔσεσθαι, παλαιός τις πρεσβύτης, ἰδέσθαι οὐκ εὐκαταφρόνητος, πρᾷον καὶ σεμνὸν ἦθος ἐμφαίνων, ὀλίγον ἀποδέων μου παρείπετο. Ὡς δὲ ἐπεστράφην εἰς αὐτόν, ὑποστάς ἐνητένισα δριμύτερον αὐτῷ.
私がこのような状態にあったとき、あるとき私は多くの静けさに満たされ、人々の往来を避けたいと思い立ち、海からそう遠くない、ある場所へと歩いて行った。私がまさにそこに至って自分自身と向き合おうとしていたその場所の近くまで来たとき、一人の年老いた老人——見るからに侮りがたく、穏やかで威厳のある人柄を示していた——が、少し離れて私についてきていた。私が彼の方に向き直ると、立ち止まって鋭く彼を見つめた。
Καὶ ὅς· Γνωρίζεις με; ἔφη. Ἠρνησάμην ἐγώ. Τί οὗν, μοι ἔφη, οὕτως με κατανοεῖς: Θαυμάζω, ἔφην, ὅτι ἔτυχες ἐν τῷ αὐτῷ μοι γενέσθαι· οὐ γὰρ προσεδόκησα ὄψεσθαί τινα ἀνδρῶν ἐνθάδε. Ὁ δέ· Οἰκείων τινῶν, φησί μοι, πεφρόντικα. Οὗτοι δέ μοί εἰσιν ἀπόδημοι· ἔρχομαι οὖν καὶ αὐτὸς σκοπήσων τὰ περὶ αὐτούς, εἰ ἄρα φανήσονταί ποθεν. Σὺ δὲ τί ἐνθάδε; ἐμοὶ ἐκεῖνος. Χαίρω, ἔφην. ταῖς τοιαύταις διατριβαῖς· ἀνεμπόδιστος γάρ μοι ὁ διάλογος πρὸς ἐμαυτὸν γίνεται, φιλολογίᾳ τε ἀνυτικώτατά ἐστι τὰ τοιάδε χωρία.
すると彼は、「お前は私を知っているか」と言った。私はそれを否定した。「では」と彼は私に言った、「なぜそのように私を見つめているのか」。「不思議に思っているのだ」と私は言った、「お前がたまたま私と同じ場所に居合わせたことに。ここで誰かに会うとは思っていなかったから」。すると彼は言った、「私は身内の者たちのことを気にかけているのだ。彼らは今、旅に出ていてここにいない。だから私自身も、彼らのことをどこかに現れないか、様子を見にきているのだ。では、お前はここで何をしているのか」と彼は私に言った。「私はこのような過ごし方を喜んでいる」と私は言った。「自分自身との対話が妨げられずにできるからだ。また、こうした場所は、学問愛好にとって最も効果的な場所なのだ」。
Φιλόλογος οὖν τις εἶ σύ, ἔφη, φιλεργὸς δὲ οὐδαμῶς οὐδὲ φιλαλήθης, οὐδὲ πειρᾷ πρακτικὸς εἶναι μᾶλλον ἢ σοφιστής; Τί δ᾿ ἄν, ἔφην ἐγώ, τούτου μεῖζον ἔργον ἄν τις ἐργάσαιτο, τοῦ δεῖξαι μὲν τὸν λόγον ἡγεμονεύοντα πάντων, συλλαβόντα δὲ καὶ ἐπ᾿ αὐτῷ ὀχούμενον καθορᾶν τὴν τῶν ἄλλων πλάνην καὶ τὰ ἐκείνων ἐπιτηδεύματα, ὡς οὐδὲν ὑγιὲς δρῶσιν οὐδὲ θεῷ φίλον; Ἄνευ δὲ φιλοσοφίας καὶ ὀρθοῦ λόγου οὐκ ἄν τῳ παρείη φρόνησις. Διὸ χρὴ πάντα ἄνθρωπον φιλοσοφεῖν καὶ τοῦτο μέγιστον καὶ τιμιώτατον ἔργον ἡγεῖσθαι, τὰ δὲ λοιπὰ δεύτερα καὶ τρίτα, καὶ φιλοσοφίας μὲν ἀπηρτημένα μέτρια καὶ ἀποδοχῆς ἄξια, στερηθέντα δὲ ταύτης καὶ μὴ παρεπομένης τοῖς μεταχειριζομένοις αὐτὰ φορτικὰ καὶ βάναυσα.
「では、お前は学問を愛する者ではあるが、行いを愛する者ではまったくなく、真理を愛する者でもなく、詭弁家であるよりも実践家であろうと努めてもいないのか」と彼は言った。「これより大きな仕事を、いったい人が何をなし得るというのか」と私は言った。「理性がすべてを統べていることを示し、それを捉えてそれに乗って、他の者たちの迷いと、彼らの営みが何ら健全でも神に喜ばれるものでもないことを見て取ること以上に。哲学と正しい理性なしには、誰にも思慮は宿らないだろう。それゆえすべての人間は哲学をしなければならず、これを最も偉大で最も貴い仕事とみなし、その他のことは第二第三のものとしなければならない。すなわち、哲学に懸かっているかぎり、それらもほどほどのものであり受け入れるに値するが、哲学を欠き、それを扱う者たちに哲学が伴っていない場合には、それらは低俗で卑しいものとなる」。
Ἦ οὖν φιλοσοφία εὐδαιμονίαν ποιεῖ; ἔφη ὑποτυχὼν ἐκεῖνος. Καὶ μάλιστα, ἔφην ἐγώ, καὶ μόνη. Τί γάρ ἐστι φιλοσοφία, φησί, καὶ τίς ἡ εὐδαιμονία αὐτῆς. εἰ μή τι κωλύει φράζειν, φράσον. Φιλοσοφία μέν, ἦν δ᾿ ἐγώ, ἐπιστήμη ἐστὶ τοῦ ὄντος καὶ τοῦ ἀληθοῦς ἐπίγνωσις, εὐδαιμονία δὲ ταύτης τῆς ἐπιστήμης καὶ τῆς σοφίας γέρας.
「では、哲学は幸福をもたらすのか」と彼は口を挟んで言った。「まさにそうだ」と私は言った、「それだけがもたらすのだ」。「では、哲学とは何であり、その幸福とは何なのか」と彼は言った、「何も差し支えなければ、話してみよ」。「哲学とは」と私は言った、「存在するものについての知識であり、真なるものの認識である。そして幸福とは、この知識と知恵に対する褒賞である」。
Θεὸν δὲ σὺ τί καλεῖς; ἔφη. Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον καὶ τοῦ εἶναι πᾶσι τοῖς ἄλλοις αἴτιον, τοῦτο δή ἐστιν ὁ θεός. Οὕτως ἐγὼ ἀπεκρινάμην αὐτῷ· καὶ ἐτέρπετο ἐκεῖνος ἀκούων μου, οὕτως τέ με ἤρετο πάλιν. Ἐπιστήμη οὐκ ἔστι κοινὸν ὄνομα διαφόρων πραγμάτων; Ἔν τε γὰρ ταῖς τέχναις ἀπάσαις ὁ ἐπιστάμενος τούτων τινὰ ἐπιστήμων καλεῖται, ἔν τε στρατηγικῇ καὶ κυβερνητικῇ καὶ ἰατρικῇ ὁμοίως. Ἔν τε τοῖς θείοις καὶ ἀνθρωπείοις οὐχ οὕτως ἔχει. Ἐπιστήμη τίς ἐστιν ἡ παρέχουσα αὐτῶν τῶν ἀνθρωπίνων καὶ τῶν θείων γνῶσιν, ἔπειτα τῆς τούτων θειότητος καὶ δικαιοσύνης ἐπίγνωσιν; Καὶ μάλα, ἔφην.
「では、お前は神を何と呼ぶのか」と彼は言った。「常に同じ仕方で、同じさまに在り続け、他のすべてのものが存在することの原因であるもの、これこそが神である」。私はこう彼に答えた。すると彼は私の言葉を聞いて喜び、こう再び私に尋ねた、「知識は、異なる事柄に共通の名ではないのか。あらゆる技術において、その技術のいずれかを知る者が知者と呼ばれる。戦術においても操舵術においても医術においても同様だ。ところが神的な事柄と人間的な事柄については、そのようにはいかない。人間的な事柄そのものと神的な事柄そのものについての知識を与え、次いでそれらの神性と正義についての認識を与える、そのような知識が何かあるのか」。「まさにそのとおりだ」と私は言った。
Τί οὖν; Ὁμοίως ἐστὶν ἄνθρωπον εἰδέναι καὶ θεόν, ὡς μουσικὴν καὶ ἀριθμητικὴν καὶ ἀστρονομίαν ἢ τι τοιοῦτον; Οὐδαμῶς. ἔφην. Οὐκ ὀρθῶς ἄρα ἀπεκρίθης ἐμοί, ἔφη ἐκεῖνος· αἱ μὲν γὰρ ἐκ μαθήσεως προσγίνονται ἡμῖν ἣ διατριβῆς τινος, αἱ δὲ ἐκ τοῦ ἰδέσθαι παρέχουσι τὴν ἐπιστήμην. Εἴ γέ σοι λέγοι τις ὅτι ἐστὶν ἐν Ἰνδίᾳ ζῶον φυὴν οὐχ ὅμοιον τοῖς ἄλλοις πᾶσιν. ἀλλὰ τοῖον ἢ τοῖον, πολυειδὲς καὶ ποικίλον, οὐκ ἄν πρότερον εἰδείης ἢ ἴδοις αὐτό, ἀλλ᾿ οὐδὲ λόγον ἄν ἔχοις εἰπεῖν αὐτοῦ τινα εἰ μὴ ἀκούσαις τοῦ ἑωρακότος.
「それでは」と彼は言った、「人間を知ることと神を知ることは、音楽や算術や天文学、あるいはそうしたものを知ることと同じであるのか」。「まったくそうではない」と私は言った。「では、お前は私に正しく答えなかったことになる」と彼は言った。「なぜなら、これらの知識のうち、学習やある種の修練によって我々に得られるものもあれば、実際に見ることによって知識を与えるものもあるからだ。もし誰かがお前に、インドには他のすべてのものと似ていない、あれこれの姿をした、多様で雑多な性質の動物がいると言ったとしても、お前はそれを見るまでは知ることができず、それを見た者から聞かない限り、それについて何か語ることさえできないだろう」。
Οὐ γάρ, φημί. Πῶς οὖν ἄν, ἔφη, περὶ θεοῦ ὀρθῶς φρονοῖεν οἱ φιλόσοφοι ἢ λέγοιέν τι ἀληθές, ἐπιστήμην αὐτοὺ μὴ ἔχοντες, μηδὲ ἰδόντες ποτὲ ἢ ἀκούσαντες; Ἀλλ᾿ οὐκ ἔστιν ὀφθαλμοῖς, ἦν δ᾿ ἐγώ, αὐτοῖς, πάτερ, ὁρατὸν τὸ θεῖον ὡς τὰ ἄλλα ζῶα, ἀλλὰ μόνῳ νῷ καταληπτόν, ὥς φησι Πλάτων, καὶ ἐγὼ πείθομαι αὐτῷ.
「そのとおりだ」と私は言った。「では」と彼は言った、「哲学者たちは、神についての知識を持たず、かつて見たことも聞いたこともないのに、どうして神について正しく考え、何か真なることを語ることができようか」。「しかし神的なものは」と私は言った、「父よ、他の生き物のように目で見えるものではなく、ただ精神によってのみ捉えられるものなのだ、プラトンが言うとおりに。そして私はそれを信じている」。
Caput IV
第IV章Ἔστιν οὖν, φησί, τῷ νῷ ἡμῶν τοιαύτη τις καὶ τοσαύτη δύναμις, ἢ μὴ τὸ ὄν δι᾿ αἰσθήσεως ἔλαβεν: Ἦ τὸν θεὸν ἀνθρώπου νοῦς ὄψεταί ποτε μὴ ἁγίῳ πνεύματι κεκοσμημένος; Φησὶ γὰρ Πλάτων. ἦν δ᾿ ἐγώ, αὐτὸ τοιοῦτον εἶναι τὸ τοῦ νοῦ ὄμμα καὶ πρὸς τοῦτο ἡμῖν δεδόσθαι, ὡς δύνασθαι καθορᾶν αὐτὸ ἐκεῖνο τὸ ὄν εἰλικρινεῖ αὐτῷ ἐκείνῳ. ὅ τῶν νοητῶν ἁπάντων ἐστὶν αἴτιον. οὐ χρῶμα ἔχον, οὐ σχῆμα, οὐ μέγεθος, οὐδὲ οὐδὲν ὧν ὀφθαλμὸς βλέπει· ἀλλά τι ὅν τοῦτ᾿ αὐτό, φησί. ὂν ἐπέκεινα πάσης οὐσίας, οὔτε ῥητὸν οὕτε ἀγορευτόν, ἀλλὰ μόνον καλὸνκαὶ ἀγαθόν, ἐξαίφνης ταῖς εὖ πεφυκυίαις ψυχαῖς ἐγγινόμενον διὰ τὸ συγγενὲς καὶ ἔρωτα τοῦ ἰδέσθαι.
「では」と彼は言った、「我々の精神には、そのような、それほどの力があるのか。それとも精神は、存在するものを感覚によって捉えたのではないのか。いったい、聖なる霊で飾られていない人間の精神が、いつか神を見ることがあろうか」。「なぜなら」と私は言った、「プラトンは、精神の眼はまさにそのようなものであり、我々にはそのために与えられているのだと言っている。それによって我々は、あの存在そのもの——あらゆる可知的なものの原因であり、色も形も大きさも持たず、目が見るいかなるものでもない、しかしそれ自体としてある何ものかであり、あらゆる実体を超えて在り、語ることも言い表すこともできず、ただ美であり善であるもの——を、それ自身の純粋な力によって見て取ることができるのだ、と。それは、素質のよい魂に、その同族性と、それを見たいという恋慕のゆえに、突如として生じるのだ」。
Τίς οὖν ἡμῖν, ἔλεγε, συγγένεια πρὸς τὸν θεόν ἐστιν; Ἢ καὶ ἡ ψυχὴ θεία καὶ ἀθάνατός ἐστι καὶ αὐτοῦ ἐκείνου τοῦ βασιλικοῦ νοῦ μέρος; Ὡς δὲ ἐκεῖνος ὁρᾷ τὸν θεόν, οὕτως καὶ ἡμῖν ἐφικτὸν τῷ ἡμετέρῳ νῷ συλλαβεῖν τὸ θεῖον καὶ τοὐντεῦθεν ἤδη εὐδαιμονεῖν; Πάνυ μὲν οὖν, ἔφην. Πᾶσαι δ᾿ αὐτὸ διὰ πάντων αἱ ψυχαὶ χωροῦσι τῶν ζώων, ἠρώτα, ἢ ἄλλη μὲν ἀνθρώπου, ἄλλη δὲ ἵππου καὶ ὄνου; Οὔκ, ἀλλ᾿ αἱ αὐταὶ ἐν πᾶσίν εἰσιν, ἀπεκρινάμην.
「では」と彼は言った、「我々には神とどのような同族性があるのか。魂もまた神的で不死であり、あの王的な精神そのものの一部であるのか。そしてかの精神が神を見るように、我々もまた自分の精神によって神的なものを捉え、そこからただちに幸福になることができるのか」。「まさにそのとおりだ」と私は言った。「では」と彼は尋ねた、「あらゆる生き物を通じて、すべての魂がそれを容れうるのか、それとも人間の魂と馬や驢馬の魂とは別のものなのか」。「いや、すべてのものにおいて同一のものだ」と私は答えた。
Ὄψονται ἄρα, φησί, καὶ ἵπποι καὶ ὄνοι ἢ εἶδόν ποτε τὸν θεόν; Οὔ, ἔφην· οὐδὲ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, εἰ μή τις ἐν δίκῃ βιώσαιτο, καθηράμενος δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ πάσῃ. Οὐκ ἄρα, ἔφη, διὰ τὸ συγγενὲς ὁρᾷ τὸν θεόν, οὐδ᾿ ὅτι νοῦς ἐστιν, ἀλλ᾿ ὅτι σώφρων καὶ δίκαιος; Ναί, ἔφην, καὶ διὰ τὸ ἔχειν ᾧ νοεῖ τὸν θεόν. Τί οὖν; Ἀδικοῦσί τινα αἶγες ἢ πρόβατα; Οὐδὲν οὐδένα, ἦν δ᾿ ἐγώ.
「それでは」と彼は言った、「馬や驢馬も神を見る、あるいはかつて見たことがあるということになるのか」。「そうではない」と私は言った、「多くの人間もまた見ることはない。もし正義とその他あらゆる徳によって浄められ、正しく生きる者でなければ」。「では」と彼は言った、「神を見るのは同族性のゆえではなく、精神を持つがゆえでもなく、節制があり正しいがゆえなのか」。「そうだ」と私は言った、「そして神を思惟するための能力を持っているがゆえでもある」。「それでは、山羊や羊は誰かに不正をなすか」。「誰にも何ら不正をなさない」と私は言った。
Ὄψονται ἄρα, φησί, κατὰ τὸν σὸν λόγον καὶ ταῦτα τὰ ζῶα; Οὔ· τὸ γὰρ σῶμα αὐτοῖς, τοιοῦτον ὄν, ἐμπόδιόν ἐστιν. Εἰ λάβοιεν φωνὴν τὰ ζῶα ταῦτα, ὑποτυχὼν ἐκεῖνος, εὗ ἴσθι ὅτι πολὺ ἂν εὐλογώτερον ἐκεῖνα τῷ ἡμετέρῳ σώματι λοιδοροῖντο· νῦν δ᾿ ἐάσωμεν οὕτω, καί σοι ὡς λέγεις συγκεχωρήσθω. Ἐκεῖνο δέ μοι εἰπέ· Ἕως ἐν τῷ σώματί ἐστιν ἡ ψυχὴ βλέπει, ἢ ἀπαλλαγεῖσα τούτου;
「それでは」と彼は言った、「お前の説によれば、これらの動物も神を見ることになるのか」。「いや」と私は言った、「彼らにとっては、肉体がそのようなものであるがゆえに、妨げとなるのだ」。すると彼は口を挟んで言った、「もしこれらの動物が声を持てば、よく知っておくがよい、彼らのほうがはるかにもっともらしく我々の肉体を非難することだろう。だが今はそのままにしておこう。お前の言うとおりに、お前に譲っておくことにする。それより、私にこう答えよ。魂は、肉体の中にあるあいだ見るのか、それとも肉体から解放されてから見るのか」。
Καὶ ἕως μέν ἐστιν ἐν ἀνθρώπου εἴδει. δυνατὸν αὐτῇ. φημί, ἐγγενέσθαι διὰ τοῦ νου. μάλιστα δὲ ἀπολυθεῖσα τοῦ σώματος καὶ αὐτὴ καθ᾿ ἑαυτὴν γενομένη τυγχάνει οὗ ἤρα πάντα τὸν χρόνον. Ἦ καὶ μέμνηται τούτου πάλιν ἐν ἀνθρώπῳ γενομένη; Οὔ μοι δοκεῖ, ἔφην. Τί οὖν ὄφελος ταῖς ἰδούσαις, ἢ τί πλέον τοῦ μὴ ἰδόντος ὁ ἰδὼν ἔχει, εἰ μηδὲ αὐτὸ τοῦτο ὅτι εἶδε μέμνηται;
「人間の形にあるあいだも」と私は言った、「精神によってそれが生じることはできる。しかし何よりも、身体から解き放たれ、それ自体として独立に在るようになったとき、それは終始恋い焦がれていたものに出会うのだ」。「では、それはふたたび人間となったとき、そのことを覚えているのか」。「そうは思われない」と私は言った。「では、見た魂たちにとって何の益があるのか。あるいは、見た者は見なかった者よりも何を余分に持っているというのか、もし見たということそのことすら覚えていないとすれば」。
Οὐκ ἔχω εἰπεῖν, ἦν δ᾿ ἐγώ. Αἱ δὲ ἀνάξιαι ταύτης τῆς θέας κριθεῖσαι τί πάσχουσιν; ἔφη. Εἴς τινα θηρίων ἐνδεσμεύονται σώματα. καὶ αὕτη ἐστὶ κόλασις αὐτῶν. Οἴδασιν οὖν ὅτι διὰ ταύτην τὴν αἰτίαν ἐν τοιούτοις εἰσὶ σώμασι καὶ ὅτι ἐξήμαρτόν τι; Οὐ νομίζω.
「私には答えられない」と私は言った。「では、この観照にふさわしくないと判定された魂たちは、何を被るのか」と彼は言った。「ある種の獣たちの肉体に縛りつけられる。そしてこれが彼らへの罰である」。「では、それらの魂は、この理由によってそのような肉体の中にいること、そして何か罪を犯したということを知っているのか」。「そうは思わない」。
Οὐδὲ ταύταις ἄρα ὄφελός τι τῆς κολάσεως, ὡς ἔοικεν· ἀλλ᾿ οὐδὲ κολάζεσθαι αὐτὰς λέγοιμι, εἰ μὴ ἀντιλαμβάνονται τῆς κολάσεως. Οὐ γάρ. Οὔτε οὖν δρῶσι τὸν θεὸν αἱ ψυχαί, οὔτε μεταμείβουσιν εἰς ἕτερα σώματα· ᾔδεσαν γὰρ ἂν ὅτι κολάζονται οὕτως, καὶ ἐφοβοῦντο ἂν καὶ τὸ τυχὸν ἐξαμαρτεῖν ὕστερον. Νοεῖν δὲ αὐτὰς δύνασθαι ὅτι ἔστι θεὸς καὶ δικαιοσύνη καὶ εὐσέβεια καλόν, κἀγὼ συντίθεμαι, ἔφη. Ὀρθῶς λέγεις, εἶπον.
「では、この罰もそれらの魂には何の益もないと見える。いや、それどころか、もしそれらがその罰を自覚していないのなら、私はそれらが罰せられているとさえ言うまい」。「たしかにそうだ」。「してみると、魂は神を見ることもなければ、他の肉体へ移り変わることもない。もしそうならば、魂は自分がこのように罰せられていることを知っていただろうし、後になってたまたま罪を犯すことをも恐れたであろうから。しかし、魂が神が存在すること、そして正義と敬虔が善きものであることを思惟しうるという点については、私も同意する」と彼は言った。「正しく言われた」と私は言った。
Caput V
第V章Οὐδὲν οὖν ἴσασι περὶ τούτων ἐκεῖνοι οἱ φιλόσοφοι· οὐδὲ γὰρ ὅ τί ποτέ ἐστι ψυχὴ ἔχουσιν εἰπεῖν. Οὐκ ἔοικεν. Οὐδὲ μὴν ἀθάνατον χρὴ λέγειν αὐτήν· ὅτι εἰ ἀθάνατός ἐστι, καὶ ἀγέννητος δηλαδή. Ἀγέννητος δὲ καὶ ἀθάνατός ἐστι κατά τινας λεγομένους Πλατωνικούς. Ἦ καὶ τὸν κόσμον σὺ ἀγέννητον λέγεις; Εἰσὶν οἱ λέγοντες, οὐ μέντοι γε αὐτοῖς συγκατατίθεμαι ἐγώ.
「では、あの哲学者たちはこれらについて何一つ知らないことになる」と彼は言った。「魂とは何であるかということすら、語ることができないのだから」。「そのようだ」。「かといって、魂を不死であると言うべきでもない。もし不死であるなら、明らかに不生でもあることになるからだ」。「ある種のプラトン派と呼ばれる人々によれば、魂は不生であり不死である」。「では、お前は世界もまた不生であると言うのか」。「そう言う者たちもいる。だが私自身はその者たちに同意してはいない」。
Ὀρθῶς ποιῶν. Τίνα γὰρ λόγον ἔχει σῶμα οὕτω στερεὸν καὶ ἀντιτυπίαν ἔχον καὶ σύνθετον καὶ ἀλλοιούμενον καὶ φθίνον καὶ γινόμενον ἑκάστης ἡμέρας μὴ ἀπ᾿ ἀρχῆς τινος ἡγεῖσθαι γεγονέναι; Εἰ δὲ ὁ κόσμος γεννητός, ἀνάγκη καὶ τὰς ψυχὰς γεγονέναι καὶ οὐκ εἶναὶ ποι τάχα· διὰ γὰρ τοὺς ἀνθρώπους ἐγένοντο καὶ τὰ ἄλλα ζῶα, εἰ ὅλως κατ᾿ ἰδίαν καὶ μὴ μετὰ τῶν ἰδίων σωμάτων φήσεις αὐτὰς γεγονέναι. Οὕτως δοκεῖ ὀρθῶς ἔχειν. Οὐκ ἄρα ἀθάνατοι. Οὔκ, ἐπειδὴ καὶ ὁ κόσμος γεννητὸς ἡμῖν ἐφάνη.
「それは正しいことだ。これほど堅固で反発する力を持ち、複合され、変化し、衰え、日ごとに生じ変わりゆく物体を、何らかの始まりから生じたと考えないことに、いったいどんな道理があろうか。もし世界が生じたものであるなら、必然的に魂もまた生じたものであり、おそらくどこにも存在しなかったことになる。というのも、人間や他の生き物のためにこそ魂は生じたのだから——もしお前が、魂はまったく独立に、自分自身の肉体とともにではなく生じたと言うのであれば」。「そのように考えるのが正しいと思われる」。「では魂は不死ではないことになる」。「不死ではない。世界が生じたものであると我々には見えたのだから」。
Ἀλλὰ μὴν οὐδὲ ἀποθνήσκειν φημὶ πάσας τὰς ψυχὰς ἐγώ· ἕρμαιον γὰρ ἦν ὡς ἀληθῶς τοῖς κακοῖς. Ἀλλὰ τί: Τὰς μὲν τῶν εὐσεβῶν ἐν κρείττονί ποι χώρῳ μένειν. τὰς δὲ ἀδίκους καὶ πονηρὰς ἐν χείρονι, τὸν τῆς κρίσεως ἐκδεχομένας χρόνον τότε. Οὕτως αἱ μέν, ἄξιαι τοῦ θεοῦ φανεῖσαι, οὐκ ἀποθνήσκουσιν ἔτι· αἱ δὲ κολά ζονται. ἔστ᾿ ἂν αὐτὰς καὶ εἶναι καὶ κολάζεσθαι ὁ θεὸς θέλῃ.
「だが、私はすべての魂が死ぬとも言わない。もしそうなら、それは実に悪人たちにとって思わぬ幸運となるであろうから」。「では、どうなのか」。「敬虔な者たちの魂はより良い場所にとどまり、不正で邪悪な者たちの魂はより悪い場所にとどまり、そのとき審判の時を待ち受けるのだ。このようにして、神にふさわしいと示された魂たちはもはや死なず、他の魂たちは、神がそれらを存在させ、また罰することを望まれるかぎり、罰せられ続けるのだ」。
Ἆρα τοιοῦτόν ἐστιν ὅ λέγεις, οἶον καὶ Πλάτων ἐν Τιμαίῳ αἰνίσσεται περὶ τοῦ κόσμου, λέγων ὅτι αὐτὸς μὲν καὶ φθαρτός ἐστιν ἧ γέγονεν, οὐ λυθήσεται δὲ οὐδὲ τεύξεται θανάτου μοίρας διὰ τὴν βούλησιν τοῦ θεο(??); Τοῦτ᾿ αὐτό σοι δοκεῖ καὶ περὶ ψυχῆς καὶ ἀπλῶς πάντων πέρι λέγεσθαι; Ὅσα γάρ ἐστι μετὰ τὸν θεὸν ἢ ἔσται ποτέ. ταῦτα φύσιν φθαρτὴν ἔχειν, καὶ οἶά τε ἐξαφανισθῆναι καὶ μὴ εἶναι ἔτι· μόνος γὰρ ἀγέννητος καὶ ἄφθαρτος ὁ θεὸς καὶ διὰ τοῦτο θεός ἐστι, τὰ δὲ λοιπὰ πάντα μετὰ τοῦτον γεννητὰ καὶ φθαρτά.
「では、お前が言っているのは、プラトンが『ティマイオス』で世界について仄めかしていることと同じようなことなのか。彼は、世界自体は生じたゆえに滅びうるものであるが、神の意志によって、解体されることも死の運命に遭うこともないと言っている。お前には、これと同じことが、魂について、そして端的にすべてのものについても言われうると思われるのか」。「神の後にあり、あるいはいつか在るであろうものはすべて、滅びうる本性を持ち、消滅してもはや存在しなくなることもありうる。なぜなら、ただ神のみが不生にして不滅であり、それゆえに神なのであって、他のすべてのものは、この神の後にあるものとして、生じたものであり滅びうるものだからだ」。
Τούτου χάριν καὶ ἀποθνήσκουσιν αἱ ψυχαὶ καὶ κολάζονται· ἐπεὶ εἰ ἀγέννητοι ἦσαν, οὔτ᾿ ἂν ἐξημάρτανον οὔτε ἀφροσύνης ἀνάπλεῳ ἦσαν. οὐδὲ δειλαὶ καὶ θρασεῖαι πάλιν, ἀλλ᾿ οὐδὲ ἑκοῦσαί ποτε εἰς σύας ἐχώρουν καὶ ὄφεις καὶ κύνας, οὐδὲ μὴν ἀναγκάζεσθαι αὐτὰς θέμις, εἴπερ εἰσὶν ἀγέννητοι. Τὸ γὰρ ἀγέννητον τῷ ἀγεννήτῳ ὅμοιόν ἐστι καὶ ἴσον καὶ ταὐτόν, καὶ οὔτε δυνάμει οὔτε τιμῇ προκριθείῃ ἂν θατέρου τὸ ἕτερον.
「このゆえにこそ、魂は死にもし、罰せられもするのだ。もし魂が不生であったなら、罪を犯すこともなく、無分別に満ちていることもなく、また臆病であったり大胆であったりすることもなかったであろうし、自ら進んで豚や蛇や犬の中へ入っていくこともなかったであろう。またもし不生であるなら、強いられるということも道理に反する。というのも、不生なるものは不生なるものと似ており、等しく、同一であって、力においても栄誉においても、一方が他方より優れているとは決してならないからだ」。
Ὅθεν οὐδὲ πολλά ἐστι τὰ ἀγέννητα· εἰ γὰρ διαφορά τις ἦν ἐν αὐτοῖς, οὐκ ἂν εὕροις ἀναζητῶν τὸ αἴτιον τῆς διαφορᾶς, ἀλλ᾿, ἐπ᾿ ἄπειρον ἀεὶ τὴν διάνοιαν πέμπων, ἐπὶ ἑνός ποτε στήσῃ ἀγεννήτου καμὼν καὶ τοῦτο φήσεις ἁπάντων αἴτιον. Ἢ ταῦτα ἔλαθε, φημὶ ἐγώ, Πλάτωνα καὶ Πυθαγόραν. σοφοὺς ἄνδρας, οἳ ὥσπερ τεῖχος ἡμῖν καὶ ἔρεισμα φιλοσοφίας ἐξεγένοντο;
「それゆえ、不生なるものが多くあるということもない。もしそれらの間に何らかの相違があったとすれば、その相違の原因を求めても見出せず、思考を無限にどこまでも送り続けたあげく、ついにはある一つの不生なるもののところで力尽きて立ち止まり、これをすべての原因だと言うことになるだろう」。「では、これらのことは」と私は言った、「プラトンやピュタゴラスのような、我々にとって哲学の城壁とも支柱ともなった知恵ある人々の目を逃れていたというのか」。
Caput VI
第VI章Οὐδὲν ἐμοί, ἔφη, μέλει Πλάτωνος οὐδὲ Πυθαγόρου οὐδὲ ἁπλῶς οὐδενὸς ὅλως τοιαῦτα δοξάζοντος. Τὸ γὰρ ἀληθὲς οὕτως ἔχει· μάθοις δ᾿ ἂν ἐντεῦθεν. Ἡ ψυχὴ ἤτοι ζωή ἐστιν ἢ ζωὴν ἔχει. Εἰ μὲν οὖν ζωή ἐστιν, ἄλλο τι ἆν ποιήσειε ζῆν, οὐχ ἑαυτήν, ὡς καὶ κίνησις ἄλλο τι κινήσειε μᾶλλον ἢ ἑαυτήν. Ὃτι δὲ ζῇ ψυχή, οὐδεὶς ἀντείποι. Εἰ δὲ ζῇ, οὐ ζωὴ οὖσα ζῇ, ἀλλὰ μεταλαμβάνουσα τῆς ζωῆς· ἕτερον δέ τι τὸ μετέχον τινὸς ἐκείνου οὗ μετέχει. Ζωῆς δὲ ψυχὴ μετέχει, ἐπεὶ ζῆν αὐτὴν ὁ θεὸς βούλεται.
「プラトンにもピュタゴラスにも、また端的にそのようなことを説く誰にせよ、私にはまったく関わりのないことだ」と彼は言った。「真理はこうなのだから。以下のことから学ぶがよい。魂は生命であるか、あるいは生命を持つかのいずれかである。もし魂が生命そのものであるならば、それは自分自身以外の何か他のものを生かすことになるだろう。ちょうど運動が、自分自身よりもむしろ他の何かを動かすのと同じように。だが魂が生きているということは、誰も反対しないだろう。もし魂が生きているのであれば、それは生命そのものであるから生きているのではなく、生命に与っているから生きているのである。そして、あるものに与るものは、それが与っているものとは別のものである。魂は生命に与っている。なぜなら神が魂を生かそうと望むからだ」。
Οὕτως ἄρα καὶ οὐ μεθέξει ποτέ, ὅταν αὐτὴν μὴ θέλοι ζῆν. Οὐ γὰρ ἴδιον αὐτῆς ἐστι τὸ ζῆν ὡς τοῦ θεοῦ· ἀλλὰ ὥσπερ ἄνθρωπος οὐ διὰ παντός ἐστιν οὐδὲ σύνεστιν ἀεὶ τῇ ψυχῇ τὸ σῶμα, ἀλλ᾿, ὅταν δέῃ λυθῆναι τὴν ἁρμονίαν ταύτην, καταλείπει ἡ ψυχὴ τὸ σῶμα καὶ ὁ ἄνθρωπος οὐκ ἔστιν, οὕτως καί, ὅταν δέῃ τὴν ψυχὴν μηκέτι εἶναι, ἀπέστη ἀπ᾿ αὐτῆς τὸ ζωτικὸν πνεῦμα καὶ οὐκ ἔστιν ἡ ψυχὴ ἔτι, ἀλλὰ καὶ αὐτὴ ὅθεν ἐλήφθη ἐκεῖσε χωρεῖ πάλιν.
「したがって、神がそれを生かそうと望まないとき、魂はもはやそれに与ることもないであろう。というのも、生きるということは、神におけるように魂に固有のことではないからだ。むしろ、人間がいつまでも存続するものではなく、肉体がつねに魂とともにあるのではなく、この調和が解かれるべきときが来ると、魂は肉体を去り、人間はもはや存在しなくなるのと同じように、魂もまた、もはや存在すべきでない時が来ると、生命の息がそれから去り、魂はもはや存在しなくなり、それ自体もまた、取り出されたところへ、再び戻っていくのである」。
Caput VII
第VII章Τίνι οὖν, φημί, ἔτι τις χρήσαιτο διδασκάλῳ (??) πόθεν ὠφεληθείη τις. εἰ μηδὲ ἐν τούτοις τὸ ἀληθές ἐστιν; Ἐγένοντό τινες πρὸ πολλοῦ χρόνου πάντων τούτων τῶν νομιζομένων φιλοσόφων παλαιότεροι, μακάριοι καὶ δίκαιοι καὶ θεοφιλεῖς, θείῳ πνεύματι λαλήσαντες καὶ τὰ μέλλοντα θεσπίσαντες, ἃ δὴ νῦν γίνεται· προφήτας δὲ αὐτοὺς καλοῦσιν. Οὗτοι μόνοι τὸ ἀληθὲς καὶ εἶδον καὶ ἐξεῖπον ἀνθρώποις, μήτ᾿ εὐλαβηθέντες μήτε δυσωπηθέντες τινά. μὴ ἡττημένοι δόξης. ἀλλὰ μόνα ταῦτα εἰπόντες ἃ ἤκουσαν καὶ ἃ εἶδον ἁγίῳ πληρωθέντες πνεύματι.
「それでは」と私は言った、「人はなおどんな教師を頼み、どこから益を得ることができるというのか。もしこれらの中にすら真理がないのなら」。「はるか昔、これらすべての、いわゆる哲学者と呼ばれる者たちよりも古く、幸いな、正しい、神に愛された、ある人々がいた。彼らは神的な霊によって語り、後に起こるはずのこと——まさに今起こっていること——を予告した。人々は彼らを預言者と呼んでいる。この人々だけが真理を見、それを人間たちに語り告げた。誰をも恐れず、誰にも臆することなく、名声に負けることもなく、ただ聖なる霊に満たされて聞いたこと、見たことだけを語ったのである」。
Συγγράμματα δὲ αὐτῶν ἔτι καὶ νῦν διαμένει, καὶ ἔστιν ἐντυχόντα τούτοις πλεῖστον ὠφεληθῆναι καὶ περὶ ἀρχῶν καὶ περὶ τέλους καὶ ὧν χρὴ εἰδέναι τὸν φιλόσοφον, πιστεύσαντα ἐκείνοις. Οὐ γὰρ μετὰ ἀποδείξεως πεποίηνται τότε τοὺς λόγους, ἃτε ἀνωτέρω πάσης ἀποδείξεως ὄντες ἀξιόπιστοι μάρτυρες τῆς ἀληθείας· τὰ δὲ ἀποβάντα καὶ ἀποβαίνοντα ἐξαναγκάζει συντίθεσθαι τοῖς λελαλημένοις δι᾿ αὐτῶν.
「彼らの著作はなお今日にまで残っている。これらに出会い、彼らを信じるならば、始まりについても終わりについても、また哲学者が知るべきことについても、この上なく益を得ることができる。彼らはその当時、論証をもって語ったのではない。あらゆる論証にまさる、真理の信頼すべき証人であったからだ。そして、実際に起こったこと、また今も起こりつつあることが、彼らを通して語られたことに同意するよう我々を強いるのである」。
Καίτοι γε καὶ διὰ τὰς δυνάμεις, ἃς ἐπετέλουν, πιστεύεσθαι δίκαιοι ἦσαν, ἐπειδὴ καὶ τὸν ποιητὴν τῶν ὅλων θεὸν καὶ πατέρα ἐδόξαζον καὶ τὸν παρ᾿ αὐτοῦ Χριστὸν υἱὸν αὐτοῦ κατήγγελλον· ὅπερ οἱ ἀπὸ τοῦ πλάνου καὶ ἀκαθάρτου πνεύματος ἐμπιπλάμενοι ψευδοπροφῆται οὕτε ἐποίησαν οὔτε ποιοῦσιν, ἀλλὰ δυνάμεις τινὰς ἐνεργεῖν εἰς κατάπληξιν τῶν ἀνθρώπων τολμῶσι καὶ τὰ τῆς πλάνης πνεύματα καὶ δαιμόνια δοξολογοῦσιν. Εὔχου δέ σοι πρὸ πάντων φωτὸς ἀνοιχθῆναι πύλας· οὐ γὰρ συνοπτὰ οὐδὲ συννοητὰ πᾶσίν ἐστιν, εἰ μή τῳ θεὸς δῷ συνιέναι καὶ ὁ Χριστὸς αὐτοῦ.
「それに、彼らが行った力あるわざのゆえにも、彼らは信ずるに値する者たちであった。というのも、彼らは万物の造り主なる神、また父を讃え、また神のもとから来る、その子であるキリストを告げ知らせたからだ。これに対して、迷いの汚れた霊に満たされている偽預言者たちは、そのようなことをしたこともなければ、今もしていない。むしろ、人々を驚愕させるために何らかの力あるわざを行うことをあえて企て、迷いの霊どもや悪霊どもを讃美するのである。何よりもまず、光の門がお前に開かれるよう祈るがよい。なぜなら、神と、その方のキリストとが理解することをお与えにならなければ、これらのことは誰にでも見て取れるものでも、思い巡らせるものでもないからだ」。
Caput VIII
第VIII章Ταῦτα καὶ ἔτι ἄλλα πολλὰ εἰπὼν ἐκεῖνος, ἃ νυν καιρὸς οὐκ ἔστι λέγειν, ᾤχετο, κελεύσας διώκειν αὐτά· καὶ οὐκέτι αὐτὸν εἶδον. Ἐμοὶ δὲ παραχρῆμα πῦρ ἐν τῇ ψυχῇ ἀνήφθη, καὶ ἔρως εἶχέ με τῶν προφητῶν καὶ τῶν ἀνδρῶν ἐκείνων, οἵ εἰσι Χριστοῦ φίλοι· διαλογιζόμενός τε πρὸς ἐμαυτὸν τοὺς λόγους αὐτοῦ ταύτην μόνην εὕρισκον φιλοσοφίαν ἀσφαλῆ τε καὶ σύμφορον.
これらのことと、なお他にも多くのことを、それは今語る時ではないが、あの人は語り、それらを追い求めるようにと命じて立ち去った。そして私は二度と彼を見なかった。だが私の魂には、たちまち火が灯され、預言者たちとキリストの友であるあの人々に対する恋慕が私をとらえた。彼の言葉を自分自身のうちで思い巡らしながら、私はこれこそが唯一の、確実で有益な哲学であると見出した。
Οὕτως δὴ καὶ διὰ ταῦτα φιλόσοφος ἐγώ. Βουλοίμην δ᾿ ἂν καὶ πάντας ἴσον ἐμοὶ θυμὸν ποιησαμένους μὴ ἀφίστασθαι τῶν τοῦ σωτῆρος λόγων· δέος γάρ τι ἔχουσιν ἐν ἑαυτοῖς, καὶ ἱκανοὶ δυσωπῆσαι τοὺς ἐκτρεπομένους τῆς ὀρθῆς ὁδοῦ, ἀνάπαυσίς τε ἡδίστη γίνεται τοῖς ἐκμελετῶσιν αὐτούς. Εὗ οἰν τι καὶ σοὶ περὶ σεαυτοῦ μέλει καὶ ἀντιποιῇ σωτηρίας καὶ ἐπὶ τῷ θεῷ πέποιθας, ἅπερ οὐκ ἀλλοτρίῳ τοῦ πράγματος, πάρεστιν ἐπιγνόντι σοὶ τὸν Χριστὸν τοῦ θεοῦ καὶ τελείῳ γενομένῳ εὐδαιμονεῖν.
このように、これらのゆえに私は哲学者なのである。私が望むのは、すべての人が私と同じ情熱を抱いて、救い主の言葉から離れ去らないことである。というのも、それらの言葉はそれ自体のうちに一種の畏怖を持ち、正しい道から逸れる者たちを恥じ入らせるに十分な力があり、それらを実践し究める者たちには、この上なく甘美な安らぎとなるからだ。それゆえ、もしお前も自分自身について何か気にかけるところがあり、救いを求め、神に信頼を置いているならば——それはこの事柄に無縁なことではない——お前が神のキリストを認識し、完全な者となったならば、幸福になることができるのだ。
Ταῦτά μου, φίλτατε, εἰπόντος οἱ μετὰ τοῦ Τρύφωνος ἀνεγέλασαν, αὐτὸς δὲ ὑπομειδιάσας· Τὰ μὲν ἄλλα σου, φησίν, ἀποδέχομαι καὶ ἄγαμαι τῆς περὶ τὸ θεῖον ὁρμῆς, ἄμεινον δὲ ἦν φιλοσοφεῖν ἔτι σε τὴν Πλάτωνος ἢ ἄλλου του φιλοσοφίαν, ἀσκοῦντα καρτερίαν καὶ ἐγκράτειαν καὶ σωφροσύνην, ἢ λόγοις ἐξαπατηθῆναι ψευδέσι καὶ ἀνθρώποις ἀκολουθῆσαι οὐδενὸς ἀξίοις. Μένοντι γάρ σοι ἐν ἐκείνῳ τῷ τῆς φιλοσοφίας τρόπῳ καὶ ζῶντι ἀμέμπτως ἐλπὶς ὑπελείπετο ἀμείνονος μοίρας· καταλιπόντι δὲ τὸν θεὸν καὶ εἰς ἄνθρωπον ἐλπίσαντι ποία ἔτι περιλείπεται σωτηρία;
これらのことを私が語ったとき、最愛の者よ、トリュフォンとともにいた者たちは笑い出した。しかし彼自身はかすかに微笑んで言った、「お前の他のことについては私も受け入れ、神的なものへのお前の熱意には感嘆する。だが、お前はなお、プラトンなり他の誰かなりの哲学を修め、忍耐と自制と節制とを実践しているほうがよかったのではないか。偽りの言葉に欺かれ、何の価値もない人間たちに従うよりも。もしお前があの哲学の流儀にとどまり、非の打ちどころなく生きていたなら、より良い運命への望みが残されていただろう。だが神を見捨てて、一人の人間に望みを置いた今、いったいどのような救いが残されているというのか」。
Εἰ οὖν καὶ ἐμοῦ θέλεις ἀκοῦσαι, φίλον γάρ σε ἤδη νενόμικα, πρῶτον μὲν περιτεμοῦ. εἶτα φύλαξον, ὡς νενόμισται, τὸ σάββατον καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας τοῦ θεοῦ, καὶ ἁπλῶς τὰ ἐν τῷ νόμῳ γεγραμμένα πάντα ποίει, καὶ τότε σοι ἴσως ἔλεος ἔσται παρὰ θεοῦ. Χριστὸς δέ, εἰ καὶ γεγένηται καὶ ἔστι που, ἄγνωστός ἐστι καἰ οὐδὲ αὐτός πω ἑαυτὸν ἐπίσταται οὐδὲ ἔχει δύναμίν τινα. μέχρις ἂν ἐλθὼν Ἡλίας χρίσῃ αὐτὸν καὶ φανερὸν πᾶσι ποιήσῃ· ὑμεῖς δέ, ματαίαν ἀκοὴν παραδεξάμενοι, Χριστὸν ἑαυτοῖς τινα ἀναπλάσσετε καὶ αὐτοῦ χάριν τανῦν ἀσκόπως ἀπόλλυσθε.
「それゆえ、もしお前が私の言うことも聞きたいのなら——というのも、私はすでにお前を友と見なしているのだから——まず割礼を受けよ。次に、慣習どおりに安息日と祭りと神の新月祭とを守り、端的に律法に書かれていることをすべて行え。そうすればおそらく、神からの憐れみがお前に与えられるだろう。だがキリストについては、たとえ生まれ、どこかに存在しているとしても、誰にも知られておらず、彼自身もまだ自分が何者であるかを知らず、何の力も持っていない。エリヤが来て彼に油を注ぎ、すべての人に彼を明らかにするまでは。だが諸君は、空しい噂を受け入れて、自分たちのために勝手にキリストなるものを作り上げ、そのために今、無分別に滅びようとしているのだ」。
Caput IX
第IX章Συγγνώμη σοι, ἔφην, ὦ ἄνθρωπε, καὶ ἀφεθείη σοι· οὐ γὰρ οἶδας ὃ λέγεις, ἀλλὰ πειθόμενος τοῖς διδασκάλοις. οἳ οὐ συνίασι τὰς γραφάς, καὶ ἀπομαντευόμενος λέγεις ὅ τι ἄν σοι ἐπὶ θυμὸν ἔλθοι. Εἰ δὲ βούλοιο τούτου πέρι δέξασθαι λόγον, ὡς οὐ πεπλανήμεθα οὐδὲ παυσόμεθα ὁμολογοῦντες τοῦτον, κἂν τὰ ἐξ ἀνθρώπων ἡμῖν ἐπιφέρωνται ὀνείδη. κἂν ὁ δεινότατος ἀπειπεῖν ἀναγκάζῃ τύραννος· παρεστῶτι γὰρ δείξω ὅτι οὐ κενοῖς ἐπιστεύσαμεν μύθοις οὐδὲ ἀναποδείκτοις λόγοις, ἀλλὰ μεστοῖς πνεύματος θείου καὶ δυνάμει βρύουσι καὶ τεθηλόσι χάριτι.
「お前を許そう、人よ」と私は言った、「お前に許しがあるように。お前は自分の言っていることを分かっていないのだ。むしろ、聖書を理解していない教師たちに従い、当てずっぽうに、心に浮かんだことを何でも語っているにすぎない。だがもしお前が、これについて我々が迷ってなどおらず、この方を告白することを決してやめないという道理を受け入れたいと思うなら——たとえ人間から我々に非難が加えられようとも、たとえどれほど恐るべき僭主が我々に否認を強いようとも——お前がそこに立ち会うならば、私は示してみせよう。我々が信じたのは空しい作り話でも証明のない言論でもなく、神的な霊に満ち、力にあふれ、恩恵に花咲くものであることを」。
Ἀνεγέλασαν οὖν πάλιν οἱ μετ᾿ αὐτοῦ καὶ ἄκοσμον ἀνεφθέγγοντο. Ἐγὼ δὲ ἀναστὰς οἶός τ᾿ ἤμην ἀπέρχεσθαι· ὁ δέ μου τοῦ ἱματίου λαβόμενος οὐ πρὶν ἀνήσειν ἔφη, πρὶν ὅ ὑπεσχόμην ἐκτελέσαι. Μὴ οὖν, ἔφην, θορυβείτωσαν οἱ ἑταῖροί σου μηδὲ ἀσχημονείτωσαν οὕτως, ἀλλ᾿, εἰ μὲν βούλονται, μετὰ ἡσυχίας ἀκροάσθωσαν, εἰ δὲ καὶ ἀσχολία τις αὐτοῖς ὑπέρτερος ἐμποδών ἐστιν, ἀπίτωσαν· ἡμεῖς δέ, ὑποχωρήσαντές ποι καὶ ἀναπαυσάμενοι. περαίνωμεν τὸν λόγον.
すると彼とともにいた者たちはふたたび笑い出し、無作法な声をあげた。私は立ち上がって立ち去ろうとした。だが彼は私の外套をつかみ、私が約束したことを果たすまでは離さない、と言った。「では」と私は言った、「お前の仲間たちに、そのように騒ぎ立てさせたり、無作法な振る舞いをさせたりしないでくれ。もし望むなら、静かに耳を傾けさせよ。もし何かそれより大事な用事が彼らの妨げになっているなら、立ち去らせよ。我々は、どこかへ退いて、休息をとってから、議論を果たそう」。
Ἔδοξε καὶ τῷ Τρύφωνι οὕτως ἡμᾶς ποιῆσαι, καὶ δὴ ἐκνεύσαντες εἰς τὸ μέσον τοῦ ξυστοῦ στάδιον ᾔειμεν· τῶν δὲ σὺν αὐτῷ δύο, χλευάσαντες καὶ τὴν σπουδὴν ἡμῶν ἐπισκώψαντες, ἀπηλλάγησαν. Ἡμεῖς δὲ ὡς ἐγενόμεθα ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ἑκατέρωθεν λίθινοί εἰσι θῶκοι, ἐν τῷ ἑτέρῳ καθεσθέντες οἱ μετὰ τοῦ Τρύφωνος, ἐμβαλόντος τινὸς αὐτῶν λόγον περὶ τοῦ κατὰ τὴν Ἰουδαίαν γενομένου πολέμου, διελάλουν.
トリュフォンにも、我々がこのようにするのがよいと思われた。そして我々は身をそらして柱廊の中央の競技場へと歩いて行った。彼とともにいた者たちのうち二人は、我々をあざけり、我々の熱心さを揶揄して立ち去った。我々は、両側に石の腰掛けのあるその場所に着くと、トリュフォンとともにいた者たちは、その一方の腰掛けに座り、そのうちの一人がユダヤで起こった戦争についての話を持ち出したので、それについて語り合っていた。
Caput X
第X章Ὡς δὲ ἀνεπαύσαντο, ἐγώ οὕτως αὐτοῖς πάλιν ἠρξάμην· Μὴ ἄλλο τί ἐστιν ὃ ἐπιμέμφεσθε ἡμᾶς, ἄνδρες φίλοι, ἢ τοῦτο ὅτι οὐ κατὰ τὸν νόμον βιοῦμεν, οὐδὲ ὁμοίως τοῖς προγόνοις ὑμῶν περιτεμνόμεθα τὴν σάρκα, οὐδὲ ὡς ὑμεῖς σαββατίζομεν; Ἥ καὶ ὁ βίος ἡμῶν καὶ τὸ ἦθος διαβέβληται παρ᾿ ὑμῖν; Τοῦτο δ᾿ ἐστὶν ὃ λέγω, μὴ καὶ ὑμεῖς πεπιστεύκατε περὶ ἡμῶν, ὅτι δὴ ἐσθίομεν ἀνθρώπους καὶ μετα τὴν εἰλαπίνην ἀποσβεννύντες τοὺς λύχνους ἀθέσμοις μίξεσιν ἐγκυλιόμεθα. ἢ αὐτὸ τοῦτο καταγινώσκετε ἡμῶν μόνον, ὅτι τοιούτοις προσέχομεν λόγοις καὶ οὐκ ἀληθεῖ, ὡς οἴεσθε, πιστεύομεν δόξῃ;
彼らが休むと、私はふたたびこのように彼らに語り始めた、「友人たちよ、諸君が我々を非難するのは、これ以外にはないのではないか。すなわち、我々が律法どおりに生きておらず、諸君の祖先たちと同じように肉に割礼を施しておらず、諸君のように安息日を守ってもいない、ということ以外には。それとも、我々の生活と品性そのものが、諸君のもとで悪しざまに言われているのか。私が言いたいのはこうだ。諸君もまた我々について、我々が人間を食らい、饗宴の後に灯を消して不法な交わりにふけっている、と信じているのではないか。それとも、まさにこの一点のみを我々に対して咎めているのか。すなわち、我々がそのような教えに固執し、諸君が思っているような真ならぬ考えを信じている、というこの一点のみを」。
Τοῦτ᾿ ἔστιν ὃ θαυμάζομεν, ἔφη ὁ Τρύφων, περὶ δὲ ὧν οἱ πολλοὶ λέγουσιν, οὐ πιστεῦσαι ἄξιον· πόρρω γὰρ κεχώρηκε τῆς ἀνθρωπίνης φύσεως. Ὑμῶν δὲ καὶ τὰ ἐν τῷ λεγομένῳ εὐαγγελίῳ παραγγέλματα θαυμαστὰ οὕτως καὶ μεγάλα ἐπίσταμαι εἶναι, ὡς ὑπολαμβάνειν μηδένα δύνασθαι φυλάξαι αὐτά· ἐμοὶ γὰρ ἐμέλησεν ἐντυχεῖν αὐτοῖς.
「これこそが、我々が不思議に思っていることだ」とトリュフォンは言った。「だが多くの人々が言っていることについては、信じるに値しない。それは人間の本性からあまりにもかけ離れているからだ。だが、諸君のいわゆる福音書の中にある戒めは、あまりに驚くべき、あまりに大いなるものであり、誰もそれを守ることはできないだろうと私には思われる。というのも、私はそれらに目を通す機会があったからだ」。
Ἐκεῖνο δὲ ἀποροῦμεν μάλιστα, εἰ ὑμεῖς, εὐσεβεῖν λέγοντες καὶ τῶν ἄλλων οἰόμενοι διαφέρειν, κατ᾿ οὐδὲν αὐτῶν ἀπολείπεσθε, οὐδὲ διαλλάσσετε ἀπὸ τῶν ἐθνῶν τὸν ὑμέτερον βίον, ἐν τῷ μήτε τὰς ἑορτὰς μήτε τὰ σάββατα τηρεῖν μήτε τὴν περιτομὴν ἔχειν, καὶ ἔτι, ἐπ᾿ ἄνθρωπον σταυρωθέντα τὰς ἐλπίδας ποιούμενοι, ὅμως ἐλπίζετε τεύξεσθαι ἀγαθοῦ τινος παρὰ τοῦ θεοῦ, μὴ ποιοῦντες αὐτοῦ τὰς ἐντολάς. Ἢ οὐκ ἀνέγνως, ὅτι Ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ἥτις οὐ περιτμηθήσεται τῇ ὀγδόῃ ἡμέρᾳ: Ὁμοίως δὲ καὶ περὶ τῶν ἀλλογενῶν καὶ περὶ τῶν ἀργυρωνήτων διέσταλται.
「だが我々が何よりも困惑するのは、諸君が、敬虔であると言い、他の者たちに勝っていると思いながらも、彼らと何ら変わるところがなく、諸国民から自分たちの生活を区別することもなく、祭りも安息日も守らず、割礼も受けていない、ということだ。そのうえなお、十字架につけられた一人の人間に望みを置きながら、それでも神から何か善いものを得ようと望み、その戒めを行っていないということだ。お前は読んだことがないのか、『八日目に割礼を受けない魂は、その族から絶たれるであろう』と書かれているのを。同様に、異邦の者たちや、銀で買われた奴隷たちについても定められている」。
Ταύτης οὖν τῆς διαθήκης εὐθέως καταφρονήσαντες ὑμεῖς ἁμελεῖτε καὶ τῶν ἔπειτα, καὶ πείθειν ἡμᾶς ἐπιχειρεῖτε ὡς εἰδότες τὸν θεόν, μηδὲν πράσσοντες ὧν οἱ φοβούμενοι τὸν θεόν. Εἰ οὖν ἔχεις πρὸς ταῦτα ἀπολο γήσασθαι, καὶ ἐπιδεῖξαι ᾧτινι τρόπῳ ἐλπίζετε ὁτιοῦν, κἂν μὴ φυλάσσοντες τὸν νόμον, τοῦτό σου ἡδέως ἀκούσαιμεν μάλιστα, καὶ τὰ ἄλλα δὲ ὁμοίως συνεξετάσωμεν.
「したがって諸君は、この契約をただちに侮り、その後のことをも顧みず、神を知っていると称して我々を説得しようと試みながら、神を畏れる者たちが行うことを何一つ行っていないのだ。もしお前がこれに対して弁明することができ、律法を守らずとも、どのような仕方で何かを望みうるのかを示すことができるならば、我々はそれを何よりも喜んで聞くだろう。そして他のことも同様に、ともに吟味しよう」。
Caput XI
第XI章Οὕτε ἔσται ποτὲ ἄλλος θεός, ὦ Τρύφων, οὔτε ἦν ἀπ᾿ αἰῶνος, ἐγὼ οὕτως πρὸς αὐτόν, πλὴν τοῦ πονήσαντος καὶ διατάξαντος τόδε τὸ πᾶν. Οὐδὲ ἄλλον μὲν ἡμῶν, ἄλλον δὲ ὑμῶν ἡγούμεθα θεόν, ἀλλ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐξαγαγόντα τοὺς πατέρας ὑμῶν ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ· οὐδ᾿ εἰς ἄλλον τινὰ ἠλπίκαμεν. οὐ γὰρ ἔστιν, ἀλλ᾿ εἰς τοῦτον εἰς ὃν καὶ ὑμεῖς, τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἠλπίκαμεν δὲ οὐ διὰ Μωσέως οὐδὲ διὰ τοῦ νόμου· ἦ γὰρ ἂν τὸ αὐτὸ ὑμῖν ἐποιοῦμεν.
「トリュフォンよ」と私は彼にこう言った、「この万有を造り上げ、秩序づけた方のほかに、他のいかなる神も存在したことはなく、これからも存在することはないであろう。我々は、我々にとっての神と諸君にとっての神とが別のものだとは考えていない。むしろ、諸君の父祖たちを、強い手と高く上げた腕とをもってエジプトの地から導き出した、まさにあの方こそがそうなのだ。我々は他の誰かに望みを置いているのではない——そのような者は存在しないのだから——むしろ、諸君も望みを置いているのと同じこの方、アブラハムとイサクとヤコブの神に望みを置いているのだ。だが我々がこの方に望みを置いているのは、モーセを通してでも律法を通してでもない。もしそうならば、我々は諸君と同じことをしているだろうから」。
Νυνὶ δὲ ἀνέγνων γάρ, ὦ Τρύφων, ὅτι ἔσοιτο καὶ τελευταῖος νόμος καὶ διαθήκη κυριωτάτη πασῶν, ἣν νῦν δέον φυλάσσειν πάντας ἀνθρώπους, ὅσοι τῆς τοῦ θεοῦ κληρονομίας ἀντιποιοῦνται. Ὁ γὰρ ἐν Χωρὴβ παλαιὸς ἤδη νόμος καὶ ὑμῶν μόνων, ὁ δὲ πάντων ἁπλῶς· νόμος δὲ κατὰ νόμου τεθεὶς τὸν πρὸ αὐτοῦ ἔπαυσε, καὶ διαθήκη μετέπειτα γενομένη τὴν προτέραν ὁμοίως ἔστησεν. Αἰώνιός τε ἡμῖν νόμος καὶ τελευταῖος ὁ Χριστὸς ἐδόθη καὶ ἡ διαθήκη πιστή, μεθ᾿ ἣν οὐ νόμος, οὐ πρόσταγμα, οὐκ ἐντολή.
「だがトリュフォンよ、今は違う。私は読んだのだ、最後の律法、そしてすべての契約の中で最も権威ある契約があるであろうと。今やこれを、神の相続にあずかろうとするすべての人間が守らねばならないのだ。ホレブでのあの律法は、すでに古く、諸君だけのものであったが、後のものは端的にすべての者の律法である。律法に対して立てられた律法は、それ以前の律法を廃止し、その後に成った契約は、それ以前のものを同じように無効にした。永遠にして最後の律法として、我々にはキリストが与えられ、信ずべき契約が与えられた。それより後には、律法もなく、規定もなく、戒めもない」。
Ἤ σὺ ταῦτα οὐκ ἀνέγνως ἅ φησιν Ἡσαΐας; Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίζεσθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι. Καὶ διὰ Ἱερεμίου περὶ ταύτης αὐτῆς τῆς καινῆς διαθήκης οὕτω φησίν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐχ ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ᾖ ἐπελαβόμην τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
「それとも、お前はイザヤがこう言っているのを読まなかったのか。『我に聞け、我に聞け、我が民よ。もろもろの王よ、我に耳を傾けよ。律法は我から出て、我が裁きは諸国民の光となるであろうから。我が正義は速やかに近づき、我が救いは出でて、諸国民は我が腕に望みを置くであろう』。またエレミヤを通しても、まさにこの新しい契約について、こう言っている。『見よ、日が来る、と主は言われる。私はイスラエルの家とユダの家とに新しい契約を結ぶであろう。それは私が彼らの手を取り、エジプトの地から彼らを導き出した日に、彼らの父祖たちと結んだものとは異なる契約である』」。
Εἰ οὖν ὁ θεὸς διαθήκην καινὴν ἐκήρυξε μέλλουσαν διαταχθήσεσθαι καὶ ταύτην εἰς φῶς ἐθνῶν, ὁρῶμεν δὲ καὶ πεπείσμεθα διὰ τοῦ ὀνόματος αὐτοῦ τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ ἀπὸ τῶν εἰδώλων καὶ τῆς ἄλλης ἀδικίας προσελθόντας τῷ θεῷ καὶ μέχρι θανάτου ὑπομένοντας τὴν ὁμολογίαν καὶ εὐσέβειαν ποιεῖσθαι, καὶ ἐκ τῶν ἔργων καὶ ἐκ τῆς παρακολουθούσης δυνάμεως συνιέναι πᾶσι δυνατὸν ὅτι οὗτός ἐστιν ὁ καινὸς νόμος καὶ ἡ καινὴ διαθήκη καὶ ἡ προσδοκία τῶν ἀπὸ πάντων τῶν ἐθνῶν ἀναμενόντων τὰ παρὰ τοῦ θεοῦ ἀγαθά.
「したがって、もし神が、いずれ定められることになる新しい契約を告げ、それが諸国民の光となると告げたのであり、また我々が実際に見、また確信しているとおり、十字架につけられたイエス・キリストのその名によって、偶像とその他の不義から神のもとへと歩み寄り、死に至るまで告白を貫き、敬虔を実践している者たちがいるのであれば、業から、またそれに伴う力から、これこそが新しい律法であり、新しい契約であり、あらゆる諸国民の中から神からの善いものを待ち望む者たちの期待するところのものであると、すべての人が理解することができるのである」。
Ἰσραηλιτικὸν γὰρ τὸ ἀληθινόν, πνευματικόν. καὶ Ἰούδα γένος καὶ Ἰακὼβ καὶ Ἰσαὰκ καὶ Ἀβραάμ, τοῦ ἐν ἀκροβυστίᾳ ἐπὶ τῇ πίστει μαρτυρηθέντος ὑπὸ τοῦ θεοῦ καὶ εὐλογηθέντος καὶ πατρὸς πολλῶν ἐθνῶν κληθέντος, ἡμεῖς ἐσμεν, οἱ διὰ τούτου τοῦ σταυρωθέντος Χριστοῦ τῷ θεῷ προσαχθέντες, ὡς καὶ προκοπτόντων ἡμῖν τῶν λόγων ἀποδειχθήσεται.
「なぜなら、真のイスラエルの族、霊的な族、そしてユダの族、ヤコブの族、イサクの族、アブラハムの族——このアブラハムは、無割礼のときにその信仰のゆえに神から証しされ、祝福され、多くの諸国民の父と呼ばれた者であるが——それは我々のことなのだ。我々こそが、この十字架につけられたキリストを通して神へと導かれた者たちなのだ。このことは、議論が進むにつれて示されるであろう」。
Caput XII
第XII章Ἔλεγον δὲ ἔτι καὶ προσέφερον ὅτι καὶ ἐν ἄλλοις λόγοις Ἡσαΐας βοᾷ· Ἀκούσατέ μου τοὺς λόγους, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μάρτυρα αὐτὸν ἔθνεσι δέδωκα. Ἔθνη, ἅ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, λαοί, οἳ οὐκ ἐπίστανταί σε, καταφεύξονται ἐπὶ σέ, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.
さらに私は語り、こう付け加えた。イザヤは他の言葉でもこう叫んでいる、「汝ら、我が言葉を聞け、そうすれば汝らの魂は生きるであろう。私は汝らと永遠の契約を結ぶであろう、ダビデへの確かな聖なる約束を。見よ、私は彼を諸国民への証人として与えた。お前を知らなかった諸国民はお前を呼び求め、お前を知らなかった民はお前のもとへ逃れ来るであろう、お前の神、イスラエルの聖なる方のゆえに。この方がお前を輝かしめたからである」と。
Τοῦτον αὐτὸν ὑμεῖς ἠτιμώσατε τὸν νόμον καὶ τὴν καινὴν ἁγίαν αὐτοῦ διαθήκην ἐφαυλίσατε, καὶ οὐδὲ νῦν παραδέχεσθε οὐδὲ μετανοεῖτε πράξαντες κακῶς. Ἔτι γὰρ τὰ ὦτα ὑμῶν πέφρακται, οἱ ὀφθαλμοὶ ὑμῶν πεπήρωνται, καὶ πεπάχυται ἡ καρδία. Κέκραγεν Ἱερεμίας, καὶ οὐδ᾿ οὕτως ἀκούετε· πάρεστιν ὁ νομοθέτης, καὶ οὐκ ὁρᾶτε· πτωχοὶ εὐαγγελίζονται, τυφλοὶ βλέπουσι, καὶ οὐ συνίετε.
「まさにこの律法を諸君は辱め、その新しい聖なる契約を蔑ろにした。そして今もなお、これを受け入れず、悪しきことを行ったと悔い改めることもない。諸君の耳はなお塞がれ、諸君の目は見えなくなり、心は鈍くなっているからだ。エレミヤが叫んでも、諸君はそれでも聞かない。立法者はここにいるのに、諸君は見ない。貧しい者たちには福音が告げられ、盲人たちは見えるようになっているのに、諸君は理解しない」。
Δευτέρας ἤδη χρεία περιτομῆς, καὶ ὑμεῖς ἐπὶ τῇ σαρκὶ μέγα φρονεῖτε. Σαββατίζειν ὑμᾶς ὁ καινὸς νόμος διὰ παντὸς ἐθέλει, καὶ ὑμεῖς μίαν ἀργοῦντες ἡμέραν εὐσεβεῖν δοκεῖτε, μὴ νοοῦντες διὰ τί ὑμῖν προσετάγη· καὶ ἐὰν ἄζυμον ἄρτον φάγητε, πεπληρωκέναι τὸ θέλημα τοῦ θεοῦ φατε. Οὐκ ἐν τούτοις εὐδοκεῖ κύριος ὁ θεὸς ἡμῶν. Εἴ τις ἐστὶν ἐν ὑμῖν ἐπίορκος ἢ κλέπτης, παυσάσθω· εἴ τις μοιχός, μετανοησάτω, καὶ σεσαββάτικε τὰ τρυφερὰ καὶ ἀληθινὰ σάββατα τοῦ θεοῦ· εἴ τις καθαρὰς οὐκ ἔχει χεῖρας, λουσάσθω, καὶ καθαρός ἐστιν.
「すでに第二の割礼が必要であるのに、諸君は肉における割礼を誇りとしている。新しい律法は、諸君が絶えず安息日を守ることを望んでいるのに、諸君はただ一日だけ働きを休むことで敬虔であると思い込み、それが何のために命じられたのかを理解していない。そして種なしパンを食べれば、神の御心を満たしたと諸君は言う。我々の主なる神は、これらのことを喜んではおられない。諸君のうちに偽誓する者、盗む者があれば、それをやめよ。姦淫する者があれば、悔い改めよ。そうすればその者は、神の快い、真の安息日を守ったことになる。清くない手を持つ者があれば、洗え、そうすれば清くなる」。
Caput XIII
第XIII章Οὐ γὰρ δή γε εἰς βαλανεῖον ὑμᾶς ἔπεμπεν Ἡσαίας ἀπολουσομένους ἐκεῖ τὸν φόνον καὶ τὰς ἄλλας ἁμαρτίας, οὓς οὐδὲ τὸ τῆς θαλάσσης ἱκανὸν πᾶν ὕδωρ καθαρίσαι, ἀλλά, ὡς εἰκός, πάλαι τοῦτο ἐκεῖνο τὸ σωτήριον λουτρὸν ἦν, ὃ εἶπε, τὸ τοῖς μεταγινώσκουσι καὶ μηκέτι αἵμασι τράγων καὶ προβάτων ἢ σποδῷ δαμάλεως ἢ σεμιδάλεως προσφοραῖς καθαριζομένοις, ἀλλὰ πίστει διὰ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ τοῦ θανάτου αὐτοῦ, ὃς διὰ τοῦτο ἀπέθανεν, ὡς αὐτὸς Ἡσαΐας ἔφη, οὕτως λέγων·
「イザヤは、殺人やその他の罪を洗い流させるために、諸君を浴場へ遣わしたのでは決してない。そのような罪は、海のすべての水をもってしても清めることができないのだから。むしろ、彼が語ったのは、当然のことながら、かつてあのこと、すなわちあの救いの洗いであった。悔い改める者たちが、もはや山羊や羊の血によってでも、雌牛の灰や上等の小麦粉の供え物によってでもなく、信仰によって、キリストの血とその死とによって清められる、その洗いである。この方はこのために死んだのであり、まさにイザヤ自身がこう語ったとおりである」。
Ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη καὶ τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου, ὅτι οὐ μετὰ ταραχῆς πορεύεσθε· πορεύσεται γὰρ πρὸ προσώπου ὑμῶν κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ἰσραήλ. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.
「主は御自身の聖なる腕を、すべての諸国民の前に現される。すべての諸国民と地の果てとは、神からの救いを見るであろう。退け、退け、退け、そこから出よ、汚れたものに触れるな、そこから出よ、主の器を担う者たちよ、分かたれよ。汝らは慌てふためいて行くのではないから。主が汝らの前を行かれ、イスラエルの神、主が汝らを集められるからである。見よ、我が僕は悟るであろう。そして高められ、大いに栄光を受けるであろう」。
Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδος καὶ ἡ δόξα σου, οὕτως θαυμασθήσονται ἔθνη πολλὰ ἐπ᾿ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται. καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.
「多くの者がお前を見て驚くように、お前の姿と栄光は人々の前で辱められるであろう。同じように多くの諸国民は彼のことで驚嘆し、王たちはその口を閉ざすであろう。彼について告げられなかった者たちが見るであろうし、聞いたことのなかった者たちが悟るであろうから。主よ、誰が我々の聞いたことを信じたか。主の腕は誰に現されたか。我々は彼の前で、幼子のように、乾いた地に生える根のように、彼のことを告げ知らせた」。
Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καἰ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.
「彼には姿もなく、栄光もない。我々は彼を見たが、彼には姿も美しさもなく、その姿は人の子らのあいだで辱められ、見劣りしていた。彼は打たれた人であり、病を負うことを知る人であった。その顔は背けられ、彼は辱められ、顧みられなかった。この方は我々の罪を負い、我々のために苦しむ。そして我々は、彼が労苦と打ち傷と虐げの中にあると考えた」。
Οὗτος δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἁνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον εἰς σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
「この方は我々の罪のために傷つけられ、我々の不法のために病めるものとされた。我々の平和のための懲らしめが彼の上にあり、彼の打ち傷によって我々は癒された。我々はみな羊のようにさまよい、人はおのおの自分の道にさまよい出た。そして主は、彼を我々の罪に引き渡された。そして彼自身は、苦しめられても、その口を開かない。羊が屠り場に引かれて行くように、また毛を刈る者の前で物言わぬ子羊のように、彼はその口を開かない」。
Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾔρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Ἐὰν δῶτε περὶ τῆς ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.
「彼の卑しめのうちに、彼への裁きは取り去られた。だが誰が彼の世代について語れようか。彼の命は地上から取り去られ、我が民の不法のために死へと至ったのだから。そして私は、悪しき者たちを彼の埋葬の代わりに、富める者たちを彼の死の代わりに与えるであろう。彼は不法を行わず、その口に欺きは見出されなかったからである。そして主は、彼をその傷から清めることを望まれる。もし汝らが罪について献げ物をするならば、汝らの魂は長らえる子孫を見るであろう」。
Καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὗ δουλεύοντα πολλοῖς. Καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ὲν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.
「そして主は、彼の魂の労苦を取り去り、彼に光を示し、知解によって形づくり、多くの者によく仕える正しい者を義とすることを望まれる。そして彼自身が我々の罪を担うであろう。このゆえに、彼は多くの者を相続し、強き者たちの分捕り物を分かつであろう。それは、彼の魂が死へ引き渡され、不法の者たちのうちに数えられ、彼自身が多くの者の罪を担い、彼らの不法のゆえに引き渡された、その報いとしてである」。
Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον, εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.
「喜べ、子を産まぬ不妊の女よ、声をあげて叫べ、産みの苦しみを知らぬ女よ。夫を持つ女の子らよりも、荒れ果てた女の子らのほうが多いからである。主はこう言われた、『お前の天幕とその幕の場所を広げよ、それを張れ、惜しむな、お前の綱を長くし、お前の杭を強く打ち込め、右にも左にも広げよ。お前の子孫は諸国民を受け継ぎ、お前は荒れ果てた町々に人を住まわせるであろう』」。
Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μνῃσθήσῃ· ὅτι κύριος ἐποίησεν ὄνομα ἑαυτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς θεὸς Ἰραήλ, πάσῃ τῇ γῇ κληθήσεται. Ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος, ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην.
「恥を受けたことを恐れるな、辱めを受けたことに恥じ入るな。お前は永遠の恥を忘れ、お前のやもめの辱めをもはや思い出さないであろうから。主は御自身のために名を成され、お前を贖う方、その方こそイスラエルの神であり、全地にわたってそう呼ばれるであろう。見捨てられ気力を失った女のように、主はお前を呼ばれた、若いときから憎まれた女のように」。
Caput XIV
第XIV章Διὰ τοῦ λουτροῦ οὖν τῆς μετανοίας καὶ τῆς γνώσεως τοῦ θεοῦ, ὅ ὑπὲρ τῆς ἀνομίας τῶν λαῶν τοῦ θεοῦ γέγονεν, ὡς Ἡσαίας βοᾷ, ἡμεῖς ἐπιστεύσαμεν, καὶ γνωρίζομεν ὅτι τοῦτ᾿ ἐκεῖνο, ὃ προηγόρευε, τὸ βάπτισμα, τὸ μόνον καθαρίσαι τοὺς μετανοήσαντας δυνάμενον, τοῦτό ἐστι τὸ ὕδωρ τῆς ζωῆς· οὓς δὲ ὑμεῖς ὠρύξατε λάκκους ἑαυτοῖς, συντετριμμένοι εἰσὶ καὶ οὐδὲν ὑμῖν χρήσιμοι. Τί γὰρ ὄφελος ἐκείνου τοῦ βαπτίσματος, ὃ τὴν σάρκα καὶ μόνον τὸ σῶμα φαιδρύνει;
「したがって、悔い改めと神の認識の洗いを通して——それは神の民の不法のためになされたものであり、イザヤが叫んでいるとおりである——我々は信じた。そして我々は、彼が予告したまさにそのもの、すなわちあの洗礼こそが、悔い改めた者たちを清めることのできる唯一のものであり、この命の水であることを知っている。だが諸君が自分たちのために掘った溜め井は、砕けたものであって、諸君にとって何の役にも立たない。なぜなら、肉と、肉体だけを輝かせるあの洗礼に、いったい何の益があろうか」。
βαπτίσθητε τὴν ψυχὴν ἀπὸ ὀργῆς καὶ ἀπὸ πλεονεξίας, ἀπὸ φθόνου, ἀπὸ μίσους· καὶ ἰδοὺ τὸ σῶμα καθαρόν ἐστι. Τοῦτο γάρ ἐστι τὸ σύμβολον τῶν ἀζύμων, ἵνα μὴ τὰ παλαιὰ τῆς κακῆς ζύμης ἔργα πράττητε. Ὑμεῖς δὲ πάντα σαρκικῶς νενοήκατε, καὶ ἡγεῖσθε εὐσέβειαν, ἐὰν τοιαῦτα ποιοῦντες τὰς ψυχὰς μεμεστωμένοι ἦτε δόλου καὶ πάσης κακίας ἁπλῶς.
「魂を、怒りから、貪欲から、妬みから、憎しみから洗え。そうすれば見よ、肉体は清くなる。これこそが種なしパンのしるしなのだ。すなわち、悪い酵母の古い業を行わないためである。だが諸君はすべてを肉的に理解し、そのようなことをしながら魂を欺きとあらゆる悪とに満たしているならば、それを敬虔だと思い込んでいる」。
Διὸ καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας τῶν ἀζυμοφαγιῶν νέαν ζύμην φυρᾶσαι ἑαυτοῖς ὁ θεὸς παρήγγειλε, τουτέστιν ἄλλων ἔργων πρᾶξιν καὶ μὴ τῶν παλαιῶν καὶ φαύλων τὴν μίμησιν. Καὶ ὅτι τοῦτό ἐστιν ὅ ἀξιοῖ ὑμᾶς οὗτος ὁ καινὸς νομοθέτης, τοὺς προλελεγμένους ὑπ᾿ ἐμοῦ λόγους πάλιν ἀνιστορήσω μετὰ καὶ τῶν ἄλλων τῶν παραλειφθέντων. Εἴρηνται δὲ ὑπὸ τοῦ Ἡσαίου οὕτως·
「それゆえ、種なしパンを食する七日間の後に、神は新しい酵母を自分たちのために練り込むよう命じられた。すなわち、他の業を行い、古く卑しい業を模倣しないようにということである。そして、この新しい立法者が諸君に求めておられるのがまさにこのことであるという証しとして、私が先に述べた言葉を、なお省いていた他の言葉とともに、ふたたび語ろう。イザヤによって、こう語られている」。
Εἰσακούσετέ μου, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια τοῦ Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον αὐτὸν ἔθνεσι δέδωκα, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἔθνη, ἃ οὐκ οἴδασί σε. ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε.
「汝ら、私に聞き従え、そうすれば汝らの魂は生きるであろう。私は汝らと永遠の契約を結ぶであろう、ダビデへの確かな聖なる約束を。見よ、私は彼を諸国民への証しとして、諸国民を治め命じる君として与えた。お前を知らなかった諸国民はお前を呼び求め、お前を知らなかった民はお前のもとへ逃れ来るであろう、お前の神、イスラエルの聖なる方のゆえに、この方がお前を輝かしめたからである」。
Ζητήσατε τὸν θεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε, ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν. Ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλὰ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει ἡ ὁδός μου ἀπὸ τῆς ὁδοῦ ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
「神を求めよ、そして彼を見出すときに呼びかけよ、彼が汝らに近づかれるときに。不敬虔な者は自分の道を、不法な者は自分の企てを捨てよ、そして主に立ち返れ、そうすれば憐れみを受けるであろう。主は汝らの罪を大いに赦されるからである。我が企ては汝らの企てのようではなく、我が道は汝らの道のようでもない。天が地から離れているほど、我が道は汝らの道から、我が思いは汝らの思いから離れているのだ」。
Ὡς γὰρ ἂν καταβῇ χιὼν ἣ ὑετὸς ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἀποστραφήσεται. ἕως ἂν μεθύσῃ τὴν γῆν καὶ ἐκτέκῃ καὶ βλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείραντι καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἂν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελεσθῇ πάντα ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰ ἐντάλματά μου.
「雪や雨が天から降ると、地を潤して芽生えさせ、萌え出させ、蒔く者に種を与え、食べるためのパンを与えるまでは、戻ることがないように、私の口から出る我が言葉もまた、そのようになるであろう。私が望んだことがすべて成し遂げられ、我が命じたことが成功するまでは、決して戻ることはない」。
Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς, καὶ πάντα τὰ ξύλα τῶν ἀγρῶν ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει
「汝らは喜びのうちに出て行き、楽しみのうちに教えられるであろう。山々と丘々は汝らを迎えて躍り上がり、野のすべての木々は枝を打ち鳴らすであろう。茨の代わりに糸杉が生え上がり、いらくさの代わりにミルトスが生え上がるであろう。そして主は、名として、永遠のしるしとして在り、絶えることがないであろう」。
Τῶν τε λόγων τούτων καὶ τοιούτων εἰρημένων ὑπὸ τῶν προφητῶν, ἔλεγον, ὦ Τρύφων, οἱ μὲν εἴρηνται εἰς τὴν πρώτην παρουσίαν τοῦ Χριστοῦ, ἐν ᾗ καὶ ἄτιμος καὶ ἀειδὴς καὶ θνητὸς φανήσεσθαι κεκηρυγμένος ἐστίν, οἱ δὲ εἰς τὴν δευτέραν αὐτοῦ παρουσίαν, ὅτε ἐν δόξῃ καὶ ἐπάνω τῶν νεφελῶν παρέσται, καὶ ὄψεται ὁ λαὸς ὑμῶν καὶ γνωριεῖ εἰς ὃν ἐξεκέντησαν, ὡς Ὠσηέ, εἷς τῶν δώδεκα προφητῶν, καὶ Δανιὴλ προεῖπον, εἰρημένοι εἰσί.
「預言者たちによって語られたこれらの、またこれに類する言葉のうち」と私は言った、「トリュフォンよ、あるものはキリストの最初の来臨について語られたものであり、その来臨において、彼は不名誉で、見苦しく、死すべき者として現れると告げ知らされている。またあるものは、彼の二度目の来臨について語られたものであり、そのとき彼は栄光のうちに、雲の上に来られるであろう。そして諸君の民は、自分たちが刺し貫いた方を見て、それが誰であるかを知るであろう。これは、十二人の預言者の一人であるホセアと、ダニエルとが、あらかじめ語ったとおりのことである」。
Caput XV
第XV章Καὶ τὴν ἀληθινὴν οὖν τοῦ θεοῦ νηστείαν μάθετε νηστεύειν, ὡς Ἡσΐας φησίν, ἵνα τῷ θεῷ εὐαρεστῆτε.
「それゆえ」と私は言った、「神の真の断食を、断食する仕方を学べ、イザヤが言うとおりに。神に喜ばれるために」。
Κέκραγε δὲ Ἡσαΐας οὕτως· Ἀναβόησον ἐν ἰσχύϊ καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ γένει μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ οὐκ ἐγκαταλελοιπώς.
イザヤはこう叫んでいる。「力強く叫べ、惜しむな、ラッパのように声をあげよ、我が族にその罪を、ヤコブの家にその不法を告げ知らせよ。彼らは日ごとに私を求め、我が道を知ることを望んでいる、あたかも正義を行い、神の裁きを見捨てなかった民であるかのように」。
Αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε· ἰδοὺ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε ἕως σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;
「彼らは今、私に正しい裁きを求め、神に近づくことを望んで、こう言う、『我々が断食したのに、あなたはなぜ見てくださらなかったのか。我々が魂を苦しめたのに、なぜ知ってくださらなかったのか』と。汝らは断食の日々に、汝らの望みを見出し、汝らの支配下にあるすべての者を虐げている。見よ、汝らは争いと戦いのために断食し、こぶしで弱い者を打つ。汝らが今日に至るまで私のために断食し、汝らの声が叫びの中で聞かれることを求めても、それが何になろうか」。
Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτως καλέσετε νηστείαν καὶ ἡμέραν δεκτὴν τῷ κυρίῳ. Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα.
「これは私が選んだ断食ではない。人が自分の魂を苦しめるだけの日でもない。たとえお前が自分の首を輪のように曲げ、粗布と灰とを下に敷いたとしても、それでもなお、汝らはそれを断食、主に喜ばれる日と呼ぶことはできない。私が選んだのはこのような断食ではない、と主は言われる。むしろ、不義のあらゆる結び目を解け、力ずくの取引の縛りをほどけ、打ちひしがれた者たちを自由の身にして送り出し、あらゆる不当な証書を破り捨てよ」。
Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. Τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι.
「飢えた者にお前のパンを分け与えよ、宿なき貧しい者たちをお前の家に招き入れよ。裸の者を見たら、着せよ、お前の血筋の身内の者を軽んじるな。そのとき、お前の光は曙のように輝き出し、お前の衣はすみやかに昇るであろう。お前の正義がお前の前を行き、神の栄光がお前を包むであろう。そのときお前は叫び、神はお前に聞き入れられるであろう。お前がなお語っているうちに、神は言われるであろう、『見よ、私はここにいる』」。
Ἐὰν δὲ ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ διδῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός, καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσονται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ πηγὴ ὕδατος ἢ γῆ ᾗ μὴ ἐξέλιπεν ὕδωρ.
「もしお前が、お前自身から束縛と、指図がましい振る舞いと、つぶやきの言葉とを取り除き、飢えた者に心から自分のパンを分け与え、苦しめられた魂を満たすなら、そのとき、お前の光は闇の中で昇り、お前の闇は真昼のようになり、お前の神はつねにお前とともにおられ、お前は自分の魂が望むとおりに満たされ、お前の骨は肥え、お前は水に潤う園のように、また水の泉のように、あるいは水の涸れることのない地のようになるであろう」。
Περιτέμεσθε οὖν τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ὡς οἱ λόγοι τοῦ θεοῦ διὰ πάντων τούτων τῶν λόγων ἀξιοῦσι.
したがって諸君は、諸君の心の包皮を割礼せよ、神の言葉がこれらすべての言葉を通して求めているとおりに。
Caput XVI
第XVI章Καὶ διὰ Μωσέως κέκραγεν ὁ θεὸς αὐτός, οὕτως λέγων· Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ κύριος, ὁ θεὸς ὑμῶν καὶ κύριος τῶν κυρίων, θεὸς μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον. Καὶ ἐν τῷ Λευιτικῷ· Ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι, καὶ ἐγὼ ἐπορεύθην μετ᾿ αὐτῶν πλαγίως, καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν. Τότε ἐντραπήσεται ἡ καρδία ἡ ἀπερίτμητος αὐτῶν.
そしてモーセを通しても、神御自身がこう叫んでおられる、「汝らの心の頑なさを割礼せよ、そしてもはや首を頑なにするな。汝らの主、主なる神、もろもろの主の主は、大いなる、力強い、恐るべき神であり、人の顔を偏り見ることなく、賄賂を受け取られることもない」。また『レビ記』にはこうある、「彼らが背き、私を軽んじ、私に逆らって曲がった道を歩んだので、私も彼らに対して曲がった道を歩み、彼らをその敵の地で滅ぼすであろう。そのとき、彼らの割礼を受けていない心は恥じ入るであろう」。
Ἡ γὰρ ἀπὸ Ἀβραὰμ κατὰ σάρκα περιτομὴ εἰς σημεῖον ἐδόθη, ἵνα ἦτε ἀπὸ τῶν ἄλλων ἐθνῶν καὶ ἡμῶν ἀφωρισμένοι, καὶ ἵνα μόνοι πάθητε ἃ νῦν ἐν δίκῃ πάσχετε, καὶ ἵνα γένωνται αἱ χῶραι ὑμῶν ἔρημοι καὶ αἱ πόλεις πυρίκαυστοι, καὶ τοὺς καρποὺς ἐνώπιον ὑμῶν κατεσθίωσιν ἀλλότριοι, καὶ μηδεὶς ἐξ ὑμῶν ἐπιβαίνῃ εἰς τὴν Ἱερουσαλήμ.
「アブラハムに由来する肉における割礼は、しるしとして与えられたのであった。それは、諸君が他の諸国民から、そして我々からも区別されるためであり、諸君だけが、今、正しく被っている苦しみを被るためであり、諸君の国土が荒れ果て、町々が焼き払われ、諸君の目の前で余所者たちが諸君の実りを食い尽くし、諸君のうち誰一人としてエルサレムに足を踏み入れることのないようにするためであった」。
Οὐ γὰρ ἐξ ἄλλου τινὸς γνωρίζεσθε παρὰ τοὺς ἄλλους ἀνθρώπους, ἢ ἀπὸ τῆς ἐν σαρκὶ ὑμῶν περιτομῆς. Οὐδεὶς γὰρ ὑμῶν, ὡς νομίζω, τολμήσει εἰπεῖν ὅτι μὴ καὶ προγνώστης τῶν γίνεσθαι μελλόντων ἦν καὶ ἔστιν ὁ θεὸς καὶ τὰ ἄξια ἑκάστῳ προετοιμάζων. Καὶ ὑμῖν οὖν ταῦτα καλῶς καὶ δικαίως γέγονεν.
「実に諸君は、他の人間たちとは別のどのようなことによってでもなく、諸君の肉における割礼によってこそ、それと分かるのだ。諸君のうち誰一人として、私が思うに、神が将来起こることをあらかじめ知る方でなかった、また今もそうでない、そして各人にふさわしいものをあらかじめ備えられる方でない、とは、あえて言わないであろう。したがって、これらのことは諸君にも、正しく当然のこととして起こったのである」。
Ἀπεκτείνατε γὰρ τὸν δίκαιον καὶ πρὸ αὐτοῦ τοὺς προφήτας αὐτοῦ· καὶ νῦν τοὺς ἐλπίζοντας ἐπ᾿ αὐτὸν καὶ τὸν πέμψαντα αὐτὸν παντοκράτορα καὶ ποιητὴν τῶν ὅλων θεὸν ἀθετεῖτε καί, ὅσον ἐφ᾿ ὑμῖν. ἀτιμάζετε, καταρώμενοι ἐν ταῖς συναγωγαῖς ὑμῶν τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν. Οὐ γὰρ ἐξουσίαν ἔχετε αὐτόχειρες γενέσθαι ἡμῶν διὰ τοὺς νῦν ἐπικρατοῦντας· ὁσάκις δὲ ἂν ἐδυνήθητε, καὶ τοῦτο ἐπράξατε.
「諸君は正しい方を殺し、その前には彼の預言者たちを殺した。そして今、諸君は、その方に望みを置く者たちと、その方を遣わされた全能者にして万物の造り主なる神とを拒み、諸君にできるかぎり辱め、諸君の会堂の中で、キリストを信じる者たちを呪っている。諸君には、今支配している者たちのゆえに、我々を自らの手で殺す権限はない。だが、できるときにはいつでも、諸君はそれを実行してきたのだ」。
Διὸ καὶ ἐμβοᾷ ὑμῖν ὁ θεὸς διὰ τοῦ Ἡσαΐου λέγων· Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου τῆς ἀδικίας ἦρται ὁ δίκάιος. Ἔσται ἐν εἰρήνῃ· ἡ ταφὴ αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου. Ὑμεῖς προσηγάγετε ὥδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ τέκνα πόρνης. Ἐν τίνι ἐνετρυφᾶτε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶσσαν;
「それゆえ、神はイザヤを通して諸君にこう叫んでおられる、『見よ、正しい者は滅び、誰もそれを心に留めない。不義の面前から、正しい者は取り去られたのだから。彼は平安のうちにあるであろう。彼の墓は人々の間から取り去られた。汝らはここへ引き連れて来た、不法の子らよ、姦淫の子孫、淫らな女の子らよ。汝らは誰によって快楽にふけり、誰に向かって口を開き、誰に向かって舌を放ったのか』」。
Caput XVII
第XVII章Οὐχ οὕτως γὰρ τὰ ἄλλα ἔθνη εἰς ταύτην τὴν ἀδικίαν τὴν εἰς ἡμᾶς καὶ τὸν Χριστὸν ἐνέχονται, ὅσον ὑμεῖς, οἳ κἀκείνοις τῆς κατὰ τοῦ δικαίου καὶ ἡμῶν τῶν ἀπ᾿ ἐκείνου κακῆς προλήψεως αἴτιοι ὑπάρχετε· μετὰ γὰρ τὸ σταυρῶσαι ὑμᾶς ἐκεῖνον τὸν μόνον ἄμωμον καὶ δίκαιον ἄνθρωπον, δι᾿ οὗ τῶν μωλώπων ἴασις γίνεται τοῖς δι᾿ αὐτοῦ ἐπὶ τὸν πατέρα προσχωροῦσιν, ἐπειδὴ ἐγνώκατε αὐτὸν ἀναστάντα ἐκ νεκρῶν καὶ ἀναβάντα εἰς τὸν οὐρανόν, ὡς αἱ προφητεῖαι προεμήνυον γενησόμενον, οὐ μόνον οὐ μετενοήσατε ἐφ᾿ οἷς ἐπράξατε κακοῖς, ἀλλὰ ἄνδρας ἐκλεκτοὺς ἀπὸ Ἱερουσαλὴμ ἐκλεξάμενοι τότε ἐξεπέμψατε εἰς πᾶσαν τὴν γῆν, λέγοντας αἵρεσιν ἄθεον Χριστιανῶν πεφηνέναι, καταλέγοντάς τε ταῦτα ἅπερ καθ᾿ ἡμῶν οἱ ἀγνοοῦντες ἡμᾶς πάντες λέγουσιν· ὥστε οὐ μόνον ἑαυτοῖς ἀδικίας αἴτιοι ὑπάρχετε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἁπλῶς ἀνθρώποις.
「他の諸国民は、我々とキリストに対するこの不義に、諸君ほどには関わっていない。諸君は、彼ら〔他の諸国民〕における、正しい方に対する、また彼に由来する我々に対する悪しき先入見の原因でもあるのだから。というのも、諸君はかの唯一汚れなく正しい人――彼を通して父のもとに近づく者たちには、彼によって打ち傷の癒しが与えられる――を十字架にかけたのち、預言があらかじめそうなると告げていたとおりに彼が死者の中から甦り天に昇ったことを知りながら、行った悪事について悔い改めなかったばかりか、それどころかエルサレムから選りすぐりの者たちを選んで、あらゆる地に遣わし、無神論のキリスト教徒の分派が現れたと言わせ、我々を知らぬ者たちが皆我々について言い立てることをことごとく並べ立てさせた。かくして諸君は、自分自身にとってだけでなく、他のすべての人間一般にとっても、不義の原因なのである。」
Καὶ δικαίως βοᾷ Ἡσαΐας· Δι᾿ ὑμάς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Καὶ· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Καὶ πάλιν ἐν ἄλλοις· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἀμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος αὐτοῦ ἐγγισάτω, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.
「そして正当にもイザヤは叫ぶ。『汝らのゆえに、我が名は諸国民の中で冒瀆されている。』また、『彼らの魂に災いあれ。彼らは自分自身に対して悪しき謀りごとを謀り、「正しい者を縛ろう、彼は我々にとって厄介だから」と言ったからだ。それゆえ彼らは自分の業の実を食らうことになる。不法な者に災いあれ。その手の業に応じて悪しきことが彼の身に起こるだろう。』また別の箇所で再びこう言う。『長い綱で自分の罪を、牛のくびきの革紐で不法を引き寄せる者たちに災いあれ。彼らはこう言う、「彼の速さが近づき、聖なるイスラエルの謀りごとが来ればよい、我々が知るために」と。悪を善と呼び、善を悪と呼ぶ者たち、光を闇とし闇を光とする者たち、苦いものを甘いとし甘いものを苦いとする者たちに災いあれ。』」
Κατὰ οὖν τοῦ μόνου ἀμώμου καὶ δικαίου φωτός, τοῖς ἀνθρώποις πεμφθέντος παρὰ τοῦ θεοῦ, τὰ πικρὰ καὶ σκοτεινὰ καὶ ἄδικα καταλεχθῆναι ὲν πάσῃ τῇ γῇ ἐσπουδάσατε. Δύσχρηστος γὰρ ὑμῖν ἔδοξεν εἶναι, βοῶν παρ᾿ ὑμῖν· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. Καὶ τὰς τραπέζας τῶν ἐν τῷ ναῷ κολλυβιστῶν κατέστρεψε.
「それゆえ諸君は、神から人間たちのもとに遣わされた、唯一汚れなく正しい光に対して、苦く暗く不義なことを全地にわたって語り立てようと躍起になった。彼は諸君にとって厄介だと思われたのだ。彼は諸君のもとでこう呼ばわった。『こう書かれている、「私の家は祈りの家である」と。しかるに汝らはそれを盗賊の巣にしてしまった。』そして彼は、神殿にいた両替商たちの台を倒した。」
Καὶ ἐβόα· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον, τὴν δὲ ἀγάπην τοῦ θεοῦ καὶ τὴν κρίσιν οὐ κατανοεῖτε· τάφοι κεκονιαμένοι, ἔξωθεν φαινόμενοι ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν. Καὶ τοῖς γραμματεῦσιν· Οὐαὶ ὑμὶν, γραμματεῖς, ὅτι τὰς κλεῖς ἔχετε, καὶ αὐτοὶ οὐκ εἰσέρχεσθε καὶ τοὺς εἰσερχομένους κωλύετε· ὁδηγοὶ τυφλοί.
「そして彼はこう呼ばわった。『災いあれ、律法学者たちとファリサイ人たち、偽善者たちよ。汝らは薄荷と芸香の十分の一は納めるが、神への愛と裁きは顧みない。汝らは白く塗った墓であり、外側は美しく見えるが、内側は死者の骨で満ちている。』また律法学者たちに向かって、『災いあれ、律法学者たちよ。汝らは鍵を持ちながら、自分は入らず、入ろうとする者たちを妨げている。盲いた案内人たちよ。』」
Caput XVIII
第XVIII章Ἐπειδὴ γὰρ ἀνέγνως, ὦ Τρύφων, ὡς αὐτὸς ὁμολογήσας ἔφης, τὰ ὑπ᾿ ἐκείνου τοῦ σωτῆρος ἡμῶν διδαχθέντα, οὐκ ἄτοπον νομίζω πεποιηκέναι καὶ βραχέα τῶν ἐκείνου λόγια πρὸς τοῖς προφητικοῖς ἐπιμνησθείς.
「トリュフォンよ、お前自身が認めて述べたとおり、お前はかの我々の救い主によって教えられたことを読んだのだから、預言者たちの言葉に加えて彼の言葉もわずかながら思い起こしたことは、的外れではなかったと私は考える。」
Λούσασθε οὖν καὶ νῦν καθαροὶ γένεσθε καὶ ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ὡς δὲ λούσασθαι ὑμῖν τοῦτο τὸ λουτρὸν κελεύει ὁ θεὸς καὶ περιτέμνεσθαι τὴν ἀληθινὴν περιτομήν. Ἡμεῖς γὰρ καὶ ταύτην ἂν τὴν περιτομὴν τὴν κατὰ σάρκα καὶ τὰ σάββατα καὶ τὰς ἑορτὰς πάσας ἁπλῶς ἐφυλάσσομεν, εἰ μὴ ἔγνωμεν δι᾿ ἣν αἰτίαν καὶ ὑμῖν προσετάγη, τουτέστι διὰ τὰς ἀνομίας ὑμῶν καὶ τὴν σκληροκαρδίαν.
「『汝ら、今こそ洗って清くなれ。汝らの魂から悪事を取り除け』とあるとおり、神は諸君に、この洗いによって洗われ、真の割礼によって割礼を受けるよう命じておられる。我々自身、肉による割礼も安息日もあらゆる祭りも、単純にそのまま守ったことだろう。もし我々が、それが諸君に課せられた理由、すなわち諸君の不法と心の頑なさゆえであることを知らなかったならば。」
Εἰ γὰρ ὑπομένομεν πάντα τὰ ἐξ ἀνθρώπων καὶ δαιμόνων φαύλων ἐνεργούμενα εἰς ἡμᾶς φέρειν, ὡς καὶ μέχρι τῶν ἀρρήτων, θανάτου καὶ τιμωριῶν, εὐχόμενοι ἐλεηθῆναι καὶ τοὺς τὰ τοιαῦτα διατιθέντας ἡμᾶς, καὶ μηδὲ μικρὸν ἀμείβεσθαι μηδένα βουλόμενοι, ὡς ὁ καινὸς νομοθέτης ἐκέλευσεν ἡμῖν, πῶς οὐχὶ καὶ τὰ μηδὲ βλάπτοντα ἡμᾶς, περιτομὴν δὲ σαρκικὴν λέγω καὶ σάββατα καὶ τὰς ἑορτάς, ἐφυλάσσομεν.
「もし我々が、人間や邪悪なダエモーンたちによって我々に加えられるすべてのことに耐え忍び、言い表しえぬことがら、死や様々な刑罰に至るまで耐え、そのような仕打ちを我々に加える者たちにさえ憐れみが注がれるよう祈り願い、誰に対してもいささかの仕返しも望まない者であるなら――新しい立法者が我々にそう命じたとおりに――、我々を何ら害することのないもの、すなわち肉による割礼、安息日、あらゆる祭りを、我々はどうして守らずにいられようか。」
Caput XIX
第XIX章Καὶ ὁ Τρύφων· Τοῦτό ἐστιν ὃ ἀπορεῖν ἄξιόν ἐστιν, ὅτι τοιαῦτα ὑπομένοντες οὐχὶ καὶ τὰ ἄλλα πάντα, περὶ ὧν νῦν ζητοῦμεν, φυλάσσετε.
そしてトリュフォンは言った。「それこそ訝しく思うに値することだ。そのような仕打ちに耐え忍びながら、今我々が問うている他のすべてのことを、諸君は守らないのだから。」
Οὐ γὰρ πᾶσιν ἀναγκαῖα αὕτη ἡ περιτομή, ἀλλ᾿ ὑμῖν μόνοις, ἵνα, ὡς προέφην, ταῦτα πάθητε ἃ νῦν ἐν δίκῃ πάσχετε. Οὐδὲ γὰρ τὸ βάπτισμα ἐκεῖνο τὸ ἀνωφελὲς τὸ τῶν λάκκων προσλαμβάνομεν· οὐδὲν γὰρ πρὸς τὸ βάπτισμα τοῦτο τὸ τῆς ζωῆς ἐστι. Διὸ καὶ κέκραγεν ὁθεός, ὅτι Ἐγκατελίπετε αὐτόν, πηγὴν ζῶσαν, καὶ ὠρύξατε ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συνέχειν ὕδωρ.
「この割礼は万人に必要なのではなく、諸君にのみ必要である。それは、先に述べたとおり、諸君が今正当に受けている苦しみを受けるためである。我々もまた、あの無益な水溜めの洗礼を受け入れることはない。この命の洗礼に比べれば、それは何の値打ちもないからだ。それゆえ神もまた叫んだ。『汝らは、命の水源であるかたを捨て、自分たちのために壊れた水溜めを掘った。それは水を保つことができない。』」
Καὶ ὑμεῖς μέν, οἱ τὴν σάρκα περιτετμημένοι, χρῄζετε τῆς ἡμετέρας περιτομῆς, ἡμεῖς δέ, ταύτην ἔχοντες, οὐδὲν ἐκείνης δεόμεθα. Εἰ γὰρ ἦν ἀναγκαία, ὡς δοκεῖτε, οὐκ ἂν ἀκρόβυστον ὁ θεὸς ἔπλασε τὸν Ἀδάμ, οὐδὲ ἐπέβλεψεν ἐπὶ τοῖς δώροις τοῦ ἐν ἀκροβυστίᾳ σαρκὸς προσενέγκαντος θυσίας Ἄβελ, οὐδ᾿ ἂν εὐηρέστησεν ἐν ἀκροβυστίᾳ Ἐνώχ, καὶ οὐκ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός.
「諸君は肉に割礼を受けていながら、我々の割礼を必要としている。だが我々はこれを持っているがゆえに、あの割礼を少しも必要としない。もしそれが、諸君の考えるとおり必要なものであったなら、神はアダムを無割礼のまま形づくりはしなかっただろうし、無割礼の肉のままで供犠を献げたアベルの捧げ物に目を留めることもなかっただろう。また、無割礼のままエノクが神に喜ばれ、神が彼を移されたがゆえに見出されなくなる、ということもなかっただろう。」
Λὼτ ἀπερίτμητος ἐκ Σοδόμων ἐσώθη, αὐτῶν ἐκείνων τῶν ἀγγέλων αὐτὸν καὶ τοῦ κυρίου προπεμψάντων. Νῶε, ἀρχὴ γένους ἄλλου, ἅμα τοῖς τέκνοις ἀπερίτμητος εἰς τὴν κιβωτὸν εἰσῆλθεν. Ἀπερίτμητος ἦν ὁ ἱερεὺς τοῦ ὑψίστου Μελχισεδέκ, ᾧ καὶ δεκάτας προσφορὰς ἔδωκεν Ἀβραάμ, ὁ πρῶτος τὴν κατὰ σάρκα περιτομὴν λαβών, καὶ εὐλόγησεν αὐτόν· οὗ κατὰ τὴν τάξιν τὸν αἰώνιον ἱερέα ὁ θεός καταστήσειν διὰ τοῦ Δαυῒδ μεμήνυκεν.
「ロトは無割礼のままソドムから救われた。まさにかの天使たちと主とが彼を送り出したのである。ノアは、別の族の始まりとして、子らとともに無割礼のまま箱舟に入った。至高者の祭司メルキゼデクは無割礼であった。肉による割礼を最初に受けたアブラハムは彼に十分の一の供え物を献げ、彼はアブラハムを祝福した。神はダビデを通して、この者の位に等しい永遠の祭司を立てると告げ知らせた。」
Ὑμῖν οὖν μόνοις άναγκαία ἦν ἡ περιτομὴ αὕτη, ἵνα ὁ λαὸς οὐ λαὸς ᾖ καὶ τὸ ἔθνος οὐκ ἔθνος, ὡς καὶ Ὠσηέ, εἶς τῶν δώδεκα προφητῶν, φησί. Καὶ γὰρ μὴ σαββατίσαντες οἱ προωνομασμένοι πάντες δίκαιοι τῷ θεῷ εὐηρέστησαν καὶ μετ᾿ αὐτοὺς Ἀβραὰμ καὶ οἱ τούτου υἱοὶ ἅπαντες μέχρι Μωσέως, ἐφ᾿ οὖ ἄδικος καὶ ἀχάριστος εἰς τὸν θεὸν ὁ λαὸς ὑμῶν ἐφάνη ἐν τῇ ἐρήμῳ μοσχοποιήσας,
「それゆえ、この割礼は諸君にのみ必要であった。十二預言者のひとりホセアが言うとおり、民が民でなくなり、国民が国民でなくなるためである。そして、先に名を挙げたすべての正しい者たちは、安息日を守ることなく神に喜ばれ、彼らの後にはアブラハムとその子らすべてが、モーセに至るまでそうであった。そのモーセの代に至って、諸君の民は荒野で子牛を造り、神に対して不義かつ恩知らずであることを露わにした。」
Ὅθεν ὁ θεὸς ἁρμοσάμενος πρὸς τὸν λαὸν ἐκεῖνον καὶ θυσίας φέρειν ὡς πρὸς ὄνομα αὐτοῦ ἐνετείλατο, ἵνα μὴ εἰδωλολατρῆτε· ὅπερ οὐδὲ ἐφυλάξατε, ἀλλὰ καὶ τὰ τέκνα ὑμῶν ἐθύετε τοῖς δαιμονίοις. Καὶ σαββατίζειν οὖν ὑμῖν προστέταχεν, ἵνα μνήμην λαμβάνητε τοῦ θεοῦ· καὶ γὰρ ὁ λόγος αὐτοῦ τοῦτο σημαίνει λέγων· Τοῦ γινώσκειν ὅτι ἐγώ εἰμι ὁ θεὸς ὁ λυτρωσάμενος ὑμᾶς.
「それゆえ神は、かの民に譲歩し、供犠を自分の名に対するものとして献げるよう命じた。それは諸君が偶像を拝まないためであった。しかるに諸君はこれさえ守らず、自分たちの子らをも悪霊どもに供犠として献げた。それゆえ神は諸君に安息日を守るよう命じたのである。それは諸君が神を思い起こすためであった。まさに神の言葉もこう告げてそれを示している。『汝らを贖った神である私を知るために。』」
Caput XX
第XX章Καὶ γὰρ βρωμάτων τινῶν ἀπέχεσθαι προσέταξεν ὑμῖν, ἵνα καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν πρὸ ὀφθαλμῶν ἔχητε τὸν θεόν, εὐκατάφοροι ὄντες καὶ εὐχερεῖς πρὸς τὸ ἀφίστασθαι τῆς γνώσεως αὐτοῦ, ὡς καὶ Μωσῆς φησιν· Ἔφαγε καὶ ἔπιεν ὁ λαὸς καὶ ἀνέστη τοῦ παίζειν. Καὶ πάλιν· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν. Τῷ γὰρ Νῶε ὅτι συγκεχώρητο ὑπὸ τοῦ θεοῦ, δικαίῳ ὄντι, πᾶν ἔμψυχον ἐσθίειν πλὴν κρέας ἐν αἵματι, ὅπερ ἐστὶ νεκριμαῖον, διὰ Μωσέως ἀνιστορήθη ὑμῖν ἐν τῇ βίβλῳ τῆς Γενέσεως.
「というのも、神は諸君に、ある食物を控えるよう命じたが、それは食べたり飲んだりするときにも神を目の前に置くためであった。諸君は傾きやすく、神の知識から離れやすい者だからである。モーセもこう言うとおりである。『民は食べ、飲み、そして戯れに立ち上がった。』また再び、『ヤコブは食べて満ち足り、肥え太り、愛される者は蹴った。肥え太り、太り、広がり、自分を造った神を見捨てた。』ノアについては、彼が正しい者であったので、血を含んだ肉――すなわち死んだ動物の肉――を除くすべての生き物を食べることを神から許されたと、モーセを通して創世記の書の中で諸君に語り伝えられている。」
Καὶ βουλομένου αὐτοῦ εἰπεὶν Ὡς λάχανα χόρτου, προεῖπον ἐγώ· Τὸ ὡς λάχανα χόρτου τοῦ μὴ ἀκούσεσθε ὡς εἴρηται ὑπὸ τοῦ θεοῦ, ὅτι ὡς τὰ λάχανα εἰς τροφὴν τῳ ἀνθρώπῳ ἐπεποιήκει ὁ θεός, οὕτως καὶ τὰ ζῶα εἰς κρεωφαγίαν ἐδεδώκει; Ἀλλ᾿ ἐπεί τινα τῶν χόρτων οὐκ ἐσθίομεν, οὕτω καὶ διαστολήν ἔκτοτε τῷ Νῶε διεστάλθαι φατέ.
彼が「青草のように」と言おうとした時、私は先んじてこう言った。「『青草のように』というのを、なぜ諸君は神が語ったとおりに聞こうとしないのか。すなわち、神が青草を人間の食物として造ったのと同じ仕方で、動物も肉食のために与えたのだ、ということを。ところが諸君は、我々が草のうちのあるものを食べないのと同じように、そのときからノアに対しても区別が定められたのだ、と言う。」
Οὐκ ὡς ἐξηγεῖσθε πιστευτέον. Πρῶτον μὲν γὰρ ὅτι πᾶν λάχανον χόρτου ἔστι καὶ βιβρώσκεσθαι δυνάμενος λέγειν καὶ κρατύνειν, οὐκ ἐν τούτῳ ἀσχοληθήσομαι. Ἀλλὰ εἰ καὶ τὰ λάχανα τοῦ χόρτου διακρίνομεν, μὴ πάντα ἐσθίοντες, οὐ διὰ τὸ εἶναι αὐτὰ κοινὰ ἢ ἀκάθαρτα οὐκ ἐσθίομεν, ἀλλ᾿ ἢ διὰ τὸ πικρὰ ἢ θανάσιμα ἢ ἀκανθώδη· τῶν δὲ γλυκέων πάντων καὶ τροφιμωτάτων καὶ καλλίστων, θαλασσίων τε καὶ χερσαίων, ἐφιέμεθα καὶ μετέχομεν.
「諸君が説くとおりに信じてはならない。まず、あらゆる菜が草に属し、食べうるものだと言い張ることは私にもできるが、そこには関わらないでおく。しかし、我々が草のうちの菜を区別し、すべてを食べるわけではないとしても、それは、それらが俗なるもの、あるいは汚れたものであるからではなく、苦い、あるいは死をもたらす、あるいは棘があるからそうしないのである。むしろ、甘美で最も滋養に富み、最も良いものは、海のものも陸のものも、我々はそれを求め、あずかっている。」
Οὕτω καὶ τῶν ἀκαθάρτων καὶ ἀδίκων καὶ παρανόμων ἀπέχεσθαι ὑμᾶς ἐκέλευσεν ὁ θεὸς διὰ Μωσέως, ἐπειδὴ καὶ τὸ μάννα ἐσθίοντες ἐν τῇ ἐρήμῳ καὶ τὰ θαυμάσια πάντα ὁρῶντες ὑμῖν ὑπὸ τοῦ θεοῦ γινόμενα, μόσχον τὸν χρύσεον ποιήσαντες προσεκυνεῖτε. Ὥστε δικαίως ἀεὶ βοᾷ· Υἱοὶ ἀσύνετοι, οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
「同様に、神はモーセを通して、汚れたもの、不義なもの、不法なものから離れるよう諸君に命じた。それは、荒野でマンナを食べ、神が諸君のために行ったあらゆる奇跡を目にしながらも、諸君が金の子牛を造って拝んだからである。それゆえ神は正当にもいつも叫ぶのだ。『彼らは分別なき子ら、そのうちに信はない。』」
Caput XXI
第XXI章Καὶ ὅτι διὰ τὰς ἀδικίας ὑμῶν καὶ τῶν πατέρων ὑμῶν εἰς σημεῖον, ὡς προέφην, καὶ τὸ σάββατον ἐντέταλται ὁ θεὸς φυλάσσειν ὑμᾶς καὶ τὰ ἄλλα προστάγματα προσετετάχει, καὶ σημαίνει ὅτι διὰ τὰ ἔθνη, ἵνα μὴ βεβηλωθῇ τὸ ὄνομα αὐτοῦ παρ᾿ αὐτοῖς, διὰ τοῦτο εἴασέ τινας ἐξ ὑμῶν ὅλως ζῶντας. αὐταὶ αἱ φωναί αὐτοῦ τὴν ἀπόδειξιν ποιήσασθαι δύνανται ὑμῖν.
「そして、先に述べたとおり、諸君と諸君の父祖たちの不義のゆえに、しるしとして、神が安息日を守るよう諸君に命じ、他の掟をも課したこと、そして諸国民のゆえに、彼らの間で御名が汚されないようにと、それゆえ諸君のうちの幾人かをともかく生かしておいたのだということ――これらを、まさに神ご自身の言葉が諸君に対して証明することができる。」
Εἰσὶ δὲ εἰρημέναι διὰ τοῦ Ἰεζεκιὴλ οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσετε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ συναναμίγνυσθε, καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. Καὶ παρεπικράνατέ με, καὶ τὰ τέκνα ὑμῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφύλαξαν τοῦ ποιεῖν αὐτά. ἃ πονήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, ἀλλὰ τὰ σάββατά μου ἐβεβήλουν.
「それはエゼキエルを通してこう語られている。『私は汝らの主なる神である。私の掟のうちを歩み、私の定めを守れ。エジプトの慣わしに交わるな。私の安息日を聖とせよ。それは私と汝らの間のしるしとなり、私が汝らの主なる神であることを知るためである。しかるに汝らは私を怒らせ、汝らの子らは私の掟のうちを歩まず、私の定めを行うために守ることもなかった――それらを行う人は、それらによって生きるであろうに。彼らはかえって私の安息日を汚した。』」
Καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ᾿ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι ὀργήν μου ἐπ᾿αὐτούς, καὶ οὐκ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατ᾿ ὀφθαλμοὺς αὐτῶν. Καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ᾿ αὐτοὺς ἐν τῇ ἐρήμῳ. τοῦ διασκορπίσαι ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, ἀνθ᾿ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.
「そして私は、荒野で彼らの上に私の憤りを注ぎ、彼らに対する私の怒りを果たし尽くそうと言った。しかし私はそうしなかった。それは、私の名がまったく諸国民の前で汚されないためであり、私は彼らの目の前で彼らを導き出した。そして私は荒野で彼らの上に手を上げた。彼らを諸国民の中に散らし、もろもろの地に撒き散らすために。それは、彼らが私の定めを行わず、私の掟を退け、私の安息日を汚し、その目は父祖たちの企ての後を追っていたためである。」
Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς· καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δώμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω.
「そして私は彼らに、善くない掟と、それによっては生きることのない定めを与えた。そして私は彼らを、その住まいのうちに汚す。すなわち、すべて胎を開く者を過ぎ行かせることによって、彼らを滅ぼし尽くすために。」
Caput XXII
第XXII章Καὶ ὅτι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ ὑμῶν καὶ διὰ τὰς εἰδωλολατρείας, ἀλλ᾿ οὐ διὰ τὸ ἐνδεὴς εἶναι τῶν τοιούτων προσφορῶν, ἐνετείλατο ὁμοίως ταῦτα γίνεσθαι, ἀκούσατε πῶς περὶ τούτων λέγει διὰ Ἀμώς, ἑνὸς τῶν δώδεκα, βοῶν·
「そして、諸君の民の罪と偶像礼拝のゆえに、そのような供え物を必要としているからではなく、それでもそうすることを同じように命じたのだということ――これについて、十二預言者のひとりアモスを通して神がどう語り呼ばわっているか、聞くがよい。」
Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν τοῦ κυρίου. Ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα κυρίου: Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὅν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ συναντήσῃ αὐτῷ ἡ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῆς; Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.
「『主の日を待ち望む者たちに災いあれ。汝らにとって主のこの日は何であろうか。それは闇であって光ではない。人が獅子の前から逃れて、熊に出くわし、自分の家に飛び込んで壁に手をつくと、蛇に噛まれるようなものだ。主の日は闇であって光ではなく、輝きのない暗闇ではないか。私は汝らの祭りを憎み、退けた。汝らの祝いの集まりで香りを嗅ぐことは決してない。』」
Διότι ἐὰν ἐνέγκητέ μοι τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Ἀπόστησον ἀπ᾿ ἐμοῦ πλῆθος ᾠδῶν σου καὶ ψαλμῶν· ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ ἡ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; λέγει κύριος. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαφάν, τοὺς τύπους, οὓς ἐποιήσατε ἑαυτοῖς.
「『汝らが私に全焼の捧げ物と供犠を献げても、私はそれらを受け入れず、汝らの救いの顕現を顧みることもない。汝の歌と賛歌の多さを私から遠ざけよ。汝の楽器の音を私は聞くまい。裁きは水のように、正義は近づき難い奔流のように流れ下るだろう。イスラエルの家よ、汝らは荒野で私に犠牲と供犠を献げたのか、と主は言われる。汝らはモロクの幕屋と、汝らの神の星ライファンを担ぎ上げた。それは汝らが自分たちのために造った偶像の形である。』」
Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος· ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Οὐαὶ οἱ κατασπαταλῶντες Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας. Οἱ ὠνομασμένοι ἐπὶ τοῖς ἀρχηγοῖς ἀπετρύγησαν ἀρχὰς ἐθνῶν· εἰσῆλθον ἑαυτοῖς οἶκος Ἰσραήλ. Διάβητε πάντες εἰς Χαλάνην καὶ ἴδετε, καὶ πορεύθητε ἐκεῖθεν εἰς Ἀμὰθ τὴν μεγάλην, καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ τῶν ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονά ἐστι τὰ ὅρια αὐτῶν τῶν ὁρίων ὑμῶν.
「『そして私は汝らをダマスコの彼方に移住させる』と主は言われる。全能者なる神が、その御名である。シオンで贅を尽くす者たち、サマリアの山に頼る者たちに災いあれ。首長たちのもとで名を挙げられた者たちは、諸国民の首位を刈り取った。イスラエルの家よ、彼らは自分たちのもとに入って来た。汝らは皆カラネに渡って見よ。そこから大いなるアマトに行き、そこから異族の者たちのガトに下れ。これらすべての王国の中で最も強いこれらの町の境が、汝らの境より広いかどうかを。』」
Οἱ ἐρχόμενοι εἰς ἡμέραν πονηράν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, οἱ κοιμώμενοι ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, οἱ ἐσθίοντες ἄρνας ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά, οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα, οἱ πίνοντες ἐν φιάλαις οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπὸ ἀρχῆς δυναστῶν τῶν ἀποικιζομένων, καὶ μεταστραφήσεται οἴκημα κακούργων, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.
「『悪しき日に向かって行く者たち、偽りの安息日に近づき、それに触れる者たち、象牙の寝台に横たわり、自分の寝床の上で贅を尽くす者たち、群れの中から子羊を、牛の群れの真ん中から乳飲みの子牛を食らう者たち、楽器の音に合わせて手を打ち鳴らし、それを過ぎ去りゆくものとしてではなく、いつまでも立ち続けるものと思いなした者たち、鉢で酒を飲み、最上の香油を身に塗りながら、ヨセフの破滅について何も心を痛めなかった者たち――それゆえ今、彼らは移住させられる者たちの支配者たちの先頭に立って捕らわれ人となり、悪しき者どもの住まいは覆され、エフライムからは馬のいななきが取り去られるだろう。』」
Καὶ πάλιν διὰ Ἱερεμίου· Συναγάγετε τὰ κρέα ὑμῶν καὶ τὰς θυσίας καὶ φάγετε, ὅτι οὔτε περὶ θυσιῶν ἢ σπονδῶν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ῄ ἡμέρᾳ ἐπελαβόμην τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
「そして再びエレミヤを通して、『汝らの肉と供犠を集めて食べるがよい。私は、汝らの父祖たちをエジプトの地から導き出すためにその手を取ったその日、供犠や献酒について彼らに命じたことはなかったからだ。』」
Καὶ πάλιν διὰ Δαυΐδ ἐν τεσσαρακοστῷ ἐνάτῳ ψαλμῷ οὕτως ἔφη· Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι θεὸς κριτής ἐστιν.
「そして再びダビデを通して、第四十九の詩篇でこう言った。『神々の神、主は語られ、日の昇るところから沈むところまで、地を呼び集められた。シオンから彼の麗しさの輝きが現れる。神は明らかに来られる、我々の神は。そして黙してはおられない。彼の前には火が燃え、彼の周りには激しい嵐がある。上には天を、また地を呼び寄せて、その民を裁かれる。供犠のもとに契約を結んだ、彼の聖徒たちを彼のもとに集めよ。そして天は彼の正義を告げ知らせるだろう。神こそ裁き主だからである。』」
Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτυροῦμαί σοι· ὁ θεός, ὁ θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾿ ἐμοῦ ἐστιν.
「『聞け、我が民よ。私は汝に語ろう、イスラエルよ。そして私は汝に証しする。神、汝の神は私である。私は汝の供犠のことで汝を責めはしない。汝の全焼の捧げ物はいつも私の前にある。私は汝の家から子牛を、汝の群れから雄山羊を受け取ることはない。野のすべての獣、山々の家畜、牛は私のものだからである。私は空のすべての鳥を知っており、野の麗しさは私とともにある。』」
Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγωμαι κρέα ταύρων. ἢ αἷμα τράγων πίωμαι; Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
「『もし私が飢えても、私はそれを汝に告げはしない。世界とその満ちるものは私のものだからである。私が雄牛の肉を食べようか。あるいは雄山羊の血を飲もうか。神に賛美の供犠を献げ、至高者に汝の誓いを果たせ。そして苦難の日に私を呼び求めよ。そうすれば私は汝を助け出し、汝は私に栄光を帰すだろう。』しかし罪人に対して神はこう言われた。『なぜ汝は私の定めを語り、私の契約を汝の口で担うのか。汝は諭しを憎み、私の言葉を後ろに投げ捨てた。』」
Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεὶ ὁδός, ἥν δείξω αὐτῷ τὸ σωτήριόν μου.
「『汝は盗人を見れば、それと一緒に走り、姦淫する者と共にその分け前を得た。汝の口は悪を増し重ね、汝の舌は欺きを織り交ぜた。汝は座して汝の兄弟に逆らって語り、汝の母の子に対してつまずきを置いた。汝はこれらのことを行い、私は沈黙していた。汝は、私が汝と同じ者であろうと不法にも思い込んだ。私は汝を責め、汝の目の前に汝の罪を並べ立てよう。神を忘れる者たちよ、これをよく悟れ。さもなければ〔神が〕奪い去り、救い出す者はいないだろう。賛美の供犠が私に栄光を帰す。そしてそこに、私が彼に私の救いを示す道がある。』」
Οὔτε οὖν θυσίας παρ᾿ ὑμῶν λαμβάνει, οὔτε ὡς ἐνδεὴς τὴν ἀρχὴν ἐνετείλατο ποιεῖν, ἀλλὰ διὰ τὰς ἁμαρτίας ὑμῶν. Καὶ γὰρ τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπικληθέντα οὐχ ὡς ἐνδεὴς ὢν ὡμολόγησεν οἶκον αὐτοῦ ἢ αὐλήν, ἀλλ᾿ ὅπως καὶ κατὰ τοῦτο προσέχοντες αὐτῷ μὴ εἰδωλολατρῆτε. Καὶ ὅτι τοῦτό ἐστιν, Ἡσαΐας λέγει· Ποῖον οἶκον ᾠκοδομήσατέ μοι; λέγει κύριος. Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου.
「かくして神は、諸君から供犠を受け取ることもなければ、最初からそれを命じたのも欠乏ゆえでもなく、諸君の罪ゆえであった。というのも、エルサレムに建てられ、その名で呼ばれた神殿についても、神が欠乏ゆえにそれを自分の家あるいは庭と認めたのではなく、諸君がそれに心を留めることによって偶像を拝まないようにするためであった。そしてそのとおりであることを、イザヤはこう言う。『汝らはどのような家を私のために建てたのか、と主は言われる。天は私の玉座であり、地は私の足台である。』」
Caput XXIII
第XXIII章Ἐὰν δὲ ταῦτα οὕτως μὴ ὁμολογήσωμεν, συμβήσεται ἡμῖν εἰς ἄτοπα ἐμπίπτειν νοήματα, ὡς τοῦ αὐτοῦ θεοῦ μὴ ὄντος τοῦ κατὰ τὸν Ἐνὼχ καὶ τοὺς ἄλλους πάντας, οἵ μήτε περιτομὴν τὴν κατὰ σάρκα ἔχοντες μήτε σάββατα ἐφύλαξαν μήτε δὲ τὰ ἅλλα, Μωσέως ἐντειλαμένου ταῦτα ποιεῖν, ἢ τὰ αὐτὰ αὐτὸν δίκαια μὴ ἀεὶ πᾶν γένος ἀνθρώπων βεβουλῆσθαι πράσσειν· ἅπερ γελοῖα καὶ ἀνόητα ὁμολογεῖν φαίνεται.
「もし我々がこれをこのように認めないなら、我々は不合理な考えに陥ることになるだろう。すなわち、エノクや他のすべての者たちに対する神が同一の神でないか、あるいは彼〔神〕が同じ正しいことを、あらゆる人間の族に対して常に望んだのではなかった、というふうに。エノクや他の者たちは、肉による割礼も持たず、安息日も守らず、モーセが命じた他のことも行わなかったのだから。これらを認めるのは、滑稽で愚かなことと思われる。」
Δι᾿ αἰτίαν δὲ τὴν τῶν ἁμαρτωλῶν ἀνθρώπων τὸν αὐτὸν ὄντα ἀεὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐντετάλθαι ὁμολογεῖν, καὶ φιλάνθρωπον καὶ προγνώστην καὶ ἀνενδεῆ καὶ δίκαιον καὶ ἀγαθὸν ἀποφαίνειν ἔστιν. Ἐπεὶ εἰ μὴ ταῦτα οὕτως ἔχει, ἀποκρίνασθέ μοι, ὦ ἄνδρες, περὶ τῶν ζητουμένων τούτων ὅ τι φρονεῖτε.
「むしろ、罪深い人間たちのゆえに、同一の神がこれらのことやそれに類することを命じたのだと認めることこそ、神を人間を愛する者、先見の者、何ものにも欠けることのない者、正しい者、善き者として示すことになる。もしこれがそうでないというなら、方々よ、この問われていることについて諸君がどう考えるか、私に答えてほしい。」
Καὶ μηδὲν μηδενὸς ἀποκριναμένου· Διὰ ταῦτά σοι, ὦ Τρύφων, καὶ τοῖς βουλομένοις προσηλύτοις γενέσθαι κηρύξω ἐγὼ θεῖον λόγον, ὄν παρ᾿ ἐκείνου ἤκουσα τοῦ ἀνδρός. Ὁρᾶτε ὅτι τὰ στοιχεῖα οὐκ ἀργεῖ οὐδὲ σαββατίζει. Μείνατε ὡς γεγένησθε. Εἰ γὰρ πρὸ τοῦ Ἀβραὰμ οὐκ ἦν χρεία περιτομῆς οὐδὲ πρὸ Μωσέως σαββατισμοῦ καὶ ἑορτῶν καὶ προφορῶν, οὐδὲ νῦν, μετὰ τὸν κατὰ τὴν βουλὴν τοῦ θεοῦ διὰ Μαρίας τῆς ἀπὸ γένους τοῦ Ἀβραὰμ. παρθένου γεννηθέντα υἱὸν θεοῦ Ἰησοῦν Χριστόν, ὁμοίως ἐστὶ χρεία.
そして誰ひとり何も答えなかった。「それゆえ、トリュフォンよ、また改宗者になろうとする者たちに、私はかの人〔老人〕から聞いた神的な言葉を告げ知らせよう。『見よ、もろもろの元素は怠けることも安息日を守ることもしない。諸君は生まれたそのままにとどまるがよい。もしアブラハムより前に割礼の必要がなく、モーセより前に安息日を守ることや祭りや供え物の必要がなかったのなら、今も同様に――アブラハムの族から出た処女マリアを通して神の御旨に従って生まれた神の子イエス・キリストの後にも――その必要はない。』」
Καὶ γὰρ αὐτὸς ὁ Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν διὰ τὴν πίστιν, ἣν ἐπίστευσε τῷ θεῷ, ἐδικαιώθη καὶ εὐλογήθη, ὡς ἡ γραφὴ σημαίνει· τὴν δὲ περιτομὴν εἰς σημεῖον, ἀλλ᾿ οὐκ εἰς δικαιοσύνην ἔλαβεν, ὡς καὶ αἱ γραφαὶ καὶ τὰ πράγματα ἀναγκάζει ἡμᾶς ὁμολογεῖν. Ὥστε δικαίως εἴρητο περὶ ἐκείνου τοῦ λαοῦ, ὅτι ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ἣ οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ.
「アブラハム自身、無割礼のままでありながら、神を信じたその信仰のゆえに義とされ祝福された。聖書がそう示すとおりである。そして割礼は、しるしとして受けたのであって、正義のためにではなかった。聖書も事実もそのように我々に認めさせるのである。それゆえ、かの民について、八日目に割礼を受けない魂はその族から絶たれるだろう、と正当に言われていたのである。」
Καὶ τὸ μὴ δύνασθαι δὲ τὸ θῆλυ γένος τὴν σαρκικὴν περιτομὴν λαμβάνειν δείκνυσιν ὅτι εἰς σημεῖον ἡ περιτομὴ αὕτη δέδοται, ἀλλ᾿ οὐχ ὡς ἔργον δικαιοσύνης· τὰ γὰρ δίκαια καὶ ἐνάρετα ἅπαντα ὁμοίως καὶ τὰς θηλείας δύνασθαι φυλάσσειν ὁ θεὸς ἐποίησεν. Ἀλλὰ σχῆμα μὲν τὸ τῆς σαρκὸς ἕτερον καὶ ἕτερον ὁρῶμεν γεγενημένον ἄρρενος καὶ θηλείας, διὰ δὲ τοῦτο οὐδὲ δίκαιον οὐδὲ ἄδικον οὐδέτερον αὐτῶν ἐπιστάμεθα, ἀλλὰ δι᾿ εὐσέβειαν καὶ δικαιοσύνην.
「また、女性の族が肉による割礼を受けることができないということも、この割礼がしるしとして与えられたのであって、正義の業としてではないことを示している。神は、正しく徳にかなうことのすべてを、女性たちも同様に守ることができるようにお造りになったからである。しかし我々は、男と女とで肉の形が互いに異なって造られているのを見るが、そのことのゆえに、そのいずれをも正しいとも不義とも見なさない。むしろ敬虔と正義のゆえにそう見なすのである。」
Caput XXIV
第XXIV章Καὶ τοῦτο μὲν οὖν δυνατὸν ἦν ἡμῖν ἐπιδεῖξαι. ὦ ἄνδρες, ἔλεγον, ὅτι ἡ ἡμέρα ἡ ὀγδόη μυστήριόν τι εἶχε κηρυσσόμενον διὰ τούτων ὑπὸ τοῦ θεοῦ μᾶλλον τῆς ἐβδόμης. Ἀλλ᾿ ἵνα τανῦν μὴ ἐπ᾿ ἄλλους ἐκτρέπεσθαι λόγους δοκῶ, σύνετε, βοῶ, ὅτι τὸ αἷμα τῆς περιτομῆς ἐκείνης κατήργηται, καὶ αἵματι σωτηρίῳ πεπιστεύκαμεν· ἄλλη διαθήκη τανῦν, καὶ ἄλλος ἐξῆλθεν ἐκ Σιὼν νόμος.
「そしてこれもまた、我々には示すことができたはずである、方々よ――と私は言った――、八日目という日は、七日目よりもむしろ、神によってこれらのことを通して告げ知らされる何らかの奥義を持っていたのだと。しかし今、私が他の論へと逸れているように見えないために、悟ってほしいと私は呼ばわる。かの割礼の血は廃せられ、我々は救いの血を信じたのだ。今や別の契約があり、シオンから別の法が出た。」
Ἰησοῦς Χριστὸς πάντας τοὺς βουλομένους περιτέμνει, ὥσπερ ἄνωθεν ἐκηρύσσετο, πετρίναις μαχαίραις, ἵνα γένηται ἔθνος δίκαιον, λαὸς φυλάσσων πίστιν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην.
「イエス・キリストは、望むすべての者に割礼を施す。かねてより告げ知らされていたとおり、石の刃をもって。それは、正しい国民、信を守る民、真理を捉え平和を守る民となるためである。」
Δεῦτε σὺν ἐμοὶ πάντες οἱ φοβούμενοι τὸν θεόν, οἱ θέλοντες τὰ ἀγαθὰ Ἱερουσαλὴμ ἰδεῖν. Δεῦτε, πορευθῶμεν τῷ φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ. Δεῦτε πάντα τὰ ἔθνη, συναχθῶμεν εἰς Ἱερουσαλὴμ τὴν μηκέτι πολεμουμένην διὰ τὰς ἀνομίας τῶν λαῶν. Ἐμφανὴς γὰρ ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, βοᾷ διὰ Ἡσαίου.
「『来たれ、私とともに、すべて神を畏れる者たちよ、エルサレムの善きものを見たいと願う者たちよ。来たれ、我々は主の光の中を歩もう。主はその民、ヤコブの家を解き放たれたのだから。来たれ、すべての諸国民よ、もはや諸民の不法のために戦われることのないエルサレムに集まろう。』『私を求めない者たちに私は現れ、私を尋ねない者たちに私は見出された』と、イザヤを通して呼ばわる。」
Εἶπα· ἰδού εἰμι, ἔθνεσιν οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ, ἀλλὰ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Λαὸς ὁ παροξύνων με ἐναντίον μου.
「『私は言った。見よ、私はここにいる、と、私の名を呼び求めなかった諸国民に対して。私は一日中、手を差し伸べた。不従順で言い逆らう民に対して、良い道を歩まず、自分たちの罪の後を歩む者たちに対して。私に逆らって私を怒らせる民に。』」
Caput XXV
第XXV章Σὺν ἡμῖν καὶ κληρονομῆσαι βουλήσονται κἄν ὀλίγον τόπον οὗτοι οἱ δικαιοῦντες ἑαυτοὺς καὶ λέγοντες εἶναι τέκνα Ἀβραάμ., ὡς διὰ τοῦ ῾Πσαΐου βοᾷ τὸ ἅγιον πνεῦμα, ὡς ἀπὸ προσώπου αὐτῶν λέγων τάδε·
「我々とともに、たとえわずかな地であれ相続しようと望むことになるだろう、自分を義とし、自分たちをアブラハムの子だと言うこれらの者たちも。イザヤを通して聖なる霊が、彼らに代わって次のように語り呼ばわるとおりである。」
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ποῦ δή ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, ὅτι ἀνέσχου ἡμῶν, κύριε; Σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σύ, κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς· ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν τοῦ μὴ φοβεῖσθαί σε;
「『天より立ち帰りたまえ。そして汝の聖なる栄光の家から見たまえ。汝の熱心と力はいったいどこにあるのか。汝の憐れみの豊かさはどこにあるのか。主よ、汝は我々を耐え忍ばれたのか。汝は我々の父であられる。アブラハムは我々を知らず、イスラエルも我々を知らなかったのだから。しかし主よ、我々の父よ、我々をお救いください。初めより汝の名は我々の上にある。主よ、なぜ汝は我々を汝の道から迷わせ、我々の心を頑なにして汝を畏れぬようにされたのか。』」
Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανον, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς ἀπὸ πυρὸς κηρὸς τήκεται· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὀνομά σου ἐν τοῖς ὑπεναντίοις, ἀπὸ προσώπου σου ἔθην ταραχθήσονται.
「『立ち帰りたまえ、汝の僕たちのゆえに、汝の嗣業の部族たちのゆえに。我々が汝の聖なる山を、わずかなりとも相続するために。我々は初めのときのようになった。汝が我々を治めておられず、汝の名が我々の上に呼ばれてもいなかったときのように。もし汝が天を開かれるなら、山々は汝の御前に震え、火の前で蝋が溶けるように溶け去るだろう。火は逆らう者たちを焼き尽くし、汝の名は逆らう者たちの間で明らかにされ、汝の御前から諸国民は騒ぎ立つだろう。』」
Ὅταν ποιῆς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ τά ἔργα σου. Ποιήσει τοῖς μετανοοῦσιν ἔλεον. Συναντήσεται τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν καὶ ἐγενόμεθα ἀκάθαρτοι πάντες, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς.
「『汝が栄えあることを行われるとき、山々は汝の御前に震えるだろう。永遠の昔より我々は聞いたことがなく、我々の目も汝と汝の御業のほかには神を見たことがない。汝は悔い改める者たちに憐れみを施すだろう。義を行う者たちに出会い、彼らは汝の道を思い起こすだろう。見よ、汝は怒られ、我々は罪を犯した。それゆえ我々は迷い、皆汚れた者となった。我々の正義のすべては、月のさわりの女の汚れた布切れのようになり、我々は自分たちの不法のゆえに木の葉のように落ちた。かくして風は我々を運び去るだろう。』」
Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ οὐ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν ἐπίστρεφον, κύριε, ὅτι λαός σου πάντες ἡμεῖς. Ἡ πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔθνη ἔνδοξα συνέπεσε. Καὶ ἐπὶ τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.
「『汝の名を呼び求める者はなく、汝に取りすがることを思い起こす者もいない。汝が御顔を我々からそむけ、我々の罪のゆえに我々を引き渡されたからである。しかし今、立ち帰りたまえ、主よ。我々は皆汝の民なのだから。汝の聖なる都は荒れ果て、シオンは荒野のようになり、エルサレムは呪いとなった。我々の父祖たちが祝した聖なる家、栄光は焼け落ち、栄えあるすべての諸国民は倒れ伏した。それでも主よ、汝はこれらのことに耐え忍び、黙し、我々を甚だしく低くされた。』」
Καὶ ὁ Τρύφων· Τί οὖν ἐστιν ὅ λέγεις, ὅτι οὐδεὶς ἡμῶν κληρονομήσει ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ οὐδέν.
そしてトリュフォンは言った。「では、お前が言っているのは何のことか。我々のうちの誰ひとりとして、神の聖なる山において何も相続することがない、ということなのか。」
Caput XXVI
第XXVI章Κἀγώ· Οὐ τοῦτό φημι. ἀλλ᾿ οἱ τὸν Χριστὸν διώξαντες καὶ διώκοντες καὶ μὴ μετανοοῦντες οὐ κληρονομήσουσιν ἐν τῷ ὄρει τῷ ἁγίῳ οὐδέν· τὰ δὲ ἔθνη τὰ πιστεύσαντα εἰς αὐτὸν καὶ μετανοήσαντα ἐφ᾿ οἷς ἥμαρτον, αὐτοὶ κληρονομήσουσι μετὰ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν δικαίων ὅσοι ἀπὸ Ἰακὼβ γεγέννηνται· εἰ καὶ μὴ σαββατίζουσι μηδὲ περιτέμνονται μηδὲ τὰς ἑορτὰς φυλάσσουσι, πάντως κληρονομήσουσι τὴν ἁγίαν τοῦ θεοῦ κληρονομίαν.
そして私は言った。「私はそう言っているのではない。むしろ、キリストを迫害した者たち、迫害している者たち、そして悔い改めない者たちは、聖なる山において何も相続しないだろう。しかし彼を信じ、自分たちが犯した罪について悔い改めた諸国民は、族長たちや預言者たち、そしてヤコブから生まれたすべての正しい者たちとともに相続するだろう。たとえ彼らが安息日を守らず、割礼も受けず、祭りも守らなくとも、彼らは間違いなく神の聖なる嗣業を相続するだろう。」
Λέγει γὰρ ὁ θεὸς διὰ Ἡσαΐου οὕτως· Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
「神はイザヤを通してこう言われるからである。『私、主なる神は、汝を正義のうちに呼んだ。そして汝の手を握り、汝を強くし、汝を族の契約として、諸国民の光として与えた。盲人の目を開き、繋がれた者たちを縄目から、闇に座す者たちを牢獄の家から導き出すために。』」
Καὶ πάλιν· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε ταῖς θυγατράσι Σιών· ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἀπέχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον ἀπὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐ καταλελειμμένη. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ., ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ, ἀναβαίνων βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.
「そして再び、『諸国民に向かって旗印を掲げよ。見よ、主は地の果てにまで聞こえるようにされたのだから。シオンの娘たちに告げよ。見よ、汝の救い主が到来した。彼自身の報いを携え、その業をその御前に伴って。そして彼はその者を、主によって贖われた聖なる民と呼び、汝は尋ね求められる都、見捨てられない都と呼ばれるだろう。これは誰か、エドムから来る者は。ボツラから来る、その衣の赤さは。衣も麗しく、力に満ちて勢いよく上って来るこの者は。私は正義と救いの裁きを語る。』」
Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ· καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. Καὶ ἐπέβλεψα καὶ οὐκ ἦν βοηθός, καὶ προσενόησα καὶ οὐδεὶς ἀντελάβετο· καὶ ἐρρύσατο ὁ βραχίων, καὶ ὁ θυμός μου ἐπέστη· καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.
「『なぜ汝の衣は赤く、汝の装いは踏みつぶされた酒ぶねから出たかのようなのか。踏みつぶされて満ちた酒ぶねを、私はただひとりで踏んだ。諸国民のうちに私とともにある者はいない。私は怒りをもって彼らを踏みつけ、地のように彼らを打ち砕き、彼らの血を地に流し下した。報復の日が彼らに来たのだから、贖いの年が今ある。私は見渡したが、助ける者はなく、心を留めたが、誰も助け起こす者はなかった。それゆえ、私の腕が救い出し、私の怒りが臨んだ。私は怒りのうちに彼らを踏みつけ、彼らの血を地に流し下した。』」
Caput XXVII
第XXVII章Καὶ ὁ Τρύφων· Διὰ τί ἅπερ βούλει ἐκλεγόμενος ἀπὸ τῶν προφητικῶν λόγων λέγεις, ἃ δὲ διαρρήδην κελεύει σαββατίζειν οὐ μέμνησαι; διὰ γὰρ Ἡσαΐου οὕτως εἴρηται· Ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ σάββατα τρυφερὰ ἅγια τοῦ θεοῦ σου, οὐκ ἄρῃς τὸν πόδα σου ἐπ᾿ ἔργον οὐδὲ μὴ λαλήσῃς λόγον ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακώβ, τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.
そしてトリュフォンは言った。「なぜお前は、預言者たちの言葉の中から自分の望むものだけを選んで語り、安息日を守るようはっきりと命じている箇所については思い起こさないのか。イザヤを通してこう言われているからだ。『もし汝が、聖なる日に自分の意志を行わぬために、汝の足を安息日から遠ざけ、安息日を汝の神の楽しみ、聖なるものと呼ぶなら、汝は足を上げて仕事をすることも、口から言葉を語ることもしない。そして汝は主に信頼を置く者となり、主は汝を地の良きものの上に登らせ、汝の父ヤコブの嗣業を汝に食べさせるだろう。主の口がこれらのことを語られたからである。』」
Κἀγώ· Οὐκ ὡς ἐναντιουμένων μοι τῶν τοιούτων προφητειῶν, ὦ φίλοι, παρέλιπον αὐτάς, ἀλλὰ ὡς ὑμῶν νενοηκότων καὶ νοούντων ὅτι, κἂν διὰ πάντων τῶν προφητῶν κελεύῃ ὑμῖν τὰ αὐτὰ ποιεῖν ἃ καὶ διὰ Μωσέως ἐκέλευσε, διὰ τὸ σκληροκάρδιον ὑμῶν καὶ ἀχάριστον εἰς αὐτὸν ἀεὶ τὰ αὐτὰ βοᾷ, ἵνα κἂν οὕτως ποτὲ μετανοήσαντες εὐαρεστῆτε αὐτῷ, καὶ μήτε τὰ τέκνα ὑμῶν τοῖς δαιμονίοις θύητε, μήτε ἦτε κοινωνοὶ κλεπτῶν καὶ φιλοῦντες δῶρα καὶ διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χήρας οὐ προσέχοντες, ἀλλ᾿ οὐδὲ πλήρεις τὰς χεῖρας αἵματος.
そして私は言った。「友よ、私がそのような預言をわきに置いたのは、それが私に反対するからではなく、諸君がすでに悟っており、また悟っているからである。すなわち、たとえ神がすべての預言者を通して、モーセを通して命じたのと同じことを行うよう諸君に命じるとしても、諸君の心の頑なさと恩知らずのゆえに、神は常に同じことを呼ばわり続けるのだということを。それは、たとえそのようにしてでも、いつか諸君が悔い改めて神に喜ばれる者となり、自分たちの子らを悪霊どもに供犠として献げず、盗人たちの仲間にならず、贈り物を愛さず、報いを追い求めず、孤児のために裁かず、寡婦の訴えに心を留めない者とならず、また手を血で満たすこともない者となるためである。」
Καὶ γὰρ αἰ θυγατέρες Σιὼν ἐπορεύθησαν ἐν ὑψηλῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν ἄμα παίζουσαι καὶ σύρουσαι τοὺς χιτῶνας. Καὶ πάντες γὰρ ἐξέκλιναν, βοᾷ, πάντες ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ἕως ἑνός. Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
「『シオンの娘たちは首を高くして歩み、目配せをしながら戯れ、衣の裾を引きずって歩いたからである。』そして『皆それてしまい、皆ともに無用の者となった。悟る者はいない、ひとりもいない』と神は呼ばわる。『彼らはその舌で欺き、その喉は開いた墓であり、その唇の下には蝮の毒がある。彼らの道には破滅と悲惨があり、彼らは平和の道を知らなかった。』」
Ὥστε ὃν τρόπον τὴν ἀρχὴν διὰ τάς κακίας ὑμῶν ταῦτα ἐντέταλτο, ὁμοίως διὰ τὴν ἐν τούτοις ὑπομονήν, μᾶλλον δὲ ἐπίτασιν, διὰ τῶν αὐτῶν εἰς ἀνάμνησιν αὐτοῦ καὶ γνῶσιν ὑμᾶς καλεῖ. Ὑμεῖς δὲ λαὸς σκληροκάρδιος καὶ ἀσύνετος καὶ τυφλὸς καὶ χωλὸς καὶ υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς, ὡς αὐτὸς λέγει, ἐστέ, τοῖς χείλεσιν αὐτὸν μόνον τιμῶντες, τῇ δὲ καρδίᾳ πόρρω αὐτοῦ ὄντες, ἰδίας διδασκαλίας καὶ μὴ τὰ ἐκείνου διδάσκοντες.
「かくして、初めに諸君の悪しきことのゆえにこれらのことが命じられたのと同じように、それらのうちに諸君がとどまり続け、むしろそれを強めていることのゆえに、同じことを通して、神を思い起こし知るようにと諸君を招いているのである。しかるに諸君は、神ご自身が言われるとおり、心の頑なな民、分別なき民、盲いた民、足萎えた民、そのうちに信のない子らであり、唇でばかり神を敬いながら、心は神から遠く離れ、自分自身の教えを教えて、神の教えを教えない者たちなのである。」
Ἐπεὶ, εἴπατέ μοι, τοὺς ἀρχιερεῖς ἁμαρτάνειν τοῖς σάββασι προσφέροντας τὰς προσφορὰς ἐβούλετο ὁ θεὸς, ἢ τοὺς περιτεμνομένους καὶ περιτέμνοντας τῇ ἡμέρᾳ τῶν σαββάτων, κελεύων τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκ παντὸς περιτέμνεσθαι τοὺς γεννηθέντας ὁμοίως, κἄν ᾖ ἡμέρα τῶν σαββάτων; Ἣ οὐκ ἠδύνατο πρὸ μιᾶς ἡμέρας ἢ μετὰ μίαν ἡμέραν το σαββάτου ἐνεργεῖν περιτέμνεσθαι τοὺς γεννωμένους, εἰ ἠπίστατο κακὸν εἶναι ἐν τοῖς σάββασιν; ἢ καὶ τοὺς πρὸ Μωσέως καὶ Ἀβραὰμ ὠνομασμένους δικαίους καὶ εὐαρέστους αὐτῷ γενομένους, μήτε τὴν ἀκροβυστίαν περιτετμημένους μήτε τὰ σάββατα φυλάξαντας, διὰ τί οὐκ ἐδίδασκε ταῦτα ποιεῖν;
「では言ってほしい。神は、安息日に供え物を献げる大祭司たちが罪を犯すことを望んだのか。あるいは、安息日の日に割礼を受ける者たちと割礼を施す者たちが罪を犯すことを望んだのか――生まれた者は誰であれ、たとえその日が安息日の日であっても、必ず八日目に割礼を受けるようにと命じておきながら。もし神が安息日のうちに悪があると知っておられたのなら、生まれた者たちに割礼を施すことを、安息日より一日前か、あるいは一日後に行うことがおできにならなかったのだろうか。あるいは、モーセとアブラハムより前に名を挙げられ、正しい者、神に喜ばれる者となった者たち――無割礼の肉に割礼を施されることもなく、安息日も守らなかった者たち――に対して、なぜ神はこれらのことを行うよう教えなかったのだろうか。」
Caput XXVIII
第XXVIII章Καὶ ὁ Τρύφων· Καὶ πρότερον ἀκηκόαμέν σου τοῦτο προβάλλοντος καὶ ἐπεστήσαμεν· ἄξιον γάρ, ὡς ἀληθῶς εἰπεῖν, ἐπιστάσεως. Καὶ οὔ μοι, ὅ τοῖς πολλοῖς, δοκεῖ λέγειν, ὅτι ἔδοξεν αὐτῷ· τοῦτο γάρ ἐστι πρόφασις ἀεὶ τοῖς μὴ δυναμένοις ἀποκρίνασθαι πρὸς τὸ ζητούμενον.
そしてトリュフォンは言った。「以前にも、お前がこの点を主張するのを我々は聞き、注意を向けた。実に、真実を言えば、それは注意するに値することだからだ。そして私には、多くの者が言うように『彼〔神〕にはそう思われたのだ』と言うのがよいとは思われない。それは、問われていることに答えることができない者たちがいつも用いる言い逃れだからである。」
Κἀγώ· Ἐπειδὴ ἀπό τε τῶν γραφῶν καὶ τῶν πραγμάτων τάς τε ἀποδείξεις καὶ τὰς ὁμιλίας ποιοῦμαι, ἔλεγον, μὴ ὑπερτίθεσθε μηδὲ διστάζετε πιστεῦσαι τῷ ἀπεριτμήτῳ ἐμοί. Βραχὺς οὗτος ὑμῖν περιλείπεται προσηλύσεως χρόνος· ἐὰν φθάσῃ ὁ Χριστὸς ἐλθεῖν. μάτην μετανοήσετε, μάτην κλαύσετε· οὐ γὰρ εἰσακούσεται ὑμῶν. Νεώσατε ἑαυτοῖς νεώματα, Ἱερεμίας τῷ λαῷ κέκραγε, καὶ μὴ σπείρετε ἐπ᾿ ἀκάνθας. Περιτέμνετε τῷ κυρίῳ. καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.
そして私は言った。「私は聖書と事実の双方から証明と論述を行っているのだから、諸君は先延ばしにせず、無割礼のこの私を信じることをためらわないでほしい。改宗のためにこそ諸君に残されているこの時は短い。もしキリストが来られる前にそうしなければ、諸君は空しく悔い改め、空しく泣くことになるだろう。神は諸君の願いを聞き入れはしないからだ。『汝ら自身のために新しい耕地を耕せ』とエレミヤは民に向かって叫んだ。『そして茨の上に種を蒔くな。主のために割礼を施し、汝らの心の無割礼を割礼せよ。』」
Μὴ οὖν εἰς ἀκάνθας σπείρετε καὶ ἀνήροτον χωρίον, ὅθεν ὑμῖν καρπὸς οὐκ ἔστι. Γνῶτε τὸν Χριστόν, καὶ ἰδοῦ νειὸς καλή, καλὴ καὶ πίων ἐν ταῖς καρδίαις ὑμῶν. Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, ἐπ᾿ Αἴγυπτον καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Μωάβ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίας αὐτῶν.
「それゆえ諸君は、茨の上や耕されていない土地に種を蒔いてはならない。そこからは諸君に実りはない。キリストを知れ。そうすれば見よ、良い、豊かで肥えた休閑地が、諸君の心のうちにある。『見よ、その日が来る、と主は言われる。私はすべて無割礼のままで割礼を受けた者たちを訪れる。エジプトを、ユダを、エドムを、モアブの子らを。すべての諸国民は無割礼であり、イスラエルの家すべても、その心は無割礼だからである。』」
Ὁρᾶτε ὡς οὐ ταύτην τὴν περιτομὴν τὴν εἰς σημεῖον δοθεῖσαν ὁ θεὸς θέλει· οὐδὲ γὰρ Αἰγυπτίοις χρήσιμος οὐδὲ τοῖς υἱοῖς Μωὰβ οὐδὲ τοῖς υἱοῖς Ἐδώμ. Ἀλλὰ κἄν Σκύθης ᾖ τις ἢ Πέρσης, ἔχει δὲ τὴν τοῦ θεοῦ γνῶσιν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ φυλάσσει τὰ αἰώνια δίκαια, περιτέτμηται τὴν καλὴν καὶ ὠφέλιμον περιτομήν, καὶ φίλος ἐστὶ τῷ θεῷ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ καὶ ταῖς προσφοραῖς χαίρει.
「諸君は見るがよい。神が望んでおられるのは、しるしとして与えられたあの割礼ではないということを。それはエジプト人にも、モアブの子らにも、エドムの子らにも役立つものではないからである。むしろ、たとえスキュタイ人であれペルシア人であれ、神と、その方のキリストとについての知識を持ち、永遠の正しいことどもを守るなら、その者は良く益となる割礼を受けているのであり、神の友であって、神はその者の贈り物と供え物とを喜ばれるのである。」
Παρέξω δὲ ὑμῖν, ἄνδρες φίλοι, καὶ αὐτοῦ ῥήματα τοῦ θεοῦ, ὁπότε πρὸς τὸν λαὸν εἶπε διὰ Μαλαχίου, ἑνὸς τῶν δώδεκα προφητῶν. Ἔστι δὲ ταῦτα· οὐκ ἔστι θέλημά μου ἐν ὑμῖν, λέγει κύριος, καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέχομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὅτι τιμᾶται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.
「そして私は、友なる方々よ、神ご自身の言葉をも諸君に示そう。十二預言者のひとりマラキを通して、神が民に対して言われたときのものである。それはこうである。『私の意志は汝らのうちにはない、と主は言われる。私は汝らの手からの供犠を受け入れない。日の昇るところから沈むところまで、私の名は諸国民の中で崇められ、あらゆる場所で私の名に供犠が、清い供犠が献げられているからだ。私の名は諸国民の中で敬われている、と主は言われる。しかるに汝らはそれを汚している。』」
Καὶ διὰ τοῦ Δαυῒδ ἔφη· λαός, ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.
「そしてダビデを通してこう言われた。『私が知らなかった民が私に仕えた。彼は耳で聞くやいなや私に従った。』」
Caput XXIX
第XXIX章Δοξάσωμεν τὸν θεόν, ἅμα τὰ ἔθνη συνελθόντα, ὅτι καὶ ἡμᾶς ἐπεσκέψατο· δοξάσωμεν αὐτὸν διὰ τοῦ βασιλέως τῆς δόξης, διὰ τοῦ κυρίου τῶν δυνάμεων. Εὐδόκησε γὰρ καὶ εἰς τὰ ἔθνη, καὶ τὰς θυσίας ἥδιον παρ᾿ ἡμῶν ἢ παρ᾿ ὑμῶν λαμβάνει. Τίς οὖν ἔτι μοι περιτομῆς λόγος ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντι; τίς ἐκείνου τοῦ βαπτίσματος χρεία ἁγίῳ πνεύματι βεβαπτισμένῳ;
「我々、諸国民は共に集い、神に栄光を帰そう。神は我々をも顧みてくださったのだから。栄光の王を通して、もろもろの力の主を通して、神に栄光を帰そう。神は諸国民をもよしとされ、供犠を我々からのほうが諸君からよりも喜んで受け取られるのだから。それなら、神によって証しされた私に、いったいなお割礼が何の意味を持とうか。聖なる霊によって洗礼を受けた私に、あの洗礼がいったい何の必要があろうか。」
Ταῦτα οἶμαι λέγων πείσειν καὶ τοὺς βραχὺν νοῦν κεκτημένους. Οὐ γὰρ ὑπ᾿ ἐμοῦ συνεσκευασμένοι εἰσὶν οἱ λόγοι οὐδὲ τέχνῃ ἀνθρωπίνῃ κεκαλλωπισμένοι, ἀλλὰ τούτους Δαυῒδ μὲν ἔψαλλεν, Ἡσαίας δὲ εὐηγγελίζετο, Ζαχαρίας δὲ ἐκήρυξε, Μωσῆς δὲ ἀνέγραψεν. Ἐπιγινώσκεις αὐτούς, Τρύφων; ἐν τοῖς ὑμετέροις ἀπόκεινται γράμμασι, μᾶλλον δὲ οὐχ ὑμετέροις ἀλλ᾿ ἡμετέροις· ἡμεῖς γὰρ αὐτοῖς πειθόμεθα, ὑμεῖς δὲ ἀναγινώσκοντες οὐ νοεῖτε τὸν ἐν αὐτοῖς νοῦν.
「私がこれらのことを語ることによって、わずかな理解しか持たぬ者たちをも説得できると思う。というのも、これらの言葉は私によって仕組まれたものでも、人間の技巧で飾られたものでもなく、ダビデが歌い、イザヤが福音として告げ、ゼカリヤが宣べ、モーセが書き記したものだからである。トリュフォンよ、お前はそれらを知っているか。それらは諸君の書物のうちに置かれている。いや、むしろ諸君のものではなく、我々のものである。我々はそれらに従っているが、諸君は読みながらも、そのうちにある意味を悟らないのだから。」
Μὴ οὖν ἄχθεσθε, μηδὲ ὀνειδίζετε ἡμὶν τὴν τοῦ σώματος ἀκροβυστίαν, ἥν αὐτὸς ὁ θεὸς ἔπλασε, μηδέ, ὅτι θερμὸν πίνομεν ἐν τοῖς σάββασι, δεινὸν ἡγεῖσθε· ἐπειδὴ καὶ ὁ θεὸς τὴν αὐτὴν διοίκησιν τοῦ κόσμου ὁμοίως καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ πεποίηται καθάπερ καὶ ὲν ταῖς ἄλλαις ἁπάσαις, καὶ οἱ ἀρχιερεῖς τὰς προσφορὰς καθὰ καὶ ταῖς ἄλλαις ἡμέραις καὶ ἐν ταύτῃ κεκελευσμένοι ἦσαν ποιεῖσθαι, καὶ οἱ τοσοῦτοι δίκαιοι μηδὲν τούτων τῶν νομίμων πράξαντες μεμαρτύρηνται ὑπὸ τοῦ θεοῦ αὐτοῦ.
「それゆえ、諸君は苛立たないでほしい。また、神ご自身が形づくられた身体の無割礼のことで我々を責めないでほしい。また、我々が安息日に温かい飲み物を飲むことを、けしからぬこととは考えないでほしい。神も、この日においてほかの日々すべてにおけるのと同様に、世界の同じ統治を行っておられるのだから。そして大祭司たちも、ほかの日々と同様にこの日にも供え物を献げるよう命じられていたのであり、これほど多くの正しい者たちが、これらの掟のいずれも行わなかったにもかかわらず、神ご自身によって証しされているのである。」
Caput XXX
第XXX章Ἀλλὰ τῇ αὑτῶν κακίᾳ ἐγκαλεῖτε, ὅτι καὶ συκοφαντεῖσθαι δυνατός ἐστιν ὁ θεὸς ὑπὸ τῶν νοῦν μὴ ἐχόντων, ὡς τὰ αὐτὰ δίκαια μὴ πάντας ἀεὶ διδάξας. Πολλοῖς γὰρ ἀνθρώποις ἄλογα καὶ οὐκ ἄξια θεοῦ τὰ τοιαῦτα διδάγματα ἔδοξεν εἶναι, μὴ λαβοῦσι χάριν τοῦ γνῶναι ὅτι τὸν λαὸν ὑμῶν πονηρευόμενον καὶ ἐν νόσῳ ψυχικῇ ὑπάρχοντα εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοῦ πνεύματος κέκληκε, καὶ αἰώνιός ἐστι μετὰ τὸν Μωσέως θάνατον προελθοῦσα ἡ προφητεία.
「むしろ諸君は、自分自身の悪しきことをこそ責めるがよい。あたかも神があらゆる人に常に同じ正しいことを教えなかったかのように、分別を持たぬ者たちによって神が中傷されることさえありうるのだから。多くの人間にとって、そのような教えは道理に合わず、神にふさわしくないものと思われた。それは、諸君の民が悪をなし、魂の病のうちにあったがゆえに、神が霊の立ち帰りと悔い改めへと招いたのだということ、そしてモーセの死後に進み出たこの預言は永遠のものであるということを、知る恵みを受けなかったからである。」
Καὶ διὰ τοῦ ψαλμοῦ τοῦτο εἴρηται, ὦ ἄνδρες. Καὶ ὅτι γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον ὁμολογοῦμεν αὐτά, οἱ σοφισθέντες ἀπ᾿ αὐτῶν, ἐκ τοῦ καὶ μέχρι θανάτου ἀνεξαρνήτους ἡμᾶς γίνεσθαι το(??) ὀνόματος αὐτοῦ φαίνεται. Ὅτι δὲ καὶ αἰτοῦμεν αὐτόν, οἱ πιστεύοντες εἰς αὐτόν, ἵνα ἀπὸ τῶν ἀλλοτρίων, τουτέστιν ἀπὸ τῶν πονηρῶν καὶ πλάνων πνευμάτων, συντηρήσῃ ἡμᾶς, ἀπὸ προσώπου ἑνὸς τῶν εἰς αὐτὸν πιστευόντων σχηματοποιήσας ὁ λόγος τῆς προφητείας λέγει, πᾶσι φανερόν ἐστιν.
「そしてこれは、方々よ、詩篇を通しても語られている。そして、それらから知恵を授けられた我々が、蜜や蜂の巣にまさって甘美であるとそれらを認めていることは、我々が死に至るまでもその御名を否まない者となっていることから明らかである。そして、彼を信じる我々が、異なるもの、すなわち悪しく惑わす霊どもから神が我々を守られるようにと神に願い求めていることは、彼を信じる者のひとりの人格を装って預言の言葉が語っていることから、すべての人に明らかである。」
Ἀπὸ γὰρ τῶν δαιμονίων, ἅ ἐστιν ἀλλότρια τῆς θεοσεβείας τοῦ θεοῦ, οἶς πάλαι προσεκυνοῦμεν, τὸν θεὸν ἀεὶ διὰ Ἰησοῦ Χριστοῦ συντηρηθῆναι παρακαλοῦμεν, ἵνα μετὰ τὸ ἐπιστρέψαι πρὸς θεὸν δι᾿ αὐτοῦ ἄμωμοι ὦμεν. Βοηθὸν γὰρ ἐκεῖνον καὶ λυτρωτὴν καλοῦμεν, οὗ καὶ τὴν τοῦ ὀνόματος ἰσχὺν καὶ τὰ δαιμόνια τρέμει, καὶ σήμερον ἐξορκιζόμενα κατὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, τοῦ γενομένου ἐπιτρόπου τῆς Ἰουδαίας, ὑποτάσσεται, ὡς καὶ ἐκ τούτου πᾶσι φανερὸν εἶναι ὅτι ὁ πατὴρ αὐτοῦ τοσαύτην ἔδωκεν αὐτῷ δύναμιν, ὥστε καὶ τὰ δαιμόνια ὑποτάσσεσθαι τῷ ὀνόματι αὐτοῦ καὶ τῇ τοῦ γενομένου πάθους αὐτοῦ οἰκονομίᾳ.
「というのも、我々がかつて拝んでいた、神への敬神とは異なる悪霊どもから、我々は常にイエス・キリストを通して神により守られるようにと願い求めている。それは、神へと立ち帰った後、彼を通して汚れなき者となるためである。我々は彼を助け主、贖い主と呼ぶ。悪霊どもは彼の御名の力に震え、今日でも、ポンティオ・ピラト――ユダヤの総督となった者――のもとで十字架につけられたイエス・キリストの御名によって追い出されるとき、屈服する。このことからも、彼の父が彼にこれほどの力を与え、悪霊どもさえも彼の御名と、彼に起こった受難の経綸とに屈服するようになったことが、すべての人に明らかなのである。」
Caput XXXI
第XXXI章Εἰ δὲ τῇ τοῦ πάθους αὐτοῦ οἰκονομίᾳ τοσαύτη δύναμις δείκνυται παρακολουθήσασα καὶ παρακολουθοῦσα. πόση ἡ ἐν τῇ ἐνδόξῳ γινομένῃ αὐτοῦ παρουσίᾳ; ὡς υἱὸς γὰρ ἀνθρώπου ἐπάνω νεφελῶν ἐλεύσεται, ὡς Δανιὴλ ἐμήνυσεν, ἀγγέλων σὺν αὐτῷ ἀφικνουμένων.
「もし彼の受難の経綸に、これほどの力が伴い、また伴い続けていることが示されるとすれば、彼の栄光に満ちた到来において示される力は、どれほどのものであろうか。ダニエルが告げ知らせたとおり、彼は人の子として雲の上に来るのであり、天使たちが彼とともに到来するのである。」
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο, ἔχων περιβολὴν ὡσεὶ χιόνα λευκήν, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ ὡσεὶ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἐκ προσώπου αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Βίβλοι ἀνεῷχθησαν. καὶ κριτήριον ἐκάθισεν.
「その言葉はこうである。『私は、もろもろの玉座が据えられるまで見ていた。すると日の老いたる方が座しておられた。その衣は雪のように白く、その頭の髪は清い羊毛のようであった。その玉座は火の炎のようであり、その車輪は燃える火であった。火の川がその御前から流れ出ていた。千千の者たちが彼に仕え、万万の者たちが彼の前に立っていた。もろもろの書物が開かれ、裁きの座が据えられた。』」
Ἐθεώρουν τότε τὴν φωνὴν τῶν μεγάλων λόγων ὧν τὸ κέρας λαλεῖ, καὶ ἀπετυμπανίσθη τὸ θηρίον, καὶ ἀπώλετο τὸ σῶμα αὐτοῦ καὶ ἐδόθη εἰς καῦσιν πυρός· καὶ τὰ λοιπὰ θηρία μετεστάθη τῆς ἀρχῆς αὐτῶν, καὶ χρόνος ζωῆς τοῖς θηρίοις ἐδόθη ἕως καιροῦ καὶ χρόνου. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἦλθεν ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν καὶ παρῆν ἐνώπιον αὐτοῦ, καὶ οἱ παρεστηκότες προσήγαγον αὐτόν.
「『そのとき私は、その角が語る大言の声を見ていた。すると獣は打ち殺され、その体は滅び、火に焼かれるために渡された。そして残りの獣どもはその支配を移されたが、獣どもには時と期節に至るまで命の時が与えられた。私は夜の幻のうちに見ていた。すると見よ、人の子のような者が天の雲とともに来た。彼は日の老いたる方のもとに至り、その御前に進み出た。そして側に立っていた者たちが彼を近づけた。』」
Καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ τιμὴ βασιλική, καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ μὴ ἀρθῇ, καὶ ἡ βασιλεία αὐτοῦ οὐ μὴ φθαρῇ. Καὶ ἔφριξε τὸ πνεῦμά μου ἐν τῇ ἔξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. Καὶ προσῆλθον πρὸς ἔνα τῶν ἑστώτων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ᾿ αὐτοῦ ὑπὲρ πάντων τούτων. Ἀποκριθεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι· ταῦτα τὰ θηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἳ ἀπολοῦνται ἀπὸ τῆς γῆς, καὶ οὐ παραλήψονται τὴν βασιλείαν ἕως αἰῶνος καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων.
「『そして彼に権威と王としての誉れが与えられた。地のすべての諸国民が族ごとに、あらゆる栄光あるものが彼に仕えた。彼の権威は永遠の権威であり、決して取り去られることがなく、彼の王国は決して滅びることがない。そして私の霊は、私の内にあって身震いし、私の頭に見た幻は私を悩ませた。私はそばに立つ者たちのひとりに近づき、これらすべてのことについて正確な説明を求めた。すると彼は私に答え、その言葉の解釈を私に示した。これらの大きな獣は四つの王国であり、それらは地から滅び去り、永遠に至るまで、また世々の世々に至るまで、王国を受け継ぐことはない。』」
Τότε ἤθελον ἐξακριβώσασθαι ὑπὲρ τοῦ τετάρτου θηρίου, τοῦ καταφθείροντος πάντα καὶ ὑπερφόβου, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτύνον καὶ τὰ ἐπίλοιπα αὐτοῦ τοῖς ποσὶ κατεπάτει· καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ ἐπὶ τῆς κεφαλῆς, καὶ ἐκ τοῦ ἐνὸς τοῦ προσφυέντος, καὶ ἐξέπεσον ἐκ τῶν προτέρων δι᾿ αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀφθαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ πρόσοψις αὐτοῦ ὑπερέφερε τὰ ἄλλα. Καὶ κατενόουν τὸ κέρας ἐκεῖνο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτούς, ἕως τοῦ ἐλθεῖν τὸν παλαιὸν ἡμερῶν, καὶ τὴν κρίσιν ἔδωκε τοῖς ἁγίοις τοῦ ὑψίστου, καὶ ὁ καιρὸς ἐνέστη, καὶ τὸ βασίλειον κατέσχον ἅγιοι ὑψίστου.
「『そのとき私は、第四の獣について詳しく知りたいと願った。それはすべてを滅ぼし尽くす、極めて恐ろしいものであり、その歯は鉄で、その爪は青銅であり、食らい、細かく砕き、その残りを足で踏みつけていた。そしてその頭にある十の角について、また新たに生じたひとつの角について〔知りたいと願った〕。すると先の角のうち三つがそれによって落ちた。そしてかの角には目があり、大言を語る口があり、その姿は他のものにまさっていた。そして私は、かの角が聖徒たちに対して戦を仕掛け、彼らに勝っているのを見た。日の老いたる方が来られ、いと高き方の聖徒たちに裁きを与え、その時が来て、いと高き方の聖徒たちが王国を手に入れるまで。』」
Καὶ ἐρρέθη μοι περὶ τοῦ τετάρτου θηρίου· βασιλεία τετάρτη ἔσται ἐπὶ τῆς γῆς ἥτις διοίσει παρὰ πάσας τὰς βασιλείας ταύτας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανεῖ αὐτήν. Καὶ τὰ δέκα κέρατα, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ἕτερος μετ᾿ αὐτούς, καὶ οὗτος διοίσει κακοῖς ὑπὲρ τοὺς πρώτους, καὶ τρεῖς βασιλεῖς ταπεινώσει, καὶ ῥήματα πρὸς τὸν ὕψιστον λαλήσει, καὶ ἑτέρους ἁγίους τοῦ ὑψίστου καταστρέψει, καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ χρόνους· καὶ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
「『そして私に、第四の獣についてこう告げられた。第四の王国が地の上に立つ。それはこれらすべての王国にまさるものであり、全地を食い尽くし、これを荒らし、これを踏みならすだろう。そして十の角とは、十人の王が立つことであり、彼らの後にもうひとりの者が立ち、この者は悪しきことにおいて先の者たちにまさり、三人の王を低くし、いと高き方に対して言葉を語り、いと高き方の他の聖徒たちを打ち倒し、時と期節を変えることを企てるだろう。そして彼らは、一時と二時と半時に至るまで、彼の手に引き渡されるだろう。』」
Καὶ ἡ κρίσις ἐκάθισε, καὶ τὴν ἀρχὴν μεταστήσουσι τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν τόπων τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἐδόθη λαῷ ἁγίῳ ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον· καὶ πᾶσαι ἐξουσίαι ὑποταγήσονται αὐτῷ καὶ πειθαρχήσουσιν αὐτῷ. Ἕως ὧδε τὸ τέλος του λόγου. Ἐγὼ Δανιὴλ ἐκστάσει περιειχόμην σφόδρα, καὶ ἡ ἕξις διήνεγκεν ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου ἐτήρησα.
「『そして裁きの座が据えられ、彼らはその支配を、最後まで滅ぼし絶やすために移すだろう。そして天の下にあるもろもろの王国の場所の王権と権威と威光は、いと高き方の聖なる民に与えられ、永遠の王国を治めさせるだろう。すべての権威は彼に服し、彼に従うだろう。ここまでがこの言葉の終わりである。私ダニエルは、はなはだしい恍惚に包まれ、その状態は私を苦しめた。そして私はその言葉を心のうちに留めた。』」
Caput XXXII
第XXXII章Καὶ ὁ Τρύφων παυσαμένου μου εἶπεν· Ὦ ἄνθρωπε, αὗται ἡμᾶς αἱ γραφαὶ καὶ τοιαῦται ἔνδοξον καὶ μέγαν ἀναμένειν τὸν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν ὡς υἱὸν ἀνθρώπου παραλαμβάνοντα τὴν αἰώνιον βασιλείαν ἀναγκάζουσιν· οὗτος δὲ ὁ ὑμέτερος λεγόμενος Χριστὸς ἄτιμος καὶ ἄδοξος γέγονεν, ὡς καὶ τῇ ἐσχάτῃ κατάρᾳ τῇ ἐν τῷ νόμῳ τοῦ θεοῦ περιπεσεῖν· ἐσταυρώθη γάρ.
そして私が話し終えると、トリュフォンは言った。「人よ、これらの聖書、このような聖書は、我々に、日の老いたる方のもとから人の子として永遠の王国を受け取る、栄えあり偉大な方を待ち望むよう強いるものだ。ところが、諸君の言うそのキリストは、卑しめられ、栄光を失った者となり、神の律法における最も極まった呪いにさえ陥ったではないか。彼は十字架につけられたのだから。」
Κἀγὼ πρὸς αὐτόν· Εἰ μέν, ὦ ἄνδρες, μὴ ἀπὸ τῶν γραφῶν, ὧν προανιστόρησα, τὸ εἶδος αὐτοῦ ἄδοξον καὶ τὸ γένος αὐτοῦ ἀδιήγητον, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ τοὺς πλουσίους θανατωθήσεσθαι, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ ὡς πρόβατον ἀχθήσεσθαι ἐλέγετο, καὶ δύο παρουσίας αὐτοῦ γενήσεσθαι ἐξηγησάμην, μίαν μὲν ἐν ᾗ ἐξεκεντήθη ὑφ᾿ ὑμῶν, δευτέραν δὲ ὅτε ἐπιγνώσεσθε εἰς ὃν ἐξεκεντήσατε, καὶ κόψονται αἱ φυλαὶ ὑμῶν, φυλὴ πρὸς φυλήν, αἱ γυναῖκες κατ᾿ ἰδίαν καὶ οἱ ἄνδρες κατ᾿ ἰδίαν ἀσαφῆ καὶ ἄπορα ἐδόκουν λέγειν· νῦν δὲ διὰ πάντων τῶν λόγων ἀπὸ τῶν παρ ὑμῖν ἁγίων καὶ προφητικῶν γραφῶν τὰς πάσας ἀποδείξεις ποιοῦμαι, ἐλπίζων τινὰ ἐξ ὑμῶν δύνασθαι εὑρεθῆναι ἐκ τοῦ κατὰ χάριν τὴν ἀπὸ τοῦ κυρίου σαβαὼθ περιλειφθέντος εἰς τὴν αἰώνιον σωτηρίαν.
そして私は彼に向かって言った。「方々よ、もし私が、先に述べた聖書――彼の姿が栄光なきものであり、その系図は語り伝えがたく、彼の死に代わって富める者たちが死に渡されること、彼の打ち傷によって我々が癒されたこと、彼は羊のように引かれて行くと言われていたこと、そして彼の到来は二度あるということ、すなわちひとつは諸君によって彼が突き刺されたときであり、もうひとつは諸君が突き刺した相手が誰であるかを知るときであって、そのとき諸君の部族は部族ごとに、女は女だけで、男は男だけで胸を打つであろうということ――を私が説き明かさなかったならば、これは不明瞭で行き詰まったことを言っているように思われたことだろう。しかし今、私は諸君のもとにある聖なる預言の聖書からのすべての言葉を通して、あらゆる証明を行っているのであり、諸君のうちの誰かが、万軍の主からの恵みによって残された者として、永遠の救いのために見出され得ることを望んでいるのである。」
Ἵνα οὖν καὶ σαφέστερον ὑμῖν τὸ ζητούμενον νῦν γένηται, ἐρῶ ὑμῖν καὶ ἄλλους λόγους τοὺς εἰρημένους διὰ Δαυῒδ τοῦ μακαρίου, ἐξ ὧν καὶ κύριον τὸν Χριστὸν ὑπὸ τοῦ ἁγίου προφητικοῦ πνεύματος λεγόμενον νοήσετε, καὶ τὸν κύριον πάντων πατέρα ἀνάγοντα αὐτὸν ἀπὸ τῆς γῆς καὶ καθίζοντα αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ἕως ἄν θῇ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· ὅπερ γίνεται ἐξ ὅτου εἰς τὸν οὐρανὸν ἀνελήφθη μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός, τῶν χρόνων συμπληρουμένων καὶ τοῦ βλάσφημα καὶ τολμηρὰ εἰς τὸν ὕψιστον μέλλοντος λαλεῖν ἤδη ἐπὶ θύραις ὄντος, ὃν καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ διακαθέξειν Δανιὴλ μηνύει.
「それゆえ、今問われていることが諸君にとってより明瞭になるように、私は幸いなるダビデを通して語られた他の言葉をも諸君に語ろう。それらから、キリストが聖なる預言の霊によって主と呼ばれていること、そしてすべての者の主である父が、彼を地から引き上げ、敵をその足の足台とするまで、彼をその右に座らせることを、諸君は悟るだろう。それは、我々の主イエス・キリストが死者の中から甦った後、天に上げられたときから起こっていることであり、時が満ち、いと高き方に対して冒瀆的で大胆な言葉を語ろうとする者がすでに戸口に迫っているまで続くのであって、ダニエルが示しているとおり、この者は一時と二時と半時を保持し続けるのである。」
Καὶ ὑμεῖς, ἀγνοοῦντες πόσον χρόνον διακατέχειν μέλλει, ἄλλο ἡγεῖσθε· τὸν γὰρ καιρὸν ἑκατὸν ἔτη ἐξηγεῖσθε λέγεσθαι. Εἰ δὲ τοῦτό ἐστιν, εἰς τὸ ἐλάχιστον τὸν τῆς ἀνομίας ἄνθρωπον τριακόσια πεντήκοντα ἔτη βασιλεῦσαι δεῖ, ἵνα τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου Δανιήλ, καὶ καιρῶν, δύο μόνους καιροὺς λέγεσθαι ἀριθμήσωμεν.
「そして諸君は、彼がどれほどの時を保持し続けるのかを知らないので、別のことを考えている。というのも、諸君は、この一時が百年を意味すると説くからである。もしそうであるなら、不法の人間は少なくとも三百五十年のあいだ王として支配しなければならない。聖なるダニエルによって語られた『もろもろの時』という句が、二つの時のみを言っていると数えるためには。」
Καὶ ταῦτα δὲ πάντα ἅ ἔλεγον ἐν παρεκβάσεσι λέγω πρὸς ὑμᾶς, ἵνα ἤδη ποτὲ πεισθέντες τῷ εἰρημένῳ καθ᾿ ὑμῶν ὑπὸ τοῦ θεοῦ, ὅτι Υἱοὶ ἀσύνετοί ἐστε, καὶ τῷ· Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν αὐτῶν κρύψω, παύσησθε καὶ ἑαυτοὺς καὶ τοὺς ὑμῶν ἁκούοντας πλανῶντες, καὶ παρ᾿ ἡμῶν μανθάνοντες τῶν σοφισθέντων ἀπὸ τῆς τοῦ Χριστου χάριτος.
「そして私が今語っていたことはすべて、脱線として諸君に語っているのだが、それは、諸君に対して神によって語られたこと、すなわち『汝らは分別なき子らである』、そして『それゆえ見よ、私はこの民を移すことをさらに行い、彼らを移す。私は知恵ある者たちの知恵を取り去り、彼らの分別ある者たちの分別を隠す』ということを、諸君がついに今こそ信じ、自分自身をも諸君の話を聞く者たちをも惑わすことをやめ、キリストの恵みによって知恵を授けられた我々から学ぶようになるためである。」
Εἰσὶν οὗν καὶ οἱ λόγοι οἱ διὰ Δαυΐδ λεχθέντες οὗτοι· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ὲν ἡμέρᾳ τῆς δυνάμεώς σου· ἐν ταῖς λαμπρότησι τῶν ἀγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου· συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν.
「それゆえ、ダビデを通して語られた言葉とはこうである。『主は我が主に言われた。私が汝の敵を汝の足台とするまで、私の右に座せ。主はシオンから力の杖を汝に遣わされるだろう。そして汝の敵の真ん中で支配せよ。汝の力の日に、汝とともに支配の初めがある。汝の聖徒たちの輝きのうちに、私は明けの明星の前に、胎から汝を生んだ。主は誓われ、悔いることはない。汝はメルキゼデクの位に従い、永遠に祭司である。主は汝の右におられる。彼はその怒りの日に王たちを打ち砕かれた。彼は諸国民の間で裁き、屍を満たされるだろう。彼は道すがら川から飲むだろう。それゆえ彼は頭を高く上げるだろう。』」
Caput XXXIII
第XXXIII章Καὶ τοῦτον τὸν ψαλμὸν ὅτι εἰς τὸν Ἐζεκίαν τὸν βασιλέα εἰρῆσθαι ἐξηγεῖσθαι τολμᾶτε, οὐκ ἀγνοῶ, ἐπεῖπον· ὅτι δὲ πεπλάνησθε, ἐξ αὐτῶν τῶν λόγων αὐτίκα ὑμῖν ἀποδείξω. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, εἴρηται, καί· Σὸ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὰ ἐπαγόμενα καὶ τὰ προάγοντα. Ἱερεὺς δὲ ὅτι οὔτε γέγονεν Ἐζεκίας οὔτε ἐστὶν αἰώνιος ἱερεὺς τοῦ θεοῦ, οὐδὲ ὑμεῖς ἀντειπεῖν τολμήσετε· ὅτι δὲ περὶ τοῦ ἡμετέρου Ἰησοῦ εἴρηται, καὶ αὐταὶ αἱ φωναὶ σημαίνουσι. Τὰ δὲ ὦτα ὑμῶν πέφρακται καὶ αἱ καρδίαι πεπώρωνται.
「そしてこの詩篇を、諸君がヒゼキヤ王について語られたものだと敢えて説くことを、私は知らないわけではない――と私は言い添えた――。しかし諸君が惑わされていることを、まさにその言葉自体から今すぐ諸君に示そう。『主は誓われ、悔いることはない』と言われ、また『汝はメルキゼデクの位に従い、永遠に祭司である』と、それに続く言葉と先立つ言葉とともに言われている。ヒゼキヤが祭司となったこともなければ、神の永遠の祭司でもないことは、諸君も敢えて反論はしないだろう。しかしこれが我々のイエスについて語られたものであることは、まさにその言葉そのものが示している。しかるに諸君の耳は塞がれ、心は頑なにされている。」
Τὸ γὰρ Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· μεθ᾿ ὅρκου ὁ θεὸς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀρχιερέα αὐτὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ εἶναι ἐδήλωσε, τουτέστιν, ὃν τρόπον ὁ Μελχισεδὲκ ἱερεὺς ὑψίστου ὑπὸ Μωσέως ἀναγέγραπται γεγενῆσθαι, καὶ οὗτος τῶν ἐν ἀκροβυστίᾳ ἱερεὺς ἦν, καὶ τὸν ἐν περιτομῇ δεκάτας αὐτῷ προσενέγκαντα Ἀβραὰμ εὐλόγησεν, οὕτως τὸν αἰώνιον αὐτοῦ ἱερέα, καὶ κύριον ὑπὸ τοῦ ἁγίου πνεύματος καλούμενον, ὁ θεὸς τῶν ἐν ἀκροβυστίᾳ γενήσεσθαι ἐδήλου· καὶ τοὺς ἐν περιτομῇ προσιόντας αὐτῷ, τουτέστι πιστεύοντας αὐτῷ καὶ τὰς εὐλογίας παρ᾿ αὐτοῦ ζητοῦντας, καὶ αὐτοὺς προσδέξεται καὶ εὐλογήσει. Καὶ ὅτι ταπεινὸς ἔσται πρῶτον ἄνθρωπος, εἶτα ὑψωθήσεται, τὰ ἐπὶ τέλει τοῦ ψαλμοῦ δηλοῖ. Ἐκ χειμάρρου γὰρ ἐν ὁδῷ πίεται, καὶ ἅμα· Διὰ τοῦτο ὑψώσει κεφαλήν.
「というのも、『主は誓われ、悔いることはない、汝はメルキゼデクの位に従い、永遠に祭司である』というこの言葉によって、神は誓いをもって、諸君の不信仰のゆえに、彼〔キリスト〕がメルキゼデクの位に従う大祭司であることを明らかにされたのである。すなわち、メルキゼデクがモーセによって、至高者の祭司として生まれたと書き記されているように、そしてこの者〔メルキゼデク〕が無割礼の者たちの祭司であり、割礼を受けてこの者に十分の一を献げたアブラハムを祝福したように、そのように、彼の永遠の祭司であり、聖なる霊によって主と呼ばれる方が、無割礼の者たちの祭司となることを、神は示されたのである。そして割礼を受けた者たちのうち彼のもとに近づく者たち、すなわち彼を信じ、彼からの祝福を求める者たちをも、彼は受け入れ祝福されるだろう。そして、まず人として低くされ、それから高められることを、詩篇の終わりの部分が示している。『彼は道すがら川から飲むだろう』とあり、同時に『それゆえ彼は頭を高く上げるだろう』とあるからである。」
Caput XXXIV
第XXXIV章Ἔτι δὲ καὶ πρὸς τὸ πεῖσαι ὑμᾶς ὅτι τῶν γραφῶν οὐδὲν συνήκατε, καὶ ἄλλου ψαλμοῦ τῷ Δαυῒδ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένου ἀναμνήσομαι, ὃν εἴς Σολομῶνα, τὸν γενόμενον καὶ αὐτὸν βασιλέα ὑμῶν, εἰρῆσθαι λέγετε· εἰς δὲ τὸν Χριστὸν ἡμῶν καὶ αὐτὸς εἴρηται. Ὑμεῖς δὲ ἀπὸ τῶν ὁμωνύμων λέξεων ἑαυτοὺς ἐξαπατᾶτε. Ὅπου γὰρ ὁ νόμος τοῦ κυρίου ἄμωμος εἴρηται. οὐχὶ τὸν μετ᾿ ἐκεῖνον μέλλοντα ἀλλὰ τὸν διὰ Μωσέως ἐξηγεῖσθε, τοῦ θεοῦ βοῶντος καινὸν νόμον καὶ καινὴν διαθήκην διαθήσεσθαι.
「さらに、諸君が聖書を少しも理解していないことを諸君に納得させるために、私は、聖なる霊によってダビデに語られたもうひとつの詩篇を思い起こそう。それを諸君は、諸君の王ともなったソロモンについて語られたものだと言う。しかし、それは我々のキリストについても語られているのである。しかるに諸君は、同音の語句のゆえに自分自身を欺いている。というのも、『主の律法は汚れなし』と語られている箇所では、神が新しい法と新しい契約を立てると呼ばわっているにもかかわらず、諸君はそれを、かの律法の後に来るはずのものとしてではなく、モーセを通して与えられた律法として説くからである。」
Καὶ ὅπου λέλεκται· Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, ἐπειδὴ βασιλεὺς Σολομὼν γέγονεν, εἰς αὐτὸν τὸν ψαλμὸν εἰρῆσθαί φατε, τῶν λόγων τοῦ ψαλμοῦ διαρρήδην κηρυσσόντων εἰς τὸν αἰώνιον βασιλέα, τουτέστιν εἰς τὸν Χριστόν, εἰρῆσθαι. Ὁ γὰρ Χριστὸς βασιλεὺς καὶ ἱερεὺς καὶ θεὸς καὶ κύριος καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ ἀρχιστράτηγος καὶ λίθος καὶ παιδίον γεννώμενον καὶ παθητὸς γενόμενος πρῶτον, εἶτα εἰς οὐρανὸν ἀνερχόμενος καὶ πάλιν παραγινόμενος μετὰ δόξης καὶ αἰώνιον τὴν βασιλείαν ἔχων κεκήρυκται, ὡς ἀπὸ πασῶν τῶν γραφῶν ἀποδείκνυμι.
「そして『神よ、汝の裁きを王にお与えください』と言われている箇所では、ソロモンが王となったからというので、諸君はこの詩篇が彼について語られたものだと言う。しかしこの詩篇の言葉は、明白に永遠の王、すなわちキリストについて宣べているのである。というのも、キリストは王であり、祭司であり、神であり、主であり、御使いであり、人であり、大将軍であり、石であり、生まれる幼子であり、まず受難を受ける者となり、それから天に昇り、再び栄光とともに来て、永遠の王国を持つ者として宣べ告げられているからである。それはあらゆる聖書から私が示すとおりである。」
Ἵνα δὲ καὶ ὅ εἶπον νοήσητε, τοὺς τοῦ ψαλμοῦ λόγους λέγω. Εἰσὶ δ᾿ οὗτοι· Ὁ θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ὲν κρίσει. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
「そして、私が言ったことを諸君が理解できるように、詩篇の言葉を語ろう。それはこうである。『神よ、汝の裁きを王に、汝の正義を王の子にお与えください。汝の民を正義をもって、汝の貧しい者たちを裁きをもって裁くために。もろもろの山は民に平和を、もろもろの丘は正義を担うように。彼は民の貧しい者たちを裁き、乏しい者たちの子らを救い、搾取する者を低くするだろう。そして彼は、日とともに、また月の前から、世々代々にわたって存続するだろう。彼は羊毛の上に降る雨のように、地に滴り落ちる雫のように降るだろう。』」
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι., βασιλεῖς Ἀρράβων καὶ Σαββᾶ δῶρα προσάξουσι. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.
「『彼の日々に正義が昇り、月が取り去られるまで、平和の豊かさがあるだろう。彼は海から海まで、もろもろの川から世界の果てまで支配するだろう。彼の御前にエチオピア人はひれ伏し、彼の敵は塵をなめるだろう。タルシシュの王たちと島々は贈り物を献げ、アラビアとシェバの王たちは贈り物を献げるだろう。そして地のすべての王は彼を拝み、すべての諸国民は彼に仕えるだろう。彼は貧しい者を権力者から、助ける者のない乏しい者を救い出したからである。』」
Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει· ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀρραβίας, καὶ προσεύξονται διὰ παντὸς περὶ αὐτοῦ· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. Καὶ ἔσται στήριγμα ἐν τῇ γῇ. ἐπ᾿ ἄκρων τῶν ὀρέων ὑπεραρθήσεται· ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
「『彼は貧しい者と乏しい者を惜しみ、乏しい者たちの魂を救うだろう。彼らの魂を、高利と不義から贖い出すだろう。そして彼の名は彼らの前で尊ばれるだろう。彼は生き、アラビアの黄金から彼に与えられるだろう。そして人々は絶えず彼のために祈り、一日中彼を祝福するだろう。そして彼は地における支えとなるだろう。もろもろの山の頂において高く上げられ、その実りはレバノンにまさり、彼らは町から地の草のように咲き出るだろう。』」
Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς κύριος, ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο. Καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ τούτου, οὗ ἔφην, γέγραπται· Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ, υἱοῦ Ἰεσσαί.
「『彼の名は世々にわたって祝福されるだろう。太陽の前から彼の名は存続する。そして地のすべての部族は彼によって祝福され、すべての諸国民は彼を幸いな者と呼ぶだろう。ひとり奇しき業を行われる主、イスラエルの神は祝福されよ。そしてその栄光の御名は世々に、また世々の世々に至るまで祝福されよ。そして全地は彼の栄光で満たされるだろう。しかり、しかり。』そして、私が述べたこの詩篇の終わりには、こう書かれている。『エッサイの子ダビデの賛歌は終わった。』」
Καὶ ὅτι μὲν βασιλεὺς ἐγένετο ἐπιφανὴς καὶ μέγας ὁ Σολομὼν, ἐφ᾿ οὗ ὁ οἶκος ὁ ἐν Ἱερουσαλὴμ ἐπικληθεὶς ἀνῳκοδομήθη, ἐπίσταμαι. ὅτι δὲ οὐδὲν τῶν ἐν τῷ ψαλμῷ εἰρημένων συνέβη αὐτῷ, φαίνεται. Οὔτε γὰρ πάντες οἱ βασιλεῖς προσεκύνησαν αὐτῷ, οὔτε μέχρι τῶν περάτων τῆς οἰκουμένης ἐβασίλευσεν, οὔτε οἱ ἐχθροὶ αὐτοῦ ἔμπροσθεν αὐτοῦ πεσόντες χοῦν ἔλειξαν.
「そしてソロモンが、輝かしく偉大な王となったこと、その治世にエルサレムに建てられ、その名で呼ばれた家が建立されたことを、私は知っている。しかし、詩篇に語られたことのいずれも彼には起こらなかったことは明らかである。すべての王たちが彼を拝んだわけでもなく、彼が世界の果てにまで王として支配したわけでもなく、彼の敵たちが彼の前に倒れ伏して塵をなめたわけでもないからである。」
Ἀλλὰ καὶ τολμῶ λέγειν ἃ γέγραπται ἐν ταῖς Βασιλείαις ὑπ᾿ αὐτοῦ πραχθέντα, ὅτι διὰ γυναῖκα ἐν Σιδῶνι εἰδωλολάτρει· ὅπερ οὐχ ὑπομένουσι πρᾶξαι οἱ ἀπὸ τῶν ἐθνῶν διὰ Ἰησοῦ τοῦ σταυρωθέντος ἐπιγνόντες τὸν ποιητὴν τῶν ὅλων θεόν, ἀλλὰ πᾶσαν αἰκίαν καὶ τιμωρίαν μέχρις ἐσχάτου θανάτου ὑπομένουσι περὶ τοῦ μήτε εἰδωλολατρῆσαι μήτε εἰδωλόθυτα φαγεῖν.
「それどころか、私は敢えて、列王記に彼によって行われたと書き記されていることを語ろう。すなわち、彼はシドンの女のゆえに偶像を拝んだのである。しかるに、イエス――十字架につけられた方――を通して万物の造り主なる神を知った諸国民出身の者たちは、そのようなことを行うことには耐えず、むしろ偶像を拝むことも偶像に献げられた肉を食べることもしないために、あらゆる虐待と刑罰を、最後の死に至るまで耐え忍ぶのである。」
Caput XXXV
第XXXV章Καὶ ὁ Τρύφων· Καὶ μὴν πολλοὺς τῶν τὸν Ἰησοῦν λεγόντων ὁμολογεῖν καὶ λεγομένων Χριστιανῶν πυνθάνομαι ἐσθίειν τὰ εἰδωλόθυτα καὶ μηδὲν ἐκ τούτου βλάπτεσθαι λέγειν.
するとトリュフォンが言った。「ところで、イエスを言い表していると自称し、キリスト教徒と呼ばれている者たちの多くが、偶像に献げられた物を食べても、それによって何ら害を受けないと言っているとのことを、私は聞いている。」
κἀγὼ ἀπεκρινάμην· Καὶ ἐκ τοῦ τοιούτους εἶναι ἄνδρας, ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανοὺς καὶ τὸν σταυρωθέντα Ἰησοῦν ὁμολογεῖν καὶ κύριον καὶ Χριστόν, καὶ μὴ τὰ ἐκείνου διδάγματα διδάσκοντας ἀλλὰ τὰ ἀπὸ τῶν τῆς πλάνης πνευμάτων, ἡμεῖς, οἱ τῆς ἀληθινῆς Ἰησοῦ Χριστοῦ καὶ καθαρᾶς διδασκαλίας. μαθηταί, πιστότεροι καὶ βεβαιότεροι γινόμεθα ἐν τῇ ἐλπίδι τῇ κατηγγελμένῃ ὑπ᾿ αὐτοῦ. Ἃ γὰρ προλαβὼν μέλλειν γίνεσθαι ἐν ὀνόματι αὐτοῦ ἔφη, ταῦτα ὄψει καὶ ἐνεργείᾳ ὁρῶμεν τελούμενα.
そこで私は答えた。「まさに、そのような者たち——自分をキリスト教徒であると言い表し、十字架につけられたイエスを主でありキリストであると言い表しながら、かの方の教えではなく、迷いの霊どもから出た教えを説く者たちがいる、その事実そのものから、真にして清らかなイエス・キリストの教えの弟子である我々は、彼によって告げられた希望において、いっそう信頼を厚くし、確信を強めるのである。なぜなら、彼が自分の名において起こるであろうと予告した数々のことを、我々は今、目のあたりに、また現実の働きにおいて成就するのを見ているからである。」
Εἶπε γάρ· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Καί· Ἔσονται σχίσματα καὶ αἱρέσεις. Καί· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς. ἔξωθεν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Καί· Ἀναστήσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοαπόστο λοι, καὶ πολλοὺς τῶν πιστῶν πλανήσουσιν.
「彼はこう言ったのである。『多くの者がわが名によって来て、外側には羊の皮を着ているが、内側は略奪する狼である。』また、『分裂と異端が起こるであろう。』また、『偽預言者たちに気をつけよ。彼らは汝らのもとにやって来るが、外側には羊の皮を着ていても、内側は略奪する狼である。』また、『多くの偽キリスト、偽使徒たちが立ち現れ、多くの信者を惑わすであろう。』」
Εἰσὶν οὖν καὶ ἐγένοντο, ὦ φίλοι ἄνδρες, πολλοὶ οἳ ἄθεα καὶ βλάσφημα λέγειν καὶ πράττειν ἐδίδαξαν, ἐν ὀνόματι τοῦ Ἰησοῦ προσελθόντες· καὶ καλούμενοί εἰσιν ὑφ᾿ ἡμῶν ἀπὸ τῆς προσωνυμίας τῶν ἀνδρῶν, ἐξ οὗπερ ἑκάστη διδαχὴ καὶ γνώμη ἤρξατο.
「さて、友人たちよ、イエスの名において近づきながら、無神論的で冒瀆的な事柄を語り行うよう教えた者たちが多く存在し、また存在した。彼らはそれぞれ、その教えと見解の起こった人物の呼び名にちなんで、我々によって呼ばれているのである。」
Ἄλλοι γὰρ κατ᾿ ἄλλον τρόπον βλασφημεῖν τὸν ποιητὴν τῶν ὅλων καὶ τὸν ὑπ᾿ αὐτοῦ προφητευόμενον ἐλεύσεσθαι Χριστὸν καὶ τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διδάσκουσιν· ὧν οὐδενὶ κοινωνοῦμεν, οἱ γνωρίζοντες ἀθέους καὶ ἀσεβεῖς καὶ ἀδίκους καὶ ἀνόμους αὐτοὺς ὑπάρχοντας, καὶ ἀντὶ τοῦ τὸν Ἰησοῦν σέβειν ὀνόματι μόνον ὁμολογεῖν.
「なぜなら、ある者たちは、万物の造り主と、彼によって預言されて来るはずのキリストと、アブラハム・イサク・ヤコブの神とを、それぞれ異なった仕方で冒瀆するよう教えているからである。我々は、彼らが無神論者、不敬虔な者、不正な者、法を無視する者であり、イエスを敬うことの代わりにただ名だけを言い表していると知っているので、彼らのいずれとも交わりを持たない。」
Καὶ Χριστιανοὺς ἑαυτοὺς λέγουσιν, ὃν τρόπον οἱ ἐν τοῖς ἔθνεσι τὸ ὄνομα τοῦ θεοῦ ἐπιγράφουσι τοῖς χειροποιήτοις, καὶ ἀνόμοις καὶ ἀθέοις τελεταῖς κοινωνοῦσι. Καί εἰσιν αὐτῶν οἱ μέν τινες καλούμενοι Μαρκιανοί. οἱ δὲ Οὐαλεντινιανοί, οἱ δὲ Βασιλειδιανοί, οἱ δὲ Σατορνιλιανοί, καὶ ἄλλοι ἄλλῳ ὀνόματι. ἀπὸ τοῦ ἀρχηγέτου τῆς γνώμης ἕκαστος ὀνομαζόμενος, ὃν τρόπον καὶ ἕκαστος τῶν φιλοσοφεῖν νομιζόντων, ὡς ἐν ἀρχῇ προεῖπον, ἀπὸ τοῦ πατρὸς τοῦ λόγου τὸ ὄνομα ἧς φιλοσοφεῖ φιλοσοφίας ἡγεῖται φέρειν.
「そして彼らは自らをキリスト教徒と呼んでいる。ちょうど諸国民の中にいる者たちが、人の手で造られたものに神の名を書きつけ、法を無視した無神論的な秘儀に与っているのと同じ仕方である。彼らのうちある者はマルキオン派と呼ばれ、ある者はウァレンティヌス派、ある者はバシレイデス派、ある者はサトゥルニヌス派と呼ばれ、そのほかもそれぞれ別の名を持っており、それぞれがその見解の創始者にちなんで名づけられている。ちょうど、初めに私が述べたとおり、哲学を営むと自任する者がそれぞれ、自分の奉じる哲学の名を、その論を立てた祖から受け継いでいると考えているのと同じである。」
Ὥστε καὶ ἐκ τούτων ἡμεῖς, ὡς ἔφην, τὸν Ἰησοῦν καὶ τῶν μετ᾿ αὐτὸν γενησομένων προγνώστην ἐπιστάμεθα, καὶ ἐξ ἄλλων δὲ πολλῶν ὧν προεῖπε γενήσεσθαι τοῖς πιστεύουσι καὶ ὁμολογοῦσιν αὐτὸν Χριστόν. Καὶ γὰρ ἃ πάσχομεν πάντα, ἀναιρούμενοι ὑπὸ τῶν οἰκείων, προεῖπεν ἡμῖν μέλλειν γενέσθαι, ὡς κατὰ μηδένα τρόπον ἐπιλήψιμον αὐτοῦ λόγον ἢ πρᾶξιν φαίνεσθαι.
「したがって、こうしたことからも、我々は、イエスが彼の後に起こるはずのことどもをあらかじめ知っていた方であると理解しているのであり、また、彼を信じ、彼をキリストであると言い表す者たちに起こるであろうと彼が予告した、そのほか多くのことからも、同様に理解しているのである。実際、我々が身内の者たちによって殺されながらこうむっているすべてのことは、彼の言葉あるいは行いが何ら咎められるところのないものとして現れるように、彼が我々にあらかじめ、起こるであろうと告げていたことなのである。」
Διὸ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ἀνθρώπων τῶν ἐχθραινόντων ἡμῖν εὐχόμεθα, ἵνα μεταγνόντες σὺν ἡμῖν μὴ βλασφημῆτε τὸν διά τε τῶν ἔργων καὶ τῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ καὶ νῦν γινομένων δυνάμεων καὶ ἀπὸ τῶν τῆς διδαχῆς λόγων καὶ ἀπὸ τῶν προφητευθεισῶν εἰς αὐτὸν προφητειῶν ἄμωμον καὶ ἀνέγκλητον κατὰ πάντα Χριστὸν Ἰησοῦν, ἀλλὰ πιστεύσαντες εἰς αὐτὸν ἐν τῇ πάλιν γενησομένῃ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ σωθῆτε καὶ μὴ καταδικασθῆτε εἰς τὸ πῦρ ὑπ᾿ αὐτοῦ.
「それゆえ我々は、諸君のためにも、また我々に敵対するそのほかすべての人々のためにも、祈っている。それは、悔い改めて我々とともになり、そのわざによっても、今なお彼の名からもたらされる数々の力によっても、教えの言葉によっても、彼について預言された預言によっても、あらゆる点で咎めるところなく非のうちどころのないと示されるキリスト・イエスを、諸君が冒瀆することのないようにであり、むしろ彼を信じて、再び起こるであろう彼の栄光ある来臨において救われ、彼によって火に断罪されることのないようにである。」
Caput XXXVI
第XXXVI章Κἀκεῖνος ἀπεκρίνατο· Ἔστω καὶ ταῦτα οὕτως ἔχοντα ὡς λέγεις, καὶ ὅτι παθητὸς Χριστὸς προεφητεύθη μέλλειν εἶναι. καὶ λίθος κέκληται. καὶ ἔνδοξος μετὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, ἐν ᾖ παθητὸς φαίνεσθαι κεκήρυκτο, ἐλευσόμενος καὶ κριτὴς πάντων λοιπὸν καὶ αἰώνιος βασιλεὺς καὶ ἱερεὺς γενησόμενος· εἰ οὗτος δέ ἐστι περὶ οὗ ταῦτα προεφητεύθη, ἀπόδειξον.
すると彼は答えた。「それらのことも、お前の言うとおりであるとしよう。すなわち、受苦するキリストが来ることは預言されており、彼は石とも呼ばれ、その最初の来臨——そこでは受苦する姿で現れると告げ知らされていた——の後には、栄光あるものとして来て、もはやすべての者の裁き主となり、永遠の王、そして祭司となるであろう、ということも。しかし、これについて預言されたのがこの人物であるということを、証明せよ。」
Κἀγώ· Ὡς βούλει. ὦ Τρύφων. ἐλεύσομαι πρὸς ἃς βούλει ταύτας ἀποδείξεις ἐν τῷ ἁρμόζοντι τόπῳ. ἔφην· τανῦν δὲ συγχωρήσεις μοι πρῶτον ἐπιμνησθῆναι ὧνπερ βούλομαι προφητειῶν, εἰς ἐπίδειξιν ὅτι καὶ θεὸς καὶ κύριος τῶν δυνάμεων ὁ Χριστὸς καὶ Ἰακὼβ καλεῖται ἐν παραβολῇ ὑπὸ τοῦ ἁγίου πνεύματος, καὶ οἱ παρ᾿ ὑμῖν ἐξηγηταί, ὡς θεὸς βοᾷ, ἀνόητοί εἰσι, μὴ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγοντες ἀλλ᾿ εἰς Σολομῶνα, ὅτε εἰσέφερε τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸν ναὸν ὃν ᾠκοδόμησεν.
すると私は言った。「トリュフォンよ、お前の望むとおりにしよう。お前が望むその証明については、ふさわしい場所で行うことにしよう」と私は言った。「しかし今はまず、私が望む預言のいくつかに言及することを許してほしい。それは、キリストが神であり、もろもろの力の主であるということ、また、聖なる霊によって彼が譬えの中でヤコブとも呼ばれているということを示すためである。そして、神御自身が声高く語っておられるとおり、諸君のもとにいる注解者たちは愚かなのである——それをキリストについて言われたのではなくソロモンについて、しかもソロモンが証しの幕屋を、自分の建てた神殿に運び入れたときのことについて言われたのだと言う点で。」
Ἔστι δὲ ψαλμὸς τοῦ Δαυῒδ οὗτος· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἀὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὅρος τοῦ κυρίου. ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
「これはダビデの詩篇である。『地とその満ちるもの、世界とその中に住むすべての者は、主のものである。彼はもろもろの海の上にそれを据え、もろもろの川の上にそれを備えられた。誰が主の山に登るであろうか。誰がその聖なる場所に立つであろうか。手が汚れなく、心が清らかな者、その魂を虚しいことに向けなかった者、隣人に対して偽って誓わなかった者である。』」
Οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι. καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης: κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
「『この者は主から祝福を、救いの神から憐れみを受けるであろう。これこそ主を求める者たちの世代、ヤコブの神の御顔を求める者たちの世代である。汝らの頭たちよ、門を上げよ。永遠の門よ、上がれ。そうすれば栄光の王が入って来る。この栄光の王とは誰か。強く、戦いにおいて力ある主である。汝らの頭たちよ、門を上げよ。永遠の門よ、上がれ。そうすれば栄光の王が入って来る。この栄光の王とは誰か。もろもろの力の主、彼こそが栄光の王である。』」
Κύριος οὖν τῶν δυνάμεων ὅτι οὐκ ἔστιν ὁ Σολομὼν ἀποδέδεικται· ἀλλὰ ὁ ἡμέτερος Χριστὸς ὅτε ἐκ νεκρῶν ἀνέστη καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν, κελεύονται οἱ ὲν τοῖς οὐρανοῖς ταχθέντες ὑπὸ τοῦ θεοῦ ἄρχοντες ἀνοῖξαι τὰς πύλας τῶν οὐρανῶν, ἵνα εἰσέλθῃ οὗτος ὅς ἐστι βασιλεὺς τῆς δόξης, καὶ ἀναβὰς καθίσῃ ἐν δεξιᾷ τοῦ πατρός, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὡς διὰ τοῦ ἄλλου ψαλμοῦ δεδήλωται.
「さて、もろもろの力の主がソロモンでないことは証明された。むしろ、我々のキリストが死者のうちから甦り、天へと上って行ったとき、神によって天に配置された頭たちに、天の門を開くよう命じられたのである。それは、栄光の王であるこの方が入るためであり、上って父の右に座すためである——彼がその敵どもをその足の足台とするまで、と、もう一つの詩篇によって示されているとおりに。」
Ἐπειδὴ γὰρ οἱ ἐν οὐρανῷ ἄρχοντες ἑώρων ἀειδῆ καὶ ἄτιμον τὸ εἶδος καὶ ἄδοξον ἔχοντα αὐτόν, οὐ γνωρίζοντες αὐτόν, ἐπυνθάνοντο· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Καὶ ἀποκρίνεται αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ἢ ἀπὸ προσώπου τοῦ πατρὸς ἢ ἀπὸ τοῦ ἰδίου· Κύριος τῶν δυνάμεων, αὐτὸς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Ὅτι γὰρ οὕτε περὶ Σολομῶνος, ἐνδόξου οὕτω βασιλέως ὄντος, οὔτε περὶ τῆς σκηνῆς τοῦ μαρτυρίου τῶν ἐφεστώτων ταῖς πύλαις τοῦ ναοῦ τῶν Ἱεροσολύμων ἐτόλμησεν ἄν τις εἰπεῖν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; πᾶς ὁστισοῦν ὁμολογήσει.
「なぜなら、天にいる頭たちは、彼が姿なく、卑しく、栄光のない姿をしているのを見て、彼を見分けられず、『この栄光の王とは誰か』と尋ねたからである。すると聖なる霊が、父の人格において、あるいは自らの人格において、彼らに答える。『もろもろの力の主、彼こそがこの栄光の王である。』というのも、ソロモンについても——彼はそれほどまでに栄光ある王であったが——また証しの幕屋についても、エルサレムの神殿の門に立っていた者たちのうち誰一人、『この栄光の王とは誰か』とあえて言いはしなかったであろうということを、誰であれ認めるであろうから。」
Caput XXXVII
第XXXVII章Καὶ ἐν διαψάλματι τεσσαρακοστοῦ ἕκτου ψαλμοῦ, ἔφην, εἰς τὸν Χριστὸν οὕτως εἴρηται· Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετά τοῦ θεοῦ Ἀβραάμ. ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γης σφόδρα ἐπῇρθησαν.
そして私は言った。「第四十六詩篇の中間句においても、キリストについて次のように言われている。『神は歓呼のうちに上られた、主はラッパの音とともに。我々の神に向かって歌え、歌え。我々の王に向かって歌え、歌え。神はすべての地の王であるゆえに、悟りをもって歌え。神は諸国民の上に王となられた、神はその聖なる御座に座しておられる。もろもろの民の頭たちはアブラハムの神とともに集められた。地の力ある者たちは神のものであり、いたく高められたゆえに。』」
Καὶ ἐν ἐνενηκοστῷ ὀγδόῳ ψαλμῷ ὀνειδίζει ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ τοῦτον, ὃν μὴ θέλετε βασιλέα εἶναι, βασιλέα καὶ κύριον καὶ τοῦ Σαμουὴλ καὶ τοῦ Ἀαρὼν καὶ Μωσέως καὶ τῶν ἄλλων πάντων ἁπλῶς ὄντα μηνύει.
「また第九十八詩篇において、聖なる霊は諸君を責めており、諸君が王であることを望まないこの方こそが、サムエルの王でもあり、アロンの王でもあり、モーセの王でもあり、そのほかのすべての者の王であり主でもあることを、端的に示している。」
Εἰσὶ δὲ οἱ λόγοι τοῦ ψαλμοῦ οὗτοι· Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέ σθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι, καὶ, τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ὲν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.
「その詩篇の言葉は次のとおりである。『主は王となられた。もろもろの民は怒るがよい。ケルビムの上に座す方、地は揺れ動くがよい。主はシオンにおいて大いなる方、すべての民の上に高くいます方である。彼らは汝の大いなる御名を賛美するがよい、それは畏るべく聖なるものであるゆえに。また、王の誉れは裁きを愛する。汝は正しさを備えられた。汝はヤコブにおいて裁きと正義とを行われた。汝らは我々の神、主を高くあげよ、その御足の足台を拝め、聖なる方であるゆえに。』」
Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο, φησὶν ἡ γραφή, τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ θεός, σὺ εὐίλατος ἐγένου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. ὅτι ἄγιος κύριος ὁ θεὸς ἡμῶν.
「『モーセとアロンは主の祭司たちのうちにあり、サムエルはその御名を呼ぶ者たちのうちにある。彼らは主を呼び求めた、と聖書は言う、すると主は彼らの声を聞き入れられた。雲の柱のうちにあって、主は彼らに語られた。彼らは主の証しと、主が彼らに与えられた掟とを守った。我々の神なる主よ、汝は彼らの声を聞き入れられた。神よ、汝は彼らに対して憐れみ深くあられ、また彼らのすべての行いに報復される方であった。汝らは我々の神、主を高くあげよ、その聖なる山に向かって拝め、我々の神なる主は聖なる方であるゆえに。』」
Caput XXXVIII
第XXXVIII章Καὶ ὁ Τρύφων εἶπεν· Ὦ ἄνθρωπε, καλὸν ἦν πεισθέντας ἡμᾶς τοῖς διδασκάλοις, νομοθετήσασι μηδενὶ ἐξ ὑμῶν ὁμιλεῖν, μηδέ σοι τούτων κοινωνῆσαι τῶν λόγων· βλάσφημα γὰρ πολλὰ λέγεις, τὸν σταυρωθέντα τοῦτον ἀξιῶν πείθειν ἡμᾶς γεγενῆσθαι μετὰ Μωσέως καὶ Ἀαρὼν καὶ λελαληκέναι αὐτοῖς ἐν στύλῳ νεφέλης, εἶτα ἄνθρωπον γενόμενον σταυρωθῆναι, καὶ ἀναβεβηκέναι εἰς τὸν οὐρανόν, καὶ πάλιν παραγίνεσθαι ἐπὶ τῆς γῆς, καὶ προσκυνητὸν εἶναι.
すると、トリュフォンが言った。「人よ、我々が師たちに説得され、彼らが定めたとおり、諸君のうちの誰とも語らないようにし、お前ともこうした言葉を交わさないようにしていたなら、よかったであろう。お前は冒瀆的なことを数多く語っており、この十字架につけられた者が、モーセとアロンとともにあり、雲の柱の中で彼らに語ったのだと我々に信じ込ませようとし、それから、人となって十字架につけられ、天に上り、また再び地上に来て、拝まれるべき方であるなどと言っているからである。」
Κἀγὼ ἀπεκρινάμην· Οἶδα ὅτι, ὡς ὁ τοῦ θεου λόγος ἔφη, κέκρυπται ἀφ᾿ ὑμῶν ἡ σοφία ἡ μεγάλη αὕτη τοῦ ποιητοῦ τῶν ὅλων καὶ παντοκράτορος θεοῦ. Διὸ συμπαθῶν ὑμῖν προσκάμνειν ἀγωνίζομαι, ὅπως τὰ παράδοξα ἡμῶν ταῦτα νοήσητε, εἰ δὲ μή, ἵνα κἂν αὐτὸς ἀθῷος ᾦ ἐν ἡμέρᾳ κρίσεως. Ἔτι γὰρ καὶ παραδοξοτέρους δοκοῦντας ἄλλους λόγους ἀκούσετε· μὴ ταράσσεσθε δέ, ἀλλὰ μᾶλλον προθυμότεροι γινόμενοι ἀκροαταὶ ἐξετασταὶ μένετε, καταφρονοῦντες τῆς παραδόσεως τῶν ὑμετέρων διδασκάλων, ἐπεὶ οὐ τὰ διὰ τοῦ θεοῦ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐλέγχονται νοεῖν δυνάμενοι, ἀλλὰ τὰ ἴδια μᾶλλον διδάσκειν προαιρούμενοι.
そこで私は答えた。「私は知っている、神の言葉が言ったとおり、この万物の造り主にして全能の神の大いなる知恵は、諸君から隠されているのだと。それゆえ私は諸君に同情し、労苦をいとわず、諸君がこの我々の逆説的な事柄を理解できるように努めているのであり、たとえそうならなくとも、せめて私自身が裁きの日において咎めなしであるようにと努めているのである。というのも、諸君はなお、さらに逆説的だと思われるほかの言葉をも聞くことになるであろうから。だが、うろたえてはならない。むしろいっそう意欲を持って聴く者、吟味する者であり続けよ。諸君の教師たちの伝承を軽んじよ。彼らは、神によって預言の霊を通して語られたことを理解する力がないと論駁されており、むしろ自分たちのことを教えることを選んでいるのだから。」
Ἐν τεσσαρακοστῷ οὖν τετάρτῳ ψαλμῷ ὁμοίως εἴρηται εἰς τὸν Χριστὸν ταῦτα· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
「さて第四十四詩篇において、同様にキリストについて次のように言われている。『わが心は良き言葉を吐き出した。私は王に向かって、わがわざを語る。わが舌は速く書く書記の筆である。汝は人の子らにまさって麗しく、汝の唇には恩寵が注がれた。それゆえ神は永遠に汝を祝福された。力ある者よ、その股に汝の剣を帯びよ、汝の秀麗と汝の麗しさとともに。そして張り、進み行き、王となれ、真理と柔和と正義のゆえに。そうすれば汝の右手は汝を驚くべき仕方で導くであろう。汝の矢は研がれている、力ある者よ、もろもろの民は汝のもとに倒れ伏す、王の敵どもの心のうちに。』」
Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (??)γάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρναν καὶ στακτὴν καὶ κασίαν ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ὲν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου. καὶ προσκυνήσουσιν αὐτῷ.
「『汝の御座は、神よ、世々限りなくある。正しさの杖は汝の王国の杖である。汝は正義を愛し、不法を憎んだ。それゆえ神、汝の神は、喜びの油を汝に注がれた、汝の仲間たちにまさって。没薬と、香油と、桂皮とが、汝の衣から、象牙の宮殿から立ちのぼり、それらによって彼らは汝を喜ばせた。もろもろの王の娘たちは汝の誉れのうちにある。王妃は汝の右に立つ、金をちりばめた衣をまとい、彩られて。娘よ、聞け、そして見よ、そして汝の耳を傾けよ、そして汝の民と汝の父の家とを忘れよ。そうすれば王は汝の麗しさを慕うであろう、彼こそ汝の主であるゆえに。そして彼らは彼を拝むであろう。』」
Καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ὲν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
「『そしてツロの娘は贈り物とともに、民の富める者たちは汝の顔に嘆願するであろう。王の娘の栄光はすべて内にあり、金の房飾りをまとい、彩られている。処女たちは王のもとに、彼の後に従って連れて来られるであろう。彼女に近しい者たちは汝のもとに連れて来られるであろう。彼女たちは喜びと歓喜のうちに連れて来られ、王の宮殿へと導かれるであろう。汝の父祖たちに代わって汝の子らが生まれた。汝は彼らを全地の頭たちとして立てるであろう。私は汝の名を代々に至るまで覚えるであろう。それゆえもろもろの民は世々限りなく汝をたたえるであろう。』」
Caput XXXIX
第XXXIX章Καὶ οὐδὲν θαυμαστόν, ἐπεῖπον, εἰ καὶ ἡμᾶς μισεῖτε, τοὺς ταῦτα νοοῦντας καὶ ἐλέγχοντας ὑμῶν τὴν ἀεὶ σκληροκάρδιον γνώμην. Καὶ γὰρ Ἡλίας περὶ ὑμῶν πρὸς τὸν θεὸν ἐντυγχάνων οὕτως λέγει· Κύριε. τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Καὶ ἀποκρίνεται αὐτῷ· Ἔτι εἰσί μοι ἑπτακισχίλιοι ἄνδρες, οἳ οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
そして私は言い添えた。「我々を——このように考え、諸君の常に頑ななる心の思いを論駁する我々を——諸君が憎んでいるとしても、何ら不思議はない。実際、エリヤも諸君について、神に向かってこう訴えている。『主よ、彼らは汝の預言者たちを殺し、汝の祭壇を打ち壊しました。私だけが残されましたが、彼らは私の命を狙っています。』すると、彼に答えて言われる。『なお私には七千人の男が残っている、彼らはバアルに膝をかがめなかった。』」
Ὃν οὖν τρόπον διὰ τοὺς ἑπτακισχιλίους ἐκείνους τὴν ὀργὴν οὐκ ἐπέφερε τότε ὁ θεός, τὸν αὐτὸν τρόπον καὶ νῦν οὐδέπω τὴν κρίσιν ἐπήνεγκεν ἢ ἐπάγει, γινώσκων ἔτι καθ᾿ ἡμέραν τινὰς μαθητευομένους εἰς τὸ ὄνομα τοῦ Χριστοῦ αὐτοῦ καὶ ἀπολείποντας τὴν ὁδὸν τῆς πλάνης, οἲ καὶ λαμβάνουσι δόματα ἕκαστος ὡς ἄξιοί εἰσι, φωτιζόμενοι διὰ τοῦ ὀνόματος τοῦ Χριστοῦ τούτου· ὁ μὲν γὰρ λαμβάνει συνέσεως πνεῦμα, ὁ δὲ βουλῆς, ὁ δὲ ἰσχύος, ὁ δὲ ἰάσεως, ὁ δὲ προγνώσεως, ὁ δὲ διδασκαλίας, ὁ δὲ φόβου θεοῦ.
「さて、あの七千人ゆえに、当時、神が怒りをもたらさなかったのと同じ仕方で、今もなお、神は裁きをもたらしておらず、またもたらそうともしないのである。それは、なお日々、彼のキリストの名に弟子入りし、迷いの道を離れる者たちがいることを、神が知っておられるからであり、彼らはこのキリストの名によって照らされ、それぞれふさわしいだけの賜物を受け取っている。ある者は理解の霊を、ある者は思慮の霊を、ある者は強さの霊を、ある者は癒やしの霊を、ある者は予知の霊を、ある者は教えの霊を、ある者は神への畏れの霊を受け取るのである。」
Καὶ ὁ Τρύφων πρὸς ταῦτα εἶπέ μοι· Ὅτι παραφρονεῖς ταῦτα λέγων, ἐπίστασθαί σε βούλομαι.
するとトリュフォンは、これに対して私にこう言った。「お前がこのようなことを言うのは、正気を失っているからだと、私はお前に分からせたい。」
Κἀγὼ πρὸς αὐτόν· Ἄκουσον, ὦ οὗτος, ἔλεγον, ὅτι οὐ μέμηνα οὐδὲ παραφρονῶ· ἀλλὰ μετὰ τὴν τοῦ Χριστοῦ εἰς τὸν οὐρανὸν ἀνέλευσιν προεφητεύθη αἰχμαλωτεῦσαι αὐτον ἡμᾶς ἀπὸ τῆς πλάνης καὶ δοῦναι ἡμῖν δόματα. Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις.
そこで私は彼に向かって言った。「聞け、そこの者よ」と私は言った。「私は狂っておらず、正気を失ってもいない。むしろ、キリストが天への上りを果たされた後、彼が我々を迷いから捕虜としてとらえ、我々に賜物を与えるであろうことが、預言されていたのである。その言葉は次のとおりである。『彼は高きところへ上り、捕虜を捕虜としてとらえ、人々に賜物を与えられた。』」
Οἱ λαβόντες οὗν ῄμεῖς δόματα παρὰ τοῦ εἰς ὕψος ἀναβάντος Χριστοῦ ὑμᾶς, τοὺς σοφοὺς ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονας, ἀπὸ τῶν προφητικῶν λόγων ἀποδείκνυμεν ἀνοήτους καὶ χείλεσι μόνον τιμῶντας τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ· ἡμεῖς δὲ καὶ ἐν ἔργοις καὶ γνώσει καὶ καρδίᾳ μέχρι θανάτου, οἱ ἐκ πάσης τῆς ἀληθείας μεμαθητευμένοι τιμῶμεν.
「さて、高きところへ上られたキリストから賜物を受け取った我々は、自分自身においては知恵ある者、自分自身の前では知識ある者であると自任している諸君を、預言の言葉によって、愚かな者であり、ただ唇だけで神とそのキリストを敬っている者であると示すのである。それに対して我々は、行いにおいても、知識においても、心においても、死に至るまで——あらゆる真理から弟子とされた者として——敬っているのである。」
Ὑμεῖς δὲ ἴσως καὶ διὰ τοῦτο διστάζετε ὁμολογῆσαι ὅτι οὗτός ἐστιν ὁ Χριστός, ὡς αἱ γραφαὶ ἀποδεικνύουσι καὶ τὰ φαινόμενα καὶ τὰ γινόμενα ἐπὶ τῷ ὀνόματι αὐτοῦ, ἵνα μὴ διώκησθε ὑπὸ τῶν ἀρχόντων, οἳ οὐ παύσονται ἀπὸ τῆς τοῦ πονηροῦ καὶ πλάνου πνεύματος, τοῦ ὄφεως, ἐνεργείας θανατοῦντες καὶ διώκοντες τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ ὁμολογοῦντας, ἕως πάλιν παρῇ καὶ καταλύσῃ πάντας καὶ τὸ κατ᾿ ἀξίαν ἑκάστῳ προσνείμῃ.
「しかし諸君はおそらく、まさにそれゆえに、この方がキリストであると言い表すことをためらっているのであろう。聖書も、彼の名において現れ、また起こっていることどもも、それを証示しているにもかかわらず。それは、支配者たちによって迫害されないためである。彼らは、悪しく迷わせる霊、すなわち蛇の働きから離れることをやめず、キリストの名を言い表す者たちを死に至らせ、迫害し続けるであろう——彼が再び臨み、すべての者を滅ぼし、各人にふさわしいところを分け与えるまでは。」
Καὶ ὁ Τρύφων· Ἤδη οὖν τὸν λόγον ἀπόδος ἡμῖν, ὅτι οὗτος, ὃν φῂς ἐσταυρῶσθαι καὶ ἀνεληλυθέναι εἰς τὸν οὐρανόν, ἐστὶν ὁ Χριστὸς τοῦ θεοῦ. Ὅτι γὰρ καὶ παθητὸς ὁ Χριστὸς διὰ τῶν γραφῶν κηρύσσεται, καὶ μετὰ δόξης πάλιν παραγίνεσθαι, καὶ αἰώνιον τὴν βασιλείαν πάντων τῶν ἐθνῶν λήψεσθαι, πάσης βασιλείας αὐτῷ ὑποτασσομένης, ἱκανῶς διὰ τῶν προανιστορημένων ὑπὸ σοῦ γραφῶν ἀποδέδεικται· ὅτι δὲ οὗτός ἐστιν, ἀπόδειξον ἡμῖν.
するとトリュフォンが言った。「では今こそ、お前が十字架につけられ天へ上ったと言うこの人物が神のキリストであるという論証を、我々に示してくれ。実に、キリストが受苦する方であると聖書によって告げ知らされていること、そして再び栄光とともに来て、すべての諸国民に対する永遠の王国を受け取り、あらゆる王国が彼に服従することは、お前がすでに語った聖書によって十分に証明されている。しかし、彼がこの人物であるということを、我々に証明せよ。」
Κἀγώ· Ἀποδέδεικται μὲν ἤδη, ὦ ἄνδρες, τοῖς ὦτα ἔχουσι καὶ ἐκ τῶν ὁμολογουμένων ὑφ᾿ ὑμῶν· ἀλλ᾿ ὅπως μὴ νομίσητε ἀπορεῖν με καὶ μὴ δύνασθαι καὶ πρὸς ἃ ἀξιοῦτε ἀποδείξεις ποιεῖσθαι, ὡς ὑπεσχόμην, ἐν τῷ προσήκοντι τόπῳ ποιήσομαι, τανῦν δὲ ἐπὶ τὴν συνάφειαν ὧν ἐποιούμην λόγων ἀποτρέχω.
すると私は言った。「耳のある者たちにとっては、また諸君自身が認めていることからしても、すでに証明されている、方々よ。しかし、私が答えに窮していて、諸君の求める証明を行うことができないのだと諸君が思わないように、約束したとおり、ふさわしい場所でそれを行うことにしよう。今はしかし、私が語っていた言葉のつながりへと戻ることにする。」
Caput XL
第XL章Τὸ μυστήριον οὖν τοῦ προβάτου, ὃ τὸ πάσχα θύειν ἐντέταλται ὁ θεὸς τύπος ἦν τοῦ Χριστοῦ, οὗ τῷ αἵματι κατὰ τὸν λόγον τῆς εἰς αὐτὸν πίστεως χρίονται τοὺς οἴκους ἑαυτῶν, τουτέστιν ἑαυτούς, οἱ πιστεύοντες εἰς αὐτόν· ὅτι γὰρ τὸ πλάσμα, ὃ ἔπλασεν ὁ θεὸς τὸν Ἀδάμ, οἶκος ἐγένετο τοῦ ἐμφυσήματος τοῦ παρὰ τοῦ θεοῦ, καὶ πάντες νοεῖν δύνασθε. Καὶ ὅτι πρόσκαιρος ἦν καὶ αὕτη ἡ ἐντολὴ, οὕτως ἀποδείκνυμι.
「さて、神が過越として屠るよう命じた小羊の奥義は、キリストの予型であった。信じる者たちは、彼への信仰の言葉に従って、その血によって自分たちの家、すなわち自分自身に塗るのである。というのも、神がアダムを形づくった、その形づくられたものが、神からの息吹の家となったということは、諸君も皆、理解できるはずだからである。そして、この掟もまた一時的なものであったということを、私は次のように証明する。」
Οὐδαμοῦ θύεσθαι τὸ πρόβατον τοῦ πάσχα ὁ θεὸς συγχωρεῖ, εἰ μὴ ἐπὶ τόπῳ ᾧ ἐπικέκληται τὸ ὄνομα αὐτοῦ, εἰδὼς ὅτι ἐλεύσονται ἡμέραι μετὰ τὸ παθεῖν τὸν Χριστόν, ὅτε καὶ ὁ τόπος τῆς Ἱερουσαλὴμ τοῖς ἐχθροῖς ὑμῶν παραδοθήσεται καὶ παύσονται ἅπασαι ἁπλῶς προσφοραὶ γινόμεναι.
「神は、過越の小羊を屠ることを、御名が呼び求められる場所以外のどこであれ、認めておられない。それは、キリストが受苦した後に、エルサレムの地が諸君の敵どもに引き渡され、およそいっさいの献げ物が行われなくなる、そのような日々が来ることを、神が知っておられたからである。」
Καὶ τὸ κελευσθὲν πρόβατον ἐκεῖνο ὀπτὸν ὅλον γίνεσθαι τοῦ πάθους τοῦ σταυροῦ, δι᾿ οὗ πάσχειν ἔμελλεν ὁ Χριστός, σύμβολον ἦν. Τὸ γὰρ ὀπτώμενον πρόβατον σχηματιζόμενον ὁμοίως τῷ σχήματι τοῦ σταυροῦ ὀπτᾶι· εἶς γὰρ ὄρθιος ὀβελίσκος διαπερονᾶται ἀπὸ τῶν κατωτάτω μερῶν μέχρι τῆς κεφαλῆς, καὶ εἷς πάλιν κατὰ τὸ μετάφρενον, ᾧ προσαρτῶνται καὶ αἱ χεῖρες τοῦ προβάτου.
「そして、あの命じられた小羊が全部あぶり焼きにされることは、キリストが受けるはずであった十字架の受苦のしるしであった。あぶり焼きにされる小羊は、十字架の形と同じように整えられてあぶり焼きにされるからである。すなわち、一本の垂直な串が、いちばん下の部分から頭まで刺し通され、もう一本が背中を横切って刺し通され、それに小羊の前肢が結びつけられるのである。」
Καὶ οἱ ἐν τῇ νηστείᾳ δὲ τράγοι δύο ὅμοιοι κελευσθέντες γίνεσθαι, ὧν ὁ εἷς ἀποπομπαῖος ἐγίνετο, ὁ δὲ ἕτερος εἰς προσφοράν, τῶν δύο παρουσιῶν τοῦ Χριστοῦ καταγγελία ἦσαν· μιᾶς μέν, ἐν ᾗ ὡς ἀποπομπαῖον αὐτὸν παρεπέμψαντο οἱ πρεσβύτεροι τοῦ λαοῦ ὑμῶν καὶ οἱ ἱερεῖς, ἐπιβαλόντες αὐτῷ τὰς χεῖρας καὶ θανατώσαντες αὐτόν, καὶ τῆς δευτέρας δὲ αὐτοῦ παρουσίας, ὅτι ἐν τῷ αὐτῷ τόπῳ τῶν Ἱεροσολύμων ἐπιγνώσεσθε αὐτόν, τὸν ἀτιμωθέντα ὑφ᾿ ὑμῶν, καὶ προσφορὰ ἦν ὑπὲρ πάντων τῶν μετανοεῖν βουλομένων ἁμαρτωλῶν καὶ νηστευόντων ἣν καταλέγει Ἡσαίας νηστείαν, διασπῶντες στραγγαλιὰς βιαίων συναλλαγμάτων καὶ τὰ ἄλλα ὁμοίως τὰ κατηριθμημένα ὑπ᾿ αὐτοῦ, ἃ καὶ αὐτὸς ἀνιστόρησα, φυλάσσοντες, ἃ ποιοῦσιν οἱ τῷ Ἰησοῦ πιστεύοντες.
「そして、断食の日に定められて用意される、似通った二頭の雄山羊——その一頭は追放される山羊となり、もう一頭は献げ物とされる——は、キリストの二つの来臨の告知であった。すなわち一つは、諸君の民の長老たちと祭司たちが、彼を追放される山羊として送り出し、彼に手をかけて死に至らしめた、その来臨であり、また二つ目は、彼の再びの来臨であって、そこにおいて諸君は、諸君によって辱められた彼を、あのエルサレムの同じ場所において認めることになるのである。そして彼は、悔い改めようとし、イザヤが数え上げるあの断食を行うすべての罪ある者たちのための献げ物であった。すなわち、暴力ずくの契約の結び目を解き放ち、そのほか同様に、彼が数え上げた——私自身も語ったとおりの——事柄を守る者たちのためである。これらのことを、イエスを信じる者たちは行っているのである。」
Καὶ ὅτι καὶ ἡ τῶν δύο τράγων τῶν νηστείᾳ κελευσθέντων προσφέρεσθαι προσφορὰ οὐδαμοῦ ὁμοίως συγκεχώρηται γίνεσθαι εἰ μὴ ἐν Ἱεροσολύμοις, ἐπίστασθε.
「そして、断食の日に献げるよう命じられた二頭の雄山羊の献げ物もまた、エルサレム以外のどこであれ、同様に行うことが認められていないということを、諸君は知っている。」
Caput XLI
第XLI章Καὶ ἡ τῆς σεμιδάλεως δὲ προσφορά, ὦ ἄνδρες, ἔλεγον, ἡ ὑπὲρ τῶν καθαριζομένων ἀπὸ τῆς λέπρας προσφέρεσθαι παραδοθεῖσα. τύπος ἦν τοῦ ἄρτου τῆς εὐχαριστίας, ὃν εἰς ἀνάμνησιν τοῦ πάθους, οὗ ἔπαθεν ὑπὲρ τῶν καθαιρομένων τὰς ψυχὰς ἀπὸ πάσης πονηρίας ἀνθρώπων, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν παρέδωκε ποιεῖν, ἵνα ἅμα τε εὐχαριστῶμεν τῷ θεῷ ὑπέρ τε τοῦ τὸν κόσμον ἐκτικέναι σὺν πᾶσι τοῖς ἐν αὐτῷ διὰ τὸν ἄνθρωπον, καὶ ὑπὲρ τοῦ ἀπὸ τῆς κακίας, ἐν ᾖ γεγόναμεν, ἠλευθερωκέναι ἡμᾶς, καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καταλελυκέναι τελείαν κατάλυσιν διὰ τοῦ παθητοῦ γενομένου κατὰ τὴν βουλὴν αὐτοῦ.
「そして、方々よ」と私は言った、「小麦粉の献げ物、すなわち、らい病から清められる者たちのために献げるよう伝えられたそれも、エウカリスティア(感謝)のパンの予型であった。それは、我々の主イエス・キリストが、魂をあらゆる悪から清められる人々のために受けた受苦の記念として行うようにと伝えたものであり、それは我々が、人のために世界とその中にあるすべてのものを造られたことについて神に感謝を捧げるとともに、我々が生まれ育ったその悪から我々を解放してくださったこと、そして御旨に従って受苦する者となられた方を通して、もろもろの支配ともろもろの権威とを完全な滅びをもって滅ぼされたことについても、神に感謝を捧げるためである。」
Ὅθεν περὶ μὲν τῶν ὑφ᾿ ὑμῶν τότε προσφερομένων θυσιῶν λέγει ὁ θεός, ὡς προέφην, διὰ Μαλαχίου, ἑνὸς τῶν δώδεκα· Οὐκ ἔστι θέλημά μου ἐν ὑμῖν, λέγει κύριος, καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὅτι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.
「それゆえ、当時諸君によって献げられていた供犠については、先に述べたとおり、十二預言者のうちの一人であるマラキを通して、神はこう言っておられる。『汝らのうちに私の意志はない、と主は言われる。私は汝らの供犠を、汝らの手から受け入れない。日の出から日の入りまで、私の名は諸国民の間で栄光を受けており、いたるところで私の名に香が献げられ、清い供犠が献げられている。私の名は諸国民の間で偉大であるゆえに、と主は言われる。しかし汝らはそれを汚している。』」
Περὶ δὲ τῶν ἐν παντὶ τόπῳ ὑφ᾿ ἡμῶν τῶν ἐθνῶν προσφερομένων αὐτῷ θυσιῶν, τουτέστι τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τοῦ ποτηρίου ὁμοίως τῆς εὐχαριστίας, προλέγει τότε, εἰπὼν καὶ τὸ ὄνομα αὐτοῦ δοξάζειν ἡμᾶς, ὑμᾶς δὲ βεβηλοῦν.
「しかし、あらゆる場所で我々諸国民によって彼に献げられている供犠、すなわちエウカリスティアのパンと、同じくエウカリスティアの杯とについては、そのとき先んじて告げているのであり、我々が彼の名に栄光を帰し、諸君がそれを汚すであろうと言っているのである。」
Ἡ δὲ ἐντολὴ τῆς περιτομῆς, κελεύουσα τῇ ὀγδόῃ ἡμέρᾳ ἐκ παντὸς περιτέμνειν τὰ γεννώμενα, τύπος ἦν τῆς ἀληθινῆς περιτομῆς, ἣν περιετμήθημεν ἀπὸ τῆς πλάνης καὶ πονηρίας διὰ τοῦ ἀπὸ νεκρῶν ἀναστάντος τῇ μιᾷ τῶν σαββάτων ἡμέρᾳ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· μία γὰρ τῶν σαββάτων, πρώτη μὲν οὖσα τῶν πασῶν ἡμερῶν, κατὰ τὸν ἀριθμὸν πάλιν τῶν πασῶν ἡμερῶν τῆς κυκλοφορίας ὀγδόη καλεῖται, καὶ πρώτη οὖσα μένει.
「割礼の掟は、生まれた子をことごとく八日目に割礼するよう命じるものであったが、これは真の割礼の予型であった。我々は、週の第一日に死者のうちから甦られた我々の主イエス・キリストを通して、迷いと悪とから割礼されたのである。というのも、週の第一日は、すべての日々のうちで第一の日でありながら、すべての日々の巡りの数え方によれば再び第八日目と呼ばれ、しかも第一の日でありつづけるからである。」
Caput XLII
第XLII章Ἀλλὰ καὶ τὸ δώδεκα κώδωνας ἐξῆφθαι τοῦ ποδήρους τοῦ ἀρχιερέως παραδεδόσθαι τῶν δώδεκα ἀποστόλων τῶν ἐξαφθέντων ἀπὸ τῆς δυνάμεως τοῦ αἰωνίου ἱερέως Χριστοῦ, δι᾿ ὧν τῆς φωνῆς ἡ πᾶσα γῆ τῆς δόξης καὶ χάριτος τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐπληρώθη, σύμβολον ἦν. Διὸ καὶ ὁ Δαυῒδ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
「さらに、大祭司の長い衣の裾に十二の鈴が付けられていたことも、永遠の祭司キリストの力から出た十二使徒たちの、しるしとして伝えられたものであった。彼らの声によって全地は神とそのキリストの栄光と恩寵とに満たされたのである。それゆえダビデも言っている。『その声は全地に出て行き、その言葉は世界の果てにまで及んだ。』」
Καὶ ὁ Ἡσαΐας ὡς ἀπὸ προσώπου τῶν ἀποστόλων, λεγόντων τῷ Χριστῷ ὅτι οὐχὶ τῇ ἀκοῇ αὐτῶν πιστεύουσιν ἀλλὰ τῇ αὐτοῦ τοῦ πέμψαντος αὐτοὺς δυνάμει, διὰ τοῦτο λέγει οὕτως· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, καὶ τὰ ἑξῆς τῆς προφητείας προλελεγμένα.
「そしてイザヤは、使徒たちの人格において——彼らが、自分たちの聞くところによってではなく、自分たちを遣わした方御自身の力によって、人々が信じるのだとキリストに向かって言っているところとして——それゆえこう言っている。『主よ、誰が我々の聞いたところを信じたでしょうか。主の御腕は誰に現されたでしょうか。我々は御前に、幼子のように、乾いた地に生えた根のように、告げ知らせました。』——そしてそれに続く預言の言葉も、先に述べられたとおりである。」
Τὸ δὲ εἰπεῖν τὸν λόγον ὡς ἀπὸ προσώπου πολλῶν Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, καὶ ἐπαγαγεῖν Ὡς παιδίον, δηλωτικὸν τοῦ τοὺς πονηροὺς ὑπηκόους αὐτοῦ γενομένους ὑπηρετῆσαι τῇ κελεύσει αὐτοῦ καὶ πάντας ὡς ἓν παιδίον γεγενῆσθαι. Ὁποῖον καὶ ἐπὶ τοῦ σώματος ἔστιν ἰδεῖν· πολλῶν ἀριθμουμένων μελῶν τὰ σύμπαντα ἓν καλεῖται καὶ ἔστι σῶμα· καὶ γὰρ δῆμος καὶ ἐκκλησία, πολλοὶ τὸν ἀριθμὸν ὄντες ἄνθρωποι, ὡς ἓν ὄντες πρᾶγμα τῇ μιᾷ κλήσει καλοῦνται καὶ προσαγορεύονται.
「さて、その言葉を多くの者の人格において『我々は御前に告げ知らせました』と言い、そこに『幼子のように』と付け加えたことは、彼に従う者となった悪しき者たちがその命令に仕え、皆が一人の幼子のようになったことを示すものである。これは肉体においても見ることができる。すなわち、数えれば多くの肢体が、その全体としては一つと呼ばれ、また一つの肉体であるのと同じである。実際、民衆も教会も、数において多くの人間でありながら、一つのものとして、一つの呼び名によって呼ばれ、名指されるのである。」
Καὶ τὰ ἄλλα δὲ πάντα ἁπλῶς, ὦ ἄνδρες, ἔφην, τὰ ὑπὸ Μωσέως διαταχθέντα δύναμαι καταριθμῶν ἀποδεικνύναι τύπους καὶ σύμβολα καὶ καταγγελίας τῶν τῷ Χριστῷ γίνεσθαι μελλόντων καὶ τῶν εἰς αὐτὸν πιστεύειν προεγνωσμένων καὶ τῶν ὑπ᾿ αὐτοῦ τοῦ Χριστοῦ ὁμοίως γίνεσθαι μελλόντων. Ἀλλ᾿ ἐπειδὴ καὶ ἃ κατηριθμησάμην τανῦν ἱκανὰ δοκεῖ μοι εἶναι, ἐπὶ τὸν λόγον τῇ τάξει παριὼν ἔρχομαι.
「そしてまた、方々よ」と私は言った、「モーセによって定められたそのほかのことも、およそすべて、私はキリストに起こるはずのことどもの予型とし、しるしとし、告知であると数え上げて示すことができるし、また彼を信じるであろうとあらかじめ知られていた者たちについても、同じくキリスト御自身によって起こるはずのことどもについても、同様に示すことができる。しかし、今数え上げたことどもだけでも十分であると私には思われるので、順序に従って論を先へ進めることにする。」
Caput XLIII
第XLIII章Ὡς οὖν ἀπὸ Ἀβραὰμ ἤρξατο περιτομὴ καὶ ἀπὸ Μωσέως σάββατον καὶ θυσίαι καὶ προσφοραὶ καὶ ἑορταὶ, καὶ ἀπεδείχθη διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν ταῦτα διατετάχθαι, οὕτως παύσασθαι ἔδει κατὰ τὴν τοῦ πατρὸς βουλὴν εἰς τὸν διὰ τῆς ἀπὸ τοῦ γένους τοῦ Ἀδραὰμ καὶ φυλῆς Ἰούδα καὶ Δαυῒδ παρθένου γεννηθέντα υἱὸν τοῦ θεοῦ Χριστόν, ὅστις καὶ αἰώνιος νόμος καὶ καινὴ διαθήκη τῷ παντὶ κόσμῳ ἐκηρύσσετο προελευσόμενος, ὡς αἱ προλελεγμέναι προφητεῖαι σημαίνουσι.
「さて、割礼はアブラハムから始まり、安息日と供犠と献げ物と祭りはモーセから始まったのであり、これらが定められたのは、諸君の民の心の頑なさのゆえであったと示された。それゆえ、これらは、父の御旨に従って、アブラハムの家系、ユダの部族、そしてダビデの系譜から、処女より生まれた神の子キリスト——この方は、先に述べられた預言が示すとおり、全世界に向かって進み来るものとして、永遠の律法であり新しい契約であると告げ知らされていた——のもとで、終わるべきであったのである。」
Καὶ ἡμεῖς, οἱ διὰ τούτου προσχωρήσαντες τῷ θεῷ, οὐ ταύτην τὴν κατὰ σάρκα παρελάβομεν περιτομήν, ἀλλὰ πνευματικήν, ἣν Ἐνὼχ καὶ οἱ ὅμοιοι ἐφύλαξαν· ἡμεῖς δὲ διὰ τοῦ βαπτίσματος αὐτήν, ἐπειδὴ ἁμαρτωλοὶ ἐγεγόνειμεν, διὰ τὸ ἔλεος τὸ παρὰ τοῦ θεοῦ ἐλάβομεν, καὶ πᾶσιν ἐφετὸν ὁμοίως λαμβάνειν.
「そして我々、この方を通して神に近づいた者たちは、この肉による割礼を受け継いだのではなく、霊的な割礼を受け継いだのである。それはエノクや、そのような人々が守ったものであった。しかし我々は、罪ある者となっていたゆえに、神からの憐れみによって、洗礼を通してそれを受けたのであり、それはすべての人が同じように望んで受けることのできるものである。」
Περὶ δὲ τοῦ τῆς γενέσεως αὐτοῦ μυστηρίου ἤδη λέγειν κατεπείγοντος λέγω. Ἡσαΐας οὖν περὶ τοῦ γένους αὐτοῦ τοῦ Χριστοῦ, ὅτι ἀνεκδιήγητόν ἐστιν ἀνθρώποις, οὕτως ἔφη ὡς καὶ προγέγραπται· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ὡς ἀνεκδιηγήτου οὖν ὄντος τοῦ γένους τούτου ἀποθνήσκειν μέλλοντος, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν οἱ ἁμαρτωλοὶ ἄνθρωποι, τὸ προφητικὸν πνεῦμα ταῦτα εἶπεν.
「さて、彼の誕生の奥義について、もはや語ることが急がれているので、私は語る。イザヤは、キリストの出自について、それが人間には語り尽くせないものであるということを、すでに書かれているとおり、こう言った。『誰がその出自を語り尽くすであろうか。その命は地から取り去られ、私の民の不法のゆえに死に至らしめられたからである。』この出自が語り尽くせないものであり、彼が死ぬはずであること——それは、罪ある人間である我々が彼の受けた傷によって癒やされるためであるが——について、預言の霊はこう語ったのである。」
Ἔτι καὶ ἵνα ὃν τρόπον γέγονεν ἐν κόσμῳ γεννηθεὶς ἐπιγνῶναι ἔχωσιν οἱ πιστεύοντες αὐτῷ ἄνθρωποι, διὰ τοϋ αὐτοῦ Ἡσαίου τὸ προφητικὸν πνεῦμα ὡς μέλλει γίνεσθαι προεφήτευσεν οὕτως·
「さらに、彼が地上に生まれ来る、その仕方を彼を信じる人々が知ることができるように、同じイザヤを通して、預言の霊は、それが起こるはずのこととして、次のように預言した。」
Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαίας· Ἀκούετε δή, οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεται τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται.
「『そして主は再びアハズに語りかけて言われた。「汝の神なる主に、深みであれ高みであれ、汝自身のためにしるしを求めよ。」するとアハズは言った。「私は求めません、主を試すこともいたしません。」するとイザヤは言った。「聞け、ダビデの家よ。人間に労苦を与えることは、汝らには小さいことなのか。それなのに、どうして主にまで労苦を与えるのか。それゆえ主御自身が、汝らにしるしを与えられるであろう。見よ、処女が胎に子を宿し、男の子を産むであろう。そしてその名はインマヌエルと呼ばれるであろう。彼はバターと蜜とを食べるであろう。」』」
Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν. ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ καταληφθήσεται ἡ γῆ, ἣν σὺ σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἀλλ᾿ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καἰ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας. αἳ οὐδέπω ἥκασιν ἐπὶ σέ, ἀπὸ τῆς ἡμέρας ᾗς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
「『その子が、悪を選ぶより先に、あるいは選ぶことを知るより先に、善を選び取るであろう。なぜなら、その幼子が善悪を知るより先に、悪に逆らって善を選び取るからである。すなわち、その幼子が父または母と呼ぶことを知るより先に、彼はダマスコの力と、サマリアの分捕り物とを、アッシリアの王の前で受け取るであろう。そして、汝が二人の王の顔から厳しく耐え忍ぶであろうその地は、占領されるであろう。しかし神は、汝の上に、汝の民の上に、汝の父の家の上に、エフライムがユダからアッシリアの王を引き離した日以来、汝にまだ及んだことのない日々をもたらされるであろう。』」
Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα τοῦ Ἀβραὰμ οὐδεὶς ουδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ᾿ ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστιν.
「さて、肉によるアブラハムの家系のうちで、処女から生まれた者は誰もいまだかつていないし、そう言われた者もいない、この我々のキリストのほかには、ということは、すべての人に明らかである。」
Ἐπεὶ δὲ ὑμεῖς καὶ οἱ διδάσκαλοι ὑμῶν τολμᾶτε λέγειν μηδὲ εἰρῆσθαι ἐν τῇ προφητείᾳ τοῦ Ἡσαΐου Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, ἀλλ᾿ Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ ἐξηγεῖσθε τὴν προφητείαν ὡς εἰς Ἐζεκίαν, τὸν γενόμενον ὑμῶν βασιλέα, πειράσομαι καὶ ἐν τούτῳ καθ᾿ ὑμῶν βραχέα ἐξηγήσασθαι καὶ ἀποδεῖξαι εἰς τοῦτον εἰρῆσθαι τὸν ὁμολογούμενον ὑφ᾿ ἡμῶν Χριστόν.
「しかし、諸君も諸君の教師たちも、イザヤの預言において『見よ、処女が胎に宿すであろう』とは言われておらず、『見よ、若い女が胎に子を受け、男の子を産むであろう』と言われているのだとあえて主張し、その預言を、諸君の王となったヒゼキヤについてのことであると解釈しているので、私はこの点についても、諸君に対して簡潔に解き明かし、我々によって言い表されているキリストについて言われているのだと証明することを試みよう。」
Caput XLIV
第XLIV章Οὕτω γὰρ κατὰ πάντα ἀθῷος ὑμῶν χάριν εὑρεθήσομαι, εἰ ἀποδείξεις ποιούμενος ἀγωνίζομαι ὑμᾶς πεισθῆναι· ἐὰν δὲ ὑμεῖς, σκληροκάρδιοι μένοντες ἢ ἀσθενεῖς τὴν γνώμην διὰ τὸν ἀφωρισμένον τοῖς Χριστιανοῖς θάνατον, τῷ ἀληθεῖ συντίθεσθαι μὴ βούλησθε, ἑαυτοῖς αἴτιοι φανήσεσθε. Καὶ ἐξαπατᾶτε ἑαυτούς, ὑπονοοῦντες διὰ τὸ εἶναι τοῦ Ἀβραὰμ κατὰ σάρκα σπέρμα πάντως κληρονομήσειν τὰ κατηγγελμένα παρὰ τοῦ θεοῦ διὰ τοῦ Χριστοῦ δοθήσεσθαι ἀγαθά.
「なぜなら、もし私が証明を行い、諸君を説得させようと努力するならば、私はあらゆる点で、諸君のゆえに全く咎めなしと見なされるであろうからである。しかし、もし諸君が、心の頑ななままでいるか、あるいはキリスト教徒に定められた死のゆえに気力を失っており、真なるものに同意しようとしないならば、諸君自身にその責めがあることが明らかになるであろう。そして諸君は、アブラハムの肉による子孫であることによって、神がキリストを通して告げ知らせた数々の善きものを必ず受け継ぐことになると思い込んで、自分自身を欺いているのである。」
Οὐδεὶς γὰρ οὐδὲν ἐκείνων οὐδαμόθεν λαβεῖν ἔχει πλὴν οἱ τῇ γνώμῃ ἐξομοιωθέντες τῇ πίστει τοῦ Ἀβραὰμ καὶ ἐπιγνόντες τὰ μυστήρια πάντα, λέγω δὲ ὅτι τὶς μὲν ἐντολὴ εἰς θεοσέβειαν καὶ δικαιοπραξίαν διετέτακτο, τὶς δὲ ἐντολὴ καὶ πρᾶξις ὁμοίως εἴρητο ἢ εἰς μυστήριον τοῦ Χριστοῦ ἢ διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν. Καὶ ὅτι τοῦτό ἐστιν, ἐν τῷ Ἰεζεκιὴλ περὶ τούτου ἀποφαινόμενος ὁ θεὸς εἶπεν· Ἐὰν Νῶε καὶ Ἰακὼβ καὶ Δανιὴλ ἐξαιτήσωνται ἢ υἱοὺς ἢ θυγατέρας, οὐ μὴ δοθήσεται αὐτοῖς.
「実に、アブラハムの信仰と見解において等しくなった者たち、そしてすべての奥義を知った者たち以外、誰もそれらのうちの何一つをどこからも受け取ることはできない。私が言うのは、ある掟は神への敬いと正しい行いのために定められ、また、ある掟と行いは同様に、キリストの奥義のためか、あるいは諸君の民の心の頑なさのゆえに、語られたということである。そしてこのことについては、神がエゼキエルの中でこう明言しておられる。『たとえノアとヤコブとダニエルが息子たちや娘たちを求めても、彼らには与えられないであろう。』」
Καὶ ἐν τῷ Ἡσαΐᾳ εἰς τοῦτο αὐτὸ ἔφη οὕτως· Εἶπε κύριος ὁ θεός· Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν παραβεβηκότων ἀνθρώπων· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
「そしてイザヤの中では、まさにこのことについて次のように語った。『主なる神は言われた。「そして彼らは出て行き、掟に背いた人々の骸を見るであろう。彼らの虫は絶えることなく、彼らの火は消えることなく、彼らはすべての肉にとって見せしめとなるであろう。」』」
Ὥστε τεμόντας ὑμᾶς ἀπὸ τῶν ψυχῶν ὑμῶν τὴν ἐλπίδα ταύτην σπουδάσαι δεῖ ἐπιγνῶναι, δι᾿ ἧς ὁδοῦ ἄφεσις ὑμῖν τῶν ἁμαρτιῶν γενήσεται καὶ ἐλπὶς τῆς κληρονομίας τῶν κατηγγελμένων ἀγαθῶν· ἔστι δ᾿ οὐκ ἄλλη ἢ αὕτη, ἵνα τοῦτον τὸν Χριστὸν ἐπιγνόντες καὶ λουσάμενοι τὸ ὑπὲρ ἀφέσεως ἁμαρτιῶν διὰ Ἡσαίου κηρυχθὲν λουτρὸν ἀναμαρτήτως λοιπὸν ζήσητε.
「それゆえ、諸君は自分の魂からこの望みを切り離し、どのような道によって罪の赦しが諸君に与えられ、告げ知らされた善きものの相続の望みが得られるのか、それを知ろうと努めなければならない。そしてそれはほかでもない、こういうことである。すなわち、このキリストを知り、イザヤを通して罪の赦しのために告げ知らされた洗いによって身を洗い、その後は罪を犯すことなく生きることである。」
Caput XLV
第XLV章Καὶ ὁ Τρύφων· Εἰ καὶ ἐγκόπτειν δοκῶ τοῖς λόγοις τούτοις οἷς λέγεις ἀναγκαίοις οὖσιν ἐξετασθῆναι, ἀλλ᾿ οὖν κατεπείγοντος τοῦ ἐπερωτήματος, ὃ ἐξετάσαι βούλομαι, ἀνάσχου μου πρῶτον. Κἀγώ. Ὅσα βούλει ἐξέταζε, ὥς σοι ἐπέρχεται· ἐγὼ γὰρ καὶ μετὰ τὰς ἐξετάσεις καὶ ἀποκρίσεις τοὺς λόγους ἀναλαμβάνειν πειράσομαι καὶ πληροῦν.
するとトリュフォンが言った。「たとえ私が、お前の語るこれらの言葉——検討されるべき必要のあるものだが——を妨げているように見えたとしても、しかし急を要する問いがあるので、それを検討することを、まず私に許してほしい。」私は言った。「望むままに、何でも検討するがよい。私もまた、検討と答えのあとで、その論を取り上げ、完結させることを試みよう。」
Κἀκεῖνος· Εἰπὲ οὖν μοι, ἔφη· Οἱ ζήσαντες κατὰ τὸν νόμον τὸν δια ταχθέντα διὰ Μωσέως ζήσονται ὁμοίως τῷ Ἰακὼβ καὶ τῷ Ἐνὼγ καὶ τῷ Νῶε ἐν τῇ τῶν νεκρῶν ἀναστάσει ἢ οὔ;
すると彼はこう言った。「では私に言ってくれ。モーセによって定められた律法に従って生きた者たちは、死者の復活において、ヤコブやエノクやノアと同じように生きることになるのか、それともそうではないのか。」
Κἀγὼ πρὸς αὐτόν· Εἰπόντος μου, ὦ ἄνθρωπε, τὰ λελεγμένα ὑπὸ τοῦ Ἰεζεκιήλ, ὅτι Κἂν Νῶε καὶ Δανιὴλ καὶ Ἰακὼβ ἐξαιτήσωνται υἱοὺς καὶ θυγατέρας, οὐ δοθήσεται αὐτοῖς, ἀλλ᾿ ἕκαστος τῇ αὐτοῦ δικαιοσύνῃ δηλονότι σωθήσεται, ὅτι καὶ τοὺς κατὰ τὸν νόμον τὸν Μωσέως πολιτευσαμένους ὁμοίως σωθήσεσθαι εἶπον. Καὶ γὰρ ἐν τῷ Μωσέως νόμῳ τὰ φύσει καλὰ καὶ εὐσεβῆ καὶ δίκαια νενομοθέτηται πράττειν τοὺς πειθομένους αὐτοῖς, καὶ πρὸς σκληροκαρδίαν δὲ τοῦ λαοῦ διαταχθέντα γίνεσθαι ὁμοίως ἀναγέγραπται, ἃ καὶ ἔπραττον οἱ ὑπὸ τὸν νόμον.
そこで私は彼に向かって言った。「人よ、私はすでに、エゼキエルによって語られたこと、すなわち、たとえノアとダニエルとヤコブが息子たちや娘たちを求めても、彼らには与えられないであろう、しかし各人はおのおのの正義によって明らかに救われるであろう、ということを語った際に、モーセの律法に従って生活していた者たちも同様に救われるであろうと述べたのである。というのも、モーセの律法においても、本性上善く敬虔で正しい事柄が、それに従う者たちの行うべきこととして立法されているのであり、また、民の心の頑なさに対して定められた事柄も、同様に記されているからである。律法のもとにあった者たちは、それをも行っていたのである。」
Ἐπεὶ οἳ τὰ καθόλου καὶ φύσει καὶ αἰώνια καλὰ ἐποίουν εὐάρεστοί εἰσι τῷ θεῷ, καὶ διὰ τοῦ Χριστοῦ τούτου ἐν τῇ ἀναστάσει ὁμοίως τοῖς προγενομένοις αὐτῶν δικαίοις, Νῶε καὶ Ἐνὼχ και Ἰακὼβ καὶ εἴ τινες ἄλλοι γεγόνασι, σωθήσονται σὺν τοῖς ἐπιγνοῦσι τὸν Χριστὸν τοῦτον τοῦ θεοῦ υἱόν, ὃς καὶ πρὸ ἑωσφόρου καὶ σελήνης ἦν, καὶ διὰ τῆς παρθένου ταύτης τῆς ἀπὸ τοῦ γένους τοῦ Δαυῒδ γεννηθήναι σαρκοποιηθεὶς ὑπέμεινεν, ἵνα διὰ τῆς οἰκονομίας ταύτης ὁ πονηρευσάμενος τὴν ἀρχὴν ὄφις καὶ οἱ ἐξομοιωθέντες αὐτῷ ἄγγελοι κατα λυθῶσι, καὶ ὁ θάνατος καταφρονηθῇ καὶ ἐν τῇ δευτέρᾳ αὐτοῦ τοῦ Χριστοῦ παρουσίᾳ ἀπὸ τῶν πιστευόντων αὐτῷ καὶ εὐαρέστως ζώντων παύσηται τέλεον, ὕστερον μηκέτ᾿ ὤν, ὅταν οἱ μὲν εἰς κρίσιν καὶ καταδίκην τοῦ πυρὸς ἀπαύστως κολάζεσθαι πεμφθῶσιν. οἱ δὲ ἐν ἀπαθείᾳ καὶ ἀφθαρσίᾳ καὶ ἀλυπίᾳ καὶ ἀθανασία συνῶσιν.
「なぜなら、あまねく本性上、そして永遠に善い事柄を行った者たちは、神に喜ばれる者であり、このキリストを通して、復活において、彼らより先に生きていた正しい者たち——ノア、エノク、ヤコブ、そのほかいた者たち——と同じように、神の子であるこのキリストを認めた者たちとともに救われるであろうからである。彼は、暁の星や月よりも先に存在しており、ダビデの家系から出たこの処女を通して、肉となって生まれることを耐え忍ばれたのである。それは、この経綸によって、初めに悪をなしたあの蛇と、それに似せられた天使たちとが滅ぼされ、死が軽んじられるためであり、また、彼を信じ、喜ばれる仕方で生きる者たちからは、キリストの第二の来臨において死が完全に終わり、もはや存在しなくなるためである——一方の者たちは裁きと、火の断罪に絶え間なく罰せられるために送られ、他方の者たちは無情念と不朽と苦しみのなさと不死のうちに共にあることになるときに。」
Caput XLVI
第XLVI章Ἐὰν δέ τινες καὶ νῦνζῆν βούλωνται φυλάσσοντες τὰ διὰ Μωσέως διαταχθέντα καὶ πιστεύσωσιν ἐπὶ τοῦτον τὸν σταυρωθέντα Ἰησοῦν, ἐπιγνόντες ὅτι αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ καὶ αὐτῷ δέδοται τὸ κρῖναι πάντας ἁπλῶς καὶ αὐτοῦ ἐστιν ἡ αἰώνιος βασιλεία, δύνανται καὶ αὐτοὶ σωθῆναι; ἐπυνθάνετό μου.
「もし今なお、モーセを通して定められたことを守りながら生きることを望み、この十字架につけられたイエスを信じる者たちがいて、この方が神のキリストであり、すべての者を裁くことが彼に与えられており、永遠の王国が彼のものであると認めているならば、彼らもまた救われることができるのか。」と彼は私に尋ねた。
Κἀγὼ πάλιν· Συσκεψώμεθα κἀκεῖνο, εἰ ἔνεστιν, ἔλεγον, φυλάσσειν τὰ διὰ Μωσέως διαταχθέντα ἅπαντα νῦν. Κἀκεῖνος ἀπεκρίνατο· Οὔ· γνωρίζομεν γὰρ ὅτι, ὡς ἔφης, οὔτε πρόβατον τοῦ πάσχα ἀλλαχόσε θύειν δυνατὸν οὔτε τοὺς τῇ νηστείᾳ κελευσθέντας προσφέρεσθαι χιμάρους οὔτε τὰς ἄλλας ἁπλῶς ἁπάσας προσφοράς. Κἀγώ· Τίνα οὖν ἃ δυνατόν ἐστι φυλάσσειν, παρακαλῶ, λέγε αὐτός· πεισθήσῃ γὰρ ὅτι μὴ φυλάσσων τὰ αἰώνια δικαιώματά τις ἢ πράξας σωθῆναι ἐκ παντὸς ἔχει. Κἀκεῖνος· Τὸ σαββατίζειν λέγω καὶ τὸ περιτέμνεσθαι καὶ τὸ τὰ ἔμμηνα φυλάσσειν καὶ τὸ βαπτίζεσθαι ἁψάμενόν τινος ὧν ἀπηγόρευται ὑπὸ Μωσέως ἢ ἐν συνουσίᾳ γενόμενον.
そこで私はまた言った。「あれについても、共に考えてみよう」と私は言った、「モーセを通して定められたことのすべてを今なお守ることが可能かどうかを。」すると彼は答えた。「不可能だ。なぜなら、我々は、お前が言ったとおり、過越の小羊をほかの場所で屠ることも、断食の日に献げるよう命じられた雄山羊たちも、そのほかおよそいっさいの献げ物も、不可能であると知っているからだ。」そこで私は言った。「では、守ることが可能なものは何であるか、お願いだから、お前自身が言ってくれ。そうすれば、永遠の定めを守らなくとも、あるいは行わなくとも、およそ誰かが救われうるということを、お前は納得するであろう。」すると彼は言った。「安息日を守ることと、割礼を受けることと、月のものを守ることと、モーセによって禁じられているものに触れた場合や、交わりを持った場合に沐浴することを、私は言っている。」
Κἀγὼ ἔφην· Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἰώβ, καὶ εἴ τινες ἄλλοι γεγόνασι πρὸ τούτων ἢ μετὰ τούτους ὁμοίως δίκαιοι, λέγω δὲ καὶ Σάρραν τὴν γυναῖκα τοῦ Ἀβραάμ, καὶ Ῥεβέκκαν τὴν τοῦ Ἰσαάκ, καὶ Ῥαχὴλ τὴν τοῦ Ἰακώβ, καὶ Λείαν, καὶ τὰς λοιπὰς ἄλλας τὰς τοιαύτας μέχρι τῆς Μωσέως, τοῦ πιστοῦ θεράποντος, μητρός, μηδὲν τούτων φυλάξαντες, εἰ δοκοῦσιν ὑμῖν σωθήσεσθαι; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Οὐ περιετέτμητο Ἀβραὰμ καὶ οἱ μετ᾿ αὐτόν;
そこで私は言った。「アブラハムとイサクとヤコブと、ノアと、ヨブと、そのほか、これらより前に、あるいはこれらより後に、同じように正しい者となった者たちがいるならば、その者たち——そしてアブラハムの妻サラ、イサクの妻リベカ、ヤコブの妻ラケルとレアと、そのほかそのような女たちも言うが——彼らはモーセ、あの忠実な僕の母に至るまで、これらのことを何一つ守らなかったが、諸君の考えでは彼らは救われるのか。」するとトリュフォンは答えた。「アブラハムと、彼の後の者たちは割礼を受けていなかったか。」
Κἀγώ· Ἐπίσταμαι, ἔφην, ὅτι περιετέτμητο Ἀβραὰμ καὶ οἱ μετ᾿ αὐτόν· διὰ τί δὲ ἐδόθη αὐτοῖς ἡ περιτομή, ἐν πολλοῖς τοῖς προλελεγμένοις εἶπον, καὶ εἰ μὴ δυσωπεῖ ὑμᾶς τὰ λεγόμενα, πάλιν ἐξετάσωμεν τὸν λόγον. Ὅτι δὲ μέχρι Μωσέως οὐδεὶς ἁπλῶς δίκαιος οὐδὲν ὅλως τούτων περὶ ὧν ἐζητοῦμεν ἐφύλαξεν οὐδὲ ἐντολὴν ἔλαβε φυλάσσειν, πλὴν τὴν ἀρχὴν λαβούσης ἀπὸ Ἀβραὰμ τῆς περιτομῆς, ἐπίστασθε. Κἀκεῖνος· Ἐπιστάμεθα, ἔφη, καὶ ὅτι σώζονται ὁμολογοῦμεν.
そこで私は言った。「アブラハムと、彼の後の者たちが割礼を受けていたことは、私も知っている」と私は言った、「しかし、なぜ彼らに割礼が与えられたのかについては、先に述べたことの多くの中で語った。もし語られたことが諸君の心を動かさないのであれば、再びこの論を検討しよう。しかし、モーセに至るまで、およそ正しい者は誰一人、我々が求めていたこれらのことのうち何ひとつも守らなかったし、それを守るようにという掟も受けなかったということ——ただ、アブラハムから始まった割礼だけは別として——を、諸君は知っている。」すると彼は言った。「我々は知っている」と彼は言った、「そして彼らが救われることも認める。」
Κἀγὼ πάλιν· Διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν πάντα τὰ τοιαῦτα ἐντάλματα νοεῖτε τὸν θεὸν διὰ Μωσέως ἐντειλάμενον ὑμῖν, ἵνα διὰ πολλῶν τούτων ὲν πάσῃ πράξει πρὸ ὀφθαλμῶν ἀεὶ ἔχητε τὸν θεὸν καὶ μήτε ἀδικεῖν μήτε ἀσεβεῖν ἄρχησθε. Καὶ γὰρ τὸ κόκκινον ῥάμμα περιτιθέναι αὐτοῖς ἐνετείλατο ὑμῖν, ἵνα διὰ τούτου μὴ λήθη ὑμᾶς λαμβάνῃ τοῦ θεοῦ, καὶ φυλακτήριον ἐν ὑμέσι λεπτοτάτοις γεγραμμένων χαρακτήρων τινῶν, ἃ πάντως ἅγια νοοῦμεν εἶναι, περικεῖσθαι ὑμᾶς ἐκέλευσε, καὶ διὰ τούτων δυσωπῶν ὑμᾶς ἀεὶ μνήμην ἔχειν τοῦ θεοῦ, ἅμα τε καὶ ἔλεγχον ἐν ταῖς καρδίαις ὑμῶν.
そこで私はまた言った。「諸君の民の心の頑なさのゆえに、神がモーセを通して諸君にこれらすべての掟を定められたのだと、諸君は理解するがよい。それは、こうした多くのことを通して、あらゆる行いにおいて常に神を目の前に置き、不正をも不敬虔をも始めないようにするためである。そして実に、神は諸君に赤い糸を身に着けるよう命じたが、それは、それによって諸君が神を忘れることのないようにするためであり、また、きわめて薄い皮に何らかの文字が記された護符——我々はそれをまったく聖なるものと考えるが——を身に着けるよう諸君に命じたのであり、これらを通して、諸君に神の記憶を常に持たせ、また諸君の心の中に戒めを持たせようとして、諸君を説き伏せようとされたのである。」
Οὐ δὲ μικρὰν μνήμην ἔχετε τοῦ θεοσεβεῖν, καὶ οὐδ᾿ οὕτως ἐπείσθητε μὴ εἰδωλολατρεῖν, ἀλλ᾿ ἐπὶ Ἡλίου ὀνομάζων τὸν ἀριθμὸν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ, ἑπτακισχιλίους τὸν ἀριθμὸν ὄντας εἶπε, καὶ ἐν τῷ Ἡσαίᾳ καὶ τὰ τέκνα ὑμῶν θυσίαν πεποιηκέναι τοῖς εἰδώλοις ἐλέγχει ὑμᾶς.
「しかし諸君は、神を敬うことについて、わずかな記憶さえ持っていない。そしてそれほどまでにしても、諸君は偶像礼拝をしないようには説き伏せられなかった。それどころか、エリヤの時代について語るとき、神はバアルに膝をかがめなかった者たちの数を挙げて、七千人であったと言われ、またイザヤにおいては、諸君の子どもたちさえも偶像への供犠としたことを、諸君に対して論駁しているのである。」
Ἡμεῖς δὲ, ὑπὲρ τοῦ μὴ θυσιάζειν οἶς πάλαι ἐθύομεν, ὑπομένομεν τὰς ἐσχάτας τιμωρίας, καὶ θανατούμενοι χαίρομεν, πιστεύοντες ὅτι ἀναστήσει ἡμᾶς ὁ θεὸς διὰ τοῦ Χριστοῦ αὐτοῦ καὶ ἀφθάρτους καὶ ἀπαθεῖς καὶ ἀθανάτους ποιήσει· καὶ οὐδὲν συμβάλλεσθαι πρὸς δικαιοπραξίαν καὶ εὐσέβειαν τὰ διὰ τὴν σκληροκαρδίαν τοῦ λαοῦ ὑμῶν διαταχθέντα γινώσκομεν.
「しかし我々は、かつて供犠を献げていたものに供犠を献げないがゆえに、この上ない刑罰を耐え忍んでおり、死に至らしめられても喜んでいる。それは、神が彼のキリストを通して我々を甦らせ、朽ちることなく、情念を受けることなく、不死なる者としてくださると信じているからである。そして、諸君の民の心の頑なさのゆえに定められたことどもが、正しい行いと敬虔とに何ら寄与しないことを、我々は知っているのである。」
Caput XLVII
第XLVII章Καὶ ὁ Τρύφων πάλιν· Ἐὰν δέ τις, εἰδὼς ὅτι ταῦτα οὕτως ἔχει, μετὰ τοῦ καὶ τοῦτον εἶναι τὸν Χριστὸν ἐπίστασθαι δηλονότι καὶ πεπιστευκέναι καὶ πείθεσθαι αὐτῷ. βούλεται καὶ ταῦτα φυλάσσειν, σωθήσεται; ἐπυνθάνετο. Κἀγώ· Ὡς μὲν ἐμοὶ δοκεῖ, ὦ Τρύφων, λέγω ὅτι σωθήσεται ὁ τοιοῦτος, ἐὰν μὴ τοὺς ἄλλους ἀνθρώπους, λέγω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τοῦ Χριστοῦ ἀπὸ τῆς πλάνης περιτμηθέντας, ἐκ παντὸς πείθειν ἀγωνίζηται ταὐτὰ αὐτῷ φυλάσσειν, λέγων οὐ σωθήσεσθαι αὐτοὺς ἐὰν μὴ ταῦτα φυλάξωσιν, ὁποῖον ἐν ἀρχῇ τῶν λόγων καὶ σὺ ἔπραττες, ἀποφαινόμενος οὐ σωθήσεσθαί με ἐὰν μὴ ταῦτα φυλάξω.
するとトリュフォンがまた言った。「では、もしある者が、これらのことがそのとおりであると知り、なおかつ、この方がキリストであるということも知り、信じ、彼に従うことと合わせて、これらのことをも守ることを望むならば、彼は救われるのか。」と彼は尋ねた。そこで私は言った。「私にはこう思われる、トリュフォンよ。私は、そのような者は救われると言う。ただし、彼が——私が言うのは、諸国民のうちからキリストを通して迷いから割礼された者たちのことだが——ほかの人々に対して、自分と同じことを守るようにと、あくまで説き伏せようとし、彼らがそれを守らなければ救われないと言うのでなければ、である。それは、この論の初めに、お前自身が行っていたことと同様であり、お前は私がこれらのことを守らなければ救われないだろうと言明していたのだ。」
Κἀκεῖνος· Διὰ τί οὖν εἶπας· Ὡς μὲν ἐμοί δοκεῖ, σωθήσεται ὁ τοιοῦτος, εἰ μήτι εἰσὶν οἱ λέγοντες ὅτι οὐ σωθήσονται οἱ τοιοῦτοι; Εἰσίν, ἀπεκρινάμην, ὦ Τρύφων, καὶ μηδὲ κοινωνεῖν ὁμιλίας ἢ ἑστίας τοῖς τοιούτοις τολμῶντες· οἷς ἐγὼ οὐ σύναινός εἰμι. Ἀλλ᾿ ἐὰν αὐτοὶ διὰ τὸ ἀσθενὲς τῆς γνώμης καὶ τὰ ὅσα δύνανται νῦν ἐκ τῶν Μωσέως, ἅ διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ νοοῦμεν διατετάχθαι, μετὰ τοῦ ἐπὶ τοῦτον τὸν Χριστὸν ἐλπίζειν καὶ τὰς αἰωνίους καὶ φύσει δικαιοπραξίας καὶ εὐσεβείας φυλάσσειν βούλωνται καὶ αἱρῶνται συζῆν τοῖς Χριστιανοῖς καὶ πιστοῖς, ὡς προεῖπον, μὴ πείθοντες αὐτοὺς μήτε περιτέμνεσθαι ὁμοίως αὐτοῖς μήτε σαββατίζειν μήτε ἄλλα ὅσα τοιαῦτά ἐστι τηρεῖν, καὶ προσλαμβάνεσθαι καὶ κοινωνεῖν ἁπάντων, ὡς ὁμοσπλάγχνοις καὶ ἀδελφοῖς, δεῖν ἀποφαίνομαι.
すると彼は言った。「では、なぜお前は『私にはこう思われる、そのような者は救われるであろう』と言ったのか。もし、そのような者たちは救われないと言う者たちがいるのでなければ。」私は答えた。「トリュフォンよ、いる。それどころか、そのような者たちと語らいや食卓を共にすることさえも、あえてしない者たちもいる。私はそういう者たちに賛同しない。しかし、もし彼らが、考えの弱さのゆえに、今なお彼らにできる限りのことをモーセの掟から——我々は、それは民の心の頑なさのゆえに定められたのだと理解しているが——守りつつ、このキリストに望みを置くこと、また永遠にして本性上のものである正しい行いと敬虔とを守ることとを合わせて望み、キリスト教徒であり信者である者たちとともに生きることを選ぶのであれば、そして、先に述べたとおり、彼らを説き伏せて、彼らと同じように割礼を受けさせたり、安息日を守らせたり、そのほかそのような事柄を守らせたりしないのであれば、そのような者たちを受け入れ、彼らと、まるで同じ母体から生まれた兄弟であるかのように、あらゆることを共にすべきであると、私は言明する。」
Ἐὰν δὲ οἱ ἀπὸ τοῦ γένους τοῦ ὑμετέρου πιστεύειν λέγοντες ἐπὶ τοῦτον τὸν Χριστόν, ὦ Τρύφων, ἔλεγον, ἐκ παντὸς κατὰ τὸν διὰ Μωσέως διαταχθέντα νόμον ἀναγκάζουσι ζῆν τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐπὶ τοῦτον τὸν Χριστὸν ἢ μὴ κοινωνεῖν αὐτοῖς τῆς τοιαύτης συνδιαγωγῆς αἱροῦνται, ὁμοίως καὶ τούτους οὐκ ἀποδέχομαι.
「しかし、もし諸君の族から出た者たちで、このキリストを信じると言いながら、モーセを通して定められた律法に従って生きることを、諸国民のうちからこのキリストを信じる者たちに、あくまで強いるか、あるいはそうした交わりを彼らと共にすることを選ばないのであれば、トリュフォンよ、私は言うが、そのような者たちについても、同様に私は受け入れない。」
Τοὺς δὲ πειθομένους αὐτοῖς ἐπὶ τὴν ἔννομον πολιτείαν μετὰ τοῦ φυλάσσειν τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαν καὶ σωθήσεσθαι ἴσως ὑπολαμβάνω. Τοὺς δὲ ὁμολογήσαντας καὶ ἐπιγνόντας τοῦτον εἶναι τὸν Χριστὸν καὶ ᾑτινιοῦν αἰτίᾳ μεταβάντας ἐπὶ τὴν ἔννομον πολιτείαν, ἀρνησαμένους ὅτι οὗτός ἐστιν ὁ Χριστός, καὶ πρὶν τελευτῆς μὴ μεταγνόντας, οὐδ᾿ ὅλως σωθήσεσθαι ἀποφαίνομαι. Καὶ τοὺς ἀπὸ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ζῶντας κατὰ τὸν νόμον καὶ ἐπὶ τοῦτον τὸν Χριστὸν μὴ πιστεύοντας πρὶν τελευτῆς τοῦ βίου οὐ σωθήσεσθαι ὁμοίως ἀποφαίνομαι, καὶ μάλιστα τοὺς ἐν ταῖς συναγωγαῖς καταναθεματίσαντας καὶ καταναθεματίζοντας τοὺς ἐπ᾿ αὐτὸν τοῦτον τὸν Χριστὸν πιστεύοντας ὅπως τύχωσι τῆς σωτηρίας καὶ τῆς τιμωρίας τῆς ἐν τῷ πυρὶ ἀπαλλαγῶσιν.
「しかし、彼らに説き伏せられて、神のキリストへの言い表しを守ることと合わせて、律法にかなった生活へと向かう者たちは、おそらく救われるであろうと私は考える。しかし、この方がキリストであると言い表し、認めていながら、何であれ理由をもって、律法にかなった生活へと移り、この方がキリストであることを否定し、死ぬまでに悔い改めない者たちは、まったく救われないであろうと私は言明する。そして、アブラハムの子孫から出た者たちで、律法に従って生きながら、このキリストを、生涯の終わりより前に信じない者たちも、同様に救われないであろうと私は言明する。とりわけ、会堂において、このキリストを信じる者たちを呪詛した者たち、また、自分たちが救いにあずかり、火の刑罰から逃れようとして、今も呪詛し続けている者たちについては、なおさらである。」
Ἡ γὰρ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ θεοῦ καὶ τὸ ἄμετρον τοῦ πλούτου αὐτοῦ τὸν μετανοοῦντα ἀπὸ τῶν ἁμαρτημάτων, καὶ ὡς δι᾿ Ἰεζεκιὴλ μηνύει, ὡς δίκαιον ἀναμάρτητον ἔχει· καὶ τὸν ἀπὸ εὐσεβείας ἢ δικαιοπραξίας μετατιθέμενον ἐπὶ ἀδικίαν καὶ ἀθεότητα ὡς ἁμαρτωλὸν καὶ ἄδικον καὶ ἀσεβῆ ἐπίσταται. Διὸ καὶ ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστὸς εἶπεν· Ἐν οἶς ἂν ὑμᾶς καταλάβω, ἐν τούτοις καὶ κρινῶ.
「なぜなら、神の善良さと人間への愛と、その富の無限さは——エゼキエルを通しても示されているとおり——罪から悔い改める者を、罪なき正しい者と見なすからである。そして、敬虔あるいは正しい行いから不義と無神論とへと移り変わる者を、罪ある者、不正な者、不敬虔な者と見なすのである。それゆえ、我々の主イエス・キリストも言われた。『私が汝らを見出すその有様において、私はそれによって裁くであろう。』」
Caput XLVIII
第XLVIII章Καὶ ὁ Τρύφων· Καὶ περὶ τούτων ὅσα φρονεῖς ἀκηκόαμεν, εἶπεν. Ἀναλαβὼν οὖν τὸν λόγον, ὅθεν ἐπαύσω, πέραινε· παράδοξός τις γάρ ποτε καὶ μὴ δυνάμενος ὅλως ἀποδειχθῆναι δοκεῖ μοι εἶναι· τὸ γὰρ λέγειν σε προϋπάρχειν θεὸν ὄντα πρὸ αἰώνων τοῦτον τὸν Χριστόν, εἶτα καὶ γεννηθῆναι ἄνθρωπον γενόμενον ὑπομεῖναι, καὶ ὅτι οὐκ ἄνθρωπος ἐξ ἀνθρώπων, οὐ μόνον παράδοξον δοκεῖ μοι εἶναι ἀλλὰ καὶ μωρόν.
するとトリュフォンが言った。「これらのことについても、お前の考えるところを、我々は聞いた」と彼は言った。「それでは、お前が中断したところから話を取り上げ、続けてくれ。なぜなら、私には、ある点で逆説的であり、まったく証明することができないように思われるからである。すなわち、お前が、このキリストは世々の前から存在する神であり、それから人間として生まれることをも耐え忍んだと言い、しかもこの方は人間から生まれた人間ではないと言うことは、私には単に逆説的であるように思われるだけでなく、愚かしいことのようにさえ思われる。」
Κἀγὼ πρὸς ταῦτα ἔφην· Οἶδ᾿ ὅτι παράδοξος ὁ λόγος δοκεῖ εἶναι, καὶ μάλιστα τοῖς ἀπὸ τοῦ γένους ὑμῶν, οἵτινες τὰ τοῦ θεοῦ οὔτε νοῆσαι οὔτε ποιῆσαί ποτε βεβούλησθε, ἀλλὰ τὰ τῶν διδασκάλων ὑμῶν, ὡς αὐτὸς ὁ θεὸς βοᾷ. Ἤδη μέντοι, ὦ Τρύφων, εἶπον, οὐκ ἀπόλλυται τὸ τοῦτον εἶναι Χριστὸν τοῦ θεοῦ, ἐὰν ἀποδεῖξαι μὴ δύνωμαι ὅτι καὶ προϋπῆρχεν υἱὸς τοῦ ποιητοῦ τῶν ὅλων, θεὸς ὤν, καὶ γεγέννηται ἄνθρωπος διὰ τῆς παρθένου.
そこで私はこれに対して言った。「その言葉が逆説的に思われることは、私も知っている。特に、諸君の族から出た者たちにとってはそうであろう。神御自身が声高く語っておられるとおり、諸君は、神に属することを、決して理解しようとも行おうともせず、むしろ諸君の教師たちに属することを望んできたのだから。」「しかしトリュフォンよ」と私は言った、「この方が神のキリストであるということは、たとえ私が、彼が万物の造り主の子として、神でありながら、あらかじめ存在しており、処女を通して人間として生まれたということを証明できないとしても、失われるわけではない。」
Ἀλλ᾿ ἐκ παντὸς ἀποδεικνυμένου ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ θεοῦ, ὅστις οὗτος ἔσται, ἐὰν δὲ μὴ ἀποδεικνύω ὅτι προϋπῆρχε καὶ γεννηθῆναι ἄνθρωπος ὁμοιοπαθὴς ἡμῖν, σάρκα ἔχων, κατὰ τὴν τοῦ πατρὸς βουλὴν ὑπέμεινεν, ἐν τούτῳ πεπλανῆσθαί με μόνον λέγειν δίκαιον, ἀλλὰ μὴ ἀρνεῖσθαι ὅτι οὗτός ἐστιν ὁ Χριστός, ἐὰν φαίνηται ὡς ἄνθρωπος ἐξ ἀνθρώπων γεννηθείς, καὶ ἐκλογὴ γενόμενος εἰς τὸ Χριστὸν εἶναι ἀποδεικνύηται.
「むしろ、この方が神のキリストであるということが、あらゆる点で証明される以上、たとえこの方が誰であろうとも、それは変わらない。しかし、もし私が、彼があらかじめ存在しており、我々と同じ情念を受ける人間として、肉を持って生まれることを、父の御旨に従って耐え忍ばれたということを証明しないのであれば、この点においてのみ、私が迷っていると言うのが正しいのであって、この方がキリストであることまでも否定するのは正しくない——たとえ彼が、人間から生まれた人間として現れ、選びによってキリストとなったのだと証明されるとしても、である。」
Καὶ γάρ εἰσί τινες, ὦ φίλοι, ἔλεγον, ἀπὸ τοῦ ὑμετέρου γένους ὁμολογοῦντες αὐτὸν Χριστὸν εἶναι, ἄνθρωπον δὲ ἐξ ἀνθρώπων γενόμενον ἀποφαινόμενοι· οἷς οὐ συντίθεμαι, οὐδ᾿ ἂν πλεῖστοι ταὐτά μοι δοξάσαντες εἴποιεν, ἐπειδὴ οὐκ ἀνθρωπείοις διδάγμασι κεκελεύσμεθα ὑπ᾿ αὐτοῦ τοῦ Χριστοῦ πείθεσθαι, ἀλλὰ τοῖς διὰ τῶν μακαρίων προφητῶν κηρυχθεῖσι καὶ δι᾿ αὐτοῦ διδαχθεῖσι.
「実に、友人たちよ」と私は言った、「諸君の族のうちにも、彼をキリストであると言い表しながら、人間から生まれた人間にすぎないと言明する者たちがいる。私はそのような者たちには同意しない。たとえ、私と同じ意見を持つ者が非常に多く現れて、そう言おうとも、である。なぜなら、我々はキリスト御自身から、人間の教えにではなく、幸いなる預言者たちを通して告げ知らされ、また彼御自身によって教えられたことに従うようにと命じられているからである。」
Caput XLIX
第XLIX章Καὶ ὁ Τρύφων· Ἐμοὶ μὲν δοκοῦσιν, εἶπεν, οἱ λέγοντες ἄνθρωπον γεγονέναι αὐτὸν καὶ κατ᾿ ἐκλογὴν κεχρῖσθαι καὶ Χριστὸν γεγονέναι πιθανώτερον ὑμῶν λέγειν, τῶν ταῦτα ἅπερ φῂς λεγόντων· καὶ γὰρ πάντες ἡμεῖς τὸν Χριστὸν ἄνθρωπον ἐξ ἀνθρώπων προσδοκῶμεν γενήσεσθαι, καὶ τὸν Ἡλίαν χρῖσαι αὐτὸν ἐλθόντα. Ἐὰν δὲ οὗτος φαίνηται ὢν ὁ Χριστός, ἄνθρωπον μὲν ἐξ ἀνθρώπων γενόμενον ἐκ παντὸς ἐπίστασθαι δεῖ. Ἐκ δὲ τοῦ μηδὲ Ἡλίαν ἐληλυθέναι οὐδὲ τοῦτον ἀποφαίνομαι εἶναι.
するとトリュフォンが言った。「私には、彼が人間となり、選びによって油注がれ、キリストとなったのだと言う者たちのほうが、お前の言うようなことを語る諸君よりも、もっともらしく語っているように思われる。実に、我々は皆、キリストは人間から生まれた人間として現れると期待しており、また、エリヤが来て彼に油を注ぐであろうと期待しているのだ。もしこの方がまさにそのキリストであると分かるのであれば、彼が人間から生まれた人間であるということを、必ず知らねばならない。しかし、エリヤがまだ来ていないことからして、私は、この方もまたそのキリストではないと言明する。」
Κἀγὼ πάλιν ἐπυθόμην αὐτοῦ· Οὐχὶ Ἡλίαν φησὶν ὁ λόγος διὰ Ζαχαρίου ἐλεύσεσθαι πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ φοβερᾶς ταύτης τοῦ κυρίου; Κἀκεῖνος ἀπεκρίνατο· Μάλιστα. Ἐὰν οὖν ὁ λόγος ἀναγκάζῃ ὁμολογεῖν ὅτι δύο παρουσίαι τοῦ Χριστοῦ προεφητεύοντο γενησόμεναι, μία μέν. ἐν ᾖ παθητός καὶ ἄτιμος καὶ ἀειδὴς φανήσεται, ἡ δὲ ἑτέρα, ἐν ᾗ καὶ ἔνδοξος καὶ κριτὴς ἁπάντων ἐλεύσεται, ὡς καὶ ἐν πολλοῖς τοῖς προλελεγμένοις ἀποδέδεικται, οὐχὶ τῆς φοβερᾶς καὶ μεγάλης ἡμέρας τουτέστι τῆς δευτέρας παρουσίας αὐτοῦ, πρόοδον γενήσεσθαι τὸν Ἡλίαν νοήσομεν τὸν λόγον τοῦ θεοῦ κεκηρυχέναι; Μάλιστα, ἀπεκρίνατο.
そこで私はまた彼に尋ねた。「主のあの大いなる恐るべき日の前に、ゼカリヤを通して、エリヤが来るであろうと預言の言葉は言っていないか。」すると彼は答えた。「そのとおりだ。」「では、もしこの論が、キリストの二つの来臨が起こると預言されていたことを認めることを強いるなら——一つは、彼が受苦する者として、辱められ、姿もない者として現れる来臨であり、もう一方は、彼が栄光ある者として、すべての者の裁き主として来る来臨であり、これは先に述べられた多くのことによってすでに証明されているとおりだが——我々は、あの恐るべき大いなる日、すなわち彼の第二の来臨に先立って、エリヤが先駆けとなるであろうと、神の言葉が告げ知らせたのだと理解すべきではないか。」「そのとおりだ」と彼は答えた。
Καὶ ὁ ἡμέτερος οὖν κύριος, ἔφην, τοῦτο αὐτὸ ἐν τοῖς διδάγμασιν αὐτοῦ παρέδωκε γενησόμενον, εἰπὼν καὶ Ἡλίαν ἐλεύσεσθαι· καὶ ἡμεῖς τοῦτο ἐπιστάμεθα γενησόμενον, ὅταν μέλλῃ ἐν δόξῃ ἐξ οὐρανῶν παραγίνεσθαι ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός, οὗ καὶ τῆς πρώτης φανερώσεως κῆρυξ προῆλθε τὸ ἐν Ἡλίᾳ γενόμενον πνεῦμα τοῦ θεοῦ, ἐν Ἰωάννῃ, τῷ γενομένῳ ἐν τῷ γένει ὑμῶν προφήτῃ, μεθ᾿ ὃν οὐδεὶς ἕτερος λοιπὸν παρ᾿ ὑμῖν ἐφάνη προφήτης· ὅστις ἐπὶ τὸν Ἰορδάνην ποταμὸν καθεζόμενος ἐβόα· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ὲν ὕδατι εἰς μετάνοιαν· ἥξει δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ τὸν σῖτον συνάξει εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
「そこで、我々の主も」と私は言った、「まさにこのことを、その教えの中で、起こるはずのこととして伝え、エリヤもまた来るであろうと言われた。そして我々は、我々の主イエス・キリストが栄光のうちに天から現れようとするとき、これが起こるであろうと理解している。彼の最初の顕現の先触れとしては、エリヤのうちにあった神の霊が、諸君の族のうちに現れた預言者ヨハネのうちにあって進み出た。彼の後には、もはやほかに誰も、諸君のもとに預言者は現れなかった。彼はヨルダン川のほとりに座して、こう叫んでいた。『私は汝らに水による洗礼を、悔い改めのために授ける。しかし、私よりも強い方が来られる。私はその履物を運ぶにも値しない。その方は汝らに聖なる霊と火とによって洗礼を授けられるであろう。その手には箕があり、その脱穀場を清め、麦を倉に集め、殻は消えることのない火で焼き尽くすであろう。』」
Καὶ τοῦτον αὐτὸν τὸν προφήτην συνεκεκλείκει ὁ βασιλεὺς ὑμῶν Ἡρώδης εἰς φυλακήν. καὶ γενεσίων ἡμέρας τελουμένης, ὀρχουμένης τῆς ἐξαδελφῆς αὐτοῦ εὐαρέστως αὐτῷ, εἶπεν αὐτῇ αἰτήσασθαι ὃ ἐὰν βούληται. Καὶ ἡ μήτηρ τῆς παιδὸς ὑπέβαλεν αὐτῇ αἰτήσασθαι τὴν κεφαλὴν Ἰωάννου τοῦ ἐν τῇ φυλακῇ· καὶ αἰτησάσης ἔπεμψε καὶ ἐπὶ πίνακι ἐνεχθῆναι τὴν κεφαλὴν Ἰωάννου ἐκέλευσε.
「そして、まさにこの預言者を、諸君の王ヘロデが牢に閉じ込めた。誕生日の祝いが行われたとき、彼の姪が彼を喜ばせるように踊ったので、彼は彼女に、望むものを何でも求めるようにと言った。すると、その娘の母は、牢にいるヨハネの首を求めるようにと、娘に入れ知恵した。そして娘が求めると、彼は人を遣わし、ヨハネの首を盆に載せて運んで来させるよう命じた。」
Διὸ καὶ ὁ ἡμέτερος Χριστὸς εἰρήκει ἐπὶ γῆς τότε τοῖς λέγουσι πρὸ τοῦ Χριστοῦ Ἡλίαν δεῖν ἐλθεῖν· Ἡλίας μὲν ἐλεύσεται καὶ ἀποκαταστήσει πάντα· λέγω δὲ ὑμῖν ὅτι Ἡλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν. Καὶ γέγραπται ὅτι Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
「それゆえ、我々のキリストも、キリストより先にエリヤが来ねばならないと言っていた者たちに、当時地上でこう言われたのである。『エリヤは来て、すべてを立て直すであろう。しかし私は汝らに言う、エリヤはすでに来たのに、彼らは彼を認めず、むしろ自分たちの望むままのことを彼に対して行った。』そして、こう書かれている。『そのとき弟子たちは、彼が洗礼者ヨハネについて言われたのだと悟った。』」
Καὶ ὁ Τρύφων· Καὶ τοῦτο παράδοξον λέγειν μοι δοκεῖς, ὅτι τὸ ἐν Ἡλίᾳ τοῦ θεοῦ γενόμενον προφητικὸν πνεῦμα καὶ ἐν Ἰωάννῃ γέγονε. Κἀγὼ πρὸς ταῦτα· Οὐ δοκεῖ σοι ἐπὶ Ἰησοῦν, τὸν τοῦ Ναυῆ, τὸν διαδεξάμενον τὴν λαοηγησίαν μετὰ Μωσέα. τὸ αὐτὸ γεγονέναι, ὅτε ἐρρέθη τῷ Μωσεῖ ἐπιθεῖναι τῷ Ἰησοῦ τὰς χεῖρας, εἰπόντος αὐτοῦ τοῦ θεοῦ· Κἀγὼ μεταθήσω ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοὶ ἐπ᾿ αὐτόν;
するとトリュフォンが言った。「エリヤのうちにあった神の預言の霊が、ヨハネのうちにもあったと言うことも、お前が逆説的なことを言っているように、私には思われる。」そこで私はこれに対して言った。「モーセの後を継いで民を導いたヌンの子ヨシュアについても、同じことが起こったとは、お前には思われないか。神がモーセにこう言われて、ヨシュアに手を置くよう命じられたときのことだ。『そして私は、汝のうちにある霊から、彼の上に移そう。』」
Κἀκεῖνος· Μάλιστα. Ὡς οὖν, φημί. ἔτι ὄντος τότε ἐν ἀνθρώποις τοῦ Μωσέως, μετέθηκεν ἐπὶ τὸν Ἰησοῦν ὁ θεὸς ἀπὸ τοῦ ἐν Μωσεῖ πνεύματος, οὕτως καὶ ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὸν Ἰωάννην ἐλθεῖν ὁ θεὸς δυνατὸς ἦν ποιῆσαι. ἵνα, ὥσπερ ὁ Χριστὸς τῇ πρώτῃ παρουσίᾳ ἄδοξος ἐφάνη, οὕτως καὶ τοῦ πνεύματος τοῦ ἐν Ἡλίᾳ πάντοτε καθαρεύοντος, ὡς τοῦ Χριστοῦ. ἄδοξος ἡ πρώτη παρουσία νοηθῇ.
すると彼は言った。「そのとおりだ。」「では」と私は言う、「当時なおモーセが人々のうちに存命であったとき、神がモーセのうちにあった霊から移してヨシュアの上に置かれたのと同じように、エリヤからヨハネへと移すことも、神には可能であった。それは、キリストが最初の来臨において栄光なき者として現れたのと同じように、エリヤのうちにあった、常にキリストのように清らかであったその霊についても、最初の来臨が栄光なきものとして理解されるためである。」
Κρυφίᾳ γὰρ χειρὶ ὁ κύριος πολεμεῖν τὸν Ἀμαλὴκ εἴρηται, καὶ ὅτι ἔπεσεν ὁ Ἀμαλὴκ οὐκ ἀρνήσεσθε. Εἰ δὲ ἐν τῇ ἐνδόξῳ παρουσίᾳ τοῦ Χριστοῦ πολεμηθήσεσθαι τὸν Ἀμαλὴκ μόνον λέγεται, ποῖος καρπὸς ἔσται τοῦ λόγου. ὅς φησι· Κρυφίᾳ χειρὶ ὁ θεὸς πολεμεῖ τὸν Ἀμαλὴκ: Νοῆσαι δύνασθε ὅτι κρυφία δύναμις τοῦ θεοῦ γέγονε τῷ σταυρωθέντι Χριστῷ, ὃν καὶ τὰ δαιμόνια φρίσσει καὶ πᾶσαι ἁπλῶς αἱ ἀρχαὶ καὶ ἐξουσίαι τῆς γῆς.
「なぜなら、主は隠れた手をもってアマレクと戦ったと言われており、アマレクが倒れたことは、諸君も否定しないであろうから。しかし、もしキリストの栄光ある来臨において戦われるのがアマレクだけであると言われるならば、『神は隠れた手をもってアマレクと戦われる』と語るその言葉の実りは、いったいどのようなものであろうか。諸君は理解できるはずである。すなわち、隠れた神の力は、十字架につけられたキリストのうちにあったのであり、悪霊どもも、地上のおよそすべての支配と権威も、彼を前にして震え上がるのである。」
Caput L
第L章Καὶ ὁ Τρύρων· Ἔοικάς μοι ἐκ πολλῆς προστρίψεως τῆς πρὸς πολλοὺς περὶ πάντων τῶν ζητουμένων γεγονέναι καὶ διὰ τοῦτο ἑτοίμως ἔχειν ἀποκρίνεσθαι πρὸς πάντα ἃ ἄν ἐπερωτηθῇς. Ἀπόκριναι οὖν μοι πρότερον, πῶς ἔχεις ἀποδεῖξαι ὅτι καὶ ἄλλος θεὸς παρὰ τὸν ποιητὴν τῶν ὅλων. καὶ τότε ἀποδείξεις ὅτι καὶ γεννηθῆναι διὰ τῆς παρθένου ὑπέμεινε.
するとトリュフォンが言った。「お前は、あらゆる問題について多くの人々と論じ合い、擦れ合いを重ねてきた者のように見える。それゆえ、何を問われてもすぐさま答える構えができているのだろう。ではまず私に答えよ。万物の造り主のほかにもう一人の神がいることを、どのようにして証明できるのか。それができてから、この方が処女によって生まれることを甘んじて受けたことを証明せよ。」
Κἀγὼ ἔφην· Πρότερόν μοι συγχώρησον εἰπεῖν λόγους τινὰς ἐκ τῆς Ἡσαίου προφητείας, τοὺς εἰρημένους περὶ τῆς προελεύσεως, ἣν προελήλυθεν αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τούτου Ἰωάννης ὁ βαπτιστὴς καὶ προφήτης γενόμενος. Κἀκεῖνος· Συγχωρῶ.
そこで私は言った。「まず、洗礼者にして預言者となったヨハネが、この我々の主イエス・キリストに先立って進み出た、その先駆けについて語られた言葉を、イザヤの預言からいくつか述べることを許してほしい。」するとかれは言った。「許そう。」
Κἀγὼ εἶπον· Ἡσαίας οὖν περὶ τῆς Ἰωάννου προελεύσεως οὕτως προεῖπε· Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαίαν· Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησε· Γενέσθω εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Καί· Παρακαλεῖτε τὸν λαόν· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλὴμ καὶ παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας· καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησε.
私は言った。「では、イザヤはヨハネの先駆けについてこう預言した。『エゼキアはイザヤに、主が語られた言葉は良い、私の日々に平和と正義があるようにと言った。また、民を慰めよ、祭司たちよ、エルサレムの心に語りかけ、これを慰めよ、その卑しめは満たされ、その罪は解かれた、主の手からその罪過の二倍を受け取ったのだから。荒れ野で叫ぶ声がある、主の道を整えよ、我々の神の道筋をまっすぐにせよ。すべての谷は満たされ、すべての山と丘は低くされる。曲がったものはすべてまっすぐになり、険しい道は平らな道になる。そして主の栄光が現れ、すべての肉なる者が神の救いを見るであろう、主が語られたのだから。』」
Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπον· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος. καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ἐπ᾿ ὄρους ὑψηλοῦ ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ. Ὑψώσατε, μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ θεὸς ὑμῶν· κύριος ἰδοὺ μετ᾿ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ᾿ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι συνάξει ἄρνας, καὶ τὴν ἐν γαστρὶ ἔχουσαν παρακαλέσει.
「『声があって言う、叫べと。私は言った、何を叫びましょうかと。すべての肉は草である。人のすべての栄光は草の花のようなものである。草は枯れ、その花は落ちる。しかし主の言葉は永遠にとどまる。高い山に登れ、シオンに良い知らせを伝える者よ。力強くお前の声を上げよ、エルサレムに良い知らせを伝える者よ。声を上げよ、恐れるな。ユダの町々に言え、見よ、汝らの神をと。見よ、主は力とともに来られる。その腕は権威とともに来る。見よ、その報いは主とともにあり、その業はその前にある。主は羊飼いのようにその群れを飼い、その腕で子羊たちを集め、身重の羊をいたわる。』」
Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἐγνώρισεν αὐτῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς πτύελος λογισθήσονται. Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη οὐθέν, καὶ εἰς οὐδὲν ἐλογίσθησαν.
「『誰が手で水を量り、天を手のひらの幅で、地の全土を一つかみで量ったか。誰が山々を秤にかけ、谷々を天秤にかけて立てたか。誰が主の心を知り、誰がその相談役となって、主に助言できたか。誰に主は相談し、その者が主を導いたか。誰が主に裁きを示したか、あるいは誰が主に悟りの道を教えたか。すべての諸国民は桶からしたたる一滴のようなものであり、秤の分銅の傾きのようなものと見なされ、唾のようなものと見なされるであろう。レバノンは薪として十分ではなく、四足の獣たちも全焼のいけにえとして十分ではない。すべての諸国民は無に等しく、無に等しいと見なされている。』」
Caput LI
第LI章Καὶ παυσαμένου μου εἶπεν ὁ Τρύφων· Ἀμφίβολοι μὲν πάντες οἱ λόγοι τῆς προφητείας. ἣν φῄς σύ, ὦ ἄνθρωπε, καὶ οὐδὲν τμητικὸν εἰς ἀπόδειξιν οὗπερ βούλει ἀποδεῖξαι ἔχοντες. Κἀγὼ ἀπεκρινάμην· Εἰ μὲν μὴ ἐπαύσαντο καὶ εἰσέτι ἐγένοντο οἱ προφῆται ἐν τῷ γένει ὑμῶν, ὦ Τρύφων. μετὰ τοῦτον τὸν Ἰωάννην, ἴσως ἀμφίβολα ἐνοεῖτε εἶναι τὰ λεγόμενα.
私が話し終えると、トリュフォンが言った。「人よ、お前が語るその預言の言葉はすべて曖昧であり、お前が証明しようとしていることを裏づけるのに決定的なものは何も持っていない。」私は答えた。「トリュフォンよ、もし諸君の族の中で預言者たちが絶えることなく、このヨハネ以後も現れ続けていたのであれば、諸君はおそらく語られたことを曖昧だと考えるであろう。」
Εἰ δὲ Ἰωάννης μὲν προελήλυθε βοῶν τοῖς ἀνθρώποις μετανοεῖν, καὶ Χριστὸς ἔτι αὐτοῦ καθεζομένου ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπελθὼν ἔπαυσέ τε αὐτὸν τοῦ προφητεύειν καὶ βαπτίζειν, καὶ εὐηγγελίζετο, καὶ αὐτὸς λέγων ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν ἀπὸ τῶν γραμματέων καὶ φαρισαίων. καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, καὶ πάλιν παραγενήσεσθαι ἐν Ἱερουσαλὴμ καὶ τότε τοῖς μαθηταῖς αὐτοῦ συμπιεῖν πάλιν καὶ συμφαγεῖν. καὶ ἐν τῷ μεταξὺ τῆς παρουσίας αὐτοῦ χρόνῳ, ὡς προέφην. γενήσεσθαι αἱρέσεις καὶ ψευδοπροφήτας ἐπὶ τῷ ὀνόματι αὐτοῦ προεμήνυσε, καὶ οὕτω φαίνεται ὄντα· πῶς ἔτι ἀμφιβάλλειν ἔστιν, ἔργῳ πεισθῆναι ὑμῶν ἐχόντων;
「だが、ヨハネが人々に悔い改めを叫びつつ進み出て、そして彼がまだヨルダン川のほとりに座っていたときにキリストが来て、彼が預言し洗礼を授けるのをやめさせ、自らも良い知らせを告げ、天の王国は近いと語り、また彼が律法学者たちとファリサイ人たちから多くの苦しみを受け、十字架につけられ、三日目に甦り、再びエルサレムに来て、そのとき弟子たちとともにふたたび飲み食いすることになると語り、さらに、私が先に述べたように、彼の再臨までの間にいくつかの分派と、彼の名を騙る偽預言者たちが現れると予告し、そしてそれがそのとおりに起こっていると分かるのであれば——諸君は事実によって説得される手立てを持ちながら、なおどうして疑うことができようか。」
Εἰρήκει δὲ περὶ τοῦ μηκέτι γενήσεσθαι ἐν τῷ γένει ὑμῶν προφήτην καὶ περὶ τοῦ ἐπιγνῶναι ὅτι ἡ πάλαι κηρυσσομένη ὑπὸ τοῦ θεοῦ καινή διαθήκη διαταχθήσεσθαι ἤδη τότε παρῆν, τουτέστιν αὐτὸς ὢν ὁ Χριστός, οὕτως· Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου τοῦ βαπτιστοῦ· ἐξ ὅτου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
「そして彼は、諸君の族の中にもはや預言者が現れなくなることについて、また、神によって古くから、定められるであろうと告げられていた新しい契約が、すでにその時に到来していたこと、すなわちその契約とはご自身であるキリストにほかならないことを認めるべきことについて、こう言った。『律法と預言者は洗礼者ヨハネまでである。その時から天の王国は激しく求められ、激しく求める者たちがそれを奪い取る。もし汝らが受け入れようとするなら、来たるべきエリヤとはこの者のことである。聞く耳のある者は聞くがよい。』」
Caput LII
第LII章Καὶ διὰ Ἰακὼβ δὲ τοῦ πατριάρχου προεφητεύθη ὅτι δύο τοῦ Χριστοῦ παρουσίαι ἔσονται, καὶ ὅτι ἐν τῇ πρώτῃ παθητὸς ἔσται, καὶ ὅτι μετὰ τὸ αὐτὸν ἐλθεῖν οὔτε προφήτης οὔτε βασιλεὺς ἐν τῷ γένει ὑμῶν, ἐπήνεγκα, καὶ ὅτι τὰ ἔθνη, πιστεύοντα ἐπὶ τὸν παθητὸν Χριστόν, πάλιν παραγενησόμενον προσδοκήσει. Ἐν παραβολῇ δὲ καὶ παρακεκαλυμμένως τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦτο αὐτὰ ἐλελαλήκει, ἔφην.
私は続けて言った。「族長ヤコブによっても、キリストの来臨が二度あること、そして最初の来臨において彼が苦しみを受けること、そして彼が来た後には諸君の族の中にもはや預言者も王もいなくなること、そして諸国民が、苦しみを受けたキリストを信じて、再び来られる方として彼を待ち望むであろうことが預言された。聖なる霊は、譬えと隠された仕方でこれらのことを語っていたのだ。」
Οὕτως δὲ εἰρηκέναι ἐπήνεγκα· Ἰούδα, ᾔνεσάν σε οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ὡς γάλα.
私は続けて、彼がこう言ったことを述べた。「ユダよ、お前の兄弟たちはお前を讃えた。お前の手は敵の背にある。お前の父の子らはお前を伏し拝むであろう。ユダは獅子の子である。我が子よ、お前は若枝から立ち上った。伏し、獅子のように、また獅子の子のように眠った。誰がこれを起こそうか。ユダから支配者が絶えることなく、その腿から指導者が絶えることはない、彼に定められたものが来るまでは。そして彼こそ諸国民の待望となり、その子馬を葡萄の木に、その雌驢馬の子を蔓に繋ぐ。彼はぶどう酒でその衣を洗い、ぶどうの血でその上着を洗う。その目はぶどう酒によって輝き、その歯は乳のように白い。」
Ὅτι οὖν οὐδέποτε ἐν τῷ γένει ὑμῶν ἐπαύσατο οὔτε προφήτης οὔτε ἄρχων, ἐξ ὅτου ἀρχὴν ἔλαβε, μέχρις οὗ οὗτος Ἰησοῦς Χριστὸς καὶ γέγονε καὶ ἔπαθεν, οὐδ᾿ ἀναισχύντως τολμήσετε εἰπεῖν ἢ ἀποδεῖξαι ἔχετε. Καὶ γὰρ Ἡρώδην, ἀφ᾿ οὗ ἔπαθεν, Ἀσκαλωνίτην γεγονέναι λέγοντες, ὅμως ἐν τῷ γένει ὑμῶν ὄντα λέγετε ἀρχιερέα, ὥστε, καὶ τότε ὄντος ὑμῖν κατὰ τὸν νόμον τοῦ Μωσέως καὶ προσφορὰς προσφέροντος καὶ τὰ ἄλλα νόμιμα φυλάσσοντος, καὶ προφητῶν κατὰ διαδοχὴν μέχρις Ἰωάννου γεγενημένων, ὡς καὶ ὅτε εἰς Βαβυλῶνα ἀπήχθη ὁ λαὸς ὑμῶν, πολεμηθείσης τῆς γῆς καὶ τῶν ἱερῶν σκευῶν ἀρθέντων, μὴ παύσασθαι ἐξ ὑμῶν προφήτην, ὃς κύριος καὶ ἡγούμενος καὶ ἄρχων τοῦ λαοῦ ὑμῶν ἦν. Τὸ γὰρ ἐν τοῖς προφήταις πνεῦμα καὶ τοὺς βασιλεῖς ὑμῖν ἔχριε καὶ καθίστα.
「それゆえ、諸君の族の中で、始まって以来、預言者も支配者も、このイエス・キリストが生まれ苦しみを受けるまで絶えたことはなかったということを、諸君は恥知らずにも否定しようとすることも、それに反する証明をすることもできまい。実際、諸君は、キリストがその手にかかって苦しみを受けたあのヘロデをアスカロン人であったと言いながらも、それでもなお諸君の族の中の大祭司がいたと言う。それゆえ、あの時にも、モーセの律法に従って供え物を捧げ、その他の律法の定めを守る者があり、預言者たちもヨハネに至るまで代々続いていた。それは、諸君の民がバビロンに連れ去られ、その地が戦禍にさらされ、聖なる祭具が奪い去られたときでさえ、諸君のうちから預言者が絶えることがなく、その預言者が諸君の民の主であり指導者であり支配者であったのと同じである。というのも、預言者たちのうちにある霊は、諸君のために王たちにも油を注ぎ、これを立てていたからである。」
Μετὰ δὲ τὴν Ἰησοῦ τοῦ ἡμετέρου Χριστοῦ ἐν τῷ γένει ὑμῶν φανέρωσιν καὶ θάνατον οὐδαμοῦ προφήτης γέγονεν οὐδέ ἐστιν, ἀλλὰ καὶ τὸ εἶναι ὑμᾶς ὑπὸ ἴδιον βασιλέα ἐπαύσατο, καὶ προσέτι ἡ γῆ ὑμῶν ἠρημώθη καὶ ὡς ὀπωροφυλάκιον καταλέλειπται. Τὸ δὲ εἰπεῖν τὸν λόγον διὰ τοῦ Ἰακώβ· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, συμβολικῶς δύο παρουσίας αὐτοῦ ἐσήμανε καὶ τὰ ἔθνη μέλλειν αὐτῷ πιστεύειν. ὅπερ ὀψέ ποτε πάρεστιν ἰδεῖν ὑμῖν· οἱ γὰρ ἀπὸ τῶν ἐθνῶν ἁπάντων διὰ τῆς πίστεως τῆς τοῦ Χριστοῦ θεοσεβεῖς καὶ δίκαιοι γενόμενοι, πάλιν παραγενησόμενον αὐτὸν προσδοκῶμεν.
「しかし、我々のキリストであるイエスが諸君の族の中に現れ、死なれてからは、預言者はどこにも生まれず、今もいない。それどころか、諸君が自分たち自身の王のもとにあることも絶え、その上、諸君の地は荒れ果て、果樹園の見張り小屋のように見捨てられたままである。ロゴスがヤコブを通して『そして彼こそ諸国民の待望となる』と語ったことは、彼の来臨が二度あることと、諸国民が彼を信じるようになることとを、しるしをもって示したのである。それは今ようやく諸君の目にも見えるようになりつつある。というのも、あらゆる諸国民の中からキリストへの信仰によって神を敬う者、また正しい者となった我々は、彼が再び来られるのを待ち望んでいるからである。」
Caput LIII
第LIII章Καὶ τὸ Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου καὶ τῶν ἔργων, τῶν ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας γενομένων ὑπ᾿ αὐτοῦ, καὶ τῶν ἐθνῶν ὁμοίως, τῶν μελλόντων πιστεύειν αὐτῷ, προδήλωσις ἦν. Οὗτοι γὰρ ὡς πῶλος ἀσαγὴς καὶ ζυγὸν ἐπὶ αὐχένα μὴ ἔχων τὸν ἑαυτοῦ, μέχρις ὁ χριστὸς οὗτος ἐλθὼν διὰ τῶν μαθητῶν αὐτοῦ πέμψας ἐμαθήτευσεν αὐτούς, καὶ τὸν ζυγὸν τοῦ λόγου αὐτοῦ βαστάσαντες τὸν νῶτον ὑπέθηκαν πρὸς τὸ πάντα ὑπομένειν διὰ τὰ προσδοκώμενα καὶ ὑπ᾿ αὐτοῦ κατηγγελμένα ἀγαθά.
「そして『その子馬を葡萄の木に、その雌驢馬の子を蔓に繋ぐ』という言葉は、彼の最初の来臨において彼自身が行った業と、同様に、やがて彼を信じるようになる諸国民についての、あらかじめの示しであった。というのも、この諸国民は、荷を負わせられたことのない子馬のように、自分の首に軛を負ったことがなかったが、このキリストが来て、その弟子たちを遣わして彼らを弟子とし、彼らはその言葉の軛を担って、その背にこれを負い、彼によって告げられ、期待されている善きものを得るために、あらゆることに耐えるようになった。」
Καὶ ὄνον δέ τινα ἀληθῶς σὺν πώλῳ αὐτῆς προσδεδεμένην ἔν τινι εἰσόδῳ κώμης Βηθφαγῆς λεγομένης, ὅτε ἔμελλεν εἰσέρχεσθαι εἰς τὰ Ἱεροσόλυμα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐκέλευσε τοὺς μαθητὰς αὐτοῦ ἀγαγεῖν αὐτῷ, καὶ ἐπικαθίσας ἐπεισελήλυθεν εἰς τὰ Ἱεροσόλυμα· ὅπερ ὡς ἐπεπροφήτευτο διαρρήδην γενήσεσθαι ὑπὸ τοῦ Χριστοῦ, γενόμενον ὑπ᾿ αὐτοῦ καὶ γνωσθέν, τὸν Χριστὸν ὄντα αὐτὸν φανερὸν ἐποίει. Καί, τούτων ἁπάντων γενομένων καὶ ἀπὸ τῶν γραφῶν ἀποδεικνυμένων, ὑμεῖς ἔτι σκληροκάρδιοί ἐστε.
「また、実際にある一頭の雌驢馬が、その子とともに、ベツファゲと呼ばれる村の入り口につながれていたのを、我々の主イエス・キリストがエルサレムに入ろうとしたとき、弟子たちに命じて自分のもとに引いてこさせ、それに乗ってエルサレムに入られた。それはキリストによってはっきりと起こると預言されていたことであり、それが彼によって実現し、知られたことは、彼こそキリストであることを明らかにした。しかも、これらすべてのことが起こり、聖書からも証明されているというのに、諸君はなおも心を頑なにしている。」
Προεφητεύθη δὲ ὑπὸ Ζαχαρίου, ἑνὸς τῶν δώδεκα, τοῦτο μέλλειν γίνεσθαι οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, ἀλάλαξον, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἥξει σοι δίκαιος καὶ σώζων αὐτὸς καὶ πραὺς καὶ πτωχός. ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.
「これが起こることは、十二人の預言者の一人、ゼカリヤによって、こう預言されていた。『大いに喜べ、シオンの娘よ、歓呼せよ、告げ知らせよ、エルサレムの娘よ。見よ、お前の王がお前のもとに来る。正しく、また救う方、柔和にして貧しい方、荷を負う獣、驢馬の子に乗って。』」
Τὸ δὲ καὶ ὄνον ὑποζύγιον ἤδη μετὰ τοῦ πώλου αὐτῆς ὀνομάζειν τὸ προφητικὸν πνεῦμα μετὰ τοῦ πατριάρχου Ἰακὼβ ἐν τῇ κτήσει αὐτὸν ἔχειν. ἀλλὰ καὶ αὐτὸν τοῖς μαθηταῖς αὐτοῦ, ὡς προέφην, ἀμφότερα τὰ ζῶα κελεῦσαι ἀγαγεῖν, προαγγελία ἦν καὶ τοῖς ἀπὸ τῆς συναγωγῆς ὑμῶν ἅμα τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύειν ἐπ᾿ αὐτὸν μέλλουσιν. Ὡς γὰρ τῶν ἀπὸ τῶν ἐθνῶν σύμβολον ἦν ὁ ἀσαγὴς πῶλος, οὕτως καὶ τῶν ἀπὸ τοῦ ὑμετέρου λαοῦ ἡ ὑποσαγὴς ὄνος· τὸν γὰρ διὰ τῶν προφητῶν νόμον ἐπικείμενον ἔχετε.
「そして、預言の霊が、族長ヤコブとともに、すでに、荷を負う獣である驢馬をその子とともに、彼の持ち物として名指していたこと、また、私が先に述べたように、彼自身が弟子たちに両方の獣を引いてくるよう命じたこと、これは、諸君の会堂に属する者たちが、諸国民に属する者たちとともに、彼を信じるようになるであろうことの予告でもあった。というのも、荷を負わせられたことのない子馬が諸国民に属する者たちのしるしであったように、荷を負う驢馬もまた諸君の民に属する者たちのしるしだったからである。実際、諸君は預言者たちを通して与えられた律法を、すでに身に負っているのだから。」
Ἀλλὰ καὶ διὰ τοῦ προφήτου Ζαχαρίου, ὅτι παταχθήσεται αὐτὸς οὗτος ὁ Χριστὸς καὶ διασκορπισθήσονται οἱ μαθηταὶ αὐτοῦ, προεφητεύθη· ὅπερ καὶ γέγονε. Μετὰ γὰρ τὸ σταυρωθῆναι αὐτὸν οἱ σὺν αὐτῷ ὄντες μαθηταὶ αὐτοῦ διεσκεδάσθησαν, μέχρις ὅτου ἀνέστη ἐκ νεκρῶν καὶ πέπεικεν αὐτοὺς ὅτι οὕτως προεπεφήτευτο περὶ αὐτοῦ παθεῖν αὐτόν· καὶ οὕτω πεισθέντες καὶ εἰς τὴν πᾶσαν οἰκουμένην ἐξελθόντες ταῦτα ἐδίδαξαν.
「さらに、預言者ゼカリヤによっても、このキリストご自身が打たれ、その弟子たちが散らされることが預言されていた。そしてそれはまさにそのとおりに起こった。というのも、彼が十字架につけられた後、ともにいた弟子たちは散り散りになったが、彼が死者の中から甦り、彼が苦しみを受けることはこのように預言されていたのだと彼らを説得するまでは、そうであった。そして彼らはこうして説得され、全世界に出て行って、これらのことを教えたのである。」
Ὅθεν καὶ ἡμεῖς βέβαιοι ἐν τῇ πίστει καὶ μαθητείᾳ αὐτοῦ ἐσμεν, ἐπειδὴ καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν κατὰ τὴν οἰκουμένην εἰς ὄνομα τοῦ ἐσταυρωμένου ἐκείνου ὁρωμένων καὶ γενομένων θεοσεβῶν τὴν πειθὼ ἔχομεν. Ἔστι δὲ τὰ λεχθέντα ὑπὸ τοῦ Ζαχαρίου ταῦτα· Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ᾿ ἄνδρα τοῦ λαοῦ μου, λέγει κύριος τῶν δυνάμεων· πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα αὐτοῦ.
「それゆえ我々もまた、彼への信仰と師弟の関係において確固としている。というのも、預言者たちからも、また、あの十字架につけられた方の名によって全世界にわたって敬神な者と見なされ、そう成った人々からも、我々は確信を得ているからである。ゼカリヤによって語られた言葉とは、これである。『剣よ、我が牧者に対して、我が民の男に対して立ち上がれ、万軍の主は言われる。牧者を打て、そうすればその羊は散らされるであろう。』」
Caput LIV
第LIV章Καὶ τὸ ὑπὸ Μωσέως δὲ ἀνιστορημένον καὶ ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ προπεφητευμένον, τὸ Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ (??)ν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. τὸ τῷ αἵματι αὐτοῦ ἀποπλύνειν μέλλειν τοὺς πιστεύοντας αὐτῷ. ἐδήλου. Στολὴν γὰρ αὐτοῦ ἐκάλεσε τὸ ἅγιον πνεῦμα τοὺς δι᾿ αὐτοῦ ἄφεσιν ἁμαρτιῶν λαβόντας, ἐν οἷς ἀεὶ δυνάμει μὲν πάρεστι. καὶ ἐναργῶς δὲ παρέσται ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.
「そしてモーセによって記され、族長ヤコブによって預言されていたこと、『彼はその衣をぶどう酒で洗い、その上着をぶどうの血で洗うであろう』は、彼を信じる者たちを、彼自身の血によって洗い清めることになるということを示していた。というのも、聖なる霊は、彼を通して罪の赦しを受けた者たちを『彼の衣』と呼んだのであり、彼はその者たちのうちに、常に力においては現在しており、彼の第二の来臨においては、明らかな仕方で現在するであろうからである。」
Τὸ δὲ αἷμα τῆς σταφυλῆς εἰπεῖν τὸν λόγον, διὰ τῆς τέχνης δεδήλωκεν ὅτι αἷμα μὲν ἔχει ὁ Χριστός, ἀλλ᾿ οὐκ ἐξ ἀνθρώπου σπέρματος, ἀλλ᾿ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως. Ὃν γὰρ τρόπον τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος ἐγέννησεν ἀλλὰ θεός, οὕτως καὶ τὸ τοῦ Χριστοῦ αἷμα οὐκ ἐξ ἄνθρωπείου γένους ἔσεσθαι. ἀλλ᾿ ἐκ θεοῦ δυνάμεως προεμήνυσεν. Ἡ δὲ προφητεία αὕτη, ὦ ἄνδρες, ἣν ἔλεγον, ἀποδεικνύει ὅτι οὐκ ἔστιν ὁ Χριστὸς ἄνθρωπος ἐξ ἀνθρώπων, κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων γεννηθείς.
「そして、ロゴスが『ぶどうの血』と言ったことは、その巧みな言い回しによって、キリストが血を持つとはいえ、それが人間の種からではなく、神の力から出たものであることを示していた。というのも、ぶどうの木の血を生んだのは人間ではなく神であるように、キリストの血もまた人間の種族からではなく、神の力から出るであろうことを、あらかじめ告げていたからである。諸君よ、私が語ってきたこの預言は、キリストが、人間一般の生まれ方に従って、人間から生まれた人間ではないことを証明している。」
Caput LV
第LV章Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Μεμνησόμεθα καὶ ταύτης τῆς ἐξηγήσεώς σου, ἐὰν καὶ δι᾿ ἄλλων κρατύνῃς καὶ τοῦτο τὸ ἀπόρημα. Τανῦν δὲ ἤδη ἀναλαβὼν τὸν λόγον ἀπόδειξον ἡμῖν ὅτι ἕτερος θεὸς παρὰ τὸν ποιητὴν τῶν ὅλων ὑπὸ τοῦ προφητικοῦ πνεύματος ὡμολόγηται εἶναι. φυλαξάμενος λέγειν τὸν ἥλιον καὶ τὴν σελήνην, ἃ γέγραπται τοῖς ἔθνεσι συγκεχωρηκέναι τὸν θεὸν ὡς θεοὺς προσκυνεῖν· καὶ τούτῳ τῷ λόγῳ ὡς παραχρώμενοι προφῆται πολλάκις λέγουσιν ὅτι Ὁ θεός σου θεὸς τῶν θεῶν ἐστι καὶ κύριος τῶν κυρίων, προστιθέντες ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερὸς πολλάκις.
トリュフォンは答えた。「お前がこの難点についても、他の論拠によってこの説明を裏づけるならば、我々はこれをも記憶にとどめておこう。だが今はもう、話を取り上げ直して、万物の造り主のほかにもう一人の神が存在することが預言の霊によって認められていることを我々に証明せよ。ただし、太陽と月を持ち出すことは避けよ。それらについては、神が諸国民に神々として拝むことを許したと書かれている。そして預言者たちも、この言い方を借用するかのように、しばしば『お前の神は神々の神、主たちの主である』と言い、さらに『大いなる、力強い、恐るべき方』としばしば付け加えている。」
Οὐ γὰρ ὡς ὄντων θεῶν ταῦτα λέγεται, ἀλλ᾿ ὡς τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι τῶν νομιζομένων θεῶν καὶ κυρίων ὁ τῷ ὄντι θεός, ὁ τὰ πάντα ποιήσας, κύριος μόνος ἐστίν. Ἵνα γὰρ καὶ τοῦτο ἐλέγξῃ τὸ ἅγιον πνεῦμα, διὰ τοῦ ἁγίου Δαυῒδ εἷπεν· Οἱ θεοὶ τῶν ἐθνῶν, νομιζόμενοι θεοί, εἴδωλα δαιμονίων εἰσίν, ἀλλ᾿ οὐ θεοί. Καὶ ἐπάγει κατάραν τοῖς ποιοῦσιν αὐτὰ καὶ προσκυνοῦσι.
「なぜなら、これらのことは、他に神々が実在するかのように言われているのではなく、むしろ、言葉が我々に教えているのは、神々とか主たちとか思われているものの中で、真実に神であり、万物を造られた方こそが唯一の主であるということだからである。実際、聖なる霊はこのことをも明らかにするために、聖なるダビデを通してこう言った。『諸国民の神々は、神と思われてはいるが、悪霊どもの偶像であって、神々ではない。』そして、これを作り拝む者たちに呪いを加えている。」
Κἀγώ· Οὐ ταύτας μὲν τὰς ἀποδείξεις ἔμελλον φέρειν, εἶπον, ὦ Τρύφων, δι᾿ ὧν καταδικάζεσθαι τοὺς ταῦτα καὶ τὰ τοιαῦτα προσκυνοῦντας ἐπίσταμαι, ἀλλὰ τοιαύτας πρὸς ἅς ἀντειπεῖν μὲν οὐδεὶς δυνήσεται. Ξέναι δέ σοι δόξουσιν εἶναι, καίπερ καθ᾿ ἡμέραν ἀναγινωσκόμεναι ὑφ᾿ ὑμῶν, ὡς καὶ ἐκ τούτου συνεῖναι ὑμᾶς ὅτι διὰ τὴν ὑμετέραν κακίαν ἀπέκρυψεν ὁ θεὸς ἀφ᾿ ὑμῶν τὸ δύνασθαι νοεῖν τὴν σοφίαν τὴν ἐν τοῖς λόγοις αὐτοῦ, πλήν τινων, οἷς κατὰ χάριν τῆς πολυσπλαγχνίας αὐτοῦ, ὡς ἔφη Ἡσαΐας, ἐγκατέλιπε σπέρμα εἰς σωτηρίαν, ἵνα μὴ ὡς Σοδομιτῶν καὶ Γομορραίων τέλεον καὶ τὸ ὑμέτερον γένος ἀπόληται. Προσέχετε τοιγαροῦν οἶσπερ μέλλω ἀναμιμνήσκειν ἀπὸ τῶν ἁγίων γραφῶν, οὐδὲ ἐξηγηθῆναι δεομένων ἀλλὰ μόνον ἀκουσθῆναι.
私は言った。「トリュフォンよ、私が持ち出そうとしていたのは、これらのものやこれに類するものを拝む者たちが断罪されると私が知っている、そのような証明ではなく、誰も反論できないような証明である。それはお前には見慣れないものに思われるであろうが、諸君によって日々読まれているものなのだ。このことからも、諸君の悪ゆえに、神が諸君から、その言葉のうちにある知恵を理解する力を隠されたのだと、諸君は理解するのである。ただし、イザヤが述べたように、神がその豊かな憐れみの恵みによって救いのために種を残された、一部の者たちを除いてのことである。それは、諸君の族全体がソドムやゴモラの民のように完全に滅びることのないようにである。それゆえ、私が聖なる書から想起させようとしていることに注意を払え。それらは説明を必要とせず、ただ聞かれさえすればよいものである。」
Caput LVI
第LVI章Μωσῆς οὖν, ὁ μακάριος καὶ πιστὸς θεράπων θεοῦ, μηνύων ὅτι ὁ ὀφθεὶς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ θεὸς σὺν τοῖς ἅμα αὐτῷ ἐπὶ τὴν Σοδόμων κρίσιν πεμφθεῖσι δύο ἀγγέλοις ὑπὸ ἄλλου, τοῦ ἐν τοῖς ὑπερουρανίοις ἀεὶ μένοντος καὶ οὐδενὶ ὀφθέντος ἢ ὁμιλήσαντος δι᾿ ἑαυτοῦ ποτε, ὃν ποιητὴν τῶν ὅλων καὶ πατέρα νοοῦμεν.
モーセは、幸いなる、神への忠実な僕として、こう示している——マムレの樫の木のもとでアブラハムに現れたその神は、ソドムの裁きのために遣わされた二人の使いとともに、もう一人の方によって遣わされたのであり、その方こそ、常に天の彼方に留まり、みずから誰にも現れたことも語りかけたこともない方、すなわち我々が万物の造り主にして父と考えるその方である、と。
Οὕτω γάρ φησιν· Ὤφθη δὲ αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῇ θύρᾳ τῆς σκηνῆς μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες ε(??)τήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ὤρθρισε δὲ Ἀβραὰμ τὸ πρωῒ εἰς τόν τόπον οὖ εἰστήκει ἔναντι κυρίου, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου. Καὶ παυσάμενος λοιπὸν τοὺ λέγειν, ἐπυθόμην αὐτῶν εἰ ἐνενοήκεισαν τὰ εἰρημένα.
「なぜなら、こう言われているからである。『神はマムレの樫の木のもとで彼に現れた、彼が真昼に天幕の入り口に座っていたときに。彼が目を上げて見ると、見よ、三人の人が彼の上に立っていた。彼はこれを見ると、天幕の入り口から彼らを出迎えに走り寄り、地にひれ伏して言った』——以下同様に続き、次のところまで。『アブラハムは朝早く起き、主の前に立っていた場所へ行き、ソドムとゴモラの方、そしてその周辺の地の方を見渡した。すると見よ、地から炎が、かまどの煙のように立ち上っていた。』」そして語り終えて、私は彼らに、語られたことを理解したかどうか尋ねた。
Οἱ δὲ ἔφασαν νενοηκέναι μέν, μηδὲν δὲ ἔχειν εἰς ἀπόδειξιν τοὺς λελεγμένους λόγους ὅτι θεὸς ἢ κύριος ἄλλος τίς ἐστιν ἢ λέλεκται ὑπὸ τοῦ ἁγίου πνεύματος παρὰ τὸν ποιητὴν τῶν ὅλων.
彼らは、理解はしたが、語られたこれらの言葉には、万物の造り主のほかにもう一人、神あるいは主なる者がいる、あるいは聖なる霊によってそう語られている、ということを証明するものは何もないと言った。
Κἀγὼ πάλιν· Ἃ λέγω πειράσομαι ὑμᾶς πεῖσαι, νοήσαντας τὰς γραφάς, ὅτι ἐστὶ καὶ λέγεται θεὸς καὶ κύριος ἕτερος ὑπὸ τὸν ποιητὴν τῶν ὅλων, ὃς καὶ ἄγγελος καλεῖται, διὰ τὸ ἀγγέλλειν τοῖς ἀνθρώποις ὅσαπερ βούλεται αὐτοῖς ἀγγεῖλαι ὁ τῶν ὅλων ποιητής, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστι. Καὶ ἀνιστορῶν πάλιν τὰ προλεχθέντα ἐπυθόμην τοῦ Τρύφωνος· Δοκεῖ σοι ὀφθῆναι ὑπὸ τὴν δρῦν τὴν Μαμβρῆ ὁ θεὸς τῷ Ἀβραάμ, ὡς ὁ λόγος λέγει; Κἀκεῖνος· Μάλιστα.
そこで私はまた言った。「私が語ることを、聖書を理解したうえで諸君に納得してもらおうと試みよう。すなわち、万物の造り主の下にもう一人の神また主がおり、そう呼ばれてもいることを。この方は御使いとも呼ばれる。それは、万物の造り主が人間に告げようと望むすべてのことを、人間に告げ知らせるからである。この方の上にはもはやほかの神は存在しない。」そして先に語られたことをふたたび取り上げて、私はトリュフォンに尋ねた。「お前には、聖書の言葉が言うとおり、マムレの樫の木のもとで神がアブラハムに現れたと思われるか。」するとかれは言った。「たしかに。」
Καὶ εἷς, ἔφην, ἐκείνων ἦν τῶν τριῶν, οὓς ἄνδρας ἑωρᾶσθαι τῷ Ἀβραὰμ τὸ ἅγιον προφητικὸν πνεῦμα λέγει; Κἀκεῖνος· Οὔ· ἀλλὰ ὦπτο μὲν αὐτῷ ὁ θεὸς πρὸ τῆς τῶν τριῶν ὀπτασίας· εἶτα οἱ τρεῖς ἐκεῖνοι, οὓς ἄνδρας ὁ λόγος ὀνομάζει, ἄγγελοι ἦσαν, δύο μὲν αὐτῶν πεμφθέντες ἐπὶ τὴν Σοδόμων ἀπώλειαν, εἷς δὲ εὐαγγελιζόμενος τῇ Σάρρᾳ ὅτι τέκνον ἔξει, ἐφ᾿ ᾧ ἐπέπεμπτο, καὶ ἀπαρτίσας ἀπήλλακτο.
「そして」と私は言った、「その方は、聖なる預言の霊がアブラハムに見えたと語る三人のうちの一人であったのか。」するとかれは言った。「いや。むしろ、神は三人が現れる幻の前にすでに彼に見えていたのであり、その後、聖書の言葉が人と呼ぶあの三人が使いであった。そのうちの二人はソドムの滅びのために遣わされ、一人はサラに子を授かることを告げるために遣わされ、その使命を果たし終えて去った。」
Πῶς οὖν, εἶπον, ὁ εἷς τῶν τριῶν γενόμενος ἐν τῇ σκηνῇ, ὁ καὶ εἰπών· Εἰς ὥρας ἀνακάμψω πρός σε, καὶ τῇ Σάρρᾳ υἱὸς γενήσεται, φαίνεται ἐπανελθὼν γενομένου τῇ Σάρρᾳ υἱοῦ, καὶ θεὸν αὐτὸν ὄντα ὁ προφητικὸς λόγος κἀκεῖ σημαίνει; Ἵνα δὲ φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε τῶν ὑπὸ Μωσέως διαρρήδην εἰρημένων.
私は言った。「では、天幕の中にいた三人のうちの一人であり、『時が来れば私はお前のもとに戻り、サラに子が生まれるであろう』と言ったその方が、サラに子が生まれたのちに、戻って来たように現れ、そこでも預言の言葉が彼を神であると示しているのはどういうわけか。私が言っていることを諸君に明らかにするために、モーセによってはっきりと語られたことを聞くがよい。」
Ἔστι δὲ ταῦτα· Ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἄγαρ, τῆς παιδίσκης τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραάμ., παίζοντα μετὰ Ἰσαάκ, τοῦ υἱοῦ αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
「それはこうである。『サラは、アブラハムがもうけたエジプト人の女奴隷ハガルの子が、自分の子イサクと戯れているのを見て、アブラハムに言った、この女奴隷とその子を追い出してください、この女奴隷の子が私の子イサクとともに相続することがあってはなりませんと。この言葉はアブラハムには、その子のことで、はなはだ厳しいものと思われた。すると神はアブラハムに言われた、その子供と女奴隷のことで、お前にとって厳しいものとしてはならない。サラがお前に言うことはすべて、その声に聞き従え。イサクにおいてお前の子孫と呼ばれる者があるのだから。』」
Νενοήκατε οὖν ὅτι ὁ εἰπὼν τότε ὑπὸ τὴν δρῦν ἐπαναστρέψαι, ὡς προηπίστατο ἀναγκαῖον εἶναι τῷ Ἀβραὰμ συμβουλεῦσαι ἅπερ ἐβούλετο αὐτὸν Σάρρα, ἐπανελήλυθεν, ὡς γέγραπται, καὶ θεός ἐστιν, ὡς οἱ λόγοι σημαίνουσιν οὕτως εἰρημένοι· Εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης; ἐπυνθανόμην.
「諸君は理解したか。あの樫の木のもとで戻って来ると言った方が、サラがアブラハムに望んでいたことを彼に勧める必要があると、あらかじめ知っていたとおりに、書かれているとおり戻って来たこと、そして、『神はアブラハムに言われた、その子供と女奴隷のことで、お前にとって厳しいものとしてはならない』とこう語られている言葉が示すとおり、彼が神であるということを。」と私は尋ねた。
Καὶ ὁ Τρύφων ἔφη· Μάλιστα· οὐκ ἐκ τούτου δὲ ἀπέδειξας ὅτι ἄλλος ἐστὶν ὁ θεὸς παρὰ τοῦτον τὸν ὀφθέντα τῷ Ἀβραάμ., ὅς καὶ τοῖς ἄλλοις πατριάρχαις καὶ προφήταις ὦπτο, ἀλλ᾿ ἡμᾶς ἀπέδειξας οὐκ ὀρθῶς νενοηκότας ὅτι οἱ τρεῖς, οἱ ἐν τῇ σκηνῇ παρὰ τῷ Ἀβαὰμ γενόμενοι, ὅλοι ἄγγελοι ἦσαν.
トリュフォンは言った。「たしかに。だが、お前はそれによって、アブラハムに現れたこの方——他の族長や預言者たちにも現れた方——のほかにもう一人の神がいることを証明したのではなく、天幕でアブラハムのもとに現れた三人が、皆使いであったと我々が正しくなく考えていたことを証明したにすぎない。」
Καὶ πάλιν ἐγώ· Εἰ οὖν καὶ ἀπὸ τῶν γραφῶν μὴ εἶχον ἀποδεῖξαι ὑμῖν ὅτι εἶς τῶν τριῶν ἐκείνων καὶ ὁ θεός ἐστι καὶ ἄγγελος καλεῖται, ἐκ τοῦ ἀγγέλλειν, ὡς προέφην, οἷσπερ βούλεται τὰ παρ᾿ αὐτοῦ ὁ τῶν ὅλων ποιητὴς θεός, τὸν ἐπὶ τῆς γῆς ἐν ἰδέᾳ ἀνδρὸς ὁμοίως τοῖς σὺν αὐτῷ παραγενομένοις δυσὶν ἀγγέλοις φαινόμενον τῷ Ἀβραάμ., τοῦτου τὸν καὶ πρὸ ποιήσεως κόσμου ὄντα θεόν, τοῦτον νοεῖν ὑμᾶς εὔλογον ἦν, ὅπερ τὸ πᾶν ἔθνος ὑμῶν νοεῖ. Καὶ πάνυ, ἔφη· οὕτως γὰρ καὶ μέχρι τοῦ δεῦρο εἴχομεν.
そこで私はまた言った。「たとえ聖書からも、その三人のうちの一人が神であり、かつ、私が先に述べたように、万物の造り主なる神が望むことをその方が人々に告げ知らせるがゆえに御使いと呼ばれることを、諸君に証明できなかったとしても、地上において人の姿で、ともにいた二人の使いと同じように、アブラハムに現れたその方を、世界の創造以前から存在していたその神であると諸君が考えるのは理にかなっていたはずである。それは諸君の族全体が考えていることでもある。」するとかれは言った。「まさにそのとおりだ。我々も今までそう考えていたのだから。」
Κἀγώ πάλιν εἶπον· Ἐπὶ τὰς γραφάς ἐπανελθὼν πειράσομαι πεῖσαι ὑμᾶς ὅτι οὗτος ὅ τε τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ ὦφθαι λεγόμενος καὶ γεγραμμένος θεὸς ἒτερός ἐστι τοῦ τὰ πάντα ποιήσαντος θεοῦ, ἀριθμῷ λέγω ἀλλὰ οὐ γνώμῃ· οὐδὲν γὰρ φημι αὐτὸν πεπραχέναι ποτὲ ἢ ὡμιληκέναι ἢ ἅπερ αὐτὸν ὁ τὸν κόσμον πονήσας, ὑπὲρ ὅν ἄλλος οὐκ ἔστι θεός, βεβούληται καὶ πρᾶξαι καὶ ὁμιλῆσαι.
私はまた言った。「聖書に立ち返って、アブラハムとヤコブとモーセに現れたと言われ、そう書かれているこの神が、万物を造られた神とはもう一人の別の神であることを、諸君に説得しようと思う。数において別であると言うのであって、思いにおいて別だとは言わない。というのも、この方が、世界を造り、その上にはほかの神が存在しないその方の望んだこと以外の何かを、これまでに行ったり語ったりしたことは決してないと、私は言っているのだから。」
Καὶ ὁ Τρύφων· Ὅτι οὖν καὶ ἔστιν ἀπόδειξον ἤδη, ἵνα καὶ τούτῳ συνθώμεθα· οὐ γὰρ παρὰ γνώμην τοῦ ποιητοῦ τῶν ὅλων φάσκειν τι ἢ πεποιηκέναι αὐτὸν ἢ λελαληκέναι λέγειν σε ὑπολαμβάνομεν. Κἀγὼ εἶπον· Ἡ γραφὴ οὖν ἡ προλελεγμένη παρ᾿ ἐμοῦ τοῦτο φανερὸν ὑμῖν ποιήσει. Ἔστι δὲ ταῦτα· Ο ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ ὁ κύριος ἔβρεξεν ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον.
トリュフォンは言った。「では、この方が実際に存在することを、いま証明せよ。それに我々も同意できるように。というのも、お前が、万物の造り主の思いに反して、その方が何かを語ったり行ったりしたと言っているとは、我々も受け取っていないからだ。」私は言った。「では、先に私が述べた聖書が、これを諸君に明らかにするだろう。それはこうである。『太陽は地上に昇り、ロトはツォアルに入った。そして主は、天から、主のもとから、硫黄と火をソドムに降らせ、これらの町とその周辺の全地を滅ぼされた。』」
Καὶ ὁ τέταρτος τῶν σὺν Τρύφωνι παραμεινάντων ἔφη· Ὅν οὖν ὁ λόγος διὰ Μωσέως τῶν δύο ἀγγέλων κατελθόντων εἰς Σόδομα καὶ κόριον ἔνα ὠνόμασε, παρὰ τοῦτον καὶ τὸν θεὸν αὐτὸν τὸν ὀφθέντα τῷ Ἀβραὰμ λέγειν ἀνάγκη.
すると、トリュフォンとともにとどまっていた者たちのうち四番目の者が言った。「では、聖書の言葉がモーセを通して、ソドムに下った二人の使いのうちの一人を主と名指したその方は、アブラハムに現れたあの神とは別に存在すると言わねばならない。」
Οὐ διὰ τοῦτο, ἔφην, μόνον, ὅπερ ἦν, ἐκ παντὸς τρόπου ὁμολογεῖν ἔδει ὅτι καὶ παρὰ τὸν νοούμενον ποιητὴν τῶν ὅλων ἄλλος τις κυριολογεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος· οὐ μόνον δὲ διὰ Μωσέως, ἀλλὰ καὶ διὰ Δαυΐδ. Καὶ γὰρ καὶ δι᾿ ἐκείνου εἴρηται· Λέγει ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ὡς προείρηκα. Καὶ πάλιν ἐν ἄλλοις λόγοις· Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
私は言った。「それだけの理由ではない。それは事実そうであったが、そもそも万物の造り主として考えられている方のほかに、別の何者かが聖なる霊によって主と呼ばれていることを、あらゆる仕方で認めねばならなかったのだ。しかもそれは、モーセを通してだけではなく、ダビデを通してもそうである。実際、彼を通してもこう語られている。『主は我が主に言われた、私がお前の敵をお前の足台とするまで、我が右に座せと』——これは先に述べたとおりである。また別の言葉ではこうも言う。『お前の座は、神よ、世々限りなく続く。まっすぐな杖はお前の王国の杖である。お前は正義を愛し、不法を憎んだ。それゆえ、神よ、お前の神は、お前の仲間にまさって、喜びの油をお前に注いだ。』」
Εἰ οὖν καὶ ἄλλον τινὰ θεολογεῖν καὶ κυριολογεῖν τὸ πνεῦμα τὸ ἄγιόν φατε ὑμεῖς παρὰ τὸν πατέρα τῶν ὅλων καὶ τὸν Χριστὸν αὐτοῦ, ἀποκρίνασθέ μοι, ἐμοῦ ἀποδεῖξαι ὑμῖν ὑπισχνουμένου ἀπ᾿ αὐτῶν τῶν γραφῶν ὅτι οὐχ εἶς τῶν δύο ἀγγέλων τῶν κατελθόντων εἰς Σόδομά ἐστιν ὅν ἔφ η ἡ γραφὴ κύριον, ἀλλ᾿ ἐκεῖνον τὸν σὺν αὐτοῖς καὶ θεὸν λεγόμενον ὀφθέντα τῷ Ἀβραάμ.
「したがって、もし諸君が、聖なる霊は、万物の父とそのキリストのほかに、さらに別の者を神また主として語っていると言うのであれば、私に答えよ。私は、聖書そのものから諸君に証明することを約束する。すなわち、聖書が主と呼んでいるのは、ソドムに下った二人の使いのうちの一人ではなく、彼らとともにいた、アブラハムに現れたと言われるあの神であるということを。」
Καὶ ὁ Τρύφων· Ἀποδείκνυε· καὶ γάρ. ὡς ὁρᾷς, ἣ τε ἡμέρα προκόπτει, καὶ ἡμεῖς πρὸς τὰς οὕτως ἐπικινδύνους ἀποκρίσεις οὐκ ἐσμὲν ἕτοιμοι, ἐπειδὴ οὐδενὸς οὐδέποτε ταῦτα ἐρευνῶντος ἢ ζητοῦντος ἢ ἀποδεικνύντος ἀκηκόαμεν. Καὶ σοῦ λέγοντος οὐκ ἠνειχόμεθα, εἰ μὴ πάντα ἐπὶ τὰς γραφάς ἀνῆγες· ἐξ αὐτῶν γὰρ τὰς ἀποδείξεις ποιεῖσθαι σπουδάζεις, καὶ μηδένα ὑπὲρ τὸν ποιητὴν τῶν ὅλων εἶναι θεὸν ἀποφαίνῃ.
トリュフォンは言った。「証明せよ。実際、見てのとおり、日はもう進んでいるが、我々はこのように危うい問いへの答えを用意してはいない。というのも、これらのことを探求したり、問い求めたり、証明したりする者に、我々はこれまで誰からも聞いたことがなかったからだ。もしお前がすべてを聖書に基づかせていなかったなら、我々はお前の言うことを我慢して聞いてはいなかっただろう。というのも、お前はそれ〔聖書〕自体から証明を行おうと努めており、万物の造り主の上にはいかなる神も存在しないと明言しているからだ。」
Κἀγώ· Ἐπίστασθε οὖν, ἔφην, ὅτι ἡ γραφὴ λέγει· Καὶ εἶπε κύριος πρὸς Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέφω πρός σε εἰς ὥρας, καὶ τῇ Σάρρᾳ υἱὸς ἔσται. Καὶ μετὰ μικρόν· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν, συμπροπέμπων αὐτούς. Ὁ δὲ κύριος εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ.
私は言った。「では、諸君は知っているだろう、聖書がこう言っていることを。『主はアブラハムに言われた、なぜサラは、私は本当に子を産むのだろうか、私はもう年老いているのにと言って笑ったのか。神にとって不可能なことがあろうか。この時期に、時が来れば私はお前のもとに帰り、サラに子が生まれるであろう。』そして少し後にはこう言う。『そこから立ち上がって、その人たちはソドムとゴモラの方を見下ろした。アブラハムは彼らとともに歩み、これを見送った。すると主は言われた、私は、我が僕アブラハムに、私が行うことを隠すことは決してしない。』」
Καὶ μετ᾿ ὀλίγον πάλιν οὕτως φησίν· Εἶπε κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἴνα γνῶ. Καὶ ἀποστρέψαντες οἱ ἄνδρες ἐκεῖθεν ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι κυρίου, καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; καὶ τὰ ἐξῆς· οὐ γὰρ γράφειν πάλιν τὰ αὐτά, τῶν πάντων προγεγραμμένων, δοκεῖ μοι, ἀλλ᾿ ἐκεῖνα, δι᾿ ὧν καὶ τὴν ἀπόδειξιν τῷ Τρύφωνι καὶ τοῖς σὺν αὐτῷ πεποίημαι, λέγειν ἀναγκαῖον.
「そして少し後にまたこう言う。『主は言われた、ソドムとゴモラの叫びは大きくなり、その罪ははなはだ大きい。それゆえ私は下って行って、私のもとに届いたその叫びどおりに事が行われているかどうかを見よう。もしそうでなければ、それを知るために。そしてその人たちはそこから離れてソドムに行った。アブラハムは主の前に立ったままであり、アブラハムは近づいて言った、正しい者を不敬虔な者とともに滅ぼされることがありましょうかと。』」——以下同様である。すべてがすでに書かれているのだから、同じ言葉を再び書き記すのは適当ではないと私には思われる。むしろ、トリュフォンとその同行者たちに証明を行ったその部分だけを述べるのが必要である。
Τότε οὖν ἦλθον ἐπὶ τὰ ἐξῆς, ἐν οἷς λέλεκται ταῦτα· Ἀπῆλθε δὲ κύριος, ὡς ἐπαύσατο λέγων τῷ Ἀβραάμ, καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἐσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων· καὶ τὰ ἑξῆς ὁμοίως μέχρι τοῦ· Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐπίασαν τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου προσέκλεισαν· καὶ τὰ ἑπόμενα μέχρι τοῦ· Καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ. ἐν τῷ φείσασθαι κύριον αὐτοῦ.
そこで私は続きの部分に進んだ。そこにはこう語られている。『主は、アブラハムに語り終えると去って行き、自分の場所へ去られた。二人の使いは夕方ソドムに着いた。ロトはソドムの門のそばに座っていた』——以下同様に続き、『その人たちは手を伸ばし、ロトを自分たちのところ、家の中に引き入れ、家の戸を閉じた』というところまで、さらにその続きが『使いたちは彼の手と、その妻の手と、その娘たちの手を取った、主が彼を惜しまれたからである』というところまで。
Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε, σῶζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος σώζου, μήποτε συμπαραληφθῇς. Εἶπε δὲ Δὼτ πρὸς αὐτούς· Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὅ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δύναμαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.
『そして、彼らを外に連れ出したとき、こう言った、お前自身の命を救え、救えと。後ろを振り返るな、この周辺のどこにも立ち止まるな。山に逃げて救われよ、ともに巻き込まれることのないように。すると、ロトは彼らに言った、主よ、お願いします、あなたの僕はあなたの前に憐れみを見出し、あなたは私に対して行われるその正義を大いなるものとされました、私の命を生かしてくださるために。しかし私は山まで逃げ延びることはできません、災いが私に追いつき、私が死ぬことになるといけませんから。』
Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν ἐστιν ἐκεῖ μικρά· ἐκεῖ σωθήσομαι, ὡς μικρά ἐστι, καὶ ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἦς ἐλάλησας. Σπεῦσον τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Σηγώρ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ ὁ κύριος ἔβρεξεν εἰς Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον.
『見よ、この町は逃げ込むのに近く、小さいものです。そこで私は救われましょう、それが小さいものであるゆえに。そして私の命は生きながらえるでしょう。』すると、彼に言われた。『見よ、私はお前の顔を認め、お前が語ったこの言葉のゆえに、その町を滅ぼさないことにしよう。急いでそこに逃れよ。お前がそこに入るまで、私は何も行うことができないのだから。』それゆえ、その町の名はツォアルと呼ばれた。『太陽は地上に昇り、ロトはツォアルに入った。そして主は、天から、主のもとから、硫黄と火をソドムとゴモラに降らせ、これらの町とその周辺の全地を滅ぼされた。』
Καὶ πάλιν παυσάμενος ἐπέφερον· Καὶ νῦν οὐ νενοήκατε, φίλοι, ὅτι ὁ εἶς τῶν τριῶν, ὁ καὶ θεὸς καὶ κύριος τῷ ἐν τοῖς οὐρανοῖς ὑπηρετῶν, κύριος τῶν δύο ἀγγέλων; Προσελθόντων γὰρ αὐτῶν εἰς Σόδομα, αὐτὸς ὑπολειφθεὶς προσωμίλει τῷ Ἀβραὰ μ τὰ ἀναγεγραμμένα ὑπὸ Μωσέως· οὗ καὶ αὐτοῦ ἀπελθόντος μετὰ τὰς ὁμιλίας, ὁ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
そしてふたたび語り終えると、私は続けて言った。「そして今、友らよ、諸君は理解していないのか。三人のうちの一人、すなわち神であり主でありながら、天におられる方に仕える者が、二人の使いの主であるということを。彼らがソドムに近づいたとき、この方は後に残って、モーセが記したとおりのことをアブラハムと語り合っていた。そして語り合いを終えて彼が去ると、アブラハムは自分の場所へ戻った。」
Οὗ ἐλθόντος, οὐκέτι δύο ἄγγελοι ὁμιλοῦσι τῷ Λὼτ ἀλλ᾿ αὐτός, ὡς ὁ λόγος δηλοῖ, καὶ κύριός ἐστι, παρὰ κυρίου τοῦ ἐν τῷ οὐρανῷ τουτέστι τοῦ ποιητοῦ τῶν ὅλων, λαβὼν τὸ ταῦτα ἐπενεγκεῖν Σοδόμοις καὶ Γομόρροις ἅπερ ὁ λόγος καταριθμεῖ, οὕτως εἰπών· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ.
「その方が着いたとき、もはや二人の使いがロトと語り合うのではなく、聖書の言葉が示すとおり、この方自身が——主であり、天におられる主、すなわち万物の造り主のもとから、ソドムとゴモラにこれらのことをもたらす任を受けた方が——語ったのである、聖書の言葉が数え上げているとおりに。『主は、天から、主のもとから、硫黄と火をソドムとゴモラに降らせた』と。」
Caput LVII
第LVII章Καὶ ὁ Τρύφων σιγήσαντός μου εἶπεν· Ὅτι μὲν ἡ φραφὴ τοῦτο ἀναγκάζει ὁμολογεῖν ἡμᾶς, φαίνεται, ὅτι δὲ ἀπορῆσαι ἄξιόν ἐστι περὶ τοῦ λεγομένου, ὅτι ἔφαγε τὰ ὑπὸ τοῦ Ἀβραὰμ κατασκευασθέντα καὶ παρατεθέντα, καὶ σὺ ἂν ὁμολογήσειας.
私が黙ると、トリュフォンが言った。「聖書がこれを我々に認めるよう強いていることは明らかだが、アブラハムによって用意され供された物を食べたと言われていることについては、疑うに値することがあると、お前も認めるだろう。」
Κἀγὼ ἀπεκρινάμην· Ὅτι μὲν βεβρώκασι, γέγραπται· εἰ δὲ τοὺς τρεῖς ἀκούσαιμεν λελέχθαι βεβρωκέναι, καὶ μὴ τοὺς δύο μόνους, οἵτινες ἄγγελοι τῷ ὄντι ἦσαν καὶ ἐν τοῖς οὐρανοῖς, δῆλόν ἐστιν ἡμῖν, τρεφόμενοι, κἂν μὴ ὁμοίαν τροφὴν ᾗπερ οἱ ἄνθρωποι χρώμεθα τρέφονται (περὶ γὰρ τῆς τροφῆς τοῦ μάννα, ἣν ἐτράφησαν οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ, ἡ γραφὴ οὕτω λέγει, ὅτι ἄρτον ἀγγέλων ἔφαγον ), εἴποιμ᾿ ἂν ὅτι ὁ λόγος, ὁ λέγων βεβρωκέναι, οὕτως ἂν λέγοι ὡς ἂν καὶ αὐτοὶ εἴποιμεν ἐπὶ πυρὸς ὅτι πάντα κατέφαγεν, ἀλλὰ μὴ πάντως τοῦτο ἐξακούειν ὅτι ὀδοῦσι καὶ γνάθοις μασώμενοι βεβρώκασιν. Ὥστε οὐδὲ ἐνταῦθα ἀπορήσαιμεν ἂν περὶ οὐδενός, εἰ τροπολογίας ἔμπειροι κἂν μικρὸν ὑπάρχωμεν.
私は答えた。「彼らが食べたということは、書かれている。だが、もし三人が食べたと語られているのを我々が聞くのであって、二人だけではないとするならば——その二人は実際に使いであり、天において養われている者たちであることは我々に明らかであるが、たとえ我々人間が用いるのと同じ食物によって養われているのでないにせよ(というのも、諸君の父祖たちが荒れ野で養われたマンナという食物について、聖書はこう言っている、彼らは使いのパンを食べたと)——私はこう言おう、聖書の言葉が食べたと語るとき、それは、我々自身が火について、すべてを食い尽くしたと言うのと同じように語っているのであって、必ずしも歯と顎で噛んで食べたのだと理解すべきではない、と。したがって、我々がわずかでも比喩的な解釈に通じているならば、ここでも何も困ることはないだろう。」
Καὶ ὁ Τρύφων· Δυνατὸν καὶ ταῦτα οὕτω θεραπευθῆναι περὶ τρόπου βρώσεως, παρ᾿ ὃν ἀναλώσαντας τὰ παρασκευασθέντα ὑπὸ τοῦ Ἀβραὰμ βεβρωκέναι γεγραμμένον ἐστίν. Ὥστε ἔρχου ἤδη ἀποδώσων ἡμῖν τὸν λόγον, πῶς οὗτος ὁ τῷ Ἀβραὰμ ὀφθεὶς θεὸς, καὶ ὑπηρέτης ὢν τοῦ ποιητοῦ τῶν ὅλων θεοῦ, διὰ τῆς παρθένου γεννηθείς, ἄνθρωπος ὁμοιοπαθὴς πᾶσιν, ὡς προέφης, γέγονεν.
トリュフォンは言った。「食べ方についても、それがこのように解決できるのはあり得ることだ——アブラハムによって用意された物を、それを消費し尽くして食べたと書かれているその仕方について。それゆえ、もう先に進んで、この、アブラハムに現れた神が、万物の造り主なる神の僕でありながら、いかにして処女によって生まれ、お前が先に述べたように、すべての人と同じ苦しみを受けうる人間となったのか、その説明を我々に返してくれ。」
Κἀγώ· Συγχώρει, ὦ Τρύφων, πρότερον, εἶπον, καὶ ἄλλας τινὰς ἀποδείξεις τῷ κεφαλαίῳ τούτῳ συναγαγεῖν διὰ πολλῶν, ἵνα καὶ ὑμεῖς πεπεισμένοι καὶ περὶ τούτου ἦτε, καὶ μετὰ τοῦτο ὃν ἀπαιτεῖς λόγον ἀποδώσω. Κἀκεῖνος· Ὡς σοὶ δοκεῖ, ἔφη, πρᾶττε· καὶ ἐμοὶ γὰρ πάνυ ποθητὸν πρᾶγμα πράξεις.
私は言った。「トリュフォンよ、まず、この主題についてさらにいくつかの証明を、多くのことを通して集めることを許してほしい。それは、諸君もこのことについて説得されるためであり、そのうえで、お前が求めている説明を返そう。」するとかれは言った。「お前の思うとおりにせよ。それは私にとってもまことに望ましいことをすることになるのだから。」
Caput LVIII
第LVIII章Κἀγὼ εἶπον· Γραφὰς ὑμῖν ἀνιστορεῖν μέλλω, οὐ κατασκευὴν λόγων ἐν μόνῃ τέχνῃ ἐπιδείκνυσθαι σπεύδω· οὐδὲ γὰρ δύναμις ἐμοὶ τοιαύτη τίς ἐστιν, ἀλλὰ χάρις παρὰ θεοῦ μόνη εἰς τὸ συνιέναι τὰς γραφὰς αὐτοῦ ἐδόθη μοι, ἦς χάριτος καὶ πάντας κοινωνοὺς ἀμισθωτὶ καὶ ἀφθόνως παρακαλῶ γίνεσθαι, ὅπως μὴ καὶ τούτου χάριν κρίσιν ὀφλήσω ἐν ᾗπερ μέλλει κρίσει διὰ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ὁ ποιητὴς τῶν ὅλων θεὸς ποιεῖσθαι.
私は言った。「私は諸君に聖書を語ろうとしているのであり、単なる技巧による言葉の組み立てを見せびらかそうと急いでいるのではない。私にはそのような力もないのであって、ただ神からの恵みのみが、その聖書を理解するために私に与えられたのである。この恵みに、誰もが無償かつ惜しみなく与ることを、私は勧める。それは、万物の造り主なる神が、私の主イエス・キリストを通して行おうとしておられる裁きにおいて、私がこのことのゆえに罪に定められることのないようにである。」
Καὶ ὁ Τρύφων· Ἀξίως μὲν θεοσεβείας καὶ τοῦτο πράττεις· εἰρωνεύεσθαι δέ μοι δοκεῖς, λέγων δύναμιν λόγων τεχνικῶν μὴ κεκτῆσθαι. Κἀγὼ πάλιν ἀπεκρινάμην· Ἐπεί σοι δοκεῖ ταῦτα οὕτως ἔχειν, ἐχέτω· ἐγὼ δὲ πέπεισμαι ἀληθῶς εἶναι. Ἀλλ᾿ ἵνα μᾶλλον τὰς ἀποδείξεις τὰς λοιπὰς ἤδη ποιήσωμαι, πρόσεχε τὸν νοῦν. Κἀκεῖνος· Λέγε.
トリュフォンは言った。「それも敬神にふさわしい振る舞いだ。だが、技巧的な言葉の力を持たないと言うのは、私には皮肉を言っているように見える。」私はまた答えた。「お前にそう見えるのなら、それでよい。だが私は、それが真実であると確信している。それより、残りの証明にすぐに取りかかりたいから、注意を払え。」するとかれは言った。「語るがよい。」
Κἀγώ· Ὑπὸ Μωσέως, ὦ ἀδελφοί, πάλιν γέγραπται, ἔλεγον, ὅτι οὗτος ὁ ὀφθεὶς τοῖς πατριάρχαις λεγόμενος θεὸς καὶ ἄγγελος καὶ κύριος λέγεται, ἵνα καὶ ἐκ τούτων ἐπιγνῶτε αὐτὸν ὑπηρετοῦντα τῷ τῶν ὅλων πατρί, ὡς ἤδη συνέθεσθε, καὶ διὰ πλειόνων πεπεισμένοι βεβαίως μενεῖτε.
私は言った。「兄弟たちよ、族長たちに現れたと言われるこの方が、神とも御使いとも主とも呼ばれていると、モーセによってもまた書かれている。それは、諸君がすでに同意したように、この方が万物の父に仕える者であることを、これらのことからも知り、さらに多くのことによって説得され、堅く留まるためである。」
Ἐξηγούμενος οὖν διὰ Μωσέως ὁ λόγος τοῦ θεοῦ τὰ περὶ Ἰακώβ, τοῦ υἱωνοῦ τοῦ Ἀβραάμ, οὕτως φησί· Καὶ ἐγένετο ἡνίκα ἐκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοί, ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾿ ὕπνους· Ἰακώβ, Ἰακώβ.
「そこで、アブラハムの孫であるヤコブについての事柄を、モーセを通して、神のロゴスはこう説き明かして言う。『そして、羊が孕んで身ごもろうとしていたときのことである。私は眠りの中で目にした。すると見よ、雄山羊たちと雄羊たちが、羊たちと雌山羊たちに乗っており、白斑のもの、まだらのもの、灰色の斑点のものであった。すると、神の御使いが眠りの中で私に言った、ヤコブよ、ヤコブよと。』」
Ἐγὼ δὲ εἶπον· Τί ἐστι, κύριε; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὐς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ θεοῦ, οὖ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
「『すると私は言った、何でしょうか、主よと。すると言われた、目を上げて、雄山羊たちと雄羊たちが羊たちと雌山羊たちに乗っているのを見よ、白斑のもの、まだらのもの、灰色の斑点のものを。私は、ラバンがお前に対して行っていることをすべて見たのだから。私は、神の場所でお前に現れた神である。そこでお前は私のために石柱に油を注ぎ、そこで誓願を立てた。それゆえ今、立って、この地から出て、お前の生まれた地へ行け。そうすれば私はお前とともにいるであろう。』」
Καὶ πάλιν ἐν ἄλλοις λόγοις περὶ αὐτοῦ τοῦ Ἰακὼβ λέγων οὕτως φησίν· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος.
「そしてまた、別の言葉で、このヤコブについてこう語って言う。『そして彼は、その夜、立ち上がって、二人の妻と二人の女奴隷と、十一人の子供たちを連れ、ヤボクの渡し場を渡った。彼はまた彼らを連れて渓流を渡り、自分の持ち物すべてを渡らせた。ヤコブはひとり残された。すると、ある人が朝まで彼と格闘した。その人は彼に勝てないのを見て、彼の腿の骨に触れた。すると、彼と格闘するうちに、ヤコブの腿の骨は萎えた。すると、その人は彼に言った、私を去らせよ、夜明けが来たのだからと。』」
Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἂν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐχάρη ἡ ψυχή μου.
「『すると彼は言った、私はお前を去らせはしない、お前が私を祝福するのでなければと。すると彼に言った、お前の名は何か。すると彼は言った、ヤコブと。すると彼に言った、お前の名はもうヤコブとは呼ばれず、イスラエルがお前の名となるだろう。お前は神とともに力強く、人とともにあっても力ある者となるであろうから。すると、ヤコブは尋ねて言った、あなたの名を私に告げてください。すると言った、なぜお前は私のこの名を尋ねるのかと。そしてそこで彼を祝福した。ヤコブはその場所の名を、神の姿と呼んだ。私は顔と顔を合わせて神を見て、私の魂は喜んだからであると。』」
Καὶ πάλιν ἐν ἑτέροις περὶ τοῦ αὐτοῦ Ἰακὼβ ἐξαγγέλλων ταῦτά φησιν· Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζᾶ, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὅς ἦν μετ᾿ αὐτοῦ. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεὸς ὲν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ Ἠσαῦ. Ἀπέθανε δὲ Δεβόρρα, ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατωτέρω Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανον πένθους. Ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾶ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτόν. Καὶ εἶπεν αὐτῷ ὁ θεός· Τὸ ὄνομά σου Ἰκκὼβ οὐ κληθήσεται ἔτι, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.
「そしてまた、別の箇所で、この同じヤコブについて告げてこう言う。『ヤコブは、カナンの地にあるルズ、すなわちベテルに来た、彼自身と、彼とともにいたすべての民とともに。そして彼はそこに祭壇を築き、その場所の名をベテルと呼んだ。そこで、兄エサウの顔を逃れているときに、神が彼に現れたからである。リベカの乳母デボラが死んで、ベテルの下、樫の木の下に葬られた。ヤコブはその名を嘆きの樫と呼んだ。神はヤコブに、なおルズにおいて、彼がシリアのメソポタミアから来たときに現れ、彼を祝福された。すると神は彼に言われた、お前の名はもはやヤコブとは呼ばれず、イスラエルがお前の名となるであろう。』」
Θεὸς καλεῖται καὶ θεός ἐστι καὶ ἔσται.
「神と呼ばれ、神であり、神であり続けるであろう。」
Καὶ συννευσάντων ταῖς κεφαλαῖς ἁπάντων ἔφην ἐγώ· Καὶ τοὺς λόγους, οἵ ἀγγέλλουσι πῶς ὤφθη αὐτῷ, φεύγοντι τὸν ἀδελφὸν Ἠσαῦ, οὗτος καὶ ἄγγελος καὶ θεὸς καὶ κύριος, καὶ ἐν ἰδέᾳ ἀνδρὸς τῷ Ἀβραὰμ φανεὶς καὶ ἐν ἰδέᾳ ἀνθρώπου αὐτῷ τῷ Ἰακὼβ παλαίσας, ἀναγκαῖον εἶναι εἰπεῖν ὑμῖν λογιζόμενος, λέγω.
一同が皆うなずいたので、私は言った。「そして、彼が兄エサウを逃れているときにどのように現れたかを告げるあの言葉——この方こそ、御使いであり、神であり、主であり、人の姿でアブラハムに現れ、人の姿でヤコブ自身と格闘したその方であること——を、諸君に語るのが必要だと考えて、私は語ろう。」
Εἰσὶ δὲ οὗτοι· Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαράν. Καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλοις. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη· καὶ ἰδοῦ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς, ὁ δὲ κύριος ἐστήρικτο ἐπ᾿ αὐτήν.
「それはこうである。『ヤコブは誓いの井戸から出て、ハランへ向かった。彼はある場所に行き当たり、そこで眠った。日が沈んでいたからである。彼はその場所の石を取って自分の頭のもとに置き、その場所で眠って夢を見た。すると見よ、地に立てられた梯子があり、その頭は天に達しており、神の使いたちがそれを上り下りしていた。そして主はその上にお立ちになっていた。』」
Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι κύριος, ὁ θεὸς Ἀβραάμ, τοῦ πατρός σου, καὶ Ἰσαάκ. Μὴ φοβοῦ. Ἡ γῆ, ὲφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου· καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται εἰς θάλασσαν καὶ νότον καὶ βορρᾶν καὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν ὁδῷ πάσῃ ᾗ ἄν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
「『すると言われた、私は主、お前の父アブラハムの神、またイサクの神である。恐れるな。お前がその上で眠っているこの地を、私はお前と、お前の子孫に与えよう。お前の子孫は地の砂のようになり、海と南と北と東に広がるであろう。そして地のすべての部族が、お前によって、またお前の子孫によって祝福されるであろう。そして見よ、私はお前とともにあり、お前が行くすべての道においてお前を守り、お前をこの地に連れ戻すであろう。私がお前に語ったことすべてを行うまで、私は決してお前を見捨てないのだから。』」
Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν ὅτι Ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο ἄλλ᾿ ἢ οἶκος τοῦ θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τῷ πρωί, καὶ ἔλαθε τὸν λίθον ὅν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτοῦ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου Οἶκος θεοῦ· καὶ Οὐλαμμάους ἦν τὸ ὄνομα τῇ πόλει τὸ πρότερον.
「『そしてヤコブは眠りから目覚めて言った、主がこの場所におられるのに、私は知らなかったと。そして彼は恐れて言った、この場所はなんと恐ろしいことか。これはほかでもなく、神の家であり、これは天の門であると。ヤコブは朝起きて、そこで自分の頭のもとに置いた石を取り、それを石柱として立て、その頂に油を注いだ。ヤコブはその場所の名を神の家と呼んだ。その町の名は以前はウラムマウスといった。』」
Caput LIX
第LIX章Καὶ ταῦτα εἰπών· Ἀνάσχεσθέ μου, ἔλεγον, καὶ ἀπὸ τῆς βίβλου τῆς Ἐξόδου ἀποδεικνύοντος ὑμῖν, πῶς ὁ αὐτὸς οὗτος καὶ ἄγγελος καὶ θεὸς καὶ κύριος καὶ ἀνὴρ καὶ ἄνθρωπος, Ἀβραὰμ καὶ Ἰακὼβ φανείς, ἐν πυρὶ φλογὸς ἐκ βάτου πέφανται καὶ·ὡμίλησε τῷ Μωσεῖ. Κἀκείνων ἡδέως καὶ ἀκαμάτως καὶ προθύμως ἀκούειν λεγόντων, ἐπέφερον·
こう言ってから、私は言った。「私に我慢して聞いてほしい、私が出エジプト記の書からも諸君に証明するのを。すなわち、アブラハムとヤコブに現れたのと同じこの方が、御使いであり神であり主であり人であり人間でもある方が、いかにして柴の中から燃える火の炎のうちに現れ、モーセと語り合ったかを。」すると彼らが、喜んで、倦むことなく、進んで聞くと言ったので、私は続けて言った。
Ταῦτα δέ ἐστιν ἐν τῇ βίβλῳ ἣ ἐπιγράφεται Ἔξοδος. Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ἐλθὼν συνάγαγε τὴν γερουσίαν Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος, ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὤφθη μοι, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, λέγων· Ἐπισκοπῇ ἐπισκέπτομαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμὶν ἐν Αἰγύπτῳ.
「これは、出エジプト記と題される書にあることである。『そして、あの多くの日々の後、エジプトの王は死に、イスラエルの子らは労役のゆえに嘆いた』——以下同様に続き、次のところまで。『行って、イスラエルの長老たちを集め、彼らにこう言え。汝らの父祖たちの神である主、アブラハムの神、イサクの神、ヤコブの神が私に現れて、こう言われた。私は汝らを顧み訪れる、汝らにエジプトで起こったすべてのことをも。』」
Καὶ ἐπὶ τούτοις ἐπέφερον· Ὦ ἄνδρες, νενοήκατε, λέγων, ὅτι ὃν λέγει Μωσῆς ἄγγελον ἐν πυρὶ φλογὸς λελαληκέναι αὐτῷ οὗτος αὐτός, θεὸς ὤν, σημαίνει τῷ Μωσεῖ ὅτι αὐτός ἐστιν ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ:
そして、これに続けて私は言った。「諸君よ、諸君は理解したか。モーセが、火の炎の中で自分に語りかけたと言っている御使いは、まさにこの方自身であり、神でありながら、自らがアブラハムとイサクとヤコブの神であることをモーセに示しているのだ、ということを。」
Caput LX
第LX章Καὶ ὁ Τρύφων· Οὐ τοῦτο νοοῦμεν ἀπὸ τῶν λόγων τῶν προλελεγμένων, ἔλεγεν, ἀλλ᾿ ὅτι ἄγγελος μὲν ἦν ὁ ὀφθεὶς ἐν φλογὶ πυρός, θεὸς δὲ ὁ ὁμιλῶν τῷ Μωσεῖ, ὥστε καὶ ἄγγελον καὶ θεόν, δύο ὁμοῦ ὄντας, ἐν τῇ τότε ὀπτασίᾳ γεγενῆσθαι.
トリュフォンは言った。「我々が先に語られた言葉から理解するのはそういうことではない。むしろ、火の炎の中に現れたのは使いであり、モーセと語り合ったのは神であって、使いと神という二つのものが、ともにあの時の幻の中に現れたのだ、ということである。」
Κἀγὼ πάλιν ἀπεκρινάμην· Εἰ καὶ γέγονε τότε, ὦ φίλοι, ὡς καὶ ἄγγελον καὶ θεὸν ὁμοῦ ἐν τῇ ὀπτασίᾳ τῇ τῷ Μωσεῖ γενομένῃ ὑπάρξαι, ὡς καὶ ἀποδέδεικται ὑμῖν διὰ τῶν προγεγραμμένων λόγων, οὐχ ὁ ποιητὴς τῶν ὅλων ἔσται θεὸς ὁ τῷ Μωσεῖ εἰπὼν αὐτὸν εἶναι θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ, ἀλλ᾿ ὁ ἀποδειχθεὶς ὑμῖν ὦφθαι τῷ Ἀβραὰμ καὶ τῷ Ἰακώβ, τῇ τοῦ ποιητοῦ τῶν ὅλων θελήσει ὑπηρετῶν καὶ ἐν τῇ κρίσει τῶν Σοδόμων τῇ βουλῇ αὐτοῦ ὁμοίως ὑπηρετήσας· ὥστε, κἂν ὥς φατε ἔχῃ, ὅτι δύο ἦσαν, καὶ ἄγγελος καὶ θεός, οὐ τὸν ποιητὴν τῶν ὅλων καὶ πατέρα, καταλιπόντα τὰ ὑπὲρ οὐρανὸν ἅπαντα. ἐν ὀλίγῳ γῆς μορίῳ πεφάνθαι πᾶς ὁστισοῦν, κἂν μικρὸν νοῦν ἔχων, τολμήσει εἰπεῖν.
私はまた答えた。「友らよ、たとえそのとき、モーセに起こった幻において、使いと神とがともに現れたのだとしても——それは先に書かれた言葉によって諸君にも証明されたとおりであるが——モーセに、自分がアブラハムの神、イサクの神、ヤコブの神であると告げたのは、万物の造り主なる神ではなく、アブラハムとヤコブに現れたと諸君に証明されたその方であって、万物の造り主の意志に仕え、ソドムの裁きにおいても同様にその方の計画に仕えたのである。したがって、たとえ諸君の言うとおり、使いと神という二つのものがあったとしても、万物の造り主にして父が、天の上のすべてを離れて、地のわずかな一部に現れたなどとは、少しでも分別のある者なら、誰であれ言おうとはしないだろう。」
Καὶ ὁ Τρύφων· Ἐπειδὴ ἤδη προαποδέδεικται ὅτι ὁ ὀφθεὶς τῷ Ἀβραὰμ θεὸς καὶ κύριος ὠνομασμένος ὑπὸ κυρίου τοῦ ἐν οὐρανοῖς λαβὼν τὰ ἐπαχθέντα τῇ Σοδόμων γῇ ἐπήγαγε, καὶ νῦν, κἂν ἄγγελος ἦν σὺν τῷ φανέντι τῷ Μωσεὶ θεῷ γεγενημένος, θεόν, τὸν ἀπὸ τῆς βάτου ὁμιλήσαντα τῷ Μωσεῖ, οὐ τὸν ποιητὴν τῶν ὅλων θεὸν νοήσομεν γεγονέναι, ἀλλ᾿ ἐκεῖνον τὸν καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ ἀποδειχθέντα πεφανερῶσθαι, ὃς καὶ ἄγγελος τοῦ τῶν ὅλων ποιητοῦ θεοῦ καλεῖται καὶ νοεῖται εἶναι ἐκ τοῦ διαγγέλλειν τοῖς ἀνθρώποις τὰ παρὰ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν ἁπάντων.
トリュフォンは言った。「アブラハムに現れた、神とも主とも名づけられた方が、天におられる主から受けて、ソドムの地にもたらされたものをもたらしたことがすでに証明されている以上、今、たとえモーセに現れた神とともに使いがいたのだとしても、柴の中からモーセと語り合った神を、我々は万物の造り主なる神が現れたのだとは考えないだろう。むしろ、アブラハムとヤコブにも現れたと証明されたあの方が現れたのだと考えるであろう。この方は、万物の造り主なる神の御使いとも呼ばれ、父にして万物の造り主のもとからのことを人間に告げ知らせることから、そう考えられているのである。」
Κἀγὼ πάλιν· Ἤδη μέντοι, ὦ Τρύφων, ἀποδείξω ὅτι πρὸς τῇ Μωσέως ὀπτασίᾳ αὐτὸς οὗτος μόνος, καὶ ἄγγελος καλούμενος καὶ θεὸς ὑπάρχων, ὤφθη καὶ προσωμίλησε τῷ Μωσεῖ. Οὕτως γὰρ ἔφη ὁ λόγος· Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς ἐκ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. Ὁ δὲ Μωσῆς εἶπε· Παρελθὼν ὄψομαι τὸ ὅραμα τοῦτο τὸ μέγα, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δ᾿ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τῆς βάτου.
私はまた言った。「では、トリュフォンよ、モーセに起こった幻において、御使いとも呼ばれ、また神である、まさにこの方おひとりだけが現れ、モーセと語り合ったことを、いま証明しよう。というのも、聖書の言葉はこう語っているからである。『主の御使いが、柴の中から燃える火の炎のうちに彼に現れた。彼は、柴が火に燃えているのに、その柴が燃え尽きないのを見た。するとモーセは言った、近づいて、この大いなる光景を見よう、柴が燃え尽きないとは、と。主は、彼が近づいて見ようとしているのを見ると、柴の中から彼を呼ばれた。』」
Ὃν οὖν τρόπον τὸν τῷ Ἰακὼβ ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον ὁ λόγος λέγει, εἶτα αὐτὸν τὸν ὀφθέντα κατὰ τοὺς ὕπνους ἄγγελον εἰρηκέναι αὐτῷ, ὅτι Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ὅτε ἀπεδίδρασκες ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου, καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐν τῇ κρίσει τῶν Σοδόμων κύριον παρὰ κυρίου τοῦ ἐν τοῖς οὐρανοῖς τὴν κρίσιν ἐπενηνοχέναι ἔφη, οὕτως καὶ ἐνταῦθα ὁ λόγος, λέγων ἄγγελον κυρίου ὦφθαι τῷ Μωσεῖ καὶ μετέπειτα κύριον αὐτὸν ὄντα καὶ θεὸν σημαίνων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων, τὸν αὐτὸν λέγει ὃν καὶ διὰ πολλῶν τῶν λελεγμένων ὑπηρετοῦντα τῷ ὑπὲρ κόσμον θεῷ, ὑπὲρ ὃν ἄλλος οὐκ ἔστι, σημαίνει.
「したがって、聖書の言葉が、夢の中でヤコブに現れた方を御使いと呼び、その後、その夢の中で現れた御使いが彼に、私はお前が兄エサウの顔を逃れていたときにお前に現れた神であると言ったとし、また、アブラハムのもとでのソドムの裁きにおいても、天におられる主のもとから裁きをもたらした主であると語ったのと同じように、ここでも聖書の言葉は、御使いがモーセに現れたと語り、その後には、彼が主であり神であることを示しながら、多くの語られたことを通して、世界の上におられる、その上には別の方がいないその神に仕える、同じ方のことを示しているのである。」
Caput LXI
第LXI章Μαρτύριον δὲ καὶ ἄλλο ὑμῖν, ὦ φίλοι, ἔφην, ἀπὸ τῶν γραφῶν δώσω, ὅτι ἀρχὴν πρὸ πάντων τῶν κτισμάτων ὁ θεὸς γεγέννηκε δύναμίν τινα ἐξ ἑαυτοῦ λογικήν, ἥτις καὶ δόξα κυρίου ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου καλεῖται, ποτὲ δὲ υἱὸς, ποτὲ δὲ σοφία, ποτὲ δὲ ἄγγελος, ποτὲ δὲ θεός, ποτὲ δὲ κύριος καὶ λόγος, ποτὲ δὲ ἀρχιστράτηγον ἑαυτὸν λέγει, ἐν ἀνθρώπου μορφῇ φανέντα τῷ τοῦ Ναυῆ Ἰησοῦ· ἔχει γὰρ πάντα προσονομάζεσθαι ἔκ τε τοῦ ὑπηρετεῖν τῷ πατρικῷ βουλήματι καὶ ἐκ τοῦ ἀπὸ τοῦ πατρὸς θελήσει γεγεννῆσθαι.
「友らよ」と私は言った、「私は諸君にさらにもう一つの証しを聖書から与えよう。すなわち、神は、すべての被造物に先立って、初めとして、ご自身から、ある理性的な力を生み出されたのであり、この力は、聖なる霊によって主の栄光とも呼ばれ、あるときは子、あるときは知恵、あるときは御使い、あるときは神、あるときは主またロゴスと呼ばれ、あるときは自ら総大将と称する。それは、ヌンの子ヨシュアに人の姿で現れたときのことである。というのも、この力はあらゆる名で呼ばれうるのであって、それは父の意志に仕えること、また父の意志によって生まれたことの両方に由来するのである。」
Ἀλλ᾿ οὐ τοιοῦτον ὁποῖον καὶ ἐφ᾿ ἡμῶν γινόμενον ὁρῶμεν; Λόγον γάρ τινα προβάλλοντες, λόγον γεννῶμεν, οὐ κατὰ ἀποτομήν, ὡς ἐλαττωθῆναι τὸν ἐν ἡμῖν λόγον, προβαλλόμενοι. Καὶ ὁποῖον ἐπὶ πυρὸς ὁρῶμεν ἄλλο γινόμενον. οὐκ ἐλαττουμένου ἐκείνου ἐξ οὗ ἡ ἄναψις γέγονεν, ἀλλὰ τοῦ αὐτοῦ μένοντος, καὶ τὸ ἐξ αὐτοῦ ἀναφθὲν καὶ αὐτὸ ὃν φαίνεται, οὐκ ἐλαττῶσαν ἐκεῖνο ἐξ οὗ ἀνήφθη.
「だが、これは、我々自身においても起こっているのを我々が見るのと、同じようなことではないだろうか。我々はある言葉を発することによって、言葉を生み出すが、それは切り離すようにしてではなく、我々のうちにある言葉が減じられるような仕方で発するのではない。また、火の場合にも、我々は別のものが生じるのを見るが、その火が点じられたもとの火が減じることはなく、それは同じままにとどまり、それから点じられたものもまた、それ自体存在するものとして現れながら、それが点じられたもとのものを減じることはないのである。」
Μαρτυρήσει δέ μοι ὁ λόγος τῆς σοφίας, αὐτὸς ὢν οὗτος ὁ θεὸς ἀπὸ τοῦ πατρὸς τῶν ὅλων γεννηθείς, καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ δόξα τοῦ γεννήσαντος ὑπάρχων, καὶ διὰ Σολομῶνος φήσαντος ταῦτα· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν τῶν ὑδάτων, πρὸ τοῦ τὰ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με.
「そして、知恵のロゴスが、私のために証しするであろう。この方こそ、万物の父から生まれたこの神であり、生んだ方のロゴスであり、知恵であり、力であり、栄光である方である。そしてソロモンを通してこう述べられている。『もし私が日々起こることを汝らに告げるならば、永遠から数えて記憶しよう。主は、その業のために、その道の初めとして私を造られた。世々の前に、初めに、私を据えられた。地を造られる前に、深淵を造られる前に、水の源が湧き出る前に、山々が据えられる前に、すべての丘に先立って、主は私を生まれさせられる。』」
Ὁ θεὸς ἐποίησε χώραν καὶ ἀοίκητον καὶ ἄκρα οἰκούμενα ὑπ᾿ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν αὐτοῦ θρόνον ἐπ᾿ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη καὶ ὡς ἀσφαλεῖς ἐποίει πηγὰς ἀβύσσου, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾖ προσέχαιρε· καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτι εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ, εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
「『神は、国土と、人の住まない所と、天の下の人の住む地の果てとを造られた。神が天を整えられたとき、私は神とともにあった。神が風の上にその御座を定められたとき、上の雲を強く固められたとき、深淵の源を確かなものとされたとき、地の基を強く固められたとき、私は神のかたわらにあって調和させていた。私は、神が喜びとされたその者であった。そして日ごとに、いつの時にも、神の御顔の前で喜んでいた。神は世界を完成させて喜ばれ、また人の子らのうちにあって喜ばれたからである。』」
Νῦν οὖν, υἱέ, ἄκουέ μου. Μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ὁδούς μου φυλάξει, ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἡτοίμασται θέλησις παρὰ κυρίου. Οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.
「『それゆえ今、子よ、私に聞け。私に聞き従う人は幸いである。また、私の道を守る人は幸いである。日ごとに私の門のかたわらで目を覚まし、私の入り口の敷居を守る者は。私の出口は命の出口であり、意志が主のもとから備えられているからである。しかし私に対して罪を犯す者たちは、自分自身の魂に対して不敬虔を行うのであり、私を憎む者たちは死を愛しているのである。』」
Caput LXII
第LXII章Καὶ τοῦτο αὐτό, ὦ φίλοι, εἶπε καὶ διὰ Μωσέως ὁ τοῦ θεοῦ λόγος, μηνύων ἡμῖν ὃν ἐδήλωσε τὸν θεὸν λέγειν τούτῳ αὐτῷ τῷ νοήματι ἐπὶ τῆς ποιήσεως τοῦ ἀνθρώπου. λέγων ταῦτα· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν ὁ θεὸς αὐτοὺς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
「友らよ、この同じことを、神のロゴスは、モーセを通しても語り、人間の創造にあたって、まさにこの同じ意味において神が語りかけた相手として示したその方を、我々に明かしている。すなわちこう言って。『我々のかたちに、我々の似姿に従って、人間を造ろう。そして彼らに、海の魚、空の鳥、家畜、全地、地を這うすべての這うものを支配させよう。そして神は人間を造られた、神のかたちに従って彼を造られた。男と女とに彼らを造られた。そして神は彼らを祝福して言われた、生めよ、増えよ、地に満ちて、これを支配せよと。』」
Καὶ ὄπως μή, ἀλλάσσοντες τοὺς προλελεγμένους λόγους, ἐκεῖνα λέγητε ἃ οἱ διδάσκαλοι ὑμῶν λέγουσιν, ἢ ὅτι πρὸς ἑαυτὸν ἔλεγεν ὁ θεὸς Ποιήσωμεν, ὁποῖον καὶ ἡμεῖς μέλλοντές τι ποιεῖν πολλάκις πρὸς ἑαυτοὺς λέγομεν Ποιήσωμεν, ἢ ὅτι πρὸς τὰ στοιχεῖα, τουτέστι τὴν γῆν καὶ τὰ ἄλλα ὁμοίως, ἐξ ὧν νοοῦμεν τὸν ἄνθρωπον γεγονέναι, θεὸν εἰρηκέναι Ποιήσωμεν, λόγους τοὺς εἰρημένους ὑπ᾿ αὐτοῦ τοῦ Μωσέως πάλιν ἱστορήσω, ἐξ ὧν ἀναμφιλέκτως πρός τινα, καὶ ἀριθμῷ ὄντα ἕτερον καὶ λογικὸν ὑπάρχοντα, ὡμιληκέναι αὐτὸν ἐπιγνῶναι ἔχομεν.
「そして、諸君が、先に語られた言葉を変えて、諸君の教師たちが言うようなことを言うことのないように——すなわち、神が自分自身に向かって『我々は造ろう』と言われた、それはちょうど我々自身も、何かをしようとするとき、しばしば自分自身に向かって『我々はしよう』と言うのと同じことであるとか、あるいは、地やその他同様のもの、それらから人間ができたと我々が考える元素に向かって、神が『我々は造ろう』と言われたのだとか、そういうことを言わないように——私はふたたび、モーセ自身によって語られた言葉を挙げよう。それらの言葉から、疑いなく、数において別であり、理性的な存在である誰かに向かって、神が語りかけたということを、我々は知ることができるのである。」
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Καὶ εἶπεν ὁ θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Οὐκοῦν εἰπὼν Ὡς εἶς ἐξ ἡμῶν, καὶ ἀριθμὸν τῶν ἀλλήλοις συνόντων, καὶ τὸ ἐλάχιστον δύο μεμήνυκεν. Οὐ γὰρ ὅπερ ἡ παρ᾿ ὑμῖν λεγομένη αἵρεσις δογματίζει φαίην ἂν ἐγὼ ἀληθὲς εἶναι, ἢ οἱ ἐκείνης διδάσκαλοι ἀποδεῖξαι δύνανται ὅτι ἀγγέλοις ἔλεγεν ἢ ὅτι ἀγγέλων ποίημα ἦν τὸ σῶμα τὸ ἀνθρώπειον.
「その言葉とはこうである。『すると神は言われた、見よ、アダムは、善悪を知ることにおいて、我々のうちの一人のようになった。』したがって、『我々のうちの一人のように』と言うことによって、互いにともにある者たちの数、しかも少なくとも二人であることを示している。というのも、私は、諸君のもとで言われているあの分派が説くこと、すなわち、神は使いたちに向かって語ったのだとか、人間の肉体は使いたちの作品であったのだとかいうことが真であるとは言わないし、その分派の教師たちもそれを証明することはできないからである。」
Ἀλλὰ τοῦτο τὸ τῷ ὄντι ἀπὸ τοῦ πατρὸς προβληθὲν γέννημα πρὸ πάντων τῶν ποιημάτων συνῆν τῷ πατρί, καὶ τούτῳ ὁ πατὴρ προσομιλεῖ, ὡς ὁ λόγος διὰ τοῦ Σολομῶνος ἐδήλωσεν, ὅτι καὶ ἀρχὴ πρὸ πάντων τῶν ποιημάτων τοῦτ᾿ αὐτὸ καὶ γέννημα ὑπὸ τοῦ θεοῦ ἐγεγέννητο, ὃ σοφία διὰ Σολομῶνος καλεῖται, καὶ δι᾿ ἀποκαλύψεως τῆς γεγενημένης Ἰησοῦ τῷ τοῦ Ναυῆ τοῦτο αὐτὸ εἰπόντος. Ἵνα δὲ καὶ ἐκ τούτων φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε καὶ τῶν ἀπὸ τοῦ βιβλίου Ἰησοῦ.
「そうではなく、実際に父から生み出されたこの子は、すべての被造物に先立って父とともにあったのであり、父はこの方と語り合っておられる。ソロモンを通してロゴスが明らかにしたように、この同じ方は、すべての被造物に先立つ初めであり、神によって生み出された子として、ソロモンを通しては知恵と呼ばれ、また、ヌンの子ヨシュアに起こった啓示によっても、この同じ方がそのことを語っている。私が語っていることを、これらのことからも諸君に明らかにするために、ヨシュアの書からの言葉も聞くがよい。」
Ἔστι δὲ ταῦτα· Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ. Καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου, νῦν παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν· Λῦσαι τὰ ὑποδήματα τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ᾿ οὗ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ ἡ Ἱεριχὼ συγκεκλεισμένη ἦν καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξ αὐτῆς ἐξεπορεύετο. Καὶ εἶπε κύριος πρὸς Ἰησοῦν· Ἰδοὺ παραδίδωμί σοι τὴν Ἱεριχὼ ὑποχείριον καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἰσχύϊ.
「それはこうである。『ヨシュアがエリコにいたときのことである。目を上げて見ると、自分の前に一人の人が立っているのを見た。ヨシュアは近づいて彼に言った、あなたは我々の側の者か、それとも敵の側の者かと。すると彼に言った、私は主の軍勢の総大将である、今参上したのだと。するとヨシュアは地にひれ伏して、彼に言った、主よ、あなたの僕に何をお命じになりますかと。すると主の総大将はヨシュアに言った、お前の足の履物を脱げ。お前が立っているその場所は聖なる地であるからと。エリコは閉ざされ、堅く守られており、そこから出て行く者は誰もいなかった。すると主はヨシュアに言われた、見よ、私はエリコをお前の手に渡し、その中にいる王をも、力強い者たちであるにもかかわらず渡そう。』」
Caput LXIII
第LXIII章Καὶ ὁ Τρύφων· Ἰσχυρῶς καὶ διὰ πολλῶν δείκνυταί σοι τοῦτο, φίλε, ἔφη. Λοιπὸν οὖν καὶ ὅτι οὗτος διὰ τῆς παρθένου ἄνθρωπος γεννηθῆναι κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ βούλησιν ὑπέμεινεν ἀπόδειξον καὶ σταυρωθῆναι καὶ ἀποθανεῖν· δήλου δὲ καὶ ὅτι μετὰ ταῦτα ἀναστὰς ἀνελήλυθεν εἰς τὸν οὐρανόν.
トリュフォンは言った。「友よ、これはお前によって、多くのことを通して力強く示されている。それでは次に、この方が、その父の意志に従って、処女によって人間として生まれることを甘んじて受け、また十字架につけられ、死ぬことをも甘んじて受けたことを証明せよ。そして、これらの後に甦って天に昇られたことをも明らかにせよ。」
Κἀγὼ ἀπεκρινάμην· Ἤδη καὶ τοῦτο ἀποδέδεικταί μοι, ὦ ἄνδρες, ἐν τοῖς προανιστορημένοις λόγοις τῶν προφητειῶν, οὓς δι᾿ ὑμᾶς πάλιν ἀναμιμνησκόμενος καὶ ἐξηγούμενος πειρά σομαι καὶ εἰς τὴν περὶ τούτου συγκατάθεσιν ἀγαγεῖν ὑμᾶς. Ὁ γοῦν λόγος ὃν ἔφη Ἡσαΐας· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· οὐ δοκεῖ σοι λελέχθαι ὡς οὐκ ἐξ ἀνθρώπων ἔχοντος τὸ γένος τοῦ διὰ τὰς ἀνομίας τοῦ λαοῦ εἰς θάνατον παραδεδόσθαι εἰρημένου ὑπὸ τοῦ θεοῦ; Περὶ οὗ καὶ Μωσῆς τοῦ αἵματος, ὡς προέφην, αἵματι σταφυλῆς, ἐν παραβολῇ εἰπών, τὴν στολὴν αὐτοῦ πλυνεῖν ἔφη, ὡς τοῦ αἵματος αὐτοῦ οὐκ ἐξ ἀνθρωπείου σπέρματος γεγεννημένου ἀλλ᾿ ἐκ θελήματος θεοῦ.
私は答えた。「諸君よ、これもすでに、先に私が述べた預言の言葉の中で証明されている。それを諸君のために再び想起し、説き明かすことによって、このことについても諸君を同意へと導こうと思う。さて、イザヤが述べた言葉、『その世代を誰が語り得よう。その命は地から取り去られるのだから』とは、神によって、その民の不法のゆえに死へ引き渡されると語られたその方が、人間から出た氏族を持たないことを語ったのだと、お前には思われないか。この方について、モーセもまた、私が先に述べたように、血をぶどうの血にたとえて、その衣を洗うであろうと語ったのであり、それは、この方の血が人間の種から生まれたものではなく、神の意志から出たものであることを示している。」
Καὶ τὰ ὑπὸ Δαυῒδ εἰρημένα· Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· οὐ σημαίνει ὑμῖν ὅτι ἄνωθεν καὶ διὰ γαστρὸς ἀνθρωπείας ὁ θεὸς καὶ πατὴρ τῶν ὅλων γεννᾶσθαι αὐτὸν ἔμελλε;
「そして、ダビデによって語られた言葉、『お前の聖なる者たちの輝きのうちに、明けの明星に先立って、私は胎からお前を生んだ。主は誓われた、そして悔いることはないであろう、お前はメルキゼデクの位に等しく、永遠の祭司であると』——これは、万物の神にして父が、上から、そして人間の胎を通して、この方を生まれさせようとされたことを、諸君に示しているのではないか。」
Καὶ ἐν ἑτέροις εἰπών, τοῖς καὶ αὐτοῖς προλελεγμένοις· Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρναν καὶ στακτὴν καὶ κασσίαν ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.
「そして、これも先に述べたのと同じ箇所において、別の言葉でこう語っている。『お前の座は、神よ、世々限りなく続く。まっすぐな杖はお前の王国の杖である。お前は正義を愛し、不法を憎んだ。それゆえ、神よ、お前の神は、お前の仲間にまさって、喜びの油をお前に注いだ。没薬と、香油と、桂皮とが、象牙の宮殿から、お前の衣から、それらによって人々はお前を喜ばせた。王たちの娘たちはお前の栄誉のうちにあり、王妃はお前の右に立つ、金をちりばめた衣をまとい、彩られて。娘よ、聞け、そして見よ、お前の耳を傾けよ、そしてお前の民と、お前の父の家とを忘れよ。すると王はお前の美しさを望むであろう、その方こそお前の主であるゆえに、お前は彼を伏し拝むであろう。』」
Ὅτι γοῦν καὶ προσκυνητός ἐστι καὶ θεὸς καὶ Χριστὸς ὑπὸ τοῦ ταῦτα ποιήσαντος μαρτυρούμενος, καὶ οἱ λόγοι οὗτοι διαρρήδην σημαίνουσι. Καὶ ὅτι τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὡς οὖσι μιᾷ ψυχῇ καὶ μιᾷ συναγωγῇ καὶ μιᾷ ἐκκλησίᾳ, ὁ λόγος τοῦ θεοῦ λέγει ὡς θυγατρί, τῇ ἐκκλησίᾳ τῇ ἐξ ὀνόματος αὐτοῦ γενομένῃ καὶ μετασχούσῃ τοῦ ὀνόματος αὐτοῦ (Χριστιανοὶ γὰρ πάντες καλούμεθα), ὁμοίως φανερῶς οἱ λόγοι κηρύσσουσι, διδάσκοντες ἡμᾶς καὶ τῶν παλαιῶν πατρῴων ἐθῶν ἐπιλαθέσθαι, οὕτως ἔχοντες· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.
「したがって、この方が、これらのことを行われた方によって証しされて、拝まれるべき方であり、神であり、キリストであることを、これらの言葉ははっきりと示している。また、彼を信じる者たちに対して——彼らが一つの魂、一つの会衆、一つの教会であるとして——神のロゴスが、娘に対するように語っていること、すなわち、彼の名から出て、彼の名にあずかった教会に対して(我々は皆、キリスト教徒と呼ばれているのだから)語っていることも、同様にはっきりと、これらの言葉は告げ知らせている。それは、我々に、古い父祖伝来の習わしを忘れることをも教えている。それはこうである。『娘よ、聞け、そして見よ、お前の耳を傾けよ、そしてお前の民と、お前の父の家とを忘れよ。すると王はお前の美しさを望むであろう、その方こそお前の主であるゆえに、お前は彼を伏し拝むであろう。』」
Caput LXIV
第LXIV章Καὶ ὁ Τρύφων· Ἔστω ὑμῶν, τῶν ἐξ ἐθνῶν, κύριος καὶ Χριστὸς καὶ θεὸς γνωριζόμενος, ὡς αἱ γραφαὶ σημαίνουσιν, οἵτινες καὶ ἀπὸ τοῦ ὀνόματος αὐτοῦ Χριστιανοὶ καλεῖσθαι πάντες ἐσχήκατε· ἡμεῖς δέ, τοῦ θεοῦ τοῦ καὶ αὐτὸν τοῦτον πονήσαντος λατρευταὶ ὄντες, οὐ δεόμεθα τῆς ὁμολογίας αὐτοῦ οὐδὲ τῆς προσκυνήσεως.
すると、トリュフォンが言った。「諸君、すなわち諸国民から出た者たちにおいては、聖書が示すとおり、主・キリスト・神として知られる方があってもよかろう。諸君はその名によってことごとくキリスト教徒と呼ばれるに至ったのだから。しかし我々は、この方をも造られた神に仕える者であるから、この方の告白も礼拝も必要としない。」
Κἀγὼ πρὸς ταῦτα εἶπον· Ὦ Τρύφων, εἰ ὁμοίως ὑμῖν φιλέριστος καὶ κενὸς ὑπῆρχον, οὐκ ἂν ἔτι προσέμενον κοινωνῶν ὑμῖν τῶν λόγων, οὐ συνιέναι τὰ λεγόμενα παρασκευαζομένοις, ἀλλά τι λέγειν μόνον θήγουσιν ἑαυτούς· νῦν δέ, ἐπεὶ κρίσιν θεοῦ δέδοικα, οὐ φθάνω ἀποφαίνεσθαι περὶ οὐδενὸς τῶν ἀπὸ τοῦ γένους ὑμῶν, εἰ μήτι ἐστὶν ἀπὸ τῶν κατὰ χάριν τὴν ἀπὸ κυρίου σαβαὼθ σωθῆναι δυναμένων. Διὸ κἂν ὑμεῖς πονηρεύησθε, προσμενῶ πρὸς ὁτιοῦν προβαλεῖσθε καὶ ἀντιλέγετε ἀποκρινόμενος· καὶ τὸ αὐτὸ καὶ πρὸς πάντας ἁπλῶς τοὺς ἐκ παντὸς γένους ἀνθρώπων, συζητεῖν ἢ πυνθάνεσθαί μου περὶ τούτων βουλομένους πράττω.
そこで私はこれに答えて言った。「トリュフォンよ、もし私が諸君と同じように議論好きで空しい者であったなら、これ以上諸君と語り合うことに留まらなかったであろう——語られたことを理解しようとする備えをせず、ただ何かを言おうとして自分を研ぎ澄ますばかりの者たちと。しかし今は、神の裁きを恐れるがゆえに、諸君の族に属する者について、誰であれ軽々しく断を下すことはしない。ただ、万軍の主からの恵みによって救われうる者たちのうちにあるとは言えようが。それゆえ、たとえ諸君が悪意をもってふるまおうとも、私は留まって、諸君が何を差し出そうと、また反論しようと、答えよう。そして私はまた、あらゆる族から出たすべての人々に対しても、彼らが私とこれらのことについて共に探求し、あるいは尋ねようと望むなら、同じことを行う。」
Ὅτι οὖν καὶ οἱ σωζόμενοι ἀπὸ τοῦ γένους τοῦ ὑμετέρου διὰ τούτου σώζονται καὶ ἐν τῇ τούτου μερίδι εἰσί, τοῖς προλελεγμένοις ὑπ᾿ ἐμοῦ ἀπὸ τῶν γραφῶν εἰ προσεσχήκειτε, ἐνενοήκειτε ἄν ἤδη, κἀμὲ δηλονότι περὶ τούτου οὐκ ἂν ἠρωτήσατε. Πάλιν δὲ ἐρῶ τὰ προλελεγμένα μοι ἀπὸ τοῦ Δαυΐδ, καὶ ἀξιῶ ὑμᾶς πρὸς τὸ συνιέναι, μὴ πρὸς τὸ πονηρεύεσθαι καὶ ἀντιλέγειν μόνον ἑαυτοὺς ὀτρῦναι.
それゆえ、諸君の族から救われる者たちもこの方によって救われ、この方の分け前のうちにあるということを、もし諸君が私が聖書からすでに述べたことに注意を払っていたなら、今すでに理解していたであろうし、このことについて私に問うこともなかったであろう。私はふたたび、ダビデから先に述べたことを語ろう。そして諸君に求めるのは理解に向かうことであって、ただ悪意をもってふるまい反論することにのみ自らを駆り立てることではない。
Εἰσὶν οὖν οἱ λόγοι, οὕς φησιν ὁ Δαυίδ, οὗτοι· Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιον ἐστι, καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς, ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς.
では、ダビデが語る言葉とはこうである。「主は王となられた。もろもろの民よ、怒れ。ケルビムの上に座す方——地は揺れ動け。主はシオンにあって大いなる方、すべての民の上に高くいます。彼らはあなたの大いなる名を告白せよ、それは畏るべく聖なるものだからである。王の誉れは公正を愛する。あなたは公平を備え、裁きと正義とをヤコブのうちに行われた。我々の神、主を崇めよ、その足台を拝め、それは聖なる方だからである。モーセとアロンはその祭司たちのうちにあり、サムエルはその名を呼び求める者たちのうちにあった。彼らは主を呼び求め、主は彼らに聞き入れられた。主は雲の柱のうちにあって彼らに語られた、彼らが主の証しと、主が彼らに与えられた命令とを守っていたからである。」
Καὶ ἐν ἄλλοις, τοῖς καὶ αὐτοῖς προανιστορημένοις, διὰ τοῦ Δαυῒδ λεχθεῖσι λόγοις, οὓς εἰς Σολομῶνα ἀνοήτως φάσκετε εἰρῆσθαι, ἐπιγεγραμένους εἰς Σολομῶνα, ἐξ ὧν καὶ τὸ ὅτι εἰς Σολομῶνα οὐκ εἴρηνται ἀποδείκνυται, καὶ ὅτι οὗτος καὶ πρὸ τοῦ ἡλίου ἦν, καὶ οἱ ἀπὸ τοῦ λαοῦ ὑμῶν σωζόμενοι δι᾿ αὐτοῦ σωθήσονται.
そして、これも先に語られたのと同様に、ダビデによって語られた別の言葉においても——諸君はこれをソロモンについて語られたものだと愚かにも言い、ソロモンに宛てて表題が付けられているというが——それらの言葉からして、ソロモンについて語られたのではないことが明らかにされ、また、この方が太陽よりも前から存在したこと、そして諸君の民のうちから救われる者たちがこの方によって救われるであろうことが示される。
Εἰσὶ δὲ οὗτοι· Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασίλεως· κρινεῖ τὸν λαὸν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. Ἀναλαβέτωσαν τὰ ὄρη τῷ λαῷ εἰρήνην καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· καὶ τὰ λοιπὰ ἄχρι τοῦ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς κύριος, ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.
それらとはこうである。「神よ、あなたの裁きを王に与え、あなたの正義を王の子に与えたまえ。彼はあなたの民を正義をもって裁き、あなたの貧しい者たちを公正をもって裁くであろう。山々は民に平和をもたらし、丘は正義をもたらすであろう。彼は民の貧しい者たちを裁き、乏しい者たちの子らを救い、詐取する者を低くするであろう。そして彼は日と共にとどまり、月の前より代々にわたって続くであろう」——こう続いて、「その名は日の前より永く続く」というところまで及ぶ。「そして地のすべての部族は彼によって祝福され、諸国民はことごとく彼を幸いなる者と呼ぶであろう。イスラエルの神、主はほむべきかな、ひとり驚くべきことを行われる方。その栄光の御名はとこしえまでほむべきかな。地はことごとくその栄光で満たされるであろう。まことに、まことに。」
Καὶ ἐκ τῶν ἄλλων ὧν προεῖπον ὁμοίως διὰ Δαυΐδ λελέχθαι λόγων, ὅτι ἀπ᾿ ἄκρων τῶν οὐρανῶν προέρχεσθαι ἔμελλεν καὶ πάλιν εἰς τοὺς αὐτοὺς τόπους ἀνιέναι ἐμηνύετο, ἀναμνήσθητε, ἵνα καὶ θεὸν ἄνωθεν προελθόντα καὶ ἄνθρωπον ἐν ἀνθρώποις γενόμενον γνωρίσητε, καὶ πάλιν ἐκεῖνον παραγενησόμενον, ὃν ὁρᾶν μέλλουσι καὶ κόπτεσθαι οἱ ἐκκεντήσαντες αὐτόν.
また、私が先に述べた、同じくダビデによって語られた別の言葉から、彼が天の果てから出て行き、再び同じ場所へと昇って行くことが示されていたのを思い起こすがよい。それは、諸君が、天から出て行かれた神であり、また人々のうちに人として生まれた方を知り、さらに、彼を突き刺した者たちが見て嘆くことになる、あの再び来られる方を知るためである。
Εἰσὶ δὲ οὗτοι· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτός, ὡς νυμφίος ἐκπο ρευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ἰσχυρὸς ὡς γίγας δραμεῖν ὁδόν. Ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.
それらとはこうである。「もろもろの天は神の栄光を語り、大空はその御手の業を告げる。日は日にことばを吐き出し、夜は夜に知識を告げる。語ることも言葉もなく、その声の聞かれないことはない。その響きは全地に出て行き、その言葉は世界の果てにまで及ぶ。神は太陽のうちにその幕屋を置かれた。そして彼は、その閨から出て来る花婿のように、勇士のように道を走る力強き者として、喜び躍る。その出で立ちは天の果てから、その行き着くところは天の果てにまで至り、その熱を逃れうる者はない。」
Caput LXV
第LXV章Καὶ ὁ Τρύφων ἔφη· Ὑπὸ τῶν τοσούτων γραφῶν δυσωπούμενος οὐκ οἶδα τί φῶ περὶ τῆς γραφῆς ἣν ἔφη Ἡσαΐας, καθ᾿ ἣν ὁ θεὸς οὐδενὶ ἑτέρῳ δοῦναι τὴν δόξαν αὐτοῦ λέγει, οὕτως εἰπών· Ἐγὼ κύριος ὁ θεός, τοῦτό μου ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ μὴ δώσω οὐδὲ τὰς ἀρετάς μου.
するとトリュフォンが言った。「これほど多くの聖書に圧倒されて、私は、イザヤが語ったという聖書について何を言うべきか分からない。それによれば、神はご自分の栄光を他の誰にも与えないと言っておられる。すなわちこう言われている。『私は主なる神である。これが私の名である。私は自分の栄光を他の者に与えない、また自分の徳をも与えない。』」
Κἀγώ· Εἰ μὲν ἁπλῶς καὶ μὴ μετὰ κακίας τούτους τοὺς λόγους εἰπὼν ἐσίγησας, ὦ Τρύφων, μήτε τοὺς πρὸ αὐτῶν προειπὼν μήτε τοὺς ἐπακολουθοῦντας συνάψας, συγγνωστὸς εἶ, εἰ δὲ χάριν τοῦ νομίζειν δύνασθαι εἰς ἀπορίαν ἐμβάλλειν τὸν λόγον, ἵνα εἴπω ἐναντίας εἶναι τὰς γραφὰς ἀλλήλαις, πεπλάνησαι· οὐ γὰρ τολμήσω τοῦτό ποτε ἢ ἐνθυμηθῆναι ἢ εἰπεῖν, ἀλλ᾿ ἐὰν τοιαύτη τις δοκοῦσα εἶναι γραφὴ προβληθῇ, καὶ πρόφασιν ἔχῃ ὡς ἐναντία οὖσα, ἐκ παντὸς πεπεισμένος ὅτι οὐδεμία γραφὴ τῇ ἑτέρᾳ ἐναντία ἐστίν, αὐτὸς μὴ νοεῖν μᾶλλον ὁμολογήσω τὰ εἰρημένα, καὶ τοὺς ἐναντίας τὰς γραφὰς ὑπολαμβάνοντας τὸ αὐτὸ φρονεῖν μᾶλλον ἐμοὶ πεῖσαι ἀγωνίσομαι.
私は答えた。「トリュフォンよ、もしお前が、これらの言葉を単純に、悪意なく語って口を閉ざしたのであれば——その前にある言葉も述べず、続く言葉もつなげずに——それは許されよう。しかし、もし論を窮地に陥れうると考えて、聖書が互いに矛盾していると私に言わせようとしてのことであれば、お前は思い違いをしている。私は決して、そのようなことを考えることも、口にすることもしない。むしろ、そのように矛盾しているように見える聖書がもし差し出され、矛盾しているという口実を持つとしても、私はどの聖書も他の聖書と矛盾することはないと徹底して確信しているがゆえに、語られたことを自分が理解していないのだとむしろ告白し、聖書が矛盾していると思い込んでいる者たちを、同じ考えに至らせるよう説得することにこそ努めよう。」
Ὅπως δ᾿ ἂν ᾖς προτεθεικὼς τὸ πρόβλημα, θεὸς ἐπίσταται. Ἐγὼ δὲ ὡς εἴρηται ὁ λόγος ἀναμνήσω ὑμᾶς, ὅπως καὶ ἐξ αὐτοῦ τούτου γνωρίσητε ὅτι ὁ θεὸς τῷ Χριστῷ αὐτοῦ μόνῳ τὴν δόξαν δίδωσιν. Ἀναλήψομαι δὲ βραχεῖς τινας λόγους, ὦ ἄνδρες, τοὺς ἐν συναφείᾳ τῶν εἰρημένων ὑπὸ τοῦ Τρύφωνος καὶ τοὺς ὁμοίως συνημμένους κατ᾿ ἐπακολούθησιν· οὐ γὰρ ἐξ ἑτέρας περικοπῆς αὐτοὺς ἐρῶ, ἀλλ᾿ ὑφ᾿ ἓν ὥς εἰσι συνημμένοι· καὶ ὑμεῖς τὸν νοῦν χρήσατέ μοι.
お前がどのようにこの問題を差し出したのかは、神がご存じである。しかし私は、語られたとおりにこの言葉を諸君に思い起こさせよう。それによって、まさにこのことから、神がご自身のキリストにのみ栄光を与えられることを諸君が知るためである。そこで私は、諸君よ、トリュフォンによって語られた言葉に連なるいくつかの短い言葉と、同じく結びついて続く言葉とを取り上げよう。私はこれらを別の一節から語るのではなく、結びついているとおり一つながりに語る。諸君も私に心を用いてもらいたい。
Εἰσὶ δὲ οὗτοι· Οὕτως λέγει κύριος ὁ θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
それらとはこうである。「天を造り、これを据え、地とその中のものを固め、その上にある民に息を与え、それを踏み歩く者たちに霊を与える方、主なる神は、こう言われる。私、主なる神は、正義のうちにあなたを召した。私はあなたの手を握って、あなたを強くし、あなたを族の契約とし、諸国民の光として立て、盲人の目を開かせ、縛られた者たちを枷から、暗闇に座す者たちを牢獄から連れ出させる。」
Ἐγὼ κύριος ὁ θεός, τοῦτό μου ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ μὴ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκει, καινὰ ἃ ἐγὼ ἀναγγέλλω. καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν· ἀρχὴ αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες τὴν θάλασσαν καὶ πλέοντες, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
「私、主なる神、これが私の名である。私は自分の栄光を他の者に与えない、また自分の徳を彫像どもに与えない。見よ、初めからのことは来た。私が告げる新しいことどもも、告げる前に汝らに示された。神に新しい歌を歌え。その始まりは地の果てから。海に下る者たち、船を行く者たち、島々、そこに住む者たちよ。」
Εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ εὐφρανθήσονται, καὶ οἱ κατοικοῦντες πέτραν ἀπ᾿ ἄκρου τῶν ὀρέων βοήσονται, δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετάς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται, συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς μετ᾿ ἰσχύος.
「喜べ、荒野よ、その村々よ、その居留地よ。ケダルに住む者たちも喜ぶであろう。岩に住む者たちは、山々の頂から叫ぶであろう。彼らは神に栄光を帰し、その徳を島々に告げ知らせるであろう。万軍の主なる神は出て行かれ、戦いを打ち砕き、熱情を奮い立たせ、力をもって敵に向かって叫ばれるであろう。」
Καὶ ταῦτα εἰπὼν ἔφην πρὸς αὐτούς· Νενοήκατε, ὧ φίλοι, ὅτι ὁ θεὸς λέγει δώσειν τούτῳ, ὃν εἰς φῶς ἐθνῶν κατέστησε, δόξαν καὶ οὐκ ἄλλῳ τινί, ἀλλ᾿ οὐχ, ὡς ἔφη Τρύφων, ὡς ἑαυτῷ κατέχοντος τοῦ θεοῦ τὴν δόξαν; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Νενοήκαμεν καὶ τοῦτο· πέραινε τοιγαροῦν καὶ τὰ ἐπίλοιπα τοῦ λόγου.
こう述べてから、私は彼らに向かって言った。「友よ、諸君は理解したであろうか——神が、ご自分が諸国民の光として立てたこの方に栄光を与えると言っておられるのであって、他の誰にも与えないと言っておられるのを。トリュフォンが言ったように、神がご自分のうちに栄光を保持しておられるということではないのを。」するとトリュフォンが答えた。「それも理解した。それゆえ、話の残りを続けてくれ。」
Caput LXVI
第LXVI章Κἀγὼ πάλιν ἀναλαβὼν τὸν λόγον, ὁπόθεν τὴν ἀρχὴν ἐπεπαύμην ἀποδεικνύων ὅτι ἐκ παρθένου γεννητος καὶ διὰ παρθένου γεννηθῆναι αὐτὸν διὰ Ἡσαίου ἐπεπροφήτευτο, καὶ αὐτὴν προφητείαν πάλιν ἔλεγον.
そこで私は、彼が処女から生まれ、処女を通して生まれることがイザヤによって預言されていたと論証していて初めに中断した、そのところからふたたび話を取り上げ、その同じ預言をふたたび語った。
Ἔστι δὲ αὕτη· Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαίας· Ἀκούσατε δή, οἶκος Δαυΐδ. Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται.
それはこうである。「主はふたたびアハズに語りかけて言われた。『お前の神、主に、深い所であれ、高い所であれ、しるしを求めよ。』アハズは言った。『私は求めない、主を試みない。』そこでイザヤは言った。『ダビデの家よ、聞け。人々に労苦を与えることは、汝らにとって小さきことか。主にまで労苦を与えようというのか。それゆえ、主ご自身が汝らにしるしを与えられる。見よ、処女が胎に宿し、男の子を産むであろう。その名はインマヌエルと呼ばれるであろう。彼はバターと蜜を食べるであろう。』」
Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον κακὸν ἢ ἀγαθόν, ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καὶ καταληφθήσεται ἡ γῆ, ἥν σὺ σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἀλλ᾿ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀπὸ τῆς ἡμέρας ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα Ἀσσυρίων.
「その子が知る前に、あるいは悪を選ぶ前に、善を選ぶであろう。なぜなら、その幼子が善悪を知る前に、悪に逆らって善を選ぶからである。なぜなら、その幼子が父または母を呼ぶことを知る前に、彼はダマスコの力とサマリアの分捕り物とを、アッシリアの王の前で得るであろうから。そして、お前が二人の王の前から重く負って行く地は、占領されるであろう。しかし神は、お前と、お前の民と、お前の父の家との上に、エフライムがユダから離れて以来いまだ来たことのない日々を——すなわちアッシリアの王を——もたらされるであろう。」
Καὶ ἐπέφερον· Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα Ἀβραὰμ οὐδεὶς οὐδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννημένος ἀλλ᾿ ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστι.
そして私は続けて言った。「それゆえ、肉によるアブラハムの族のうちには、この我々のキリストのほかに、誰ひとりとして処女から生まれた者はなく、また生まれたと語られた者もいないことは、すべての人に明らかである。」
Caput LXVII
第LXVII章Καὶ ὁ Τρύφων ἀπεκρίνατο · ῾Π γραφὴ οὐκ ἔχει· Ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, ἀλλ᾿· Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ τὰ ἑξῆς λοιπὰ ὡς ἔφης. Ἔστι δὲ ἡ πᾶσα προφητεία λελεγμένη εἰς Ἐζεκίαν, εἰς ὃν καὶ ἀποδείκνυται ἀποβάντα κατὰ τὴν προφητείαν ταύτην.
するとトリュフォンが答えた。「聖書には『見よ、処女が胎に宿し、男の子を産むであろう』とは書かれておらず、『見よ、若い女が胎に宿し、男の子を産むであろう』とあり、お前が言ったとおりに以下続く。この預言はすべてヒゼキヤについて語られたものであり、この預言のとおりに事が彼において成就したことも証明されている。」
(??)ν δὲ τοῖς τῶν λεγομένων Ἑλλήνων μύθοις λέλεκται ὅτι Περσεὺς ἐκ Δανάης, παρθένου οὔσης, ἐν χρυσοῦ μορφῇ ῥεύσαντος ἐπ᾿ αὐτὴν τοῦ παρ᾿ αὐτοῖς Διὸς καλουμένου, γεγέννηται· καὶ ὑμεῖς τὰ αὐτὰ ἐκείνοις λέγοντες αἰδεῖσθαι ὀφείλετε, καὶ μᾶλλον ἄνθρωπον ἐξ ἀνθρώπων γενόμενον λέγειν τὸν Ἰησοῦν τοῦτον, καί, ἐὰν ἀποδείκνυτε ἀπὸ τῶν γραφῶν ὅτι αὐτός ἐστιν ὁ Χριστός, διὰ τὸ ἐννόμως καὶ τελέως πολιτεύεσθαι αὐτὸν κατηξιῶσθαι τοῦ ἐκλεγῆναι εἰς Χριστόν, ἀλλὰ μὴ τερατολογεῖν τολμᾶτε, ὅπως μηδὲ ὁμοίως τοῖς Ἕλλησι μωραίνειν ἐλέγχησθε.
「いわゆるギリシア人たちの神話のうちには、ペルセウスが、処女であったダナエから生まれたと語られている——彼らのもとでゼウスと呼ばれる者が黄金の形をとって彼女の上に流れ込んだことによって。諸君は彼らと同じことを言っているのだから、恥じねばならない。むしろ、このイエスは人間から生まれた人間であると言い、また、もし諸君が聖書からこの方がキリストであると証明しようとするならば、彼が律法にかない、完全に生きたがゆえにキリストに選ばれるに値したのだと言おうとするならばまだしも、奇怪な物語を語ろうと敢えてすることのないようにせよ——ギリシア人たちと同じように愚かであると論駁されないために。」
Καὶ ἐγὼ πρὸς ταῦτα ἔφην· Ὤ Τρύφων, ἐκεῖνό σε πεπεῖσθαι βούλομαι καὶ πάντας ἁπλῶς ἀνθρώπους, ὅτι, κἄν γελοιάζοντες ἢ ἐπιτωθάζοντες χείρονα λέγητε, οὐκ ἐκστήσετέ με τῶν προκειμένων, ἀλλ᾿ ἐξ ὧν εἰς ἔλεγχον νομίζετε προβάλλειν λόγων τε ἢ πραγμάτων, ἐξ αὐτῶν τὰς ἀποδείξεις τῶν ὑπ᾿ ἐμοῦ λεγομένων μετὰ μαρτυρίας τῶν γραφῶν ἀεὶ ποιήσομαι.
そこで私はこれに答えて言った。「トリュフォンよ、私はお前に、そして端的にすべての人々に、こう確信してほしい。たとえ諸君が戯れて、あるいは嘲って、より悪しきことを言おうとも、それによって私を、いま論じている事柄から動じさせることはできない。むしろ、諸君が論駁のために差し出そうとする言葉や事柄そのものからこそ、私はつねに、聖書の証しとともに、私が語ることの論証を行おう。」
Οὐκ ὀρθῶς μέντοι οὐδὲ φιλαλήθως ποιεῖς, κἀκεῖνα περὶ ὧν ἀεὶ συγκαταθέσεις ἡμῖν γεγένηνται, ὅτι διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν διὰ Μωσέως τινὲς τῶν ἐντολῶν τεθειμέναι εἰσίν, ἀναλύειν πειρώμενος. Ἔφης γὰρ διὰ τὸ ἐννόμως πολιτεύεσθαι ἐκλελέχθαι αὐτὸν καὶ Χριστὸν γεγενῆσθαι, εἰ ἄρα οὗτος ἀποδειχθείη ὤν.
しかし、お前はまた、我々に対して常々同意してきたことがら——すなわち、諸君の民の心の頑なさのゆえに、モーセを通していくつかの戒めが定められたということ——を、いま解き崩そうとしている。それは正しいことでも、真理を愛することでもない。というのもお前は、彼が律法にかなって生きたがゆえに選ばれ、もし彼がまさにそうであると証明されるならばキリストとなったのだ、と言ったからである。
Καὶ ὁ Τρύφων· Σὺ γὰρ ὡμολόγησας ἡμῖν, ἔφη, ὅτι καὶ περιετμήθη καὶ τὰ ἄλλα τὰ νόμιμα τὰ διὰ Μωσέως διαταχθέντα ἐφύλαξε.
するとトリュフォンが言った。「お前は我々に、彼が割礼を受け、モーセを通して定められた他の律法の定めをも守ったと、認めたではないか。」
Κἀγὼ ἀπεκρινάμην· Ὡμολόγησά τε καὶ ὁμολογῶ· ἀλλ᾿ οὐχ ὡς δικαιούμενον αὐτὸν διὰ το(??)των ὡμολόγησα ὑπομεμενηκέναι πάντα, ἀλλὰ τὴν οἰκονομίαν ἀπαρτίζοντα, ἣν ἤθελεν ὁ πατὴρ αὐτοῦ καὶ τῶν ὅλων ποιητὴς καὶ κύριος καὶ θεός. Καὶ γὰρ τὸ ἀποθανεῖν σταυρωθέντα ὁμολογῶ ὑπομεῖναι αὐτὸν καὶ τὸ ἄνθρωπον γενέσθαι καὶ τοσαῦτα παθεῖν ὅσα διέθεσαν αὐτὸν οἱ ἀπὸ τοῦ γένους ὑμῶν.
私は答えた。「認めたし、いま認める。しかし、彼がこれらのことによって義とされるためにすべてを耐え忍んだと認めたのではなく、彼の父にして万物の造り主・主・神が望まれた経綸を成し遂げるためであったと認めたのである。実際、彼が十字架につけられて死ぬことを耐え忍んだこと、人となったこと、そして諸君の族の者たちが彼に加えたほどの数々の苦しみを受けたことをも、私は認める。」
Ἐπεὶ πάλιν, ὦ Τρύφων, μὴ συντίθεσαι οἶς φθάνεις συντεθειμένος, ἀπόκριναί μοι· Οἱ πρὸ Μωσέως γενόμενοι δίκαιοι καὶ πατριάρχαι, μηδὲν φυλάξαντες τῶν ὅσα ἀποδείκνυσιν ὁ λόγος ἀρχὴν διαταγῆς εἰληφέναι διὰ Μωσέως, σώζονται ἐν τῇ τῶν μακαρίων κληρονομίᾳ ἢ οὔ;
それゆえ、ふたたび言うが、トリュフォンよ、お前がすでに同意していることに、いま同意しないというのなら、私に答えよ。モーセ以前にいた正しい人々や族長たちは、モーセを通して定められ始めたと論が示すところのものを何ひとつ守らなかったのに、幸いなる者たちの受け継ぐものの中で救われるのか、それとも救われないのか。
Καὶ ὁ Τρύφων ἔφη· Αἱ γραφαὶ ἀναγκάζουσί με ὁμολογεῖν. Ὁμοίως δ᾿ ἀνερωτῶ σε πάλιν, ἔφην· Τὰς προσφορὰς καὶ τὰς θυσίας δι᾿ ἔνδειαν ὁ θεὸς ἐνετείλατο ποιεῖν τοὺς πατέρας ὑμῶν, ἢ διὰ τὸ σκληροκάρδιον αὐτῶν καὶ εὐχερὲς πρὸς εἰδωλολατρείαν; Καὶ τοῦτο, ἔφη, αἱ γραφαὶ ὁμοίως ἀναγκάζουσιν ὁμολογεῖν ἡμᾶς.
するとトリュフォンが言った。「聖書が、私に認めることを強いる。」私はふたたび言った。「同じように、もう一度お前に尋ねよう。神が諸君の父祖たちに供え物と供犠とを行うよう命じられたのは、神の不足のゆえであったか、それとも彼らの心の頑なさと偶像礼拝に流されやすい性質のゆえであったか。」彼は言った。「これについても、聖書は同じように、我々に認めることを強いる。」
Καὶ ὅτι, φημί, καινὴν διαθήκην διαθή- εσθαι ὁ θεὸς ἐπήγγελται παρὰ τὴν ἐν ὄρει Χωρήβ, ὁμοίως αἱ γραφαὶ προεῖπον; Καὶ τοῦτο ἀπεκρίνατο προειρῆσθαι. Κἀγὼ πάλιν· Ἡ δὲ παλαιὰ διαθήκη, ἔφην, μετὰ φόβου καὶ τρόμου διετάγη τοῖς πατράσιν ὑμῶν, ὡς μηδὲ δύνασθαι αὐτοὺς ἐπαίειν τοῦ θεοῦ; Κἀκεῖνος ὡμολόγησε.
私は言った。「そして、神がホレブ山での契約とは別の新しい契約を結ぶことを約束されたということも、同じように聖書はあらかじめ告げていたか。」彼は、それもあらかじめ語られていたと答えた。私はまた言った。「古い契約は、諸君の父祖たちが神の御声を聞き取ることすらできないほどの恐れと戦きをもって定められたのではないか。」彼はこれを認めた。
Τί οὖν; ἔφην. Ἑτέραν διαθήκην ἔσεσθαι ὁ θεὸς ὑπέσχετο, οὐχ ὡς ἐκείνη διετάγη, καὶ ἄνευ φόβου καὶ τρόμου καὶ ἀστραπῶν διαταγῆναι αὐτοῖς ἔφη, καὶ δεικνύουσαν τί μὲν ὡς αἰώνιον καὶ παντὶ γένει ἁρμόζον καὶ ἔνταλμα καὶ ἔργον ὁ θεὸς ἐπίσταται, τί δὲ πρὸς τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν ἁρμοσάμενος, ὡς καὶ διὰ τῶν προφητῶν βοᾷ, ἐνετέταλτο.
そこで私は言った。「では、どうなのか。神は、あの契約が定められたのとは異なるもう一つの契約があることを約束された。恐れも戦きも稲妻もなしにそれが彼らに定められると言われ、そして何が永遠であり、あらゆる族にふさわしい戒めと業として神が知っておられるものであるかを示し、また何が、諸君の民の心の頑なさに合わせて定められたものであるかを——預言者たちを通しても叫んでおられるとおりに——示すものであると。」
Καὶ τούτῳ συνθέσθαι, ἔφη, ἐκ παντὸς τοὺς φιλαλήθεις, ἀλλὰ μὴ φιλέριδας, ἀναγκαῖον. Κἀγώ· Οὐκ οἶδ᾿ ὅπως, ἔφην, φιλερίστους τινὰς ἀποκαλῶν, αὐτὸς πολλάκις ἐν τούτῳ ἐφάνης τῷ ἔργῳ ὤν, ἀντειπὼν πολλάκις οἷς συνετέθης.
彼は言った。「真理を愛する者たちは、争いを愛する者たちではなく、これに同意することが是非とも必要である。」私は言った。「どうしたことか——お前は他の者たちを争い好きと呼びながら、自分自身がしばしばまさにその行いをしていた、すでに同意したことにたびたび反論して。」
Caput LXVIII
第LXVIII章Καὶ ὁ Τρύφων· Ἄπιστον γὰρ καὶ ἀδύνατον σχεδὸν πρᾶγμα ἐπιχειρεῖς ἀποδεικνύναι, ὅτι θεὸς ὑπέμεινε γεννηθῆναι καὶ ἄνθρωπος γενέσθαι. Εἰ τοῦτο, ἔφην, ἀπ᾿ ἀνθρωπείοις διδάγμασιν ἢ ἐπιχειρήμασιν ἐπεβαλόμην ἀποδεικνύναι, ἀνασχέσθαι μου οὐκ ἂν ἔδει ὑμᾶς· εἰ δὲ γραφὰς καὶ εἰς τοῦτο εἰρημένας τοσαύτας, πλειστάκις αὐτὰς λέγων. ἀξιῶ ὑμᾶς ἐπιγνῶναι αὐτάς, σκληροκάρδιοι πρὸς τὸ γνῶναι νοῦν καὶ θέλημα τοῦ θεοῦ γίνεσθε. Εἰ δὲ βουλεσθε τοιοῦτοι ἀεὶ μένειν, ἐγὼ μὲν οὐδὲν ἂν βλαβείην· τὰ δὲ αὐτὰ ἀεὶ ἔχων, ἃ καὶ πρὸ τοῦ συμβαλεῖν ὑμῖν εἶχον, ἀπαλλάξομαι ὑμῶν.
するとトリュフォンが言った。「お前が証明しようとしているのは、ほとんど信じがたく不可能なことである——神が生まれることを耐え忍び、人となられたということを。」私は言った。「もし私がこれを、人間の教えや議論によって証明しようと試みたのであれば、諸君は私を容認する必要はなかったであろう。しかし、これについて語られたこれほど多くの聖書を、何度も繰り返し述べながら求めているのだから、諸君にはそれを理解してもらいたい。諸君は神の御心と御旨を知ろうとすることに対して、心を頑なにしている。もし諸君が、いつまでもそのようであり続けようとするならば、私には何の害もない。私は、諸君と語り合う前から持っていたのと同じものを、いつも変わらず持ちながら、諸君のもとを去るだけである。」
Καὶ ὁ Τρύφων· Ὅρα, ὦ φίλε, ἔφη, ὅτι μετὰ πολλοῦ κόπου καὶ καμάτου γέγονέ σοι τὸ κτήσασθαι αὐτά· καὶ ἡμᾶς οὖν, βασανίσαντας πάντα τὰ ἐπιτρέχοντα, συνθέσθαι δεῖ οἷς ἀναγκάζουσιν ἡμᾶς αἱ γραφαί. Κἀγὼ πρὸς ταῦτα· Οὐκ ἀξιῶ, εἶπον, ὑμᾶς μὴ παντὶ τρόπῳ ἀγωνιζομένους τὴν ἐξέτασιν τῶν ζητουμένων ποιεῖσθαι, ἀλλ᾿ ἐκείνοις μὴ πάλιν ἀντιλέγειν, μηδὲν ἔχοντας λέγειν, οἷς ἔφητε συνθέσθαι.
するとトリュフォンが言った。「見よ、友よ、それらをお前が身につけるには多くの労苦と骨折りがあったのだ。それゆえ我々もまた、押し寄せてくるすべてのことを吟味した上で、聖書が我々に強いることに同意しなければならない。」私はこれに対して言った。「私が諸君に求めるのは、あらゆる仕方で問題の吟味を尽くさないことではなく、むしろ、いったん同意すると言ったことに対して、何も言うべきことがないのに再び反論しないことである。」
Καὶ ὁ Τρύφων ἔφη· Τοῦτο πειρασόμεθα πράξειν. Πάλιν ἐγὼ ἔφην· Πρὸς τοῖς ἀνηρωτημένοις καὶ νῦν ὑπ᾿ ἐμοῦ πάλιν ἀνερωτήσασθαι ὑμᾶς βούλομαι· διὰ γὰρ τῶν ἀνερωτήσεων τούτων καὶ περαιωθῆναι σὺν τάχει τὸν λόγον ἀγωνιοῦμαι. Καὶ ὁ Τρύφων ἔφη· Ἀνερώτα. Κἀγὼ εἶπον· Μήτι ἄλλον τινὰ προσκυνητὸν καὶ κύριον καὶ θεὸν λεγόμενον ἐν ταῖς γραφαῖς νοεῖτε εἶναι πλὴν τοῦ τοῦτο ποιήσαντος τὸ πᾶν καὶ τοῦ Χριστοῦ, ὃς διὰ τῶν τοσούτων γραφῶν ἀπεδείχθη ὑμῖν ἄνθρωπος γενόμενος;
するとトリュフォンが言った。「それを行うよう努めよう。」私はまた言った。「すでに問うたことに加えて、いま私はさらに諸君に問いたい。これらの問いによって、話を速やかに終えることに努めたいからである。」トリュフォンは言った。「問うがよい。」私は言った。「聖書のうちで礼拝され、主、神と呼ばれる方として、この万物を造られた方とキリスト——これほど多くの聖書によって諸君に対して人となられたことが証明されたキリスト——のほかに、諸君は他の誰かがいると考えているのか。」
Καὶ ὁ Τρύφων· Πῶς τοῦτο δυνάμεθα εἷναι ὁμολογῆσαι, ὁπότε, εἰ καὶ ἄλλος τίς ἐστι πλὴν τοῦ πατρὸς μόνου. τὴν τοσαύτην ζήτησιν ἐποιησάμεθα; Κἀγὼ πάλιν· Ἀναγκαῖόν ἐστι καὶ ταῦτα ὑμᾶς ἐρωτῆσαι, ὅπως γνῶ μήτι ἄλλο φρονεῖτε παρ᾿ ἃ τέως ὡμολογήσατε. Κἀκεῖνος· Οὔ, ἄνθρωπε, ἔφη. Κἀγὼ πάλιν· Ὑμῶν οὖν ταῦτα ἀληθῶς συντιθεμένων καὶ τοῦ λόγου λέγοντος· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; οὐκ ἤδη καὶ νοεῖν ὀφείλετε ὅτι οὐκ ἔστι γένους ἀνθρώπου σπέρμα;
するとトリュフォンが言った。「我々がどうしてこれを認めることができようか——父のほかに他の誰かがいるかどうかについて、これほど大きな探求を我々が行ってきたというのに。」私はまた言った。「これらのことも諸君に尋ねる必要がある——諸君がこれまで認めてきたことと違うことを考えているのではないかを知るために。」彼は言った。「いや、人よ、そうではない。」私はまた言った。「それでは、諸君が真実にこれに同意しているのであれば、また、聖書の言葉が『彼の系図を誰が語り尽くせようか』と言っているのであれば、諸君はもはや、彼が人間の族の種によるものではないと理解すべきではないか。」
Καὶ ὁ Τρύφων· Πῶς οὖν ὁ λόγος λέγει τῷ Δαυῒδ ὅτι ἀπὸ τῆς ὀσφύος αὐτοῦ λήψεται ἑαυτῷ υἱὸν ὁ θεὸς καὶ κατορθώσει αὐτῷ τὴν βασιλείαν καὶ καθίσει αὐτὸν ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ;
するとトリュフォンが言った。「それでは、聖書の言葉はダビデに向かって、神が彼の腰から御自分のために子を得て、彼のために王国を確立し、彼をその栄光の座に着かせるであろうと語っているのは、どういうことか。」
Κἀγὼ ἔφην· Ὦ Τρύφων, εἰ μὲν καὶ τὴν προφητείαν, ἣν ἔφη Ἡσαΐας, οὔ φησι πρὸς τὸν οἶκον τοῦ Δαυΐδ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἀλλὰ πρὸς ἕτερον οἶκον τῶν δώδεκα φυλῶν, ἴσως ἂν ἀπορίαν εἶχε τὸ πρᾶγμα· ἐπειδὴ δὲ καὶ αὐτὴ ἡ προφητεία πρὸς τὸν οἶκον Δαυῒδ εἴρηται, τὸ εἰρημένον πρὸς Δαυῒδ ὑπὸ θεοῦ ἐν μυστηρίῳ διὰ Ἡσαΐου ὡς ἔμελλε γίνεσθαι ἐξηγήθη· εἰ μήτι τοῦτο οὐκ ἐπίστασθε, ὦ φίλοι, ἔφην, ὅτι πολλοὺς λόγους, τους ἐπικεκαλυμμένως καὶ ἐν παραβολαῖς ἢ μυστηρίοις ἣ ἐν συμβόλοις ἔργων λελεγμένους, οἱ μετ᾿ ἐκείνους τοὺς εἰπόντας ἢ πράξαντας γενόμενοι προφῆται ἐξηγήσαντο.
私は言った。「トリュフォンよ、もしイザヤが語った預言——『見よ、処女が胎に宿すであろう』——が、ダビデの家に向けて語られたのではなく、十二部族のうちの別の家に向けて語られたものであったなら、この事には、あるいは疑問が残ったであろう。しかし、まさにこの預言もまたダビデの家に向けて語られているのだから、ダビデに向かって神が奥義のうちに語られたことは、イザヤを通して、それがいかに成就するかを説き明かされたのである。あるいは、友よ、諸君はこのことを知らないのではないか——覆い隠された仕方で、譬えのうちに、あるいは奥義のうちに、あるいは業のしるしのうちに語られた多くの言葉を、それを語り、あるいは行った者たちの後に出た預言者たちが説き明かした、ということを。」
Καὶ μάλα, ἔφη ὁ Τρύφων. Ἐὰν οὖν ἀποδείξω τὴν προφητείαν ταύτην τοῦ Ἡσαίου εἰς τοῦτον τὸν ἡμέτερον Χριστὸν εἰρημένην, ἀλλ᾿ οὐκ εἰς τὸν Ἐζεκίαν, ὥς φατε ὑμεῖς, οὐχὶ καὶ ἐν τούτῳ δυσωπήσω ὑμᾶς μὴ πείθεσθαι τοῖς διδασκάλοις ὑμῶν, οἵτινες τολμῶσι λέγειν τὴν ἐξήγησιν, ἣν ἐξηγήσαντο οἱ ἑβδομήκοντα ὑμῶν πρεσβύτεροι παρὰ Πτολεμαίῳ τῷ τῶν Αἰγυπτίων βασιλεῖ γενόμενοι, μὴ εἶναι ἔν τισιν ἀληθῆ;
トリュフォンは言った。「まさにそのとおりだ。」それゆえ、もし私が、イザヤのこの預言が、諸君の言うようにヒゼキヤについてではなく、我々のこのキリストについて語られたものであると証明するならば、それによっても私は、諸君の教師たち——エジプトの王プトレマイオスのもとにいた諸君の七十人の長老たちが行った釈義を、ある点において真実でないなどと敢えて言う者たち——に説得されないよう、諸君を説き伏せることになるのではないか。
Ἃ γὰρ ἂν διαρρήδην ἐν ταῖς γραφαῖς φαίνονται ἐλέγχοντα αὐτῶν τὴν ἀνόητον καὶ φίλαυτον γνώμην, ταῦτα τολμῶσι λέγειν μὴ οὕτω γεγράφθαι· ἃ δ᾿ ἂν καὶ ἕλκειν πρὸς ἃς νομίζουσι δύνασθαι ἁρμόζειν πράξεις ἀνθρωπείους, ταῦτα οὐκ εἰς τοῦτον τὸν ἡμέτερον Ἰησοῦν Χριστὸν εἰρῆσθαι λέγουσιν, ἀλλ᾿ εἰς ὃν αὐτοὶ ἐξηγεῖσθαι ἐπιχειροῦσιν. Ὁποῖον καὶ τὴν γραφὴν ταύτην, περὶ ἧς ἡ νῦν ὁμιλία ἐστίν, ἐδίδαξαν ὑμᾶς λέγοντες εἰς Ἐζεκίαν αὐτὴν εἰρῆσθαι, ὅπερ, ὡς ὑπεσχόμην, ἀποδείξω ψεύδεσθαι αὐτούς.
というのも、聖書のうちにあって彼らの愚かで自己愛にとらわれた考えを明白に論駁するものが現れるところでは、彼らはそう書かれていないと敢えて言い、また人間の行いに当てはめることができると考えるところへ引き寄せうるものについては、この我々のイエス・キリストについて語られたのではなく、彼ら自身が釈義しようと試みている者について語られたのだと言うからである。ちょうど、いま我々が語り合っているこの聖句についても、彼らはヒゼキヤについて語られたのだと諸君に教えたが、それについては、私が約束したとおり、彼らが偽っていることを証明しよう。
Ἃς δ᾿ ἂν λέγωμεν αὐτοῖς γραφάς, αἵ διαρρήδην τὸν Χριστὸν καὶ παθητὸν καὶ προσκυνητὸν καὶ θεὸν ἀποδεικνύουσιν, ἃς καὶ προανιστόρησα ὑμῖν, ταύτας εἰς Χριστὸν μὲν εἰρῆσθαι ἀναγκαζόμενοι συντίθενται, τοῦτον δὲ μὴ εἶναι τὸν Χριστὸν τολμῶσι λέγειν, ἐλεύσεσθαι δὲ καὶ παθεῖν καὶ βασιλεῦσαι καὶ προσκυνητὸν γενέσθαι θεὸν ὁμολογοῦσιν· ὅπερ γελοῖον καὶ ἀνόητον ὂν ὁμοίως ἀποδείξω. Ἀλλ᾿ ἐπεὶ κατεπείγει με πρότερον πρὸς τὰ ὑπὸ σοῦ ἐν γελοίῳ τρόπῳ εἰρημένα ἀποκρίνασθαι, πρὸς ταῦτα τὰς ἀποκρίσεις ποιήσομαι, καὶ πρὸς τὰ ἐπίλοιπα ἐς ὕστερον τὰς ἀποδείξεις δώσω.
しかし、我々が彼らに向かって、キリストが受苦する方であり、礼拝されるべき方であり、神であることを明白に証明する聖書——すでに諸君に先に語ったもの——を引くと、彼らは、それがキリストについて語られたものであることは余儀なく認めるものの、この方がそのキリストではないと敢えて言い、来たるべき方が受苦し、王となり、礼拝される神となるであろうとは告白する。これがいかに滑稽で愚かなことであるかを、私は同じく証明しよう。しかし、まず、お前が滑稽な仕方で語ったことに答えることがいま差し迫っているので、それに対して答えをなし、残りのことについては、のちに証明を与えよう。
Caput LXIX
第LXIX章Εὖ ἴσθι οὖν, ὦ Τρύφων, λέγων ἐπέφερον, ὅτι ἃ παραποιήσας ὁ λεγόμενος διάβολος ἐν τοῖς Ἕλλησι λεχθῆναι ἐποίησεν, ὡς καὶ διὰ τῶν ἐν Αἰγύπτῳ μάγων ἐνήρησε καὶ διὰ τῶν ἐπὶ Ἡλίᾳ ψευδοπροφητῶν, καὶ ταῦτα βεβαίαν μου τὴν ἐν ταῖς γραφαῖς γνῶσιν· καὶ πίστιν κατέστησεν.
そこで私は、続けてこう語った。「トリュフォンよ、よく知っておくがよい。いわゆる悪魔が、エジプトの魔術師たちを通して、またエリヤの時代の偽預言者たちを通して働いたのと同じように、ギリシア人たちのうちにも歪め語らせたことどもは、かえって聖書における私の知識を確かなものとし、信を確立させた。」
Ὅταν γὰρ Διόνυσον μὲν υἱὸν τοῦ Διὸς ἐκ μίξεως, ἣν μεμῖχθαι αὐτὸν τῇ Σεμέλῃ, γεγενῆσθαι λέγωσι, καὶ τοῦτον εὑρετήν ἀμπέλου γενόμενον, καὶ διασπαραχθέντα καὶ ἀποθανόντα ἀναστῆναι, εἰς οὐρανόν τε ἀνεληλυθέναι ἱστορῶσι, καὶ ὄνον ἐν τοῖς μυστηρίοις αὐτοῦ παραφέρωσιν, οὐχὶ τὴν προλελεγμένην ὑπὸ Μωσέως ἀναγραφεῖσαν Ἰακώβ τοῦ πατριάρχου προφητείαν μεμιμῆσθαι αὐτὸν νοῶ;
というのも、彼らがディオニュソスについて、ゼウスの子であり、セメレとの交わりによって生まれたと言い、この者が葡萄の木の発見者となり、八つ裂きにされて死んだのちに甦り、天へと昇ったと語り伝え、その秘儀のうちに驢馬を担ぎ出すとき、私は、これがモーセによって先に記されていた族長ヤコブの預言を模倣したものだと理解しないではいられない。
Ἐπὰν δὲ τὸν Ἡρακλέα ἰσχυρὸν καὶ περινοστήσαντα πᾶσαν τὴν γῆν, καὶ αὐτὸν τῷ Διῒ ἐξ Ἀλκμήνης γενόμενον, καὶ ἀποθανόντα εἰς οὐρανὸν ἀνεληλυθέναι λέγωσιν, οὐχὶ τὴν, Ἰσχυρὸς ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ, περὶ Χριστοῦ λελεγμένην γραφὴν ὁμοίως μεμιμῆσθαι νοῶ; Ὅταν δὲ τὸν Ἀσκληπιὸν νεκροὺς ἀνεγείραντα καὶ τὰ ἄλλα πάθη θεραπεύσαντα παραφέρῃ, οὐχὶ τὰς περὶ Χριστοῦ ὁμοίως προφητείας μεμιμῆσθαι τοῦτον καὶ ἐπὶ τούτῳ φημί;
また、彼らがヘラクレスについて、力強く全地を巡り歩いた者、ゼウスがアルクメネから得た子であり、死んで天へと昇ったと語るとき、私は、これが「勇士のように道を走る力強き方」というキリストについて語られた聖句を、同じように模倣したものだと理解する。また、彼らがアスクレピオスについて、死者を甦らせ、その他の病苦を癒したと担ぎ出すとき、この点についても、これはキリストについての預言を同じように模倣したものだと、私は言う。
Ἐπεὶ δὲ οὐκ ἀνιστόρησα πρὸς ὑμᾶς τοιαύτην γραφήν, ἣ σημαίνει τὸν Χριστὸν ταῦτα ποιήσειν, καὶ μιᾶς τινὸς ἀναγκαίως ἐπιμνησθήσομαι, ἐξ ἧς καὶ συνεῖναι ὑμῖν δυνατόν, πῶς καὶ τοῖς ἐρήμοις γνώσεως θεοῦ, λέγω δὲ τοῖς ἔθνεσιν, οἳ καὶ ὀφθαλμοὺς ἔχοντες οὐχ ἑώρων οὐδὲ καρδίαν ἔχοντες συνίεσαν, τά ἐξ ὕλης κατασκευάσματα προσκυνοῦντες, ὁ λόγος προέλεγεν ἀρνηθῆναι αὐτὰ καὶ ἐλπίζειν ἐπὶ τοῦτον τὸν Χριστόν.
ところで、私は諸君に、キリストがこれらのことを行うであろうと示す聖句を、まだ語っていないので、必ずここで一つだけ思い起こすことにしよう。それによって諸君も、神を知ることに乏しい者たち——すなわち、目を持ちながら見ず、心を持ちながら理解せず、物質から造られたものを礼拝していた諸国民——に対して、聖書の言葉があらかじめ、彼らがそれらを拒み、このキリストに望みを置くであろうと告げていたことを、理解できよう。
Εἴρηται δὲ οὕτως· Εὐφράνθητι ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἐξανθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τά ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμή τοῦ Καρμήλου. Καὶ ὁ λαός μου ὄψεται τὸ ὕψος κυρίου καὶ τὴν δόξαν τοῦ θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Παρακαλεῖσθε οἱ ὀλιγόψυχοι τῇ καρδίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοί τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς διψῶσαν γῆν πηγή ὕδατος ἔσται.
こう語られている。「喜べ、渇いた荒野よ。荒野は喜び躍り、百合のように花咲け。ヨルダンの荒れ地は花咲き、喜び躍るであろう。レバノンの栄光がそれに与えられ、カルメルの誉れも与えられる。そして私の民は、主の高さと神の栄光を見るであろう。萎えた手よ、力を得よ。弱った膝よ、力を得よ。心弱き者たちよ、慰められよ、力を得よ、恐れるな。見よ、我々の神は裁きを報い、また報いられるであろう。神ご自身が来て、我々を救われるであろう。そのとき、盲人の目は開かれ、聾者の耳は聞こえるようになる。そのとき、足萎えは鹿のように躍り上がり、口ごもる者の舌は明らかに語るようになる。それは、荒野に水が湧き出し、渇いた地に谷川が流れ出るからである。水なき地は沼となり、渇いた地には水の泉が湧くであろう。」
Πηγὴ ὕδατος ζῶντος παρὰ θεοῦ ἐν τῇ ἐρήμῳ γνώσεως θεοῦ τῇ τῶν ἐθνῶν γῇ ἀνέβλυσεν οὗτος ὁ Χριστός, ὃς καὶ ὲν τῷ γένει ὑμῶν πέφανται, καὶ τοὺς ἐκ γενετῆς καὶ κατὰ τὴν σάρκα πηροὺς καὶ κωφοὺς καὶ χωλοὺς ἰάσατο, τὸν μὲν ἅλεσθαι, τὸν δὲ καὶ ἀκούειν, τὸν δὲ καὶ ὁρᾶν τῷ λόγῳ αὐτοῦ ποιήσας· καὶ νεκροὺς δὲ ἀναστήσας καὶ ζῆν ποιήσας, καὶ διὰ τῶν ἔργων ἐδυσώπει τοὺς τότε ὄντας ἀνθρώπους ἐπιγνῶναι αὐτόν.
神のもとから出る生ける水の泉として、神を知ることに乏しい荒野、すなわち諸国民の地に湧き出たのは、このキリストである。この方は諸君の族のうちにも現れ、生まれつき肉において目の見えない者、耳の聞こえない者、足の萎えた者たちを癒し、ある者には躍り上がることを、ある者には聞くことを、ある者には見ることを、その言葉によって行われた。また死人を甦らせ、生きるようにされ、その業を通して、当時生きていた人々に、御自身を認めるよう説き伏せられた。
Οἱ δὲ καὶ ταῦτα ὁρῶντες γινόμενα φαντασίαν μαγικὴν γίνεσθαι ἔλεγον· καὶ γὰρ μάγον εἶναι αὐτὸν ἐτόλμων λέγειν καὶ λαοπλάνον. Αὐτὸς δὲ καὶ ταῦτα ἐποίει πείθων καὶ τοὺς ἐπ᾿ αὐτὸν πιστεύειν μέλλοντας, ὅτι, κἄν τις, ἐν λώβῃ τινὶ σώματος ὑπάρχων, φύλαξ τῶν παραδεδομένων ὑπ᾿ αὐτοῦ διδαγμάτων ὑπάρξῃ, ὁλόκληρον αὐτὸν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ μετὰ τοῦ καὶ ἀθάνατον καὶ ἄφθαρτον καὶ ἀλύπητον ποιῆσαι ἀναστήσει.
しかし、これらのことが起こるのを見た者たちは、それは魔術による幻影にすぎないと言い、彼を魔術師であり民を惑わす者であると敢えて言った。しかし彼自身は、これらのことを行いながら、彼を信じることになる者たちをも説き伏せていた——たとえ誰かが肉体のうちに何らかの損なわれたところがあろうとも、彼の伝えた教えの守り手であるならば、御自身の再臨のときに、その者を不死で朽ちることなく苦しみのない者とすると共に、五体満足な者として甦らせるであろう、ということを。
Caput LXX
第LXX章Ὅταν δὲ οἱ τὰ τοῦ Μίθρου μυστήρια παραδιδόντες λέγωσιν ἐκ πέτρας γεγεννῆσθαι αὐτόν, καὶ σπήλαιον καλῶσι τὸν τόπον ἔνθα μυεῖν τοὺς πειθομένους αὐτῷ παραδιδοῦσιν, ἐνταῦθα οὐχὶ τὸ εἰρημένον ὑπο Δανιήλ. ὅτι Λίθος ἄνευ χειρῶν ἐτμήθη ἐξ ὄρους μεγάλου, μεμιμῆσθαι αὐτοὺς ἐπίσταμαι, καὶ τὰ ὑπὸ Ἡσαίου ὁμοίως, οὗ καὶ τοὺς λόγους πάντας μιμήσασθαι ἐπεχείρησαν; Δικαιοπραξίας γὰρ λόγους καὶ παρ᾿ ἐκείνοις λέγεσθαι ἐτεχνάσαντο.
また、ミトラの秘儀を伝える者たちが、彼が岩から生まれたと言い、彼を信じる者たちに秘儀を授ける場所を洞窟と呼ぶとき、ここにおいても私は、彼らがダニエルによって語られたこと——すなわち「石が、手によらずに大きな山から切り出された」ということ——を模倣したのだと理解している。同じくイザヤによって語られたことも模倣しており、その言葉のことごとくを模倣しようと試みた。というのも、彼らのもとでも正しい行いについての言葉が語られるように、彼らは工夫をこらしたからである。
Τοὺς δὲ εἰρημένους λόγους τοῦ Ἡσαΐου ἀναγκαίως ἀνιστορήσω ὑμῖν, ὅπως ἐξ αὐτῶν γνῶτε ταῦθ᾿ οὕτως ἔχειν. Εἰσὶ δὲ οὗτοι· Ἀκούσατε, οἱ πόρρωθεν, ἃ ἐποίησα· γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι· λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀφωσιωμένος ἀπὸ δώρων, βαρύνων ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν ἄδικον αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.
そこで私は、イザヤの語ったこれらの言葉を、諸君に必ず示そう。それらの言葉から、諸君がこのことがそのとおりであると知るためである。それらとはこうである。「遠くにいる者たちよ、私が行ったことを聞け。近くにいる者たちは私の力を知るであろう。シオンにいる不法な者たちは離れ去った。不敬虔な者たちは戦きを覚えるであろう。永遠の場所を誰が汝らに告げようか。正義のうちに歩み、まっすぐな道を語り、不法と不正とを憎み、その手を賄賂から遠ざけ、不義なる血の裁きを聞かないように耳を重くし、不正を見ないように目を閉じる者——この者は、堅固な岩の高き洞窟に住むであろう。」
Ἄρτος δοθήσεται αὐτῷ, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται πόρρωθεν. Ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου. Ποῦ ἔστιν ὁ γραμματικός; Ποῦ εἰσιν οἱ βουλεύοντες; Ποῦ ἔστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους, μικρὸν καὶ μέγαν λαόν; Ὧι οὐ συνεβουλεύσαντο, οὐδὲ ᾔδεισαν βάθη φωνῶν, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
「パンは彼に与えられ、その水は確かなものとなろう。汝らは栄光と共なる王を見るであろう。汝らの目は遠くから見るであろう。汝らの魂は主への畏れを思いめぐらすであろう。学者はどこにいるのか。相談する者たちはどこにいるのか。養われる者たちを数える者、小さきも大いなる民も、どこにいるのか。彼らはこれに相談することなく、声の深みを知らず、聞くことができなかった。卑しめられた民よ、聞く者に理解はない。」
Ὅτι μὲν οὖν καὶ λέγει ἐν ταύτῃ τῇ προφητείᾳ περὶ τοῦ ἄρτου, ὅν παρέδωκεν ἡμῖν ὁ ἡμέτερος Χριστὸς ποιεῖν εἰς ἀνάμνησιν τοῦ σεσωματοποιῆσθαι αὐτὸν διὰ τοὺς πιστεύοντας εἰς αὐτόν, δι᾿ οὓς καὶ παθητὸς γέγονε, καὶ περὶ τοῦ ποτηρίου, ὃ εἰς ἀνάμνησιν τοῦ αἵματος αὐτοῦ παρέδωκεν εὐχαριστοῦντας ποιεῖν, φαίνεται. Καὶ ὅτι βασιλέα τοῦτον αὐτὸν μετὰ δόξης ὀψόμεθα. αὕτη ἡ προφητεία δηλοῖ.
それゆえ、この預言のうちで、我々のキリストが我々に授けられたパンについて——彼が、御自身を信じる者たちのために肉体を取られたことの記念として行うようにと授けられたパンについて、彼らのために受苦する方ともなられたのだが——また、彼が御自身の血の記念として感謝を捧げつつ行うようにと授けられた杯についても、語られていることは明らかである。そして、我々がこの方を栄光と共なる王として見るであろうということも、この預言は示している。
Καὶ ὅτι λαός, ὁ εἰς αὐτὸν πιστεύειν προεγνωσμένος, μελετήσειν φόβον κυρίου προέγνωστο, αὗται αἱ λέξεις τῆς προφητείας βοῶσι. Καὶ ὅτι οἱ τὰ γράμματα τῶν γραφῶν ἐπίστασθαι λογιζόμενοι, καὶ ἀκούοντες τῶν προφητειῶν, οὐκ ἔχουσι σύνεσιν, ὁμοίως αὗται αἱ γραφαὶ κεκράγασιν. Ὅταν δέ, ὦ Τρύφων, ἔφην, ἐκ παρθένου γεγεννῆσθαι τὸν Περσέα ἀκούσω, καὶ τοῦτο μιμήσασθαι τὸν πλάνον ὄφιν συνίημι.
そして、この方を信じることをあらかじめ知られていた民が、主への畏れを思いめぐらすであろうことも、あらかじめ知られていたことを、これらの預言の言葉は叫んでいる。また、聖書の文字を知っていると自負しながら、預言を聞いても理解を持たない者たちがいることも、同じくこれらの聖句は叫んでいる。トリュフォンよ、私は言った。ペルセウスが処女から生まれたと聞くとき、これもまた、あの惑わす蛇が模倣したものであると、私は理解する。
Caput LXXI
第LXXI章Ἀλλ᾿ οὐχὶ τοῖς διδασκάλοις ὑμῶν πείθομαι, μὴ συντεθειμένοις καλῶς ἐξηγεῖσθαι τὰ ὑπὸ τῶν παρὰ Πτολεμαίῳ τῷ Αἰγυπτίων γενομένῳ βασιλεῖ ἑβδομήκοντα πρεσβυτέρων, ἀλλ᾿ αὐτοὶ ἐξηγεῖσθαι πειρῶνται.
しかし私は、諸君の教師たちには説得されない——彼らは、エジプトの王プトレマイオスのもとにいた七十人の長老たちが正しく釈義したことに同意せず、自分たち自身で釈義しようと試みているのだから。
Καὶ ὅτι πολλὰς γραφὰς τέλεον περιεῖλον ἀπὸ τῶν ἐξηγήσεων τῶν γεγενημένων ὑπὸ τῶν παρὰ Πτολεμαίῳ γεγενημένων, πρεσβυτέρων, ἐξ ὧν διαρρήδην οὗτος αὐτὸς ὁ σταυρωθεὶς ὅτι θεὸς καὶ ἄνθρωπος καὶ σταυρούμενος καὶ ἀποθνήσκων κεκηρυγμένος ἀποδείκνυται, εἰδέναι ὑμᾶς βούλομαι· ἅς, ἐπειδὴ ἀρνεῖσθαι πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἐπίσταμαι, ταῖς τοιαύταις ζητήσεσιν οὐ προσβάλλω, ἀλλ᾿ ἐπὶ τὰς ἐκ τῶν ὁμολογουμένων ἔτι παρ᾿ ὑμῖν τὰς ζητήσεις ποιεῖν ἔρχομαι.
また、彼らが、プトレマイオスのもとにいた長老たちによってなされた釈義から、多くの聖書を完全に取り除いたこと——それらの聖句からは、まさにこの十字架につけられた方が、神であり人であり、十字架につけられ死ぬ者として宣べ伝えられていることが明白に証明されるのだが——を、諸君に知ってもらいたい。しかし、諸君の族に属するすべての者たちがそれらを否定することを私は知っているので、そのような論点には手を触れず、諸君のもとでなお認められている事柄に基づいて論を進めることにする。
Καὶ γὰρ ὅσας ὑμῖν ἀνήνεγκα ταύτας γνωριζετε, πλὴν ὅτι περὶ τῆς λέξεως, τῆς Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, ἀντείπατε, λέγοντες εἰρῆσθαι· Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται. Καὶ ὑπεσχόμην ἀπόδειξιν ποιήσασθαι οὐκ εἰς Ἐζεκίαν, ὡς ἐδιδάχθητε, τὴν προφητείαν εἰρῆσθαι ἀλλ᾿ εἰς τοῦτον τὸν ἐμὸν Χριστόν· καὶ δὴ τὴν ἀπόδειξιν ποιήσομαι.
実際、私が諸君に持ち出したものは、諸君も承知しているとおりであるが、ただ「見よ、処女が胎に宿すであろう」という語句については、諸君は反論し、「見よ、若い女が胎に宿すであろう」と語られていると言った。そして私は、この預言が、諸君が教えられたようにヒゼキヤについて語られたのではなく、この私のキリストについて語られたのだと証明することを約束した。今こそ、その証明を行おう。
Καὶ ὁ Τρύφων εἶπε· Πρῶτον ἀξιοῦμεν εἰπεῖν σε ἡμῖν καί τινας ὧν λέγεις τέλεον παραγεγράφθαι γραφῶν.
するとトリュフォンが言った。「まず、お前が完全に削り取られたと言う聖書のうち、いくつかを我々に語ってもらいたい。」
Caput LXXII
第LXXII章Κἀγὼ εἶπον· Ὡς ὑμῖν φίλον, πράξω. Ἀπὸ μὲν οὖν τῶν ἐξηγήσεων, ὧν ἐξηγήσατο Ἔσδρας εἰς τὸν νόμον τὸν περὶ τοῦ πάσχα, τὴν ἐξήγησιν ταύτην ἀφείλοντο· Καὶ εἶπεν Ἔσδρας τῷ λαῷ· Τοῦτο τὸ πάσχα ὁ σωτὴρ ἡμῶν καὶ ἡ καταφυγὴ ἡμῶν. Καὶ ἐὰν διανοηθῆτε καὶ ἀναβῇ ὑμῶν ἐπὶ τὴν καρδίαν, ὅτι μέλλομεν αὐτὸν ταπεινοῦν ἐν σημείῳ, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐπ᾿ αὐτόν, οὐ μὴ ἐρημωθῇ ὁ τόπος οὗτος εἰς τὸν ἅπαντα χρόνον, λέγει ὁ θεὸς τῶν δυνάμεων· ἂν δὲ μὴ πιστεύσητε αὐτῷ μηδὲ εἰσακούσητε τοῦ κηρύγματος αὐτοῦ. ἔσεσθε ἐπίχαρμα τοῖς ἔθνεσι.
私は言った。「諸君の望むとおりにしよう。まず、エズラが過越の律法について釈義したもののうちから、彼らはこの釈義を取り除いた。エズラは民に言った。『この過越こそ、我々の救い主であり、我々の逃れ場である。もし汝らが思いをめぐらし、我々が彼をしるしのうちに低くすることになると汝らの心に思い浮かべ、その後に彼に望みを置くならば、この場所はいつまでも荒れ果てることはないであろう』と、万軍の神は言われる。『しかし、もし汝らが彼を信じず、彼の宣教に耳を傾けないならば、汝らは諸国民の物笑いとなるであろう。』」
Καὶ ἀπὸ τῶν διὰ Ἱερεμίου λεχθέντων ταῦτα περιέκοψαν· Ἐγὼ ὡς ἀρνίον ἄκακον. φερόμενον τοῦ θύεσθαι. Ἐπ᾿ ἐμὲ ἐλογίζοντο λογισμόν, λέγοντες· Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.
また、エレミヤを通して語られたことどものうちから、彼らは次のことを切り取った。「私は屠られるために連れて行かれる、悪意なき小羊のようであった。彼らは私に対してこう企てを企み、言った。『さあ、彼のパンに木を投げ入れ、生ける者の地から彼を絶ち滅ぼそう。彼の名は、もはや思い起こされることのないように』と。」
Καὶ ἐπειδὴ αὕτη ή περικοπή, ἡ ἐκ τῶν λόγων τοῦ Ἱερεμίου, ἔτι ἐστὶν ἐγγεγραμμένη ἔν τισιν ἀντιγράφοις τῶν ἐν συναγωγαῖς Ἰουδαίων (πρὸ γὰρ ὀλίγου χρόνου ταῦτα ἐξέκοψαν), ἐπειδὰν καὶ ἐκ τούτων τῶν λόγων ἀποδεικνύηται ὅτι ἐβουλεύσαντο Ἰουδαῖοι περὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀναιρεῖν αὐτὸν σταυρώσαντες βουλευσάμενοι, καὶ αὐτὸς μηνύεται, ὡς καὶ διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, καὶ ἐνθάδε ὡς ἀρνίον ἄκακον δηλοῦται· ὥστ᾿ ἀπορούμενοι ἐπὶ τὸ βλασφημεῖν χωροῦσι.
そして、エレミヤの言葉によるこの一節は、いまなおユダヤ人の会堂にある写本のいくつかには書き記されている(ごく最近になって彼らはこれを切り取ったのだから)。これらの言葉からは、ユダヤ人たちがまさにこのキリストについて、十字架につけて滅ぼそうと企てたことが証明され、また彼自身が——イザヤを通しても、屠り場に引かれる羊のように預言されたとおり——ここでも悪意なき小羊として示されている。それゆえ、彼らは窮して、冒瀆へと向かうのである。
Καὶ ἀπὸ τῶν λόγων τοῦ αὐτοῦ Ἱερεμίου ὁμοίως ταῦτα περιέκοψαν· Ἐμνήσθη δὲ κύριος ὁ θεὸς ἅγιος Ἰσραὴλ τῶν νεκρῶν αὐτοῦ, τῶν κεκοιμημένων εἰς γῆν χώματος, καὶ κατέβη πρὸς αὐτοὺς εὐαγγελίσασθαι αὐτοῖς τὸ σωτήριον αὐτοῦ.
また、同じエレミヤの言葉から、彼らは同じように次のことを切り取った。「主なる神、イスラエルの聖なる方は、その死者たち、土の地に眠る者たちを思い起こされ、彼らのもとに下って、御自身の救いを彼らに宣べ伝えられた。」
Caput LXXIII
第LXXIII章Καὶ ἀπὸ τοῦ ἐνενηκοστοῦ πέμπτου ψαλμοῦ τῶν διὰ Δαυῒδ λεχθέντων λόγων λέξεις βραχείας ἀφείλοντο ταύτας· ἀπὸ τοῦ ξύλου. Εἰρημένου γὰρ τοῦ λόγου· Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου, ἀφῆκαν· Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν.
また、ダビデによって語られた第九十五詩篇の言葉から、彼らは短い語句、すなわち「木から」という語を取り除いた。というのも、「諸国民のうちで言え、主は木から王となられた」と語られていたのに、彼らはそれを「諸国民のうちで言え、主は王となられた」として残したのである。
Ἐν δὲ τοῖς ἔθνεσι περὶ οὐδενὸς ὡς θεοῦ καὶ κυρίου ἐλέχθη ποτὲ ἀπὸ τῶν τοῦ γένους ὑμῶν ἀνθρώπων ὅτι ἐβασίλευσεν, ἀλλ᾿ ἢ περὶ τούτου μόνου τοῦ σταυρωθέντος. ὃν καὶ σεσῶσθαι ἀναστάντα ἐν τῷ αὐτῷ ψαλμῷ τὸ πνεῦμα τὸ ἄγιον λέγει. μηνύον ὅτι οὐκ ἔστιν ὅμοιος τοῖς τῶν ἐθνῶν θεοῖς· ἐκεῖνα γὰρ εἴδωλά ἐστι δαιμονίων.
諸国民のうちで、神また主として、誰かが王となったと諸君の族の人々によって語られたことは、かつて一度もない——ただこの十字架につけられた方についてのほかは。この方が甦って救われたことを、同じ詩篇のうちで聖なる霊は語っており、この方が諸国民の神々に似た者ではないことを示している。それらは悪霊どもの偶像にほかならないからである。
Ἀλλ᾿ ὅπως τὸ λεγόμενον νοήσητε, τὸν πάντα ψαλμὸν ἀπαγγελῶ ὑμῖν. Ἔστι δὲ οὗτος· Ἄισατε τῷ κυρίῳ ᾆσμκ καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογῄσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς· ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ἐν ὀνόματι αὐτοῦ.
しかし、語られていることを諸君が理解できるように、私はこの詩篇全体を諸君に告げよう。それはこうである。「主に新しい歌を歌え、全地よ、主に歌え。主に歌い、その名をほめよ。日ごとにその救いを告げ知らせよ。諸国民のうちにその栄光を告げ、すべての民のうちにその驚くべき業を告げよ。主は大いなる方、大いにほめたたえられるべき方、すべての神々にまさって畏るべき方だからである。諸国民の神々はことごとく悪霊であり、しかし主は天を造られた方である。誉れと麗しさとが御前にあり、聖なることと荘厳さとがその聖所にある。主に捧げよ、諸国民の諸氏族よ、主に栄光と誉れとを捧げよ、主にその御名にふさわしい栄光を捧げよ。」
Αἴρετε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλάς αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην. ἥτις οὐ σαλευθήσεται· κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήσεται ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου. ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
「供犠を携えて、その庭に入れ。主に、その聖なる庭で礼拝せよ。全地よ、御前に揺れ動け。諸国民のうちで言え、主は木から王となられた。まことに主は世界を確立された。それは揺らぐことがない。主は民を公正のうちに裁かれるであろう。もろもろの天よ、喜べ。地よ、喜び躍れ。海とそこに満ちるものは揺れ動くであろう。野とその中のすべてのものは喜ぶであろう。森のすべての木々は主の御前に喜び躍るであろう。それは主が来られるからである、地を裁くために来られるからである。主は世界を正義のうちに、もろもろの民を御自身の真理のうちに裁かれるであろう。」
Καὶ ὁ Τρύφων· Εἰ μέν. ὡς ἔφης. εἶπε, παρέγραψάν τι ἀπὸ τῶν γραφῶν οἱ ἄρχοντες τοῦ λαοῦ. θεὸς δύναται ἐπίστασθαι· ἀπίστῳ δὲ ἔοικε τὸ τοιοῦτον.
するとトリュフォンが言った。「お前が言うように、もし民の指導者たちが聖書から何かを削り取ったのだとしても、それを知りうるのは神だけである。しかし、そのようなことは信じがたいことのように思われる。」
Ναί. ἔφην, ἀπίστῳ ἔοικε· φοβερώτερον γάρ ἐστι τῆς μοσχοποιΐας, ἣν ἐποίησαν ἐπὶ γῆς μάννα πεπλησμένοι, καὶ τοῦ τὰ τέκνα θύειν τοῖς δαιμονίοις. ἢ τοῦ αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι. Ἀλλὰ δή. ἔφην. μοι νομίζεσθε μηδὲ ἀκηκοέναι ἃς εἶπον περικεκοφέναι αὐτοὺς γραφάς. Ὑπὲρ αὐταρκείας γὰρ αἱ τοσαῦται προανιστορημέναι εἰσὶν εἰς ἀπόδειξιν τῶν ζητηθέντων μετὰ τῶν λεχθήσεσθαι μελλόντων παρ᾿ ὑμῖν παραπεφυλαγμένων.
私は言った。「そうだ、信じがたいことのように思われる。だが、これは、彼らが地でマンナに満ち足りながら行った子牛造りよりも、また子らを悪霊どもに捧げて屠ったことよりも、また預言者たち自身を殺害したことよりも、なお恐るべきことなのである。」私は言った。「しかし、諸君は、私が彼らが切り取ったと言った聖書について、まるで聞いたことすらないかのように思われる。すでに先に挙げたものだけでも、諸君のもとでなお損なわれずに保たれていて、これから語られることになるものと合わせれば、問われている事柄の証明としては十分すぎるほどだからである。」
Caput LXXIV
第LXXIV章Καὶ ὁ Τρύφων ἔφη· Ὅτι δι᾿ ἡμᾶς ἀξιώσαντας ἀνιστόρησας αὐτάς, ἐπιστάμεθα. Περὶ δὲ τοῦ ψαλμου τούτου. ὃν τελευταῖον ἔφης ἀπὸ τῶν Δαυΐδ λόγων. οὐ δοκει μοι εἰς ἄλλον τινὰ εἰρῆσθαι ἀλλ᾿ εἰς τὸν πατέρα, τὸν καὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ποιήσαντα· σὺ δ᾿ αὐτὸν φῂς εἰς τὸν παθητὸν τοῦτον. ὅν καὶ Χριστὸν εἶναι σπουδάζεις ἀποδεικνύναι. εἰρῆσθαι.
するとトリュフォンが言った。「お前が我々の求めに応じて、それらを示してくれたことは分かっている。しかし、お前が最後にダビデの言葉から挙げたこの詩篇については、私には、他の誰かについてではなく、天と地とを造られた父について語られたものだと思われる。ところがお前は、それが、お前がキリストであると証明しようと熱心になっているあの受苦する方について語られたのだと言う。」
Καὶ ἀπεκρινάμην· Διὰ λέξεως. ἢν τὸ ἄγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο. νοήσατε λέγοντος μου. παρακαλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ᾿ ὑμᾶς ὄντως κεκηλῆσθαι· οὕτως γὰρ ἄν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ᾿ ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
私は答えた。「この詩篇のうちで聖なる霊が語られた語句によって、どうか、私が語ることを理解してほしい。そうすれば、私が誤ったことを言っているのでもなく、諸君が実際に呪縛されているのでもないと分かるであろう。そのようにしてこそ、諸君は自らのうちで、聖なる霊によって語られた他の多くのことをも理解できるようになるであろう。『主に新しい歌を歌え。全地よ、主に歌え。主に歌い、その名をほめよ。日ごとにその救いを告げ知らせよ、すべての民のうちにその驚くべき業を告げよ。』」
Ὡς τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων ᾄδοντας καὶ ψάλλοντας τοὺς ἀπὸ πάσης τῆς γῆς γνόντας τὸ σωτήριον τοῦτο μυστήριον, τουτέστι τὸ πάθος τοῦ Χριστοῦ, δι᾿ οὗ τούτους ἔσωσεν, ἐνδιάγοντας κελεύει, ἐπιγνόντας ὅτι καὶ αἰνετὸς καὶ φοβερὸς καὶ ποιητὴς τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς ὁ τοῦτο τὸ σωτήριον ὑπὲρ τοῦ ἀνθρωπείου γένους ποιήσας, τὸν καὶ μετὰ τὸ σταυρωθῆναι ἀποθνήσκοντα καὶ βασιλεύειν πάσης τῆς γῆς κατηξιωμένον ὑπ᾿αὐτοῦ, ὡς καὶ διὰ......
地のあらゆるところから来て、この救いの奥義——すなわち、それによって彼がこれらの者たちを救われたキリストの受苦——を知った者たちが、万物の神また父に向かって歌い、賛美しながら生きるよう、この方は命じておられる。人間の族のためにこの救いを成し遂げられた方が、ほむべく、また畏るべき方であり、天と地との造り主であることを認め、また、十字架につけられて死なれた後、神によって全地を治めるに値する者とされた、まさにその方であることを認めて——それもまた……を通して……
τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται εἰς αὐτήν, καὶ ἐγκαταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν· καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις. Καὶ ἐρεῖ τῇ ἡμέρᾳ ἐκείνῃ· Διότι οὐκ ἔστι κύριος ὁ θεὸς μου ἐν ἡμῖν, εὕροσάν με τὰ κακὰ ταῦτα. Ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.
「……の地、彼がそこに入って行くその地で、彼らは私を見捨て、その日に私が彼らと結んだ契約を破るであろう。そして私は彼らを見捨て、私の顔を彼らから背けるであろう。そして彼は食い物とされ、多くの災いと苦難とに遭うであろう。その日、彼は言うであろう。『私の神、主が私のうちにおられないから、これらの災いが私に降りかかったのだ』と。しかし私は、その日、彼らが行ったすべての悪のゆえに、他の神々に立ち返ったがゆえに、私の顔を彼らから確かに背けるであろう。」
Caput LXXV
第LXXV章Ἐν δὲ τῷ βιβλίῳ τῆς Ἐξόδου, ὅτι αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ καὶ Ἰησοῦς ἦν, ὃ λέγει τῷ Ἀβραὰμ μὴ δεδηλῶσθαι μηδὲ τῷ Ἰακώβ, διὰ Μωσέως ἐν μυστηρίῳ ὁμοίως ἐξηγγέλθη, καὶ ἡμεῖς νενοήκαμεν. Οὕτως δὲ εἴρηται· Καὶ εἶπε κύριος τῷ Μωσεῖ· Εἰπὲ τῷ λαῷ τούτῳ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἴνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἢν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ.
また出エジプト記の書のうちには、神の御名がイエスでもあったということ——それは、アブラハムにも、またヤコブにも示されなかったと言われているものだが——が、モーセを通して同じく奥義のうちに告げられていたことを、我々は理解した。こう語られている。「主はモーセに言われた。『この民に言え。見よ、私はお前の前に私の御使いを遣わす。それは、彼がお前を道において守り、私がお前のために備えた地へとお前を導き入れるためである。彼に心を留め、彼に聞き従え。彼に逆らってはならない。彼はお前を見捨てることは決してないであろう。なぜなら、私の名は彼の上にあるからである。』」
Τίς οὖν εἰς τὴν γῆν εἰσήγαγε τοὺς πατέρας ὑμῶν; Ἤδη ποτὲ νοήσατε ὅτι ὁ ἐν τῷ ὀνόματι τούτῳ ἐπονομασθεὶς Ἰησοῦς, πρότερον Αὐσῆς καλούμενος. Εἰ γὰρ τοῦτο νοήσετε, καὶ ὅτι τὸ ὄνομα αὐτοῦ τοῦ εἰπόντος τῷ Μωσεῖ· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ, Ἰησοῦς ἦν, ἐπιγνώσεσθε. Καὶ γὰρ καὶ Ἰσραὴλ αὐτὸς ἦν καλούμενος, καὶ τὸν Ἰακὼβ τούτῳ τῷ ὀνόματι ὁμοίως μετωνομάκει.
それでは、誰が諸君の父祖たちを地へと導き入れたのか。もはや理解するがよい——この名によってイエスと名づけられた者は、以前はアウセスと呼ばれていたのだということを。もし諸君がこれを理解するなら、また、モーセに向かって語った方の名が——「私の名は彼の上にある」と言われたのだから——イエスであったことをも認めるであろう。実際、この方自身もイスラエルと呼ばれており、ヤコブにも同じくこの名を与えて改名したのであった。
Ὅτι δὲ καὶ ἄγγελοι καὶ ἀπόστολοι τοῦ θεοῦ λέγονται οἱ ἀγγέλλειν τὰ παρ᾿ αὐτοῦ ἀποστελλόμενοι προφῆται, ἐν τῷ Ἡσαΐα δεδήλωται. Λέγει γὰρ ἐκεῖ ὁ Ἡσαΐας· Ἀπόστειλόν με. Καὶ ὅτι προφήτης ἰσχυρὸς καὶ μέγας γέγονεν ὁ ἐπονομασθεὶς τῷ Ἰησοῦ ὀνόματι, φανερὸνπᾶσίν ἐστιν.
また、神のもとから遣わされて神からのことを告げる預言者たちが、神の使いたち、また使徒たちとも呼ばれることは、イザヤのうちに示されている。実はそこでイザヤはこう言っている。「私を遣わしてください。」また、イエスの名で呼ばれたあの者が、力強く偉大な預言者となったことは、すべての人に明らかである。
Εἰ οὖν ἐν τοσαύταις μορφαῖς οἴδαμεν πεφανερῶσθαι τὸν θεὸν ἐκείνον τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ, πῶς ἀποροῦμεν καὶ ἀπιστοῦμεν κατὰ τὴν τοῦ πατρὸς τῶν ὅλων βουλὴν καὶ ἄνθρωπον αὐτὸν διὰ παρθένου γεννηθῆναι μὴ δεδυνῆσθαι, καὶ ταῦτα ἔχοντες γραφὰς τοσαύτας. ἐξ ὤν συννοῆσαι ἔστι διαρρήδην ὅτι κατὰ τὴν τοῦ πατρὸς βουλὴν καὶ τοῦτο γέγονεν.
それゆえ、我々は、あの神がアブラハムにもヤコブにもモーセにも、これほど多くの姿において現れたことを知っているのに、どうして、万物の父の御旨に従ってこの方が処女を通して人として生まれることはできなかったなどと言って、惑い、信じずにいるのか。しかも我々は、これほど多くの聖書を持っており、それらから、これもまた父の御旨に従って起こったことを、明白に理解することができるのである。
Caput LXXVI
第LXXVI章Ὅταν γὰρ ὡς υἱὸν ἀνθρώπου λέγῃ Δανιὴλ τὸν παραλαμβάνοντα τὴν αἰώνιον βασιλείαν, οὐκ αὐτὸ τοῦτο αἰνίσσεται; Τὸ γὰρ ὡς υἱὸν ἀνθρώπου εἰπεῖν, φαινόμενον μὲν καὶ γενόμενον ἄνθρωπον μηνύει, οὐκ ἐξ ἀνθρωπίνου δὲ σπέρματος ὑπάρχοντα δηλοῖ. Καὶ τὸ λίθον τοῦτον εἰπεῖν ἄνευ χειρῶν τμηθέντα, ἐν μυστηρίῳ τὸ αὐτὸ κέκραγε· τὸ γὰρ ἄνευ χειρῶν εἰπεῖν αὐτὸν ἐκτετμῆσθαι δηλοῖ ὅτι οὐκ ἔστιν ἀνθρώπινον ἔργον, ἀλλὰ τῆς βουλῆς τοῦ προβάλλοντος αὐτὸν πατρὸς τῶν ὅλων θεοῦ.
というのも、ダニエルが、永遠の王国を受け継ぐ方を「人の子のような者」と語るとき、まさにこのことをほのめかしているのではないか。「人の子のような」と言うことは、現れて人となられた方を示すが、人間の種から出た方ではないことを明らかにしている。また、この石が手によらずに切り出されたと語ることも、奥義のうちに同じことを叫んでいる。手によらずに切り出されたと言うことは、これが人間の業ではなく、彼を送り出された万物の父なる神の御旨によることを示しているからである。
Καὶ τὸ Ἡσαίαν φάναι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἀνεκδιήγητον ἔχοντα τὸ γένος αὐτὸν ἐδήλου· οὐδεὶς γάρ, ἄνθρωπος ὢν ἐξ ἀνθρώπων, ἀνεκδιήγητον ἔχει τὸ γένος. Καὶ τὸν Μωσέα εἰπεῖν πλυνεῖν αὐτὸν τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς, οὐχ ὅ καὶ ἤδη πολλάκις πρὸς ὑμᾶς παρακεκαλυμμένως προπεφητευκέναι αὐτὸν εἶπον ἐστίν. ὅτι αἷμα μὲν ἔχειν αὐτὸν προεμήνυεν, ἀλλ᾿ οὐκ ἐξ ἀνθρώπων, ὃν τρόπον τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος ἐγέννησεν ἀλλ᾿ ὁ θεός;
また、イザヤが「彼の系図を誰が語り尽くせようか」と言うことも、彼が語り尽くせない族を有していることを示していた。というのも、人間から出た人間で、語り尽くせない族を有する者は誰もいないからである。また、モーセが、彼が自分の衣を葡萄の血で洗うであろうと言ったことも、私がすでに何度も諸君に向かって、覆い隠された仕方で預言していたと語ったことと同じではないか——すなわち、彼が血を持つことを前もって示していたが、それは人間からの血ではなく、ちょうど葡萄の血を、人間ではなく神が生み出されたのと同じ仕方によるのだ、ということを。
Καὶ Ἡσαίας δὲ μεγάλης βουλῆς ἄγγελον αὐτὸν εἰπών, οὐχὶ τούτων ὧνπερ ἐδίδαξεν ἐλθὼν διδάσκαλον αὐτὸν γεγενῆσθαι προεκήρυσσεν; Ἃ γὰρ μεγάλα ἐβεβούλευτο ὁ πατὴρ εἴς τε πάντας τοὺς εὐαρέστους γενομένους αὐτῷ καἰ γενησομένους ἀνθρώπους, καὶ τοὺς ἀποστάντας τῆς βουλῆς αὐτοῦ ὁμοίως ἀνθρώπους ἢ ἀγγέλους, οὗτος μόνος ἀπαρακαλύπτως ἐδίδαξεν, εἰπών·
また、イザヤが彼を「大いなる計らいの御使い」と呼んだことも、彼が来て、まさにそれらのことを教える教師となったことを、あらかじめ告げていたのではないか。父が、御自身に喜ばれた、また喜ばれるであろうすべての人々に対して、また、御自身の計らいから離れ去った人間たちや天使たちに対しても、大いに計らわれたことを、この方だけが、覆いなく教えられた。すなわちこう言われた。
Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸὲ ξώτερον.
「東と西とから人々が来て、アブラハムとイサクとヤコブと共に、天の王国において席に着くであろう。しかし王国の子らは外の闇へと投げ出されるであろう。」
Καί· Πολλοὶ ἐροῦσί μοι τῇ ἡμέρᾳ ἐκείνῃ· Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐπίομεν καὶ προεφητεύσαμεν καὶ δαιμόνια ἐξεβάλομεν: Καὶ ἐρῶ αὐτοῖς· Ἀναχωρεῖτε ἀπ᾿ ἐμοῦ. Καὶ ἐν ἄλλοις λόγοις, οἶς καταδικάζειν τοὺς ἀναξίους μὴ σώζεσθαι μέλλει, ἔφη ἐρεῖν· Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
また、「多くの者たちが、あの日に私に言うであろう。『主よ、主よ、我々はあなたの名によって食べ、飲み、預言し、悪霊どもを追い出したではありませんか』と。そして私は彼らに言うであろう、『私から離れ去れ』と。」また、救われるに値しない者たちを罪に定める、別の言葉のうちで、彼はこう言うであろうと述べられた。「父がサタンとその天使たちのために備えられた、外の闇へ行け。」
Καὶ πάλιν ἐν ἑτέροις λόγοις ἔφη· Δίδωμι ὑμῖν ἐξουσίαν καταπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ σκολοπενδρῶν καὶ ἐπάνω πάσης δυνάμεως τοῦ ἐχθρου. Καὶ νῦν ἡμεῖς, οἱ πιστεύοντες ἐπὶ τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν κύριον ἡμῶν, τὰ δαιμόνια πάντα καὶ πνεύματα πονηρὰ ἐξορκίζοντες ὑποτασσόμενα ἡμῖν ἔχομεν. Εἰ γὰρ διὰ τῶν προφητῶν παρακεκαλυμμένως κεκήρυκτο παθητὸς γενησόμενος ὁ Χριστὸς καὶ μετὰ ταῦτα πάντων κυριεύσων, ἀλλ᾿ οὖν γε ὑπ᾿ οὐδενὸς νοεῖσθαι ἐδύνατο. μέχρις αὐτὸς ἔπεισε τοὺς ἀποστόλους ἐν ταῖς γραφαῖς ταῦτα κεκηρύχθαι διαρρήδην.
また、別の言葉のうちで、彼はこう言われた。「私は汝らに、蛇と蠍と百足との上を、また敵のあらゆる力の上を踏みにじる権能を与える。」そしていま我々は、ポンティオ・ピラトのもとで十字架につけられたイエス、我々の主を信じる者として、あらゆる悪霊と悪しき霊とを祓いのけ、それらを我々に服従させている。というのも、たとえ預言者たちを通して、キリストが受苦する者となり、その後にすべての者を治める者となるであろうことが覆い隠された仕方で宣べ伝えられていたとしても、彼自身が使徒たちに、これらのことが聖書のうちに明白に宣べ伝えられていたと説き伏せるまでは、誰にも理解されえなかったからである。
Ἐβόα γὰρ πρὸ τοῦ σταυρωθῆναι· Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ Δαυΐδ δὲ πρὸ ἡλίου καὶ σελήνης ἐκ γαστρὸς γεννηθήσεσθαι αὐτὸν κατὰ τὴν τοῦ πατρὸς βουλὴν ἐκήρυξε, καὶ θεὸν ἰσχυρὸν καὶ προσκυνητόν, Χριστὸν ὄντα, ἐδήλωσε.
というのも、彼は十字架につけられる前にこう叫ばれたからである。「人の子は多くの苦しみを受け、律法学者たちとファリサイ派の人々によって拒まれ、十字架につけられ、三日目に甦らねばならない。」そしてダビデもまた、彼が父の御旨に従って、太陽と月よりも前に胎から生まれるであろうことを宣べ伝え、力強い神であり礼拝されるべき方、キリストであることを示した。
Caput LXXVII
第LXXVII章Καὶ ὁ Τρύφων εἶπεν· Ὅτι μὲν οὖν καὶ τοιαῦτα καὶ τοσαῦτα ἱκανὰ δυσωπῆσαί ἐστι. σύμφημί σοι· ὅτι δὲ ἀπαιτῶ σε τὸν λόγον, ὅν πολλάκις προεβάλλου, ἀποδεῖξαι. εἰδέναι σε βούλομαι. Περαίωσον οὖν καὶ αὐτὸν ἡμῖν, ἵνα ἴδωμεν καὶ ὡς ἐκεῖνον εἰς χριστὸν τοῦτον τὸν ὑμέτερον ἀποδεικνύεις εἰρῆσθαι· ἡμεῖς γὰρ εἰς Ἐζεκίαν αὐτὸν λέγομεν πεπροφητεῦσθαι.
するとトリュフォンが言った。「それほど多くのこのようなことが、人を説き伏せるに十分であることは、私もお前に同意する。しかし、私はお前に、これまで何度も持ち出してきたあの論を証明するよう求めていることを、知っておいてもらいたい。それゆえ、その論を我々のために仕上げてくれ。それによって、お前が、あの預言を、諸君のこのキリストについて語られたものだとどのように証明するのか、我々も見届けよう。というのも、我々は、それがヒゼキヤについて預言されたものだと言っているのだから。」
Κἀγὼ ἔφην· Ὡς βούλεσθε, καὶ τοῦτο πράξω· ἀποδείξατε δέ μοι ὑμεῖς πρῶτον ὅτι εἰς τὸν Ἐζεκίαν εἴρηται, ὅτι, πρὶν ἢ γνῶναι αὐτὸν καλεῖν πατέρα ἣ μητέρα, ἔλαβε δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οὐ γὰρ ὡς βούλεσθε ἐξηγεῖσθαι συγχωρηθήσεται ὑμῖν, ὅτι Ἐζεκίας ἐπολέμησε τοῖς ἐν Δαμασκῷ ἢ ἐν Σαμαρείᾳ ἔναντι βασιλέως Ἀσσυρίων. Πρὶν ἢ γὰρ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ὁ προφητικὸς λόγος ἔφη. λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
私は言った。「諸君の望むとおり、私もこれを行おう。しかし、まず諸君の方から、それがヒゼキヤについて語られたものであること——すなわち、その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とをアッシリアの王の前で得たということ——を私に証明してほしい。ヒゼキヤがアッシリアの王の前でダマスコやサマリアにいる者たちと戦ったなどと、諸君の望むように釈義することは許されないからである。というのも、預言の言葉は、『その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とをアッシリアの王の前で得るであろう』と語っていたのだから。」
Εἰ γὰρ μὴ μετὰ προσθήκης ταῦτα εἶπε τὸ προφητικὸν πνεῦμα· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, ἀλλὰ μόνον εἰρήκει· Καὶ τέξεται υἱὸν καὶ λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, ἐδύνασθε λέγειν· Ἐπειδὴ προεγίνωσκεν ὁ θεὸς μέλλειν αὐτὸν λήψεσθαι ταῦτα, προειρήκει. Νῦν δὲ μετὰ τῆς προσθήκης ταύτης εἴρηκεν ἡ προφητεία· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας. Καὶ οὐδενὶ τῶν ἐν Ἰουδαίοις ποτὲ συμβεβηκέναι τοῦτο ἀποδεῖξαι ἔχετε, ἡμεῖς δὲ ἔχομεν ἀποδεῖξαι τοῦτο γενόμενον ἐν τῷ ἡμετέρῳ Χριστῷ.
というのも、もし預言の霊が、この付加なしに、「その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とを得るであろう」と語らずに、ただ「そして彼は男の子を産み、ダマスコの力とサマリアの分捕り物とを得るであろう」とだけ語っていたのであれば、諸君は、神が彼がこれらのことを得ようとすることを前もって知っておられたから、あらかじめ語られたのだと言うこともできたであろう。しかし、いまや預言はこの付加をもって語っている——「その幼子が父または母を呼ぶことを知る前に、ダマスコの力とサマリアの分捕り物とを得るであろう」と。そして、これがユダヤ人のうちの誰かに一度でも起こったことを、諸君は証明することができない。しかし我々は、これが我々のキリストにおいて起こったことを証明することができる。
Ἅμα γὰρ τῷ γεννηθῆναι αὐτὸν μάγοι ἀπὸ Ἀρραβίας παραγενόμενοι προσεκύνησαν αὐτῷ, πρότερον ἐλθόντες πρὸς Ἡρώδην τὸν ἐν τῇ γῇ ὑμῶν τότε βασιλεύοντα, ὅν ὁ λόγος καλεῖ βασιλέα Ἀσσυρίων διὰ τὴν ἄθεον καὶ ἄνομον αὐτοῦ γνώμην. Ἐπίστασθε γὰρ τοιαῦτα. ἔφην, ὲν παραβολαῖς καὶ ὁμοιώσεσι πολλάκις λαλοῦν τὸ ἅγιον πνεῦμα· οἷον πεποίηκε καὶ πρὸς τὸν λαὸν ἅπαντα τὸν ἐν Ἱεροσολύμοις, πολλάκις φῆσαν πρὸς αὐτούς· Ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Χετταία.
というのも、彼が生まれると同時に、アラビアから来た博士たちが彼を礼拝したが、その前にまず、当時諸君の地で王であったヘロデのもとへ来た。この者を、聖書の言葉は、その無神論的で不法な心のゆえに「アッシリアの王」と呼んでいるのである。というのも、諸君も知っているとおり、私は言うが、聖なる霊はしばしば譬えと類比とをもって語られるからである。ちょうど、エルサレムにいたすべての民に対しても、しばしばこう語られたように。「お前の父はアモリ人、お前の母はヘト人。」
Caput LXXVIII
第LXXVIII章Καὶ γὰρ οὗτος ὁ βασιλεὺς Ἡρώδης, μαθὼν παρὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ ὑμῶν, τότε ἐλθόντων πρὸς αὐτὸν τῶν ἀπὸ Ἀρραβίας μάγων, καὶ εἰπόντων ἐξ ἀστέρος τοῦ ἐν τῷ οὐρανῷ φανέντος ἐγνωκέναι ὅτι βασιλεὺς γεγέννηται ἐν τῇ χώρᾳ ὑμῶν, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν, καὶ ἐν Βηθλεὲμ τῶν πρεσβυτέρων εἰπόντων, ὅτι γέγραπται ἐν τῷ προφήτῃ οὕτως· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου.
というのも、このヘロデ王は、諸君の民の長老たちから聞いて知ったのであるが、その折、アラビアから来た博士たちが彼のもとに来て、天に現れた星によって、諸君の地に王が生まれたことを知った、『そして我々は彼を拝みに来た』と言い、また、長老たちが『ベツレヘムで』と言って、預言者にこう書かれていると告げたからである。『そしてお前、ユダの地ベツレヘムよ、お前はユダの指導者たちのうちで決して最も小さい者ではない。お前からこそ指導者が出るであろう、その者が我が民を牧するであろう。』
Τῶν ἀπὸ Ἀρραβίας οὖν μάγων ἐλθόντων εἰς Βηλεὲμ καὶ προσκυνησάντων τὸ παιδίον καὶ προσενεγκάντων αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ἔπειτα κατ᾿ ἀποκάλυψιν, μετὰ τὸ προσκυνῆσαι τὸν παῖδα ἐν Βηθλεέμ, ἐκελεύσθησαν μὴ ἐπανελθεῖν πρὸς τὸν Ἡρώδην.
こうしてアラビアから来た博士たちはベツレヘムに来て、幼子を拝み、彼に贈り物、すなわち黄金と乳香と没薬とを献げたが、そののち、啓示によって、ベツレヘムで幼子を拝んだあとはヘロデのもとに帰るなと命じられた。
Καὶ Ἰωσὴφ δέ, ὁ τὴν Μαρίαν μεμνηστευμένος, βουληθεὶς πρότερον ἐκβαλεῖν τὴν μνηστὴν αὐτῷ Μαριάμ. νομίζων ἐγκυμονεῖν αὐτὴν ἀπὸ συνουσίας ἀνδρός, τουτέστιν ἀπὸ πορνείας. δι᾿ ὁράματος κεκέλευστο μὴ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ, εἰπόντος αὐτῷ τοῦ φανέντος ἀγγέλου ὅτι ἐκ πνεύματος ἁγίου ὅ ἔχει κατὰ γαστρός ἐστι.
また、マリアと婚約していたヨセフは、初め、彼と婚約していたマリアが男との交わりによって、すなわち姦淫によって身ごもったと思い、彼女を追い出そうとしたが、幻によって、その妻を追い出さないようにと命じられた。彼に現れた天使が、彼女が胎に宿しているものは聖なる霊によるものだ、と告げたからである。
Φοβηθεὶς οὖν οὐκ ἐκβέβληκεν αὐτήν, ἀλλά, ἀπογραφῆς οὔσης ἐν τῇ Ἰουδαίᾳ τότε πρώτης ἐπὶ Κυρηνίου, ἀνεληλύθει ἀπὸ Ναζαρέτ, ἔνθα ᾤκει, εἰς Βηθλεέμ., ὅθεν ἦν. ἀπογράψασθαι· ἀπὸ γὰρ τῆς κατοικούσης τὴν γῆν ἐκείνην φυλῆς Ἱούδα τὸ γένος ἦν. Καὶ αὐτὸς ἅμα τῇ Μαρίᾳ κελεύεται ἐξελθεῖν εἰς Αἴγυπτον καὶ εἶναι ἐκεῖ ἁμα τῷ παιδίῳ, ἄχρις ἂν αὐτοῖς πάλιν ἀποκαλυφθῇ ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν.
それゆえ、恐れをなした彼は彼女を追い出さなかった。しかし、その頃キュレニオスのもとでユダヤに最初の人口調査があったので、彼は自分が住んでいたナザレから、自分の出身地であるベツレヘムへ、登録のために上って行った。彼は、あの地に住んでいたユダの部族の出だったからである。そして彼自身も、マリアと共にエジプトへ出て行き、再び啓示があってユダヤに帰るようにと告げられるまで、幼子と共にそこにいるようにと命じられた。
Γεννηθέντος δὲ τότε τοῦ παιδίου ἐν Βηθλεέμ, ἐπειδὴ Ἰωσὴφ οὐκ εἶχεν ἐν τῇ κώμῃ ἐκείνῃ που καταλῦσαι, ἐν σπηλαίῳ τινὶ σύνεγγυς τῆς κώμης κατέλυσε· καὶ τότε, αὐτῶν ὄντων ἐκεῖ, ἐτετόκει ἡ Μαρία τὸν Χριστὸν καὶ ἐν φάτνῃ αὐτὸν ἐτεθείκει, ὅπου ἐλθόντες οἱ ἀπὸ Ἀρραβίας μάγοι εὗρον αὐτόν.
そのときベツレヘムで幼子が生まれたが、ヨセフはその村のどこにも宿るところがなかったので、村の近くのある洞窟に宿った。そして彼らがそこにいる間に、マリアはキリストを産み、彼を飼い葉桶に置いた。そこにアラビアから来た博士たちが来て、彼を見出したのである。
Ὅτι δὲ Ἡσαΐας καὶ περὶ τοῦ συμβόλου τοῦ κατὰ τὸ σπήλαιον προεκεκηρύχει, ἀνιστόρησα ὑμῖν, ἔφην, καὶ δι᾿ αὐτοὺς δὲ τοὺς σήμερον σὺν ὑμῖν ἐλθόντας πάλιν τῆς περικοπῆς ἐπιμνησθήσομαι, εἶπον· καὶ ἀνιστόρησα ἥν καὶ προέγραψα ἀπὸ τοῦ Ἡσαίου περικοπήν, εἰπὼν διὰ τοὺς λόγους ἐκείνους τοὺς τὰ Μίθρα μυστήρια παραδιδόντας, ἐν τόπῳ ἐπικαλουμένῳ παρ᾿ αὐτοῖς σπηλαίῳ μυεῖσθαι ὑπ᾿ αὐτῶν, ὑπὸ τοῦ διαβόλου ἐνεργηθῆναι εἰπεῖν.
イザヤもまた、洞窟にまつわるしるしについて前もって告げ知らせていたことは、諸君に語った、と私は言った。そして、今日諸君と共に来られた方々のためにも、私はその一節に再び触れよう、と私は言い、先にイザヤから書き記して語った一節を再び語った。すなわち、あの言葉のゆえに、ミトラの秘儀を伝える者たちが、彼らの間で洞窟と呼ばれる場所で人を秘儀に入らせているというのは、悪魔がそう語らせるように仕向けたのだ、と語ったのである。
Καὶ ὁ Ἡρώδης, μὴ ἐπανελθόντων πρὸς αὐτὸν τῶν ἀπὸ Ἀρραβίας μάγων, ὡς ἠξίωσεν αὐτοὺς ποιῆσαι. ἀλλὰ κατὰ τὰ κελευσθέντα αὐτοῖς δι᾿ ἄλλης ὁδοῦ εἰς τὴν χώραν αὐτῶν ἀπαλλαγέντων, καὶ τοῦ Ἰωσήφ ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδίῳ, ὡς καὶ αὐτοῖς ἀποκεκάλυπτο, ἤδη ἐξελθόντων εἰς Αἴγυπτον, οὐ γινώσκων τὸν παῖδα, ὅν ἐληλύθεισαν προσκυνῆσαι οἱ μάγοι, παντας ἁπλῶς τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ ἐκέλευσεν ἀναιρεθῆναι.
そしてヘロデは、アラビアから来た博士たちが、自分が求めたとおりに彼のもとへ帰って来ず、命じられたとおり別の道を通って自分たちの国へ去って行き、また、ヨセフもマリアと幼子と共に、彼らにも啓示があったとおり、すでにエジプトへ出て行ってしまったので、博士たちが拝みに来たあの幼子が誰であるか知らないまま、ベツレヘムにいる幼子たちをすべて残らず殺すよう命じた。
Καὶ τοῦτο ἐπεπροφήτευτο μέλλειν γίνεσθαι διὰ Ἱερεμίου, εἰπόντος δι᾿ αὐτοῦ τοῦ ἁγίου πνεύματος οὕτως· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη. κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί Διὰ οὖν τὴν φωνήν, ἣ ἔμελλεν ἀκούεσθαι ἀπὸ Ῥαμᾶ, τουτέστιν ἀπὸ τῆς Ἀρραβίας (ἔστι γὰρ καὶ μέχρι τοῦ νῦν τόπος καλούμενος ἐν Ἀρραβίᾳ Ῥαμᾶ), κλαυθμὸς ἔμελλεν τὸν τόπον καταλαμβάνειν, ὅπου Ῥαχήλ, ἡ γυνὴ Ἰακώβ. τοῦ ἐπικληθέντος Ἰσραήλ, τοῦ ἁγίου πατριάρχου, τέθαπται, τουτέστι τὴν Βηθλεέμ, κλαιουσῶν τῶν γυναικῶν τὰ τέκνα τὰ ἴδια τὰ ἀνῃρημένα καὶ μὴ παράκλησιν ἐχουσῶν ἐπὶ τῷ συμβεβηκότι αὐταῖς.
そしてこのことは、エレミヤを通して、聖なる霊自身がこう語って、起こるべきことと預言されていた。『ラマで声が聞かれた。泣くことと大いなる嘆きと。ラケルが自分の子らのことで泣いていて、慰められることを望まなかった、彼らがもういないから。』それゆえ、ラマから、すなわちアラビアから(今なおアラビアにラマと呼ばれる場所があるからである)聞こえるはずのその声のために、泣くことが、ヤコブ――イスラエルと呼ばれた聖なる族長――の妻ラケルが葬られている場所、すなわちベツレヘムを満たそうとしていた。それは、女たちが自分の殺された子らのことで泣き、その身に起こったことについて慰めを持たなかったからである。
Καὶ γὰρ τὸ εἰπεῖν τὸν Ἡσαΐαν· Λήψεται δύναμιν Δαμασκοῦ καὶ σκύλα Σαμαρείας, τὴν τοῦ πονηροῦ δαίμονος, τοῦ ἐν Δαμασκῷ οἰκοῦντος, δύναμιν ἐσήμαινε νικηθήσεσθαι τῷ Χριστῷ ἅμα τῷ γεννηθῆναι· ὅπερ δείκνυται γεγενημένον. Οἱ γὰρ μάγοι, οἵτινες ἐσκυλευμένοι ἦσαν πρὸς πάσας κακὰς πράξεις, τὰς ἐνεργουμένας ὑπὸ τοῦ δαιμονίου ἐκείνου, ἐλθόντες καὶ προσκυνήσαντες τῷ Χριστῳ φαίνονται ἀποστάντες τῆς σκυλευσάσης αὐτοὺς δυνάμεως ἐκείνης, ἣν ἐν μυστηρίῳ ἐσήμαινεν ἡμῖν ὁ λόγος οἰκεῖν ἐν Δαμασκῷ.
そしてまた、イザヤが『彼はダマスコの力とサマリアの分捕り物とを取るであろう』と言ったのは、ダマスコに住む悪しきダエモーンの力が、キリストの生まれると同時に打ち負かされることを意味していた。そしてそのことは、現に起こったことが示すとおりである。すなわち、あの悪霊によって行われるあらゆる悪しき行いに向けて分捕られていた博士たちが、来てキリストを拝み、自分たちを分捕っていたあの力から離れ去ったことが明らかとなったのである。その力を、ロゴスは奥義のうちに、ダマスコに住むと我々に示していたのである。
Ἁμαρτωλὸν δὲ καὶ ἄδικον οὖσαν ἐν παραβολῇ τὴν δύναμιν ἐκείνην καλῶς Σαμάρειαν καλεῖ. Ὅτι δὲ Δαμασκὸς τῆς ἀρραβικῆς γῆς ἦν καὶ ἔστιν, εἰ καὶ νῦν προσνενέμηται τῇ Συροφοινίκῃ λεγομένῃ, οὐδ᾿ ὑμῶν τινες ἀρνήσασθται δύνανται. Ὥστε καλὸν ἂν εἴη ὑμᾶς, ὦ ἄνδρες, ἃ μὴ νενοήκατε, παρὰ τῶν λαβόντων χάριν ἀπὸ τοῦ θεοῦ ἡμῶν τῶν Χριστιανῶν μανθάνειν, ἀλλὰ μὴ κατὰ πάντα ἀγωνίζεσθαι τὰ ὑμέτερα διδάγματα κρατύνειν, ἀτιμάζοντας τὰ τοῦ θεοῦ.
そして、その力が罪深く不義であることを、譬えによって、ロゴスはうまくサマリアと呼んでいる。そしてダマスコがアラビアの地に属していたし、今も属していることは、たとえ今はシロフェニキアと呼ばれる地に組み入れられているとしても、諸君のうちの誰も否むことはできない。したがって、男たちよ、諸君は、諸君が思い至らなかったことを、我々キリスト教徒の神から恵みを受けた者たちから学ぶのがよいであろう。神のことを蔑ろにして、あらゆる点で諸君の教えを固めようと争うのではなく。
Διὸ καὶ εἰς ἡμᾶς μετετέθη ἡ χάρις αὕτη, ὡς Ἡσαΐας φησὶν εἰπὼν οὕτως· Ἐγγίζει μοι ὁ λαὸς οὗτος· τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με, ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας διδάσκοντες. Διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν αὐτῶν, τὴν δὲ σύνεσιν τῶν συνετῶν ἀθετήσω.
それゆえ、この恵みは我々のもとへと移されたのである。イザヤがこう言っているとおりである。『この民は口先では私を敬うが、その心は私から遠く離れている。彼らは人間のおきてと教えとを教えて、私を空しく崇めている。それゆえ見よ、私はこの民を移すことを重ねて行い、彼らを移すであろう。そして私は彼らの知者たちの知恵を取り去り、賢い者たちの分別を無きものとするであろう。』
Caput LXXIX
第LXXIX章Καὶ ὁ Τρύφων, ὑπαγανακτῶν μέν, αἰδούμενος δὲ τὰς γραφάς, ὡς ἐδηλοῦτο ἀπὸ τοῦ προσώπου αὐτοῦ, εἶπε πρός με· Τὰ μὲν τοῦ θεοῦ ἅγιά ἐστιν, αἱ δὲ ὑμέτεραι ἐξηγήσεις τετεχνασμέναι εἰσίν, ὡς φαίνεται καὶ ἐκ τῶν ἐξηγημένων ὑπὸ σοῦ, μᾶλλον δὲ καὶ βλάσφημοι· ἀγγέλους γὰρ πονηρευσαμένους καὶ ἀποστάντας τοῦ θεοῦ λέγεις.
そしてトリュフォンは、いくらか憤りながらも、その顔つきに表れていたとおり聖書を憚りながら、私に向かって言った。「神のものは聖なるものであるが、諸君の解釈は技巧を弄したものであり、お前が解釈したところからも明らかなように、むしろ冒瀆でさえある。お前は、悪をなして神から離反した天使たちがいる、と言うのだから。」
Κἀγὼ ἐνδοτικώτερον τῇ φωνῇ, παρασκευάσαι αὐτὸν βουλόμενος πρὸς τὸ ἀκούειν μου, ἀπεκρινάμην λέγων· Ἄγαμαί σου, ἄνθρωπε, τὸ εὐλαβὲς τοῦτο, καὶ εὔχομαι τὴν αὐτὴν διάθεσίν σε ἔχειν καὶ περὶ ὃν διακονεῖν γεγραμμένοι εἰσὶν οἱ ἄγγελοι, ὡς Δανιήλ φησιν, ὅτι ὡς υἱὸς ἀνθρώπου πρὸς τὸν παλαιὸν τῶν ἡμερῶν προσάγεται, καὶ αὐτῷ δίδοται πᾶσα βασιλεία εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἵνα δὲ γνωρίζῃς, εἶπον, ὦ ἄνθρωπε, μὴ ἡμετέρᾳ τόλμῃ χρησαμένους τὴν ἐξήγησιν ταύτην, ἣν μέμφῃ, πεποιῆσθαι ἡμᾶς, μαρτυρίαν σοι ἀπ᾿ αὐτοῦ τοῦ Ἡσαΐου δώσω, ὅτι πονηροὺς ἀγγέλους κατῳκηκέναι καὶ κατοικεῖν λέγει καὶ ἐν Τάνει, τῇ Αἰγυπτίᾳ χώρᾳ.
そこで私は、彼が私の話を聞き入れる態勢を取るようにと思い、より穏やかな声で答えて言った。「人よ、私はお前のその慎み深さに感嘆する。そして、天使たちがそのために仕えると書かれている方――ダニエルが語るように、人の子のような方が日の老いたる方のもとに進み出て、彼にすべての支配が世々限りなく与えられる、と言われるその方――に対しても、お前が同じ態度を持つように祈る。人よ、この解釈が、お前が咎めるように、我々の側の大胆さによってなされたものではないとお前に知らせるために、私はイザヤその人から証を与えよう。イザヤは、悪しき天使たちがエジプトの地タニスに住んでいたし、今も住んでいる、と語っているのである。」
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος· Ἐποιήσατε βουλὴν οὐ δι᾿ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ᾿ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἠρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι σκέπην Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ή σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἰγυπτίους ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί. Μάτην κοπιάσουσι πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ᾿ εἰς αἰσχύνην καὶ ὄνειδος.
その言葉とはこうである。『災いだ、背く子らよ、と主は言われる。汝らは、私によらない計りごとを行い、私の霊によらない契約を結び、罪の上に罪を加えた。汝らはエジプトへ下って行きながら、私に問うことなく、ファラオに助けられ、エジプト人の庇護に覆われようとした。ファラオの庇護は汝らにとって恥となり、エジプト人を頼みとする者たちには辱めとなるであろう。タニスには悪しき天使たちの首領たちがいるからである。彼らは空しく労するであろう、この民は彼らに助けとなる益をもたらさず、恥と辱めとなるだけだからである。』
Ἀλλὰ καὶ Ζαχαρίας φησίν, ὡς καὶ αὐτὸς ἐμνημόνευσας, ὅτι ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν Ἰησοῦ τοῦ ἱερέως, ἀντικεῖσθαι αὐτῷ, καὶ εἰπεῖν κύριον· Ἐπιτιμήσαι σοι κύριος, ὁ ἐκλεξάμενος Ἱερουσαλήμ. Καὶ πάλιν ἐν τῷ Ἰὼβ γέγραπται, ὡς καὶ αὐτὸς ἔφης, ὅτι οἱ ἄγγελοι ἦλθον στῆναι ἔμπροσθεν κυρίου, καὶ ὁ διάβολος ἅμα αὐτοῖς ἐληλύθει. Καὶ ὑπὸ Μωσέως ἐν ἀρχῇ τῆς Γενέσεως ὄφιν πλανήσαντα τὴν Εὔαν γεγραμμένον ἔχομεν καὶ κεκατηραμένον. Καὶ ἐν Αἰγύπτῳ ὅτι μάγοι ἐπείρησαν ἐξισοῦσθαι τῇ δυνάμει τῇ ἐνεργουμένῃ διὰ τοῦ πιστοῦ θεράποντος Μωσέως ὑπὸ τοῦ θεοῦ, ἔγνωμεν. Καὶ Δαυῒδ ὅτι Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνιά εἰσιν εἶπεν, ἐπίστασθε.
しかしまた、お前自身も言及したように、ゼカリヤも、悪魔が祭司ヨシュアの右に立って彼に敵対していたこと、そして主が『主がお前を叱責されるように、エルサレムを選ばれた方が』と言われたことを語っている。そしてまた、お前自身も述べたように、ヨブ記には、天使たちが主の前に立ちに来て、悪魔も彼らと共に来ていた、と書かれている。そして我々は、モーセによって創世記の初めに、蛇がエバを惑わし、呪われたことが書かれているのを持っている。そしてエジプトでは、魔術師たちが、神によって忠実な僕モーセを通して働かれた力に自らを対等にしようと試みたことを、我々は知っている。そしてダビデが『諸国民の神々は悪霊である』と言ったことを、諸君は知っている。
Caput LXXX
第LXXX章Καὶ ὁ Τρύφων πρὸς ταῦτα ἔφη· Εἶπον πρός σε, ὦ ἄνθρωπε, ὅτι ἀσφαλὴς ἐν πᾶσι σπουδάζεις εἶναι ταῖς γραφαῖς προσπλεκόμενος. Εἰπὲ δέ μοι. ἀληθῶς ὑμεῖς ἀνοικοδομηθῆναι τὸν τόπον Ἱερουσαλὴμ τοῦτον ὁμολογεῖτε, καὶ συναχθήσεσθαι τὸν λαὸν ὑμῶν καὶ εὐφρανθῆναι σὺν τῷ Χριστῷ, ἅμα τοῖς πατριάρχαις καὶ τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῦ ἡμετέρου γένους ἢ καὶ τῶν προσηλύτων γενομένων πρὶν ἐλθεῖν ὑμῶν τὸν Χριστόν, προσδοκᾶτε, ἤ, ἵνα δόξῃς περικρατεῖν ἡμῶν ἐν ταῖς ζητήσεσι, πρὸς τὸ ταῦτα ὁμολογεῖν ἐχώρησας;
これに対してトリュフォンは言った。「人よ、私はお前に言った、お前はあらゆる点で聖書に結びつけながら、間違いのない者であろうと努めていると。ところで私に言ってくれ。諸君は本当に、このエルサレムの地が再建されること、そして諸君の民が集められ、我々の族の族長たちや預言者たち、聖なる者たち、また諸君のキリストが来る前になった改宗者たちと共に、キリストと共に喜び楽しむことを、公に認め、また期待しているのか。それとも、我々との論争において優位に立っているように見せようとして、これらを認めるところへと進んだだけなのか。」
Κἀγὼ εἶπον· Οὐχ οὕτω τάλας ἐγώ, ὦ Τρύφων, ὡς ἕτερα λέγειν παρ᾿ ἃ φρονῶ. Ὡμολόγησα οὖν σοι καὶ πρότερον ὅτι ἐγὼ μὲν καὶ ἄλλοι πολλοὶ ταῦτα φρονοῦμεν, ὡς καὶ πάντως ἐπίστασθαι τοῦτο γενησόμενον· πολλοὺς δ᾿ αὖ καὶ τῶν τῆς καθαρᾶς καὶ εὐσεβοῦς ὄντων Χριστιανῶν γνώμης τοῦτο μὴ γνωρίζειν ἐσήμανά σοι.
そこで私は言った。「トリュフォンよ、私は、自分が考えていることとは異なることを言うほどに惨めではない。私は以前にもお前に、私自身も、また他の多くの者たちも、このことが起こるであろうと全く確信するほどに、こう考えている、と告白した。しかし、清らかで敬虔な考えを持つキリスト教徒たちのうちにも、多くの者がこのことを認めていない、と私はお前に示したのである。」
Τοὺς γὰρ λεγομένους μὲν Χριστιανούς, ὄντας δὲ ἀθέους καὶ ἀσεβεῖς αἱρεσιώτας, ὅτι κατὰ πάντα βλάσφημα καὶ ἄθεα καὶ ἀνόητα διδάσκουσιν, ἐδήλωσά σοι. Ὅτι δ᾿ οὐκ ἐφ᾿ ὑμῶν μόνων τοῦτο λέγειν με ἐπίστασθε, τῶν γεγενημένων ἡμῖν λόγων ἁπάντων, ὡς δύναμίς μου, σύνταξιν ποιήσομαι, ἐν οἷς καὶ τοῦτο ὁμολογοῦντά με, ὃ καὶ πρὸς ὑμᾶς ὁμολογῶ, ἐγγράψω. Οὐ γὰρ ἀνθρώποις μᾶλλον ἢ ἀνθρωπίνοις διδάγμασιν αἱροῦμαι ἀκολουθεῖν, ἀλλὰ θεῷ καὶ τοῖς παρ᾿ ἐκείνου διδάγμασιν.
私はお前に、キリスト教徒と称しながら実は無神論者であり不敬虔な異端者たちがいて、彼らがあらゆる点で冒瀆的で無神論的で愚かなことを教えている、ということを示した。そして、私がこのことを諸君に対してだけ言っているのではないと諸君に知らせるために、私は我々の間で交わされたこれらすべての言葉を、力の及ぶかぎり一書にまとめ、その中に、私が諸君に対して告白するとおりのことを、私自身も告白していると書き記すことにしよう。私は、人間や人間の教えに従うことよりも、神と神からの教えとに従うことを選ぶからである。
Εἰ γὰρ καὶ συνεβάλετε ὑμεῖς τισι λεγομένοις Χριστιανοῖς. καὶ τοῦτο μὴ ὁμολογοῦσιν, ἀλλὰ καὶ βλασφημεῖν τολμῶσι τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ. οἳ καὶ λέγουσι μὴ εἶναι νεκρῶν ἀνάστασιν, ἀλλὰ ἅμα τῷ ἀποθνήσκειν τὰς ψυχὰς αὐτῶν ἀναλαμβάνεσθαι εἰς τὸν οὐρανόν, μὴ ὑπολάβητε αὐτοὺς Χριστιανούς, ὥσπερ οὐδὲ Ἰουδαίους, ἄν τις ὀρθῶς ἐξετάσῃ, ὁμολογήσειεν εἶναι τοὺς Σαδδουκαίους ἢ τὰς ὁμοίας αἱρέσεις Γενιστῶν καὶ Μεριστῶν καὶ Γαλιλαίων καὶ Ἑλληνιανῶν καὶ Φαρισαίων καὶ Βαπτιστῶν (καὶ μὴ ἀηδῶς ἀκούσητέ μου πάντα ἃ φρονῶ λέγοντος), ἀλλὰ λεγομένους μὲν Ἰουδαίους καὶ τέκνα Ἀβραάμ, καὶ χείλεσιν ὁμολογοῦντας τὸν θεόν, ὡς αὐτὸς κέκραγεν ὁ θεός, τὴν δὲ καρδίαν πόρρω ἔχειν ἀπ᾿ αὐτοῦ.
というのも、もし諸君が、キリスト教徒と称する或る者たちと出会ったとして、彼らがこのことを認めないばかりか、アブラハムの神、イサクの神、ヤコブの神を冒瀆することさえ敢えてし、また死者の復活はなく、ただ死ぬと同時にその魂が天へと引き上げられるのだ、と言うような者たちであるなら、彼らをキリスト教徒だと思ってはならない。それはちょうど、正しく吟味するならば、サドカイ派や、それに類する分派――ゲニスタイ派、メリスタイ派、ガリライオイ派、ヘレニアノイ派、ファリサイ派、バプティスタイ派――の者たちを、誰もユダヤ人であると認めないのと同じである(私が思うところをすべて語っても、不愉快に聞かないでもらいたい)。むしろ彼らは、ユダヤ人、アブラハムの子らと称しながら、口先では神を告白しているが、神ご自身が叫ばれたように、その心は神から遠く離れている者たちなのである。
Ἐγὼ δέ, καὶ εἴ τινές εἰσιν ὁρθογνώμονες κατὰ πάντα Χριστιανοί, καὶ σαρκὸς ἀνάστασιν γενήσεσθαι ἐπιστάμεθα καὶ χίλια ἔτη ἐν Ἱερουσαλὴμ οἰκοδομηθείσῃ καὶ κοσμηθείσῃ καὶ πλατυνθείσῃ. ὡς οἱ προφῆται Ἰεζεκιὴλ καὶ Ήσαΐας καὶ οἱ ἄλλοι ὁμολογοῦσιν.
「しかし私自身は、そしてあらゆる点で正しい考えを持つキリスト教徒たちがいるとすれば彼らも同様であるが、肉の復活が起こることを知っており、また、預言者エゼキエルやイザヤ、その他の者たちが認めているとおり、再建され、飾られ、広げられたエルサレムにおいて千年が過ごされることを知っている。」
Caput LXXXI
第LXXXI章Οὕτως γὰρ Ἡσαΐας περὶ τῆς χιλιονταετηρίδος ταύτης εἶπεν· Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ὅσα ἐγὼ κτίζω· ὅτι ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. Καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται.
というのも、イザヤはこの千年について、次のように語っているからである。『天は新しくなり、地も新しくなるであろう。そして彼らは以前のことを思い出すこともなく、それが心に上ることもないであろう。むしろ、私が創造するものにあって、喜びと歓喜とを見出すであろう。見よ、私はエルサレムを歓喜とし、我が民を喜びとする。そして私はエルサレムの上に歓喜し、我が民の上に喜ぶであろう。そしてもはやそこには泣く声も叫ぶ声も聞かれることはなく、日の足りない幼子も、自分の齢を満たさない老人もそこにいなくなるであろう。若者は百歳の者であり、死ぬ罪びとは百歳であってなお呪われた者となるであろうから。』
Καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν. Οὐ μὴ οἰκοδομήσωσι καὶ ἄλλοι κατοικήσουσι, καὶ οὐ μὴ φυτεύσωσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. Οἱ ἐκλεκτοί μου οὐ μὴ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα δίκαιον καὶ εὐλογημένον ὑπὸ κυρίου ἔσονται, καὶ ἔγγονα αὐτῶν μετ᾿ αὐτῶν. Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστι; Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ, λέγει κύριος.
『そして彼らは家を建てて自らそこに住み、ぶどう畑を植えて自らその実を食べるであろう。彼らが建てたものに他の者たちが住むこともなく、彼らが植えたものを他の者たちが食べることもないであろう。というのは、命の木の日々にしたがって我が民の日々があるであろうし、彼らの労苦の業は古びるであろうから。私の選ばれた者たちは、空しく労することもなく、呪いのために子を生むこともないであろう。彼らは主によって祝福された正しい種であり、彼らの子孫も彼らと共にあるであろうから。そして、彼らが叫ぶより前に、私は彼らに聞き入れ、彼らがなお語っている間に、私は『何であるか』と言うであろう。そのとき、狼と小羊とは共に草を食み、獅子は牛のようにわらを食べ、蛇は土をパンのように食べるであろう。彼らは聖なる山において、害をなすことも損なうこともないであろう、と主は言われる。』
Τὸ οὖν εἰρημένον ἐν τοῖς λόγοις τούτοις, ἔφην· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσι, νενοήκαμεν ὅτι χίλια ἔτη ἐν μυστηρίῳ μηνύει. Ὡς γὰρ τῷ Ἀδὰμ εἴρητο, ὅτι ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, ἐν ἐκείνῃ ἀποθανεῖται, ἔγνωμεν αὐτὸν μὴ ἀναπληρώσαντα χίλια ἔτη. Συνήκαμεν καὶ τὸ εἰρημένον, ὅτι Ἡμέρα κυρίου ὡς χίλια ἔτη, εἰς τοῦτο συνάγειν.
そこで私は言った。「これらの言葉のうちで語られたこと、すなわち『木の日々にしたがって我が民の日々があり、彼らの労苦の業は古びるであろう』ということについて、我々はこれが千年を奥義のうちに示していると理解している。アダムには、木から食べる日にはその日に死ぬであろう、と言われていたが、我々は彼が千年を満たさずに死んだことを知っているからである。そして『主の日は千年のようである』と言われていることも、これに帰着すると我々は理解した。」
Καὶ ἔπειτα καὶ παρ᾿ ἡμῖν ἀνήρ τις, ᾧ ὄνομα Ἰωάννης, εἷς τῶν ἀποστόλων τοῦ Χριστοῦ, ἐν ἀποκαλύψει γενομένῃ αὐτῷ χίλια ἔτη ποιήσειν ἐν Ἱερουσαλὴμ τοὺς τῷ ἡμετέρῳ Χριστῷ πιστεύσαντας προεφήτευσε. καὶ μετὰ ταῦτα τὴν καθολικὴν καί, συνελόντι φάναι, αἰωνίαν ὁμοθυμαδὸν ἅμα πάντων ἀνάστασιν γενήσεσθαι καὶ κρίσιν. Ὅπερ καὶ ὁ κύριος ἡμῶν εἶπεν, ὅτι Οὔτε γαμήσουσιν οὔτε γαμηθήσονται, ἀλλὰ ἰσάγγελοι ἔσονται, τέκνα τοῦ θεοῦ τῆς ἀναστάσεως ὄντες.
そしてさらに、我々のもとにいるヨハネという名の一人の人物、キリストの使徒たちの一人が、自分に与えられた黙示のうちで、我々のキリストを信じた者たちがエルサレムにおいて千年を過ごすであろうと預言した。そしてそれらのことのあとには、要するに、すべての者が心を一つにして共に迎える普遍的な、また永遠の復活と裁きとが起こるであろう、とも預言した。このことは、我々の主も語られたとおりである。『彼らは娶ることも嫁ぐこともなく、天使に等しい者となるであろう。彼らは復活の子として、神の子らであるから。』
Caput LXXXII
第LXXXII章Παρὰ γὰρ ἡμῖν καὶ μέχρι νῦν προφητικὰ χαρίσματά ἐστιν, ἐξ οὗ καὶ αὐτοὶ συνιέναι ὀφείλετε, ὅτι τὰ πάλαι ἐν τῷ γένει ὑμῶν ὄντα εἰς ἡμᾶς μετετέθη. Ὅνπερ δὲ τρόπον καὶ ψευδοπροφῆται ἐπὶ τῶν παρ᾿ ὑμῖν γενομένων ἁγίων προφητῶν ἦσαν, καὶ παρ᾿ ἡμῖν νῦν πολλοί εἰσι καὶ ψευδοδιδάσκαλοι, οὓς φυλάσσεσθαι προεῖπεν ἡμῖν ὁ ἡμέτερος κύριος, ὡς ἐν μηδενὶ ὑστερεῖσθαι ἡμᾶς, ἐπισταμένους ὅτι προγνώστης ἦν τῶν μετὰ τὴν ἀνάστασιν αὐτοῦ τὴν ἀπὸ τῶν νεκρῶν καὶ ἄνοδον τὴν εἰς οὐρανὸν μελλόντων γίνεσθαι ἡμῖν.
というのも、我々のもとには今なお預言の賜物があり、そのことからも、諸君の族の中に昔あったものが我々のもとへと移されたことを、諸君自身も理解すべきだからである。ちょうど、諸君のもとにいた聖なる預言者たちの傍らに偽預言者たちがいたのと同じように、我々のもとにも今、多くの偽教師たちがいる。我々の主は彼らを警戒するようにと前もって我々に告げられた。それは我々が何一つ欠けることのないようにするためであり、主が、死者からのご自身の復活と天への昇りとののちに我々に起こるはずのことを、あらかじめ知っておられたからである。
Εἶπε γὰρ ὅτι φονεύεσθαι καὶ μισεῖσθαι διὰ τὸ ὄνομα αὐτοῦ μέλλομεν, καὶ ὅτι ψευδοπροφῆται καὶ ψευδόχριστοι πολλοὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ παρελεύσονται καὶ πολλοὺς πλανήσουσιν· ὅπερ καὶ ἔστι.
というのも、主は、我々がその名のために殺され、憎まれることになる、と語られたし、また、多くの偽預言者や偽キリストが、彼の名のもとに現れて、多くの者を惑わすであろう、とも語られたからである。そしてそのとおりになっている。
Πολλοὶ γὰρ ἄθεα καὶ βλάσφημα καὶ ἄδικα ἐν ὀνόματι αὐτοῦ παραχαράσσοντες ἐδίδαξαν, καὶ τὰ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος διαβόλου ἐμβαλλόμενα ταῖς διανοίαις αὐτῶν ἐδίδαξαν καὶ διδάσκουσι μέχρι νῦν· οὓς ὁμοίως ὑμῖν μεταπείθειν μὴ πλανᾶσθαι ἀγωνιζόμεθα, εἰδότες ὅτι πᾶς ὁ δυνάμενος λέγειν τὸ ἀληθὲς καὶ μὴ λέγων κριθήσεται ὑπὸ τοῦ θεοῦ, ὡς διὰ τοῦ Ἰεζεκιὴλ διεμαρτύρατο ὁ θεός, εἰπὼν ὅτι Σκοπὸν τέθεικά σε τῷ οἴκῳ Ἰούδα. Ἐὰν ἁμάρτῃ ὁ ἁμαρτωλὸς καὶ μὴ διαμαρτύρῃ αὐτῷ, αὐτὸς μὲν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀπολεῖται, παρὰ τοῦ δὲ τὸ αἷμα αὺτοῦ ἐκζητήσω· ἐὰν δὲ διαμαρτύρῃ αὐτῷ, ἀθῷος ἔσῃ.
というのも、多くの者が彼の名を偽り用いて、無神論的で冒瀆的で不義なことを教えたし、悪魔の汚れた霊から彼らの思いに投げ入れられたものを教えたし、今に至るまで教えているからである。我々は、諸君に対するのと同様に、彼らをも、惑わされないようにと説き直そうと努めている。というのも、真理を語ることができるのにそれを語らない者は誰でも神に裁かれる、と我々は知っているからである。神がエゼキエルを通してこう証しされたとおりである。『私はお前を、ユダの家のための見張りとして立てた。もし罪びとが罪を犯し、お前が彼に証ししないなら、彼はその罪のうちに滅びるが、私はその血をお前の手から求めるであろう。しかしもし彼に証しするなら、お前は潔白であろう。』
Διὰ δέος οὖν καὶ ἡμεῖς σπουδάζομεν ὁμιλεῖν κατὰ τὰς γραφάς, ἀλλ᾿ οὐ διὰ φιλοχρηματίαν ἢ φιλοδοξίαν ἢ φιληδονίαν· ἐν οὐδενὶ γὰρ τούτων ἐλέγξαι ἡμᾶς ὄντας δύναταί τις. Οὐδὲ γὰρ ὁμοίως τοῖς ἄρχουσι τοῦ λαοῦ τοῦ ὑμετέρου θέλομεν ζῆν, οὓς ὀνειδίζει ὁ θεὸς λέγων· Οἱ ἄρχοντες ὑμῶν κοινωνοὶ κλεπτῶν, φιλοῦντες δῶρα, διώκοντες ἀνταπόδομα. Εἰ δέ τινας καὶ ἐν ἡμῖν τοιούτους γνωρίζετε, ἀλλ᾿ οὖν γε τὰς γραφὰς καὶ τὸν Χριστὸν διὰ τοὺς τοιούτους μὴ βλλασφημῆτε καὶ παρεξηγεῖσθαι σπουδάζητε.
それゆえ、我々もまた、恐れのゆえに聖書にしたがって語ろうと努めているのであって、金銭を愛するがゆえでも、栄誉を愛するがゆえでも、快楽を愛するがゆえでもない。これらのいずれにおいても、誰も我々を咎めることはできない。我々は、諸君の民の支配者たちのように生きることを望んでいるのでもない。神は彼らを『汝らの支配者たちは盗人の仲間であり、贈り物を愛し、報いを追い求める』と言って責められる。しかし、もし諸君が我々のうちにもそのような者たちがいると知っているとしても、そのような者たちのゆえに聖書とキリストとを冒瀆し、曲げて解釈しようと努めることのないようにしてもらいたい。
Caput LXXXIII
第LXXXIII章Καὶ γὰρ τὸ Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰς Ἐζεκίαν εἰρῆσθαι ἐτόλμησαν ὑμῶν οἱ διδάσκαλοι ἐξηγήσασθαι, ὡς κελευσθέντος αὐτοῦ ἐν δεξιᾷ τοῦ ναοῦ καθεσθῆναι, ὅτε προσέπεμψεν αὐτῷ ὁ βασιλεὺς Ἀσσυρίων ἀπειλῶν, καὶ ἐσημάνθη αὐτῷ διὰ τοῦ Ἡσαίου μὴ φοβεῖσθαι αὐτόν. Καὶ ὅτι μὲν γέγονε τὰ λεχθέντα ὑπὸ Ἡσαΐου οὕτως, καὶ ἀπεστράφη ὁ βασιλεὺς Ἀσσυρίων τοῦ μὴ πολεμῆσαι τὴν Ἱερουσαλὴμ ἐν ἡμέραις τοῦ Ἐζεκίου, καὶ ἄγγελος κυρίου ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐπιστάμεθα καὶ ὁμολογοῦμεν.
というのも、『主は私の主に言われる、私の右に座せよ、私がお前の敵をお前の足の台とするまで』という言葉を、諸君の教師たちは、ヒゼキヤについて語られたものと解釈しようと敢えて試みてきたからである。すなわち、アッシリアの王が彼に脅しの使いを送って来たとき、彼が神殿の右側に座るように命じられ、イザヤを通して彼を恐れるなと告げられた、というのである。そしてイザヤによって語られたことがそのとおりに起こったこと、すなわち、アッシリアの王がヒゼキヤの日にエルサレムを攻めることなく引き返し、主の天使がアッシリアの陣営から十八万五千の兵を打ち殺したことは、我々も知っており、認めている。
Ὅτι δὲ εἰς αὐτὸν οὐκ εἴρηται ὁ ψαλμός, δῆλον. Ἔχει γὰρ οὕτως· Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ ἐπὶ Ἱερουσαλήμ. καὶ κατακυριεύσει ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐν λαμπρότητι τῶν ἁγίων, πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ
しかし、この詩篇がヒゼキヤについて語られたものでないことは明らかである。それはこうなっているからである。『主は私の主に言われる、私の右に座せよ、私がお前の敵をお前の足の台とするまで。彼は力ある杖をエルサレムに遣わし、お前の敵の只中で支配するであろう。聖なる者たちの輝きのうちに、暁の明星の前に私はお前を生んだ。主は誓われた、そして悔いることはないであろう。お前はメルキゼデクの位に等しい永遠の祭司である。』
Ὅτι οὖν Ἐζεκίας οὐκ ἔστιν ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, τίς οὐχ ὁμολογεῖ; Καὶ ὅτι οὐκ ἔστιν ὁ λυτρούμενος τὴν Ἱερουσαλήμ, τίς οὐκ ἐπίσταται; Καὶ ὅτι ῥάβδον δυνάμεως αὐτὸς οὐκ ἀπέστειλεν εἰς Ἱερουσαλὴμ καὶ κατεκυρίευσεν ἐν μέσῳ τῶν ἐχθρῶν αὐτοῦ, ἀλλ᾿ ὁ θεὸς ἦν ὁ ἀποστρέψας ἀπ᾿ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου τοὺς πολεμίους, τίς οὐ γινώσκει;
そこで、ヒゼキヤがメルキゼデクの位に等しい永遠の祭司でないことを、誰が認めないだろうか。また、彼がエルサレムを贖う者でないことを、誰が知らないだろうか。また、彼自身が力ある杖をエルサレムに遣わし、自分の敵の只中で支配したのではなく、彼が泣き嘆いている間に、彼から敵を退けたのは神であったことを、誰が知らないだろうか。
Ὁ δὲ ἡμέτερος Ἰησοῦς, οὐδέπω ἐνδόξως ἐλθών. ῥάβδον δυναμεως εἰς Ἱερουσαλὴμ ἐξαπέστειλε, τὸν λόγον τῆς κλήσεως καὶ τῆς μετανοίας πρὸς τὰ ἔθνη ἅπαντα, ὅπου τὰ δαιμόνια ἀπεκυρίευεν αὐτῶν, ὥς φησι Δαυίδ· Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Καὶ ἰσχυρὸς ὁ λόγος αὐτοῦ πέπεικε πολλοὺς καταλιπεῖν δαιμόνια, οἷς ἐδούλευον, καὶ ἐπὶ τὸν παντοκράτορα θεὸν δι᾿ αὐτοῦ πιστεύειν, ὅτι δαιμόνιά εἰσιν οἱ θεοὶ τῶν ἐθνῶν. Καὶ τὸ Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, τῷ Χριστῷ εἴρηται, ὡς προέφημεν.
しかし我々のイエスは、いまだ栄光のうちに来られていないのに、力ある杖をエルサレムに遣わされた。それは、召しと悔い改めとの言葉を、あらゆる諸国民へと向けてのことであり、そこでは悪霊たちが彼らを支配していた、ダビデが『諸国民の神々は悪霊である』と言うとおりである。そして彼の力強い言葉は、多くの者を説き伏せて、自分たちが仕えていた悪霊たちを捨てさせ、これによって、諸国民の神々は悪霊であると信じて、全能の神を信じさせたのである。そして『聖なる者たちの輝きのうちに、暁の明星の前に、胎から私はお前を生んだ』という言葉は、我々が前に述べたとおり、キリストについて語られているのである。
Caput LXXXIV
第LXXXIV章Καὶ τὸ Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν εἰς τοῦτον προείρητο. Εἰ γὰρ μὴ ἐκ παρθένου οὗτος, περὶ οὗ Ἡσαίας ἔλεγεν, ἔμελλε γεννᾶσθαι, εἰς ὃν τὸ ἅγιον πνεῦμα ἐβόα· Ἰδοὺ κύριος αὐτὸς ἡμῖν δώσει σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν; Εἰ γὰρ ὁμοίως τοῖς ἄλλοις ἅπασι πρωτοτόκοις καὶ οὗτος γεννᾶσθαι ἐκ συνουσίας ἔμελλε, τί καὶ ὁ θεὸς σημεῖον, ὃ μὴ πᾶσι τοῖς πρωτοτόκοις κοινόν ἐστιν, ἔλεγε ποιεῖν;
そして『見よ、乙女が胎に宿し、男の子を産むであろう』ということは、この方について前もって言われていたのである。もしこの方が、イザヤが語っていたその方が、乙女から生まれるはずでなかったなら、聖なる霊は誰について、『見よ、主ご自身が我々にしるしを与えられるであろう。見よ、乙女が胎に宿し、男の子を産むであろう』と叫んでいたことになるだろうか。もしこの方も、他のすべての初子と同じように交わりから生まれるはずであったなら、なぜ神は、すべての初子に共通するのではないしるしを行うと言われたのであろうか。
Ἀλλ᾿ ὅπερ ἐστὶν ἀληθῶς σημεῖον καὶ πιστὸν τῷ γένει τῶν ἀνθρώπων ἔμελλε γίνεσθαι, τουτέστι διὰ παρθενικῆς μήτρας τὸν πρωτότοκον τῶν πάντων ποιημάτων σαρκοποιηθέντα ἀληθῶς παιδίον γενέσθαι, προλαβὼν αὐτὸ διὰ τοῦ προφητικοῦ πνεύματος κατὰ ἄλλον καὶ ἄλλον τρόπον. ὡς ἀνιστόρησα ὑμῖν, προεκήρυξεν, ἵνα ὅταν γένηται δυνάμει καὶ βουλῇ τοῦ τῶν ὅλων ποιητοῦ γενόμενον γνωσθῇ· ὡς καὶ ἀπὸ πλευρᾶς μιᾶς τοῦ Ἀδὰμ ἡ Εὔα γέγονε, καὶ ὥσπερ τἄλλα πάντα ζῶα λόγῳ θεοῦ τὴν ἀρχὴν ἐγεννήθη.
むしろ、まことにしるしであり、人類にとって信ずべきものとなるはずであったこと、すなわち、万物の被造物のうちの初子が、乙女の胎を通して肉となり、真に幼子となるということ、これを、預言の霊を通して、様々な仕方で前もって捉え、諸君に語ったとおり、あらかじめ告げ知らせていたのである。それは、この方が生まれたときに、万物の造り主の力と意志とによって生まれたことが知られるためであった。ちょうど、アダムのただ一つの肋骨からエバが生まれたように、また他のすべての生き物が、初めに神のロゴスによって生まれたのと同じように。
Ὑμεῖς δὲ καὶ ἐν τούτοις παραγράφειν τὰς ἐξηγήσεις, ἃς ἐξηγήσαντο οἱ πρεσβύτεροι ὑμῶν παρὰ Πτολεμαίῳ τῷ τῶν Αἰγυπτίων βασιλεῖ γενομένῳ. τολμᾶτε, λέγοντες μὴ ἔχειν τὴν γραφὴν ὡς ἐκεῖνοι ἐξηγήσαντο, ἀλλ᾿· Ἰδού, φησίν, ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, ὡς μεγάλων πραγμάτων σημαινομένων, εἰ γυνὴ ἀπὸ συνουσίας τίκτειν ἔμελλεν, ὅπερ πᾶσαι αἱ νεάνιδες γυναῖκες ποιοῦσι πλὴν τῶν στειρῶν, ἃς καὶ αὐτὰς βουληθεὶς ὁ θεὸς γεννᾶν ποιῆσαι δυνατός.
しかるに諸君は、この点においてさえも、諸君の長老たちがエジプトの王プトレマイオスのもとで行った解釈を、書き改めようと敢えて試みている。すなわち、聖書はあの長老たちが解釈したようにはなっていない、むしろ『見よ、若い女が胎に持つであろう』となっている、と言うのである。あたかも、女が交わりから子を産むはずであるということが、大いなる事柄を意味しているかのように。しかしそれは、不妊の女たちを除けば、すべての若い女たちが行うことである。神はその不妊の女たちにさえ、お望みになれば子を産ませることがおできになるのに。
Ἡ μήτηρ γὰρ τοῦ Σαμουὴλ μὴ τίκτουσα διὰ βουλὴν θεοῦ τέτοκε, καὶ ἡ γυνὴ τοῦ ἁγίου πατριάρχου Ἀβραάμ καὶ Ἐλισάβετ ἡ τὸν βαπτιστὴν Ἰωάννην τεκοῦσα, καὶ ἄλλαι τινὲς ὁμοίως. Ὥστε οὐκ ἀδύνατον ὑπολαμβάνειν δεῖ ὑμᾶς πάντα δύνασθαι τὸν θεὸν ὅσα βούλεται. Καὶ μάλιστα, ἐπειδὴ ἐπεπροφήτευτο μέλλειν γίνεσθται, μὴ παραγράφειν ἢ παρεξηγεῖσθαι τολμᾶτε τὰς προφητείας, ἐπεὶ ἑαυτοὺς μόνους ἀδικήσετε, τὸν δὲ θεὸν οὐ βλάψετε.
サムエルの母は子を産めなかったが、神の御旨によって産んだのであり、聖なる族長アブラハムの妻もそうであった。また洗礼者ヨハネを産んだエリサベトも、他の何人かの女たちも同様であった。したがって、諸君は、神がお望みになることは何であれ不可能であると考えるべきではない。そしてとりわけ、それが起こるであろうと預言されていた以上、諸君は預言を書き改めたり曲げて解釈したりしようと敢えて試みてはならない。そうすれば、諸君は自分自身だけを傷つけることになり、神を損なうことにはならないのだから。
Caput LXXXV
第LXXXV章Καὶ γὰρ τὴν προφητείαν τὴν λέγουσαν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν. καὶ ἐπάρθητε πύλαι αἰώνιοι, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, ὁμοίως εἰς τὸν Ἐζεκίαν τολμῶσί τινες ἐξ ὑμῶν ἐξηγεῖσθαι εἰρῆσθαι, ἄλλοι δὲ εἰς Σολομῶνα. Οὐ δὲ εἰς τοῦτον οὐδὲ εἰς ἐκεῖνον οὔτε εἰς ἄλλον ἁπλῶς λεγόμενον ὑμῶν βασιλέα δυνατὸν ἀποδειχθῆναι εἰρῆσθαι, εἰς δὲ μόνον τοῦτον τὸν ἡμέτερον Χριστόν, τὸν ἀειδῆ καὶ ἄτιμον φανέντα, ὡς Ἡσαίας ἔφη καὶ Δαυΐδ καὶ πᾶσαι αἱ γραφαί, ὅς ἐστι κύριος τῶν δυνάμεων διὰ τὸ θέλημα τοῦ δόντος αὐτῷ πατρός, ὃς καὶ ἀνέστη ἐκ νεκρῶν καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν, ὡς καὶ ὁ ψαλμὸς καὶ αἱ ἄλλαι γραφαὶ ἐδήλουν, καὶ κύριον αὐτὸν τῶν δυνάμεων κατήγγελλον, ὡς καὶ νῦν ἐκ τῶν ὑπ᾿ ὄψιν γινομένων ῥᾷον ὑμᾶς πεισθῆναι, ἐὰν θέλητε.
というのも、『汝らの支配者たちよ、門を上げよ。そして、永遠の門よ、上がれ。栄光の王が入られるために』と語る預言についても、諸君のうちの或る者たちは同じようにヒゼキヤについて言われたと解釈しようと敢えて試み、他の者たちはソロモンについて言われたと解釈しようとする。しかし、この者についてもあの者についても、また単に諸君の言うところの他のいかなる王についても、そう言われたと証明することは不可能であり、ただこの、我々のキリストについてのみ、それが言われたと証明できる。イザヤやダビデ、そしてすべての聖書が語るとおり、彼は姿なく、名誉なき者として現れたが、これを彼にお与えになった父の御旨によって、もろもろの力の主であられる方であり、死者のうちから甦り、天へと昇られた方である。詩篇や他の聖書がこのことを明らかにし、彼をもろもろの力の主として宣べ伝えたとおりである。それは、今、目に見える出来事からも、諸君がその気になれば、いっそう容易く説得されうるであろうとおりである。
Κατὰ γὰρ τοῦ ὀνόματος αὐτοῦ τούτου τοῦ υἱοῦ τοῦ θεοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, καὶ διὰ παρθένου γεννηθέντος καὶ παθητοῦ γενομένου ἀνθρώπου, καὶ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου ὑπὸ τοῦ λαοῦ ὑμῶν καὶ ἀποθανόντος, καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ ἀναβάντος εἰς τὸν οὐρανόν. πᾶν δαιμόνιον ἐξορκιζόμενον νικᾶται καὶ ὑποτάσσεται.
というのは、この方の名によって――神の子であり万物の被造物の初子であり、乙女によって生まれ、受苦する人間となり、諸君の民によってポンティオ・ピラトのもとで十字架につけられて死に、死者のうちから甦って天へと昇られたこの方の名によって――あらゆる悪霊は、その名によって祓われるとき、打ち負かされ、服従させられるからである。
Ἐὰν δὲ κατὰ παντὸς ὀνόματος τῶν παρ᾿ ὑμῖν γεγενημένων ἢ βασιλέων ἢ δικαίων ἢ προφητῶν ἢ πατριαρχῶν ἐξορκίζητε ὑμεῖς, οὐχ ὑποταγήσεται οὐδὲν τῶν δαιμονίων· ἀλλ᾿ εἰ ἄρα ἐξορκίζοι τις ὑμῶν κατὰ τοῦ θεοῦ Ἀβραὰμ καὶ θεοῦ Ἰσαὰκ καὶ θεοῦ Ἰακώβ, ἴσως ὑποταγήσεται. Ἢδη μέντοι οἱ ἐξ ὑμῶν ἐπορκισταὶ τῇ τέχνῃ, ὥσπερ καὶ τὰ ἔθνη, χρώμενοι ἐξορκίζουσι καὶ θυμιάμασι καὶ καταδέσμοις χρῶνται, εἶπον.
しかし、諸君が、諸君のもとに生まれた誰か――王であれ、正しい者であれ、預言者であれ、族長であれ――の名によって祓おうとしても、いかなる悪霊も服従することはない。ただ、諸君のうちの誰かが、アブラハムの神、イサクの神、ヤコブの神の名によって祓おうとするなら、あるいは服従するかもしれない。もっとも、諸君のうちの祓魔師たちは、すでに、諸国民と同じように、技を用いて祓い、香を焚き、呪縛のわざを用いている、と私は言った。
Ὅτι δὲ καὶ ἄγγελοι καὶ δυνάμεις εἰσίν, οἷς ὁ λόγος ὁ τῆς προφητείας τῆς διὰ Δαυΐδ ἐπᾶραι τὰς πύλας, ἵνα εἰσέλθῃ οὗτος ὁ ἐκ νεκρῶν ἀναστὰς κύριος τῶν δυνάμεων κατὰ τὸ θέλημα τοῦ πατρός, Ἰησους Χριστός, ὁ λόγος τοῦ Δαυῒδ ὁμοίως ἀπέδειξεν, οὗ καὶ πάλιν ἐπιμνησθήσομαι διὰ τούτους τοὺς μὴ καὶ χθὲς συνόντας ἡμῖν, δι᾿ οὓς καὶ πολλὰ τῶν χθὲς εἰρημένων ἐπὶ κεφαλαίων λέγω.
また、天使たちと諸々の力とがあり、それらに向かって、ダビデを通しての預言の言葉が、門を上げよ、死者のうちから甦り、父の御旨にしたがってもろもろの力の主であられるこの方、イエス・キリストが入られるために、と命じていることも、ダビデの言葉が同様に示している。私はそれについても、昨日我々と共にいなかったこれらの人々のために、再び触れることにしよう。彼らのために、私は昨日語られたことの多くを、要点をかいつまんで語るのである。
Καὶ νῦν πρὸς ὑμᾶς ἐὰν τοῦτο λέγω, εἰ καὶ ἐταυτολόγησα πολλάκις, οὐκ ἄτοπον εἰπεῖν ἐπίσταμαι· γελοῖον μὲν γὰρ πρᾶγμά ἐστιν, ὁρᾶν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄλλα ἄστρα τὴν αὐτὴν ὁδὸν ἀεὶ καὶ τὰς τροπὰς τῶν ὡρῶν ποιεῖσθαι, καὶ τὸν ψηφιστικὸν ἄνδρα, εἰ ἐξετάζοιτο τὰ δὶς δύο πόσα ἐστί, διὰ τὸ πολλάκις εἰρηκέναι ὅτι τέσσαρα, οὐ παύσεσθαι τοῦ πάλιν λέγειν ὅτι τέσσαρα, καὶ τὰ ἄλλα ὁμοίως ὅσα παγίως ὁμολογεῖται ἀεὶ ὡσαύτως λέγεσθαι καὶ ὁμολογεῖσθαι, τὸν δὲ ἀπὸ τῶν γραφῶν τῶν προφητικῶν ὁμιλίας ποιούμενον ἐᾶν καὶ μὴ τὰς αὐτὰς ἀεὶ λέγειν γραφάς, ἀλλ᾿ ἡγεῖσθαι ἑαυτὸν βέλτιον τῆς γραφῆς γεννήσαντα εἰπεῖν.
そして今、私が諸君に対してこのことを語るとしても、たとえ何度も同じことを繰り返して言ったとしても、それを述べることが場違いだとは私は思わない。太陽や月やその他の星が常に同じ道を通り、季節の巡りをなすのを見るのは、また計算をする者が、二かける二がいくつかと問われるたびに、すでに何度も四であると言ったからといって、また四であると言うのをやめないのを見るのは、滑稽なことに思われるであろう。他のことについても同様に、常に同じように語られ、認められると固く認められていることは皆そうであるのに、預言の聖書から語りかけを行う者だけが、それを差し控えて、いつも同じ聖書を語らないようにし、むしろ、自分の方が聖書よりも良いものを生み出して語れると考える、というのでは筋が通らないからである。
Ἔστιν οὖν ὁ λόγος, δι᾿ οὗ ἐσήμανα τὸν θεὸν δηλοῦν ὅτι καὶ ἄγγελοί εἰσιν ἐν οὐρανῷ καὶ δυνάμεις, οὗτος· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἵ δυνάμεις αὐτοῦ. Καὶ Μνασέας δέ τις ὀνόματι τῶν συνελθόντων αὐτοῖς τῇ δευτέρᾳ ἡμέρᾳ εἷπε· Καὶ ἡμεῖς χαίρομεν πάλιν πειρωμένου σου τὰ αὐτὰ λέγειν δι᾿ ἡμᾶς.
そこで、天には天使たちも諸々の力もあることを神が示しておられると私が示したその言葉とは、これである。『天から主を賛美せよ、いと高きところにおいて主を賛美せよ。主のすべての天使たちよ、主を賛美せよ。主のすべての力よ、主を賛美せよ。』すると、二日目に彼らと共に来た者たちのうちの、ムナセアスという名の一人が言った。「我々もまた、お前が我々のために同じことを再び語ろうと努めてくれることを喜んでいる。」
Κἀγὼ εἶπον· Ἀκούσατε, φίλοι, τίνι γραφῃ πειθόμενος ταῦτα πράττω. Ἰησοῦς ἐκέλευσεν ἀγαπᾶν καὶ τοὺς ἐχθρούς, ὅπερ καὶ διὰ Ἡσαίου ἐκεκήρυκτο διὰ πλειόνων, ἐν οἷς καὶ τὸ μυστήριον τῆς πάλιν γενέσεως ἡμῶν, καὶ ἁπλῶς πάντων τῶν τὸν Χριστὸν ἐν Ἱερουσαλὴμ φανήσεσθαι προσδοκώντων κα δι᾿ ἔργων εὐαρεστεῖν αὐτῷ σπουδαζόντων.
そこで私は言った。「友よ、聞くがよい、私がどの聖書に従ってこのことを行っているかを。イエスは敵をも愛するようにと命じられたが、それはイザヤを通しても、多くの言葉によって前もって告げられていたことである。その中には、我々の再びの誕生の奥義も、また、単に、キリストがエルサレムに現れることを期待し、行いによって彼に喜ばれようと努めるすべての者たちの奥義も含まれている。」
Εἰσὶ δὲ οἱ διὰ Ἡσαΐου λόγοι οὗτοι· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸ ῥῆμα αὐτοῦ. Εἴπατε· ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις τὸ ὄνομα κυρίου δοξασθῆναι. Ὤφθη ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ λαοῦ, φωνὴ κυρίου ἀποδιδόντος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέτεκεν ἄρσεν.
イザヤを通しての言葉とはこうである。『主の言葉におののく者たちよ、主の言葉を聞け。汝らを憎み忌み嫌う者たちに、主の名が栄光を受けるようにと、「我々の兄弟よ」と言え。彼は彼らの喜びのうちに現れたが、彼らは恥を受けるであろう。都からの叫び声、民の声、高ぶる者たちに報復を返される主の声。産みの女が産む前に、また産みの苦しみが来る前に、彼女は男の子を産んだ。』
Τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως, εἰ ὤδίνεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰς ἅπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐ γεννώσῃ, εἶπε κύριος. ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα, λέγει κύριος. Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγορίσατε πάντες οἱ ἀγαπῶντες αὐτήν· χαίρετε πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτήν, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μασθοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτοῦ.
『誰がこのようなことを聞いたことがあろうか、誰がこのように見たことがあろうか。地が一日で産みの苦しみをするとは。あるいは、一つの国民が一度に生まれるとは。まことに、シオンは産みの苦しみをして、その子らを産んだのだ。私はこの望みを与えたのに、お前は産まないのか、と主は言われた。見よ、私は産む者をも不妊の女をも造った、と主は言われる。エルサレムよ、喜べ。彼女を愛するすべての者たちよ、共に祝え。彼女のために嘆くすべての者たちよ、喜べ。それは、汝らが乳を飲み、彼女の慰めの乳房から満たされるためであり、乳を飲みおえて、その栄光の入りより喜びを得るためである。』
Caput LXXXVI
第LXXXVI章Καὶ ταῦτα εἰπὼν προσέθηκα· Ὅτι δέ. μετὰ τὸ σταυρωθῆναι τοῦτον ὃν ἔνδοξον πάλιν παραγενήσεσθαι ἀποδεικνύουσιν αἱ γραφαί, σύμβολον εἶχε τοῦ ξύλου τῆς ζωῆς, ὃ ἐν τῷ παραδείσῳ πεφυτεῦσθαι ἐλέλεκτο, καὶ τῶν γενησομένων πᾶσι τοῖς δικαίοις. ἀκούσατε. Μωσῆς μετὰ ῥάβδου ἐπὶ τὴν τοῦ λαοῦ ἀπολύτρωσιν ἐπέμφθη, καὶ ταύτην ἔχων μετὰ χεῖρας ἐν ἀρχῇ τοῦ λαοῦ διέτεμε τὴν θάλασσαν, διὰ ταύτης ἀπὸ τῆς πέτρας ὕδωρ ἀναβλύσαν ἑώρα· καὶ ξύλον βαλὼν εἰς τὸ ἐν Μερρᾷ ὕδωρ, πικρὸν ὅν, γλυκὺ ἐποίησε.
そして私はこれらのことを語ったのち、こう付け加えた。「この方――十字架につけられたのち、栄光のうちに再び来られると聖書が示している方――が、楽園に植えられていたと言われている命の木のしるしと、すべての正しい者たちに起こるべきことのしるしとを持っておられたことについて、聞くがよい。モーセは杖を持って民の贖いのために遣わされ、これを手に携えて、民の先頭で海を分け、これによって岩から湧き出る水を見た。また、木をメラの水――苦かったもの――に投げ入れて、それを甘くした。」
Ῥάβδους βαλὼν Ἰακὼβ εἰς τὰς ληνοὺς τῶν ὑδάτων ἐγκισσῆσαι τὰ πρόβατα τοῦ μητραδέλφου, ἵνα τὰ γεννώμενα ἐξ αὐτῶν κτήσηται, ἐπέτυχεν· ἐν ῥάβδῳ αὐτοῦ διεληλυθέναι τὸν ποταμὸν ὁ αὐτὸς Ἰακὼβ καυχᾶται. Κλίμακα ἔφη ἑωρᾶσθαι αὐτῷ, καὶ τὸν θεὸν ἐπ᾿ αὐτῆς ἐστηρίχθαι ἡ γραφὴ δεδήλωκε· καὶ ὅτι οὐχ ὁ πατὴρ ἦν, ἀπὸ τῶν γραφῶν ἀπεδείξαμεν. Καὶ ἐπὶ λίθου καταχέας ἔλαιον ἐν τῷ αὐτῷ τόπῳ Ἰακὼβ στήλην τῷ ὀφθέντι αὐτῷ θεῷ ἀληλιφέναι ὑπ᾿ αὐτοῦ τοῦ ὀφθέντος αὐτῷ θεοῦ μαρτυρεῖται.
ヤコブは、杖を水の水槽に投げ入れて、母方のおじの羊たちを孕ませ、それらから生まれるものを自分のものとすることに成功した。ヤコブ自身は、自分の杖によって川を渡ったことを誇っている。彼は、梯子が自分に見えたこと、そして神がその上に立たれていたことを語り、聖書がそれを明らかにしている。それが父ではなかったことは、我々が聖書から示したとおりである。また、ヤコブは、石の上に油を注ぎ、同じ場所に、自分に現れた神のために柱を立てたが、彼に現れたその神ご自身によって、彼が油を注いだことが証しされている。
Καὶ ὅτι λίθος Χριστὸς διὰ πολλῶν γραφῶν συμβολικῶς ἐκηρύσσετο, ὁμοίως ἀπεδείξαμεν· καὶ ὅτι τὸ χρῖσμα πᾶν, εἴτε ἐλαίου εἴτε στακτῆς εἴτε τῶν ἄλλων τῶν τῆς συνθέσεως τοῦ μύρου χρισμάτων, τούτου ἦν. ὁμοίως ἀπεδείξαμεν, τοῦ λόγου λέγοντος· Διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ γὰρ οἱ βασιλεῖς πάντες καὶ οἱ χριστοὶ ἀπὸ τούτου μετέσχον καὶ βασιλεῖς καλεῖσθαι καὶ χριστοί· ὃν τρόπον καὶ αὐτὸς ἀπὸ τοῦ πατρὸς ἔλαβε τὸ βασιλεὺς καὶ Χριστὸς καὶ ἱερεὺς καὶ ἄγγελος, καὶ ὅσα ἄλλα τοιαῦτα ἔχει ἢ ἔσχε.
そして、キリストが石として多くの聖書のうちに、しるしをもって宣べ伝えられていたことも、我々は同様に示した。そして、あらゆる塗油――油であれ、没薬の樹脂であれ、香油の調合に用いられる他の塗油であれ――は、この方に属するものであったことも、我々は同様に示した。ロゴスがこう語っているとおりである。『それゆえ神よ、お前の神は、お前の仲間にまさって、喜びの油をもってお前に油を注がれた。』というのも、すべての王たちや油注がれた者たちは、この方にあずかることによって、王とも油注がれた者とも呼ばれることになったからである。それはちょうど、この方ご自身も、王、キリスト、祭司、御使い、そしてその他このような呼び名すべてを、父から受けておられる、あるいは受けておられた、のと同じ仕方である。
Ῥάβδος ἡ Ἀαρὼν βλαστὸν κομίσασα ἀρχιερέα αὐτὸν ἀπέδειξε. Ῥάβδον ἐκ ῥίζης Ἰεσσαὶ γενήσεσθαι τὸν Χριστὸν Ἡσαΐας προεφήτευσε. Καὶ Δαυῒδ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσειν ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεσθαι, φησὶν εἶναι τὸν δίκαιον. Καὶ ὡς φοῖνιξ ἀνθήσειν ὁ δίκαιος εἴρηται.
アロンの杖は芽を出して、彼を大祭司として示した。イザヤは、キリストがエッサイの根から出る杖となるであろうと預言した。そしてダビデは、水の流れのほとりに植えられた木――その時が来ればその実を結び、その葉が枯れ落ちることのない木――こそが正しい者である、と語っている。そして、正しい者は棕櫚のように花咲くであろう、とも言われている。
Ἀπὸ ξύλου τῷ Ἀβραὰμ ὤφθη ὁ θεός, ὡς γέγραπται, πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ. Ἑβδομήκοντα ἰτέας καὶ δώδεκα πηγὰς εὗρεν ὁ λαὸς διαβὰς τὸν Ἰορδάνην. Ἐν ῥάβδῳ καὶ βακτηρίᾳ παρακεκλῆσθαι ὑπὸ τοῦ θεοῦ Δαυῒδ λέγει.
神は木のもとで、書かれているとおり、マムレの樫のかたわらでアブラハムに現れられた。民はヨルダン川を渡ったとき、七十本の柳の木と十二の泉とを見出した。ダビデは、杖と支え杖とによって神に慰められた、と語っている。
Ξύλον Ἐλισσαῖος βαλὼν εἰς τὸν Ἰορδάνην ποταμὸν ἀνήνεγκε τὸν σίδηρον τῆς ἀξίνης, ἐν ᾖ πεπορευμένοι ἦσαν οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα εἰς οἰκοδομὴν τοῦ οἴκου, ἐν ᾧ τὸν νόμον καὶ τὰ προστάγματα τοῦ θεοῦ λέγειν καὶ μελετᾶν ἐβούλοντο· ὡς καὶ ἡμᾶς βεβαπτισμένους ταῖς βαρυτάταις ἁμαρτίαις, ἃς ἐπράξαμεν, διὰ τοῦ σταυρωθῆναι ἐπὶ τοῦ ξύλου καὶ δι᾿ ὕδατος ἁγνίσαι ὁ Χριστὸς ἡμῶν ἐλυτρώσατο καὶ οἶκον εὐχῆς καὶ προσκυνήσεως ἐποίησε. Καὶ ῥάβδος ἦν ἡ δείξασα Ἰούδαν πατέρα τῶν ἀπὸ Θάμαρ διὰ μέγα μυστήριον γεννηθέντων.
エリシャは木をヨルダン川に投げ入れて、斧の鉄を引き上げた。それは、預言者たちの子らが、神の律法と定めとを語り、学ぼうとしてそのために建てる家の建築のために木を切りに出かけていたときのことである。それはちょうど、我々のキリストが、我々が犯した最も重い罪に浸っていた我々を、木の上で十字架につけられることによって、また水によって我々を清めることによって贖い、祈りと礼拝の家となしてくださったのと同じである。そして、タマルから、大いなる奥義によって生まれた者たちの父がユダであることを示したのも杖であった。
Caput LXXXVII
第LXXXVII章Καὶ ὁ Τρύφων, εἰπόντος μου ταῦτα, ἔφη· Μή με λοιπὸν ὑπολάμβανε, ἀνατρέπειν πειρώμενον τὰ ὑπὸ σοῦ λεγόμενα, πυνθάνεσθαι ὅσα ἂν πυνθάνωμαι, ἀλλὰ βούλεσθαι μανθάνειν περὶ τούτων αὐτῶν ὧν ἂν ἐρωτῶ.
私がこれらのことを語り終えると、トリュフォンは言った。「私が問うことは何であれ、お前が語ることを覆そうと試みて問うているのだと、もはや思わないでほしい。私はまさに私が問うそのことについて学びたいと思っているのだ。」
Εἰπὲ οὖν μοι, διὰ τοῦ Ἡσαΐου εἰπόντος τοῦ λόγου· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἀναβήσεται ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ, καὶ ὁμολογήσας ταῦτα πρός με, ἔλεγεν, εἰς Χριστὸν εἰρῆσθαι, καὶ θεὸν αὐτὸν προϋπάρχοντα λέγεις, καὶ κατὰ τὴν βουλὴν τοῦ θεοῦ σαρκοποιηθέντα αὐτὸν λέγεις διὰ τῆς παρθένου γεγεννῆσθαι ἄνθρωπον, πῶς δύναται ἀποδειχθῆναι προϋπάρχων, ὅστις διὰ τῶν δυνάμεων τοῦ πνεύματος τοῦ ἁγίου, ἃς καταριθμεῖ ὁ λόγος διὰ Ἡσαίου, πληροῦται ὡς ἐνδεὴς τούτων ὑπάρχων;
「それでは私に言ってくれ。イザヤを通してのロゴスがこう語っている。『エッサイの根から杖が出るであろう、そしてエッサイの根から花が上るであろう。そして神の霊が彼の上にとどまるであろう、知恵と分別の霊、思慮と力の霊、知識と敬虔の霊、そして神を恐れる霊が彼を満たすであろう。』この言葉が、お前の告白するとおりキリストについて言われているとし、またお前が、彼を先在する神であると語り、また彼が神の御旨にしたがって肉となり、乙女によって人間として生まれたと語るのなら、聖なる霊のもろもろの力――イザヤを通してのロゴスが数え上げているそれら――によって、あたかもそれらを欠いている者であるかのように満たされる者が、どうして先在する者であると証明されうるのか。」
Κἀγὼ ἀπεκρινάμην· Νουνεχέστατα μὲν καὶ συνετώτατα ἠρώτησας· ἀληθῶς γὰρ ἀπόρημα δοκεῖ εἶναι· ἀλλ᾿ ἵνα ἴδῃς καὶ τὸν περὶ τούτων λόγον, ἄκουε ὧν λέγω. Ταύτας τὰς κατηριθμημένας τοῦ πνεύματος δυνάμεις οὐχ ὡς ἐνδεοῦς αὐτοῦ τούτων ὄντος φησὶν ὁ λόγος ἐπεληλυθέναι ἐπ᾿ αὐτόν, ἀλλ᾿ ὡς ἐπ᾿ ἐκεῖνον ἀνάπαυσιν μελλουσῶν ποιεῖσθαι, τουτέστιν ἐπ᾿ αὐτοῦ πέρας ποιεῖσθαι, τοῦ μηκέτι ἐν τῷ γένει ὑμῶν κατὰ τὸ παλαιὸν ἔθος προφήτας γενήσεσθαι, ὅπερ καὶ ὄψει ὑμῖν ἰδεῖν ἔστι· μετ᾿ ἐκεῖνον γὰρ οὐδεὶς ὅλως προφήτης παρ᾿ ὑμῖν γεγένηται.
そこで私は答えた。「お前は実に思慮深く、また賢明に問うた。まことに、これは難問であるように思われる。しかし、これについての論をも見て取ってもらうために、私が語ることを聞くがよい。数え上げられたこれらの霊のもろもろの力は、彼がそれらを欠いている者であったから彼の上に来たと、ロゴスは語っているのではない。むしろ、それらの力が、あの方の上で休らうことになるため、すなわち、あの方において終わりを迎えるためである。それは、諸君の族の中に、もはや古くからの慣わしにしたがって預言者たちが生まれることのないようにするためである。このことは、諸君自身も目にすることができる事柄である。あの方以後、諸君のもとには全く預言者が生まれていないのだから。」
Καὶ ὅτι οἱ παρ᾿ ὑμῖν προφῆται, ἕκαστος μίαν τινὰ ἢ καὶ δευτέραν δύναμιν παρὰ τοῦ θεοῦ λαμβάνοντες, ταῦτα ἐποίουν καὶ ἐλάλουν ἃ καὶ ἡμεῖς ἀπὸ τῶν γραφῶν ἐμάθομεν, κατανοήσατε καὶ τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα. Σοφίας μὲν γὰρ πνεῦμα Σολομῶν ἔσχε, συνέσεως δὲ καὶ βουλῆς Δανιήλ, ἰσχύος δὲ καὶ εὐσεβείας Μωσῆς, καὶ Ἡλίας φόβου, καὶ γνώσεως Ἡσαΐας· καὶ οἱ ἄλλοι αὖ ὁμοίως ἢ μίαν ἕκαστος ἢ ἐναλλὰξ ἄλλην τινὰ μετ᾿ ἄλλης δυνάμεως ἔσχον, οἶον καὶ Ἱερεμίας καὶ οἱ δώδεκα καὶ Δαυῒδ καὶ οἱ ἄλλοι ἁπλῶς ὅσοι γεγόνασι παρ᾿ ὑμῖν προφῆται.
そして、諸君のもとにいた預言者たちが、それぞれ神からある一つの、あるいは二つの力を受けて、それらを行い、また我々も聖書から学んだところのことを語っていたことを、私が語ることからも理解してほしい。すなわち、ソロモンは知恵の霊を持ち、ダニエルは分別と思慮の霊を、モーセは力と敬虔の霊を、エリヤは恐れの霊を、イザヤは知識の霊を持っていた。他の者たちも同様に、それぞれ一つの力を持つか、あるいは代わる代わる他の力と共にまた別の力を持っていた。たとえば、エレミヤや十二預言者、ダビデ、そして単に、諸君のもとに生まれたその他の預言者たちすべてがそうである。
Ἀνεπαύσατο οὖν, τουτέστιν ἐπαύσατο, ἐλθόντος ἐκείνου, μεθ᾿ ὅν, τῆς οἰκονομίας ταύτης τῆς ἐν ἀνθρώποις αὐτοῦ γενομένης χρόνοις, παύσασθαι ἔδει αὐτὰ ἀφ᾿ ὑμῶν, καὶ ἐν τούτῳ ἀνάπαυσιν λαβόντα πάλιν, ὡς ἐπεπροφήτευτο, γενήσεσθαι δόματα, ἅ ἀπὸ τῆς χάριτος τῆς δυνάμεως τοῦ πνεύματος ἐκείνου τοῖς ἐπ᾿ αὐτὸν πιστεύουσι δίδωσιν, ὡς ἄξιον ἕκαστον ἐπίσταται.
それゆえ、それらは休らった、すなわち、あの方が来られたときに止んだのである。あの方の後には、あの方が人間のうちに現れた時のこの摂理にしたがって、それらの力は諸君のもとから止むべきであった。そしてこのうちに再び休らいを得て、預言されていたとおり、賜物となるはずであった。それらの賜物を、あの方の霊の力の恵みから、彼を信じる者たちに、それぞれにふさわしいと知られるだけ、与えられるのである。
Καὶ ὅτι ἐπεπροφήτευτο τοῦτο μέλλειν γίνεσθαι ὑπ᾿ αὐτοῦ μετὰ τὴν εἰς οὐρανὸν ἀνέλευσιν αὐτοῦ, εἶπον μὲν ἤδη καὶ πάλιν λέγω. Εἶπεν οὖν· Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ πάλιν ἐν ἑτέρᾳ προφητείᾳ εἴρηται· Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ τὸ πνεῦμά μου ἐπὶ πᾶσαν σάρκα καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, καὶ προφητεύσουσι.
そして、このことが、あの方によって、天へと昇られたのちに起こるであろうと預言されていたことは、私はすでに述べたが、再び語る。すなわち、こう言われている。『彼は高きところに上り、捕われを捕えて、人の子らに賜物を与えられた。』そしてまた、他の預言においてこう言われている。『そしてこれらのことのあとには、私は私の霊をすべての肉に注ぎ、私の僕たちの上に、私の仕え女たちの上に注ぐであろう。そして彼らは預言するであろう。』
Caput LXXXVIII
第LXXXVIII章Καὶ παρ᾿ ἡμῖν ἔστιν ἰδεῖν καὶ θηλείας καὶ ἄρσενας, χαρίσματα ἀπὸ τοῦ πνεύματος τοῦ θεοῦ ἔχοντας. Ὥστε οὐ διὰ τὸ εἶναι αὐτὸν ἐνδεῆ δυνάμεως ἐπεπροφήτευτο ἐλεύσεσθαι ἐπ᾿ αὐτὸν τὰς δυνάμεις τὰς κατηριθμημένας ὑπὸ Ἡσαΐου, ἀλλὰ διὰ τὸ ἐπέκεινα μὴ μέλλειν ἔσεσθαι. Μαρτύριον δὲ καὶ τοῦτο ἔστω ὑμῖν, ὃ ἔφην πρὸς ὑμᾶς γεγονέναι ὑπὸ τῶν ἀπὸ Ἀρραβίας μάγων, οἵτινες ἅμα τῷ γεννηθῆναι τὸ παιδίον ἐλθόντες προσεκύνησαν αὐτῷ.
そして我々のもとには、神の霊からの賜物を持つ女たちも男たちも見ることができる。したがって、イザヤによって数え上げられたもろもろの力が彼の上に来るであろうと預言されていたのは、彼が力を欠いていたからではなく、それより先には起こらないはずであったからである。そして、私が諸君に対して、アラビアから来た博士たちによって起こったと語ったこと――彼らは幼子が生まれると同時に来て、彼を拝んだのである――も、諸君にとって証となるがよい。
Καὶ γὰρ γεννηθεὶς δύναμιν τὴν αὐτοῦ ἔσχε· καὶ αὐξάνων κατὰ τὸ κοινὸν τῶν ἄλλων ἁπάντων ἀνθρώπων, χρώμενος τοῖς ἁρμόζουσιν, ἑκάστῃ αὐξήσει τὸ οἰκεῖον ἀπένειμε, τρεφόμενος τὰς πάσας τροφάς, καὶ τριάκοντα ἔτη ἢ πλείονα ἢ καὶ ἐλάσσονα μείνας, μέχρις οὗ προελήλυθεν Ἰωάννης κῆρυξ αὐτοῦ τῆς παρουσίας καὶ τὴν τοῦ βαπτίσματος ὁδὸν προϊών, ὡς καὶ προαπέδειξα.
というのも、生まれたときすでに彼はご自身の力を持っておられたからである。そして、他のすべての人間たちと共通のありかたにしたがって成長し、それにふさわしいものを用い、成長のそれぞれの段階にふさわしいものを割り当て、あらゆる食物によって養われ、三十年か、あるいはそれより多く、あるいはそれより少なく過ごされた。ヨハネが彼の来臨の告知者として先んじて現れ、洗礼の道を先立って進むまで、そうであった。私が前に示したとおりである。
Καὶ τότε ἐλθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸν Ἰορδάνην ποταμόν, ἔνθα ὁ Ἰωάννης ἐβάπτιζε, κατελθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸ ὕδωρ καὶ πῦρ ἀνήφθη ἐν τῷ Ἰορδάνῃ, καὶ ἀναδύντος αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς περιστερὰν τὸ ἅγιον πνεῦμα ἐπιπτῆναι ἐπ᾿ αὐτὸν ἔγραψαν οἱ ἀπόστολοι αὐτοῦ τούτου τοῦ Χριστοῦ ἡμῶν.
そしてそのとき、イエスがヨルダン川へ、ヨハネが洗礼を授けていた場所へ来られ、イエスが水へと下られると、ヨルダン川に火が燃え上がった。そして彼が水から上がられたとき、聖なる霊が鳩のように彼の上に舞い降りたと、我々のこのキリストの使徒たちが書き記している。
Καὶ οὐχ ὡς ἐνδεᾶ αὐτὸν τοῦ βαπτισθῆναι ἢ τοῦ ἐπελθόντος ἐν εἴδει περιστερᾶς πνεύματος οἴδαμεν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸν ποταμόν, ὥσπερ οὐδὲ τὸ γεννηθῆναι αὐτὸν καὶ σταυρωθῆναι ὡς ἐνδεὴς τούτων ὑπέμεινεν, ἀλλ᾿ ὑπὲρ τοῦ γένους τοῦ τῶν ἀνθρώπων, ὃ ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ θάνατον καὶ πλάνην τὴν τοῦ ὄφεως ἐπεπτώκει, παρὰ τὴν ἰδίαν αἰτίαν ἑκάστου αὐτῶν πονηρευσαμένου.
そして我々は、彼が洗礼を受けることを必要としていたから、あるいは鳩の姿で来た霊を必要としていたから、川に来られたのだと知っているのではない。それはちょうど、彼が生まれ、十字架につけられたことも、それらを必要としていたから耐えられたのではないのと同じである。むしろ、アダムから死と蛇の惑わしのもとに陥っていた人類のために、それぞれが自分自身の責めによって悪をなしたのにもかかわらず、そうされたのである。
Βουλόμενος γὰρ τούτους ἐν ἐλευθέρᾳ προαιρέσει καὶ αὐτεξουσίους γενομένους, τούς τε ἀγγέλους καὶ τοὺς ἀνθρώπους, ὁ θεὸς πράττειν ὅσα ἕκαστον ἐνεδυνάμωσε δύνασθαι ποιεῖν, ἐποίησεν, εἰ μὲν τὰ εὐάρεστα αὐτῷ αἱροῖντο, καὶ ἀφθάρτους καὶ ἀτιμωρήτους αὐτοὺς τηρῆσαι, ἐὰν δὲ πονηρεύσωνται, ὡς αὐτῷ δοκεῖ, ἕκαστον κολάζειν.
というのも、神は、天使たちも人間たちも、自由な選びのうちに、また自ら権能を持つ者として生じることを望まれ、それぞれが行いうる力をお与えになったものを行うようにされたのであり、もし彼らが神に喜ばれることを選ぶなら、彼らを朽ちることなく、罰を受けることなく保たれ、もし悪をなすなら、神が良しとされるとおりに、それぞれを罰せられるのである。
Καὶ γὰρ οὐδὲ τὸ καθεσθέντα αὐτὸν ὄνῳ εἰσελθεῖν εἰς Ἱεροσόλυμα, ὡς ἀπεδείξαμεν πεπροφητεῦσθαι, δύναμιν αὐτῷ ἐνεποίει εἰς τὸ Χριστὸν εἶναι, ἀλλὰ τοῖς ἀνθρώποις γνώρισμα ἔφερεν ὅτι αὐτός ἐστιν ὁ Χριστός, ὅνπερ τρόπον καὶ ἐπὶ τοῦ Ἰωάννου ἔδει γνώρισμα τοῖς ἀνθρώποις εἶναι, ὅπως ἐπιγνῶσι τίς ἐστιν ὁ Χριστός.
というのも、彼がロバに乗ってエルサレムに入られたことも、我々が示したとおり預言されていたことであるが、それによって彼にキリストであるための力が生じたのではなく、それは、彼こそがキリストであるということの、人々へのしるしをもたらしたのである。それはちょうど、ヨハネについても、人々が誰がキリストであるかを知るために、しるしとなることが必要であったのと同じ仕方である。
Ἰωάννου γὰρ καθεζομένου ἐπὶ τοῦ Ἰορδάνου καὶ κηρύσσοντος βάπτισμα μετανοίας, καὶ ζώνην δερματίνην καὶ ἔνδυμα ἀπὸ τριχῶν καμήλου μόνον φοροῦντος καὶ μηδὲν ἐσθίοντος πλὴν ἀκρίδας καὶ μέλι ἄγριον, οἱ ἄνθρωποι ὑπελάμβανον αὐτὸν εἶναι τὸν Χριστόν· πρὸς οὓς καὶ αὐτὸς ἐβόα· Οὐκ εἰμὶ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος· ἥξει γὰρ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.
というのも、ヨハネがヨルダン川のほとりに座って、悔い改めの洗礼を宣べ伝え、革の帯とらくだの毛で作られた衣だけを身にまとい、いなごと野蜜のほかは何も食べていなかったとき、人々は彼こそキリストであると思い込んでいたからである。それに対して彼自身も、こう叫んでいた。『私はキリストではない。むしろ、叫ぶ者の声である。私よりも強い方が来られるであろう、私はその方の履物を運ぶにも値しない者である。』
Καὶ ἐλθόντος τοῦ Ἰησοῦ ἐπὶ τὸν Ἰορδάνην, καὶ νομιζομένου Ἰωσὴφ τοῦ τέκτονος υἱοῦ ὑπάρχειν, καὶ ἀειδοῦς, ὡς αἱ γραφαὶ ἐκήρυσσον, φαινομένου, καὶ τέκτονος νομιζομένου (ταῦτα γὰρ τὰ τεκτονικὰ ἔργα εἰργάζετο ἐν ἀνθρώποις ὤν, ἄροτρα καὶ ζυγά, διὰ τούτων καὶ τὰ τῆς δικαιοσύνης σύμβολα διδάσκων καὶ ἐνεργῆ βίον ), τὸ πνεῦμα οὖν τὸ ἅγιον καὶ διὰ τοὺς ἀνθρώπους, ὡς προέφην, ἐν εἴδει περιστερᾶς ἐπέπτη αὐτῷ, καὶ φωνὴ ἐκ τῶν οὐρανῶν ἅμα ἐληλύθει. ἥτις καὶ διὰ Δαυῒδ λεγομένη, ὡς ἀπὸ προσώπου αὐτοῦ λέγοντος ὅπερ αὐτῷ ἀπὸ τοῦ πατρὸς ἔμελλε λέγεσθαι· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· τότε γένεσιν αὐτοῦ λέγων γίνεσθαι τοῖς ἀνθρώποις, ἐξ ὅτου ἡ γνῶσις αὐτοῦ ἔμελλε γίνεσθαι.
そしてイエスがヨルダン川に来られたとき、彼は大工ヨセフの息子だと思われていたし、聖書が告げていたとおり、麗しさのない姿として現れ、大工だと思われていた(というのも、彼は人々のうちにあったとき、鋤や軛といった大工の仕事を行い、それらを通して、義のしるしと働きに満ちた生き方とを教えておられたからである)。そこで、聖なる霊は、これも私が先に述べたとおり、人々のために鳩の姿で彼の上に舞い降り、同時に天からの声が来ていた。その声は、ダビデを通しても、あたかも彼自身の口から、父から彼に語られるはずのことが語られていたかのように語られていた。『お前は私の子である。私は今日お前を生んだ。』このとき、彼の誕生というのは、人々にとってのそれを言っているのであり、そこから彼についての知識が生じるはずであったからである。
Caput LXXXIX
第LXXXIX章Καὶ ὁ Τρύφων· Εὖ ἴσθι. ἔφη, ὅτι καὶ πᾶν τὸ γένος ἡμῶν τὸν Χριστὸν ἐκδέχεται, καὶ ὅτι πᾶσαι αἱ γραφαί, ἃς ἔφης, εἰς αὐτὸν εἴρηνται, ὁμολογοῦμεν· καὶ ὅτι τὸ Ἰησοῦς ὄνομα δεδυσώπηκέ με, τῷ τοῦ Ναυῆ υἱῷ ἐπικληθέν, ἐνδοτικῶς ἔχειν καὶ πρὸς τοῦτο, καὶ τοῦτό φημι.
そしてトリュフォンは言った。「よく知ってほしい、我々の族もすべて、キリストを待ち望んでいるということを。そして、お前が語った聖書のすべてが、彼について言われているということを、我々は認める。そして、イエスという名――ナウェの子に与えられた名――が私を心動かし、この点についても私を従順にさせている、と私は言う。」
Εἰ δὲ καὶ ἀτίμως οὕτως σταυρωθῆναι τὸν Χριστόν, ἀποροῦμεν· ἐπικατάρατος γὰρ ὁ σταυρούμενος ἐν τῷ νόμῳ λέγεται εἶναι· ὥστε πρὸς τοῦτο ἀκμὴν δυσπείστως ἔχω. Παθητὸν μὲν τὸν Χριστὸν ὅτι αἱ γραφαὶ κηρύσσουσι, φανερόν ἐστιν· εἰ δὲ διὰ τοῦ ἐν τῷ νόμῳ κεκατηραμένου πάθους, βουλόμεθα μαθεῖν, εἰ ἔχεις καὶ περὶ τούτου ἀποδεῖξαι.
「しかし、キリストがこのように不名誉なかたちで十字架につけられたということについては、我々は当惑している。というのも、律法においては、十字架につけられる者は呪われている、と言われているからである。それゆえ、この点について、私はいまだに納得しがたく思っている。キリストが受苦する方であることは、聖書が宣べ伝えているとおり明らかである。しかし、律法において呪われた受苦によってそうなるのかどうか、我々はそれについてもお前が証明できるなら、学びたいと望んでいる。」
Εἰ μὲν μὴ ἔμελλε πάσχειν ὁ Χριστός, φημὶ αὐτῷ ἐγώ, μηδὲ προεῖπον οἱ προφῆται ὅτι ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀχθήσεται εἰς θάνατον καὶ ἀτιμωθήσεται καὶ μαστιχθήσεται καὶ ἐν τοῖς ἀνόμοις λογισθήσεται καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, οὗ τὸ γένος ἐξηγήσασθαι ἔχειν οὐδένα φησὶν ὁ προφήτης, καλῶς εἶχε θαυμάζειν. Εἰ δὲ τοῦτό ἐστι τὸ χαρακτηρίζον αὐτὸν καὶ πᾶσι μηνύον, πῶς οὐχὶ καὶ ἡμεῖς θαρροῦντες πεπιστεύκαμεν εἰς αὐτόν; Καὶ ὅσοι νενοήκασι τὰ τῶν προφητῶν, τοῦτον φήσουσιν, οὐκ ἄλλον, εἰ μόνον ἀκούσειαν ὅτι οὗτος ἐσταυρωμένος.
そこで私は彼に言った。「もしキリストが受苦するはずでなかったなら、また預言者たちが、彼が民の不法のゆえに死へと引かれ、辱められ、鞭打たれ、不法の者たちの一人に数えられ、屠り場に引かれる羊のように引かれるであろうと、あらかじめ語っていなかったなら――預言者が、彼の素性を説き明かせる者は誰もいない、と語っているその方について――驚くのももっともであったろう。しかし、もしこれこそが彼を特徴づけ、すべての者に彼を示すしるしであるのなら、我々もまた確信をもって彼を信じないでいられようか。そして、預言者たちのことを理解した者たちは皆、この方こそがそうであり、他の誰でもないと言うであろう。ただ、この方が十字架につけられたと聞きさえすればよいのである。」
Caput XC
第XC章Καὶ ἡμᾶς οὖν, ἔφη, προβίβασον ἐκ τῶν γραφῶν, ἵνα σοι πεισθῶμεν καὶ ἡμεῖς. Ηαθεῖν μὲν γὰρ καὶ ὡς πρόβατον ἀχθήσεσθαι οἴδαμεν· εἰ δὲ καὶ σταυρωθῆναι καὶ οὕτως αἰσχρῶς καὶ ἀτίμως ἀποθανεῖν διὰ τοῦ κεκατηραμένου ἐν τῷ νόμῳ θανάτου, ἀπόδειξον ἡμῖν· ἡμεῖς γὰρ οὐδ᾿ εἰς ἔννοιαν τούτου ἐλθεῖν δυνάμεθα.
そこで彼は言った。「それでは、我々をも聖書によって導いてくれ、我々もお前に納得させられるように。彼が受苦し、羊のように引かれるであろうことは我々も知っている。しかし、十字架につけられ、律法において呪われた死によって、これほど恥ずべく不名誉なかたちで死ぬということについては、我々に証明してくれ。我々はこのことについては、思い至ることさえできないのだから。」
Οἶσθα, ἔφην, ὅτι ὅσα εἶπον καὶ ἐποίησαν οἱ προφῆται, ὡς καὶ ὡμολογήθη ὑμῖν, παραβολαῖς καὶ τύποις ἀπεκάλυψαν, ὡς μὴ ῥᾳδίως τὰ πλεῖστα ὑπὸ πάντων νοηθῆναι, κρύπτοντες τὴν ἐν αὐτοῖς ἀλήθειαν, ὡς καὶ πονέσαι τοὺς ζητοῦντας εὑρεῖν καὶ μαθεῖν. Οἱ δὲ ἔφησαν· Καὶ ὡμολογήθη ἡμῖν.
私は言った。「諸君も認めたとおり、預言者たちが語り、行ったことの多くは、譬えと予型とによって覆いのもとに示されたのであって、それゆえほとんどの事柄が、すべての者によって容易に理解されることはなく、その中にある真理を隠していたので、これを求める者たちが見出し学ぶために労苦するようになっていた、ということを、お前は知っているだろう。」すると彼らは言った。「それは我々も認めた。」
Ἀκούοις ἂν οὖν, φημί, τὸ μετὰ τοῦτο. Μωσῆς γὰρ πρῶτος ἐξέφανεν αὐτοῦ ταύτην τὴν δοκοῦσαν κατάραν δι᾿ ὧν ἐποίησε σημείων. Τίνων τούτων, ἔφη, λέγεις;
それでは、この後に続くことを聞くがよい、と私は言った。モーセこそが最初に、彼が行ったしるしによって、この、呪いと思われるものを明らかにしたのである。「それはどのようなしるしのことを言っているのか」と彼は言った。
Ὅτε ὁ λαός, φημί, ἐπολέμει τῷ Ἀμαλὴκ καὶ ὁ τοῦ Ναυῆ υἱός, ὁ ἐπονομασθεὶς τῷ Ἰησοῦ ὀνόματι, τῆς μάχης ἦρχεν, αὐτὸς Μωσῆς ηὔχετο τῷ θεῷ τὰς χεῖρας ἑκατέρως ἐκπετάσας, Ὢρ δὲ καὶ Ἀαρὼν ὑπεβάσταζον αὐτὰς πανῆμαρ, ἵνα μὴ κοπωθέντος αὐτοῦ χαλασθῶσιν. Εἰ γὰρ ἐνεδεδώκει τι τοῦ σχήματος τούτου τοῦ τὸν σταυρὸν μιμουμένου, ὡς γέγραπται ἐν ταῖς Μωσέως γραφαῖς ὁ λαὸς ἡττᾶτο· εἰ δὲ ἐν τῇ τάξει ἔμενε ταύτῃ, Ἀμαλὴκ ἐνικᾶτο τοσοῦτον, καὶ ἰσχύων διὰ τοῦ σταυροῦ ἴσχυεν.
私は言った。「民がアマレクと戦い、ナウェの子で、イエスという名を与えられた者が戦いを率いていたとき、モーセ自身は両手を左右に広げて神に祈っていた。オルとアロンは、彼が疲れてその両手が垂れ落ちることのないように、一日中これを支えていた。もし、この十字架を模した姿勢が少しでも弛むなら、モーセの書に書かれているとおり、民は敗れたのである。もし彼がこの姿勢を保ち続けるなら、アマレクはそれだけ打ち負かされ、十字架によって強くなる者は強くあったのである。」
Οὐ γάρ, ὅτι οὕτως ηὔχετο Μωσῆς, διὰ τοῦτο κρείττων ὁ λαὸς ἐγίνετο, ἀλλ᾿ ὅτι, ὲν ἀρχῇ τῆς μάχης τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὄντος, αὐτὸς τὸ σημεῖον τοῦ σταυροῦ ἐποίει. Τίς γὰρ οὐκ ἐπίσταται ὑμῶν, ὅτι μάλιστα μὲν ἡ μετὰ οἴκτου καὶ δακρύων εὐχὴ μειλίσσεται τὸν θεὸν καὶ ἡ ἐν πρηνεῖ κατακλίσει καὶ ἐν γόνασιν ὀκλάσαντός τινος; Τοῦτον δὲ τὸν τρόπον ἐπὶ λίθου καθεζόμενος οὔτε αὐτὸς ηὔξατο οὔτε ἄλλος ὕστερον. Ἔχει δὲ καὶ ὁ λίθος σύμβολον, ὡς ἀπέδειξα, πρὸς τὸν Χριστόν.
というのも、モーセがこのように祈ったからといって、それによって民が優勢になったのではなく、戦いの先頭にイエスという名があり、そのうえでモーセ自身が十字架のしるしを行っていたからなのである。というのも、諸君のうちの誰が知らないだろうか、何よりも、憐れみと涙をもってなされる祈り、うつ伏せに身を伏せ、あるいは膝をかがめてなされる祈りこそが、神を和らげるということを。しかし、このような仕方では、石の上に座っている者は、彼自身も、後の誰も祈らなかった。そして石にもまた、私が示したとおり、キリストへのしるしがある。
Caput XCI
第XCI章Καὶ γὰρ δι᾿ ἄλλου μηνύων τὴν ἰσχὺν τοῦ μυστηρίου τοῦ σταυροῦ ὁ θεὸς διὰ Μωσέως εἶπεν ἐν εὐλογίᾳ, ἣν εὐλόγει τὸν Ἰωσήφ. Ἀπὸ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσων, καὶ ἀπὸ ἀβύσσου πηγῶν κάτωθεν, καὶ καθ᾿ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν, καὶ ποταμῶν ἀεννάων, καὶ καρπῶν γῆς πληρώσεως. Καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς. Δοξασθεὶς ἐν ἀδελφοῖς πρωτότοκος, ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ, ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπὸ ἄκρου τῆς γῆς.
というのも、神は、十字架の奥義の力を別の仕方でも示すために、モーセを通して、ヨセフを祝福したその祝福のうちで語られたからである。『主の祝福より彼の地はあり、天の時と露とから、下なる深淵の泉から、太陽の巡りにしたがう時の実りから、月々の巡り合いから、山々の頂の初めから、丘々の頂から、絶えず流れる川々から、地の実りの満ちるところから。また、柴の中に現れた方に受け入れられたものが、ヨセフの頭の上に、頭の頂の上に来るように。兄弟たちのうちで栄光を受けた初子。牛の美しさは彼のもの、一角獣の角は彼の角。それらによって彼は、地の果てに至るまで、諸国民を一斉に突くであろう。』
Μονοκέρωτος γὰρ κέρατα οὐδενὸς ἄλλου πράγματος ἢ σχήματος ἔχοι ἄν τις εἰπεῖν καὶ ἀποδεῖξαι, εἰ μὴ τοῦ τύπου ὃς τὸν σταυρὸν δείκνυσιν. Ὄρθιον γὰρ τὸ ἕν ἐστι ξύλον, ἀφ᾿ οὗ ἐστι τὸ ἀνώτατον μέρος εἰς κέρας ὑπερηρμένον, ὅταν τὸ ἄλλο ξύλον προσαρμοσθῇ, καὶ ἑκατέρωθεν ὡς κέρατα τῷ ἑνὶ κέρατι παρεζευγμένα τὰ ἄκρα φαίνηται· καὶ τὸ ἐν τῷ μέσῳ πηγνύμενον ὡς κέρας καὶ αὐτὸ ἐξέχον ἐστίν, ἐφ᾿ ᾧ ἐποχοῦνται οἱ σταυρούμενοι, καὶ βλέπεται ὡς κέρας καὶ αὐτὸ σὺν τοῖς ἄλλοις κέρασι συνεσχηματισμένον καὶ πεπηγμένον.
というのも、一角獣の角は、十字架を示す型のほかには、いかなる他の事柄や形についても、それを語り証明することはできないからである。すなわち、一本の木がまっすぐに立っており、その最上部から、角のように高く突き出た部分がある。そこに別の木が組み合わされると、その両端が、一つの角に対の角のように左右から並ぶかたちで現れる。そして真ん中に打ち込まれた部分もまた、角のように突き出しており、その上に十字架につけられる者たちが乗せられ、それもまた、他の角と共に一つの形をなして組み合わされ、打ち込まれた角のように見えるのである。
Καὶ τὸ Ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου τῆς γῆς δηλωτικόν ἐστι τοῦ νῦν γεγενημένου πράγματος ἐν πᾶσι τοῖς ἔθνεσι. Κερατισθέντες γάρ, τουτέστι κατανυγέντες, οἱ ἐκ πάντων τῶν ἐθνῶν διὰ τούτου τοῦ μυστηρίου εἰς τὴν θεοσέβειαν ἐτράπησαν ἀπὸ τῶν ματαίων εἰδώλων καὶ δαιμόνων, τοῖς δὲ ἀπίστοις τὸ αὐτὸ σχῆμα εἰς κατάλυσιν καὶ καταδίκην δηλοῦται· ὃν τρόπον ἐν τῷ ἀπ᾿ Αἰγύπτου ἐξελθόντι λαῷ διά τε τοῦ τύπου τῆς ἐκτάσεως τῶν χειρῶν τοῦ Μωσέως καὶ τῆς τοῦ Ναυῆ υἱοῦ ἐπικλήσεως τοῦ ὀνόματος Ἰησοῦ ὁ Ἀμαλὴκ μὲν ἡττᾶτο, Ἰσραὴλ δὲ ἐνίκα.
そして『それらによって彼は、地の果てに至るまで、諸国民を一斉に突くであろう』という言葉は、今やすべての諸国民のうちに起こっている事柄を示している。すなわち、突かれた者たち、すなわち、心を刺し貫かれた者たちが、あらゆる諸国民の中から、この奥義によって、空しい偶像やダエモーンたちから離れて、神への敬虔へと向きを変えたのである。しかし、信じない者たちにとっては、同じ姿が滅びと断罪のしるしとして示される。それはちょうど、エジプトから出た民のうちで、モーセの両手を伸ばす型と、ナウェの子がイエスの名を与えられたこととによって、アマレクは打ち負かされ、イスラエルは勝利したのと同じ仕方である。
Καὶ διὰ τοῦ τύπου δὲ καὶ σημείου τοῦ κατὰ τῶν δακόντων τὸν Ἰσραὴλ ὄφεων ἡ ἀνάθεσις φαίνεται γεγενημένη ἐπὶ σωτηρίᾳ τῶν πιστευόντων ὅτι διὰ τοῦ σταυροῦσθαι μέλλοντος θάνατος γενήσεσθαι ἔκτοτε προεκηρύσσετο τῷ ὄφει, σωτηρία δὲ τοῖς καταδακνομένοις ὑπ᾿ αὐτοῦ καὶ προσφεύγουσι τῷ τὸν ἐσταυρωμένον υἱὸν αὐτοῦ πέμψαντι εἰς τὸν κόσμον· οὐ γὰρ ἐπὶ ὄφιν ἡμᾶς πιστεύειν τὸ προφητικὸν πνεῦμα διὰ Μωσέως ἐδίδασκεν, ὁπότε καὶ κατηρᾶσθαι αὐτὸν τὴν ἀρχὴν ὑπὸ τοῦ θεοῦ δηλοῖ, καὶ ἐν τῷ Ἡσαίᾳ ἀναιρεθήσεσθαι ὡς πολέμιον διὰ τῆς μεγάλης μαχαίρας, ἥτις ἐστὶν ὁ Χριστός, σημαίνει.
また、イスラエルを噛んだ蛇たちに対する型としるしを通して、掲げられたことは、信じる者たちの救いのために行われたと見える。すなわち、十字架につけられようとしている方を通して、蛇には死が、そして蛇に噛まれ、ご自身の十字架につけられた子を世に遣わされた方のもとへ逃れる者たちには救いが、その時からすでにあらかじめ宣べ伝えられていたのである。というのも、預言の霊は、モーセを通して、我々が蛇を信じるようにと教えたのではなかったからである。それどころか、その蛇は初めから神によって呪われていたことを示しており、またイザヤにおいては、大いなる剣――それはキリストである――によって、敵として滅ぼされるであろうことを意味しているからである。
Caput XCII
第XCII章Εἰ οὖν τις μὴ μετὰ μεγάλης χάριτος τῆς παρὰ θεοῦ λάβοι νοῆσαι τὰ εἰρημένα καὶ γεγενημένα ὑπὸ τῶν προφητῶν, οὐδὲν αὐτὸν ὀνήσει τὸ τὰς ῥήσεις δοκεῖν λέγειν ἢ τὰ γεγενημένα, εἰ μὴ λόγον ἔχει καὶ περὶ αὐτῶν ἀποδιδόναι. Ἀλλὰ μήτι γε καὶ εὐκαταφρόνητα δόξει τοῖς πολλοῖς ὑπὸ τῶν μὴ νοούντων αὐτὰ λεγόμενα;
それゆえ、もし誰かが、神からの大いなる恵みなしに、預言者たちによって語られたことや行われたことを理解しようとするなら、それらの言葉や出来事を語っているように見えても、その人には何の益にもならないであろう。それらについて筋道を立てて説き明かすことができないのならば。しかし、それらを理解していない者たちによって語られることは、多くの人々にとって、あるいは軽んじられるべきものと見えることにもなりはしないだろうか。
Εἰ γάρ τις ἐξετάζειν βούλοιτο ὑμᾶς, ὅτι Ἐνὼχ καὶ Νῶε ἅμα τοῖς τέκνοις, καὶ εἴ τινες ἄλλοι τοιοῦτοι γεγόνασι, μήτε ἐν περιτομῇ γενόμενοι μήτε σαββατίσαντες εὐηρέστησαν τῷ θεῷ, τίς ἡ αἰτία τοῦ δι᾿ ἄλλων προστατῶν καὶ νομοθεσίας μετὰ τοσαύτας γενεὰς ἀξιοῦν τὸν θεὸν δικαιοῦσθαι τοὺς μὲν ἀπὸ Ἀβραὰμ μέχρι Μωσέως διὰ περιτομῆς, τοὺς δὲ ἀπὸ Μωσέως καὶ διὰ περιτομῆς καὶ τῶν ἄλλων ἐντολῶν, τουτέστι σαββάτου καὶ θυσιῶν καὶ σποδῶν καὶ προσφορῶν, εἰ μή, ὡς προείρηται ὑπ᾿ ἐμοῦ, ἀποδείξετε ὅτι διὰ τὸ τὸν θεόν, προγνώστην ὄντα, ἐγνωκέναι ἄξιον γενησόμενον τὸν λαὸν ὑμῶν ἐκβληθῆναι ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ μηδένα ἐπιτρέπεσθαι εἰσελθεῖν ἐκεῖ;
というのも、もし誰かが諸君を試そうとして、エノクやノアがその子らと共に、また他にもそのような者たちがいたとして、割礼を受けることもなく、安息日を守ることもなく、神に喜ばれた、ということを問うなら――なぜ神は、これほど多くの世代を経たのちに、他の指導者たちと立法とによって、アブラハムからモーセまでの者たちは割礼によって、モーセ以後の者たちは割礼と他の戒め、すなわち安息日、供犠、灰、供え物とによって、義とされるにふさわしいとされたのか、その理由は何であるのか――もし諸君が、私が先に述べたとおり、神が予知の力を持つ方であって、諸君の民がエルサレムから追放され、誰もそこに入ることを許されないことになるにふさわしい者となるであろうことを知っておられたからだ、と証明するのでなければ、その理由をどう説明するというのか。
Οὐδαμόθεν γὰρ ἀλλαχόθεν ἐστὲ γνωριζόμενοι, ὡς προέφην, εἰ μὴ ἀπὸ τῆς περὶ τὴν σάρκα περιτομῆς. Οὐδὲ γὰρ Ἀβραὰμ διὰ τὴν περιτομὴν δίκαιος εἶναι ὑπὸ τοῦ θεοῦ ἐμαρτυρήθη, ἀλλὰ διὰ τὴν πίστιν· πρὸ τοῦ γὰρ περιτμηθῆναι αὐτὸν εἴρηται περὶ αὐτοῦ οὕτως· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
というのも、私が先に述べたとおり、諸君は肉における割礼以外のいかなるところによっても、他と見分けられることはないからである。アブラハムでさえ、割礼のゆえに神によって正しい者であると証しされたのではなく、信仰のゆえにそうであった。彼が割礼を受ける前に、彼についてこう言われているからである。『アブラハムは神を信じた、そしてそれは彼にとって義と認められた。』
καὶ ἡμεῖς οὖν, ἐν ἀκροβυστίᾳ τῆς σακρὸς ἡμῶν πιστεύοντες τῷ θεῷ διὰ τοῦ Χριστοῦ καὶ περιτομὴν ἔχοντες τὴν ὠφελοῦσαν ἡμᾶς τοὺς κεκτημένους, τουτέστι τῆς καρδίας, δίκαιοι καὶ εὐάρεστοι τῷ θεῷ ἐλπίζομεν φανῆναι, ἐπειδὴ καὶ ἤδη μεμαρτυρήμεθα διὰ τῶν προφητικῶν λόγων ὑπ᾿ αὐτοῦ. Τὸ δὲ σαββατίζειν καὶ τὰς προσφορὰς φέρειν κελευσθῆναι ὑμᾶς, καὶ τόπον εἰς ὄνομα τοῦ θεοῦ ἐπικληθῆναι ἀνασχέσθαι τὸν κύριον, ἵνα, ὡς εἴρηται, μὴ εἰδωλολατροῦντες καὶ ἀμνημονοῦντες τοῦ θεοῦ ἀσεβεῖς καὶ ἄθεοι γένησθε, ὡς ἀεὶ φαίνεσθε γεγενημένοι.
それゆえ我々もまた、我々の肉の無割礼のうちにありながら、キリストを通して神を信じ、そしてそれを持つ我々に益となる割礼、すなわち心の割礼を持っており、正しい者、神に喜ばれる者として現れることを望んでいる。我々はすでに、預言の言葉によって、神ご自身から証しされているのだから。しかし、諸君に安息日を守ることと供え物を献げることとが命じられ、また主が、神の名のために呼ばれる場所が設けられることを許されたのは、すでに言われたとおり、諸君が偶像を拝み、神を忘れて、不敬虔で無神論的な者とならないようにするためであった。諸君は常にそのような者であり続けてきたように見えるのだから。
Καὶ ὅτι διὰ ταῦτα ἐνετέταλτο ὁ θεὸς τὰς περὶ σαββάτων καὶ προσφορῶν ἐντολάς, προαποδέδεικταί μοι διὰ τῶν προειρημένων· διὰ δὲ τοὺς σήμερον ἐλθόντας καὶ τὰ αὐτὰ σχεδὸν πάντα βούλομαι ἀναλαμβάνειν. Ἐπεί, εἰ μὴ τοῦτό ἐστι, συκοφαντηθήσεται ὁ θεος, ὡς μήτε πρόγνωσιν ἔχων μήτε τά αὐτὰ δίκαια πάντας διδάσκων καὶ εἰδέναι καὶ πράττειν (πολλαὶ γὰρ γενεαὶ ἀνθρώπων πρὸ Μωσέως φαίνονται γεγενημέναι), καὶ οὐκ ἔστι λόγος ὁ λέγων ὡς ἀληθὴς ὁ θεὸς καὶ δίκαιος καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
そして、神が安息日と供え物についての戒めをお命じになったのがこれらのゆえであったことは、先に述べたことによって、私はすでに示した。しかし、今日来られた方々のためにも、私はほとんど同じことをすべてもう一度取り上げたいと思う。というのも、もしそうでないなら、神は、予知を持たず、またすべての人に同じ正しいことを知らせ行わせることもしない方である、として不当に告発されることになるからである(モーセ以前にも人類の多くの世代があったことは明らかである)。そしてそうなれば、神は真実であり、正しく、その道はすべて裁きであり、不義は彼のうちにない、と語る言葉は成り立たなくなる。
Ἐπειδὴ δὲ ἀληθὴς ὁ λόγος, καὶ θεὸς ὑμᾶς τοιούτους μὴ εἶναι ἀσυνέτους καὶ φιλαύτους ἀεὶ βούλεται, ὅπως σωθῆτε μετὰ τοῦ Χριστοῦ, τοῦ εὐαρεστοῦντος τῷ θεῷ καὶ μεμαρτυρημένου, ὡς προέφην διὰ τῶν ἀγίων προφητικῶν λόγων τὴν ἀπόδειξιν πονήσας.
しかし、その言葉こそが真実なのであるから、神は、諸君がそのように無分別で自己愛にとらわれた者であり続けることを望んではおられない。むしろ、神に喜ばれ、聖なる預言の言葉によって証しされた方であるキリストと共に、諸君が救われることを常に望んでおられる。私はすでに述べたとおり、その証明のために力を尽くしてきたのである。
Caput XCIII
第XCIII章Τὰ γὰρ ἀεὶ καὶ δι᾿ ὅλου δίκαια καὶ πᾶσαν δικαιοσύνην παρέχει ἐν παντὶ γένει ἀνθρώπων, καὶ ἔστι πᾶν γένος γνωρίζον ὅτι μοιχεία κακὸν καὶ πορνεία καὶ ἀνδροφονία καὶ ὅσα ἄλλα τοιαῦτα. Κἂν πάντες πράττωσιν αὐτά, ἀλλ᾿ οὖν γε τοῦ ἐπίστασθαι ἀδικοῦντες, ὅταν πράττωσι ταῦτα, οὐκ ἀπηλλαγμένοι εἰσί, πλὴν ὅσοι ὑπὸ ἀκαθάρτου πνεύματος ἐμπεφορημένοι καὶ ἀνατροφῆς καὶ ἐθῶν φαύλων καὶ νόμων πονηρῶν διαφθαρέντες τὰς φυσικὰς ἐννοίας ἀπώλεσαν, μᾶλλον δὲ ἔσβεσαν ἢ ἐπεσχημένας ἔχουσιν.
実に、常に、また全面的に正しいことも、あらゆる正義も、あらゆる人間の族に与えられている。そしてどの族も、姦淫は悪であり、淫行も、殺人も、その他これに類することもみな悪であると知っている。たとえすべての者がこれを行うとしても、行うときに不正を働いていると知っている点では免れない。ただし、汚れた霊に満たされ、悪しき養育と悪しき習慣と邪悪な法とによって腐敗し、生まれながらの観念を失った者――というよりむしろこれを消し去ったか、あるいは抑え込んでいる者――は別である。
Ἰδεῖν γὰρ ἔστι καὶ τοὺς τοιούτους μὴ τὰ αὐτὰ παθεῖν βουλομένους ἅπερ αὐτοὶ τοὺς ἄλλους διατιθέασι. καὶ ἐν συνειδήσεσιν ἐχθραῖς ταῦτα ὀνειδίζοντας ἀλλήλοις ἅπερ ἐργάζονται. Ὅθεν μοι δοκεῖ καλῶς εἰρῆσθαι ὑπὸ τοῦ ἡμετέρου κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, ἐν δυσὶν ἐντολαῖς πᾶσαν δικαιοσύνην καὶ εὐσέβειαν πληροῦσθαι· εἰσὶ δὲ αὗται· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ γὰρ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος ἀγαπῶν τὸν θεόν, πλήρης θεοσεβοῦς γνώμης ὑπάρχων, οὐδένα ἄλλον τιμήσει θεόν· καὶ ἄγγελον ἐκεῖνον ἂν τιμήσει θεοῦ βουλομένου, τὸν ἀγαπώμενον ὑπ᾿ αὐτοῦ τοῦ κυρίου καὶ θεοῦ. Καὶ ὁ τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπῶν. ἅπερ ἑαυτῷ βούλεται ἀγαθά, κἀκείνῳ βουλήσεται· οὐδεὶς δὲ ἑαυτῷ κακὰ βουλήσεται.
実際、そうした者たちでさえ、自分が他人に対して行っていることと同じことを自分の身に受けたいとは望んでいないのを見ることができる。また互いに敵意ある良心において、自分たちが行っていることを互いに責め合っているのを見ることができる。それゆえ、我々の主にして救い主なるイエス・キリストによって、二つの戒めにおいてあらゆる正義と敬虔が満たされる、とうまく言われているように私には思われる。その戒めとは、「お前は、心を尽くし力を尽くして、主なるお前の神を愛せよ、そして隣人をお前自身のように愛せよ」というものである。心を尽くし力を尽くして神を愛する者は、神を敬う思いに満たされているのだから、他のいかなる神も敬うことはないであろう。ただ、神が望むならば、主にして神ご自身に愛されているかの御使いを敬うことはあるだろう。また、隣人を自分自身のように愛する者は、自分にとって善いことを望むのと同じことを、その人にも望むであろう。誰も自分にとって悪いことを望みはしないのだから。
Ταὐτ᾿ οὖν τῷ πλησίον καὶ εὔξαιτ᾿ ἄν καὶ ἐργάσαιτο γενέσθαι, ἅπερ καὶ ἑαυτῷ, ὁ τὸν πλησίον ἀγαπῶν· πλησίον δὲ ἀνθρώπου οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ὁμοιοπαθὲς καὶ λογικὸν ζῶον, ὁ ἄνθρωπος. Διχῇ οὖν τῆς πάσης δικαιοσύνης τετμημένης, πρός τε θεὸν καὶ ἀνθρώπους, ὅστις, φησὶν ὁ λόγος, ἀγαπᾷ κύριον τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸν πλησίον ὡς ἑαυτόν, δίκαιος ἀληθῶς ἂν εἴη.
それゆえ、隣人を愛する者は、自分自身のために望み、行うのと同じことを、隣人のためにも望み、行うであろう。人間にとっての隣人とは、同じ感情を持つ理性的な生き物、すなわち人間にほかならない。かくして、あらゆる正義は神に対するものと人間に対するものとの二つに分かたれているので、この言葉が語るとおり、心を尽くし力を尽くして主なる神を愛し、また隣人を自分自身のように愛する者は、真に正しい者であろう。
Ὑμεῖς δὲ οὔτε πρὸς θεὸν οὔτε πρὸς τοὺς προφήτας οὔτε πρὸς ἑαυτοὺς φιλίαν ἢ ἀγάπην ἔχοντες οὐδέποτε ἐδείχθητε, ἀλλ᾿, ὡς δείκνυται, καὶ εἰδωλολάτραι πάντοτε καὶ φονεῖς τῶν δικαίων εὑρίσκεσθε, ὡς καὶ μέχρις αὐτοῦ τοῦ Χριστοῦ τὰς χεῖρας ἐπιβαλεῖν ὑμᾶς καὶ μέχρι νῦν ἐπιμένειν τῇ κακίᾳ ὑμῶν, καταρωμένους καὶ τῶν τοῦτον τὸν ἐσταυρωμένον ὐφ᾿ ὑμῶν ἀποδεικνύντων εἶναι τὸν Χριστόν· καὶ πρὸς τούτοις ἐκεῖνον μὲν ὡς ἐχθρὸν θεοῦ καὶ κατηραμένον ἀξιοῦτε ἀποδεικνύναι ἐσταυρῶσθαι, ὅπερ τῆς ἀλογίστου ὑμῶν γνώμης ἔργον ἐστίν.
しかし諸君は、神に対しても預言者たちに対しても、また互いに対しても、友愛あるいは愛を持っていることを、これまで一度も示したことがない。むしろ、示されているとおり、諸君はつねに偶像礼拝者であり、正しい者たちを殺す者たちであることが分かる。それゆえキリストご自身にまで手を下し、今なお諸君の悪意にとどまり、諸君によって十字架にかけられたこのお方こそキリストであると証しする者たちを呪っているのである。そのうえ諸君は、かのお方を神の敵であり呪われた者として、十字架にかけられたことを証明しようとしている。これは諸君の分別なき考えの仕業である。
Ἔχοντες γὰρ ἀφορμὰς ἀπὸ τῶν γενομένων σημείων διὰ Μωσέως συνιέναι ὅτι οὗτός ἐστιν, οὐ βούλεσθε, ἀλλὰ καὶ πρὸς τούτοις, ἡμᾶς ἀλογεῖν δύνασθαι ὑπολαμβάνοντες, συζητεῖτε ὅπερ ὑμῖν συμβαίνει, καὶ ὑμεῖς ἀπορεῖτε λόγων, ὅταν εὐτόνῳ τινὶ Χριστιανῷ συμβάλητε.
実際、諸君はモーセを通してなされたしるしから、このお方がそれであると理解する手がかりを持っていながら、それを望まない。そのうえ、我々が道理をわきまえられないと思い込んで、論争を仕掛けるが、それは諸君自身に降りかかることになる。すなわち、力強いキリスト教徒に出会うと、諸君のほうが言葉に窮するのである。
Caput XCIV
第XCIV章Εἴπατε γάρ μοι, οὐχὶ θεὸς ἦν ὁ ἐντειλάμενος διὰ Μωσέως μήτε εἰκόνα μήτε ὁμοίωμα μήτε τῶν ἐν οὐρανῷ ἄνω μήτε τῶν ἐπὶ γῆς ὅλως ποιῆσαι, καὶ αὐτὸς ἐν τῇ ἐρήμῳ διὰ τοῦ Μωσέως τὸν χαλκοῦν ὄφιν ἐνήργησε γενέσθαι, καὶ ἐπὶ σημεῖον ἔστησε, δι᾿ οὖ σημείου ἐσώζοντο οἱ ὀφιόδηκτοι, καὶ ἀναίτιός ἐστιν ἀδικίας;
諸君は私に言ってみよ。モーセを通して、天にあるものであれ地にあるものであれ、その像も似姿もいっさい造ってはならないと命じたのは神ではなかったか。それなのに、その同じ神が荒れ野において、モーセを通して青銅の蛇を造らせ、しるしとして立てたではないか。そのしるしによって蛇に噛まれた者たちは救われた。しかも神は不正の咎を負うことがない。
Μυστήριον γὰρ διὰ τούτου, ὡς προέφην, ἐκήρυσσε, δι᾿ οὖ καταλύειν μὲν τὴν δύναμιν τοῦ ὄφεως, τοῦ καὶ τὴν παράβασιν ὑπὸ τοῦ Ἀδὰμ γενέσθαι ἐργασαμένου, ἐκήρυσσε, σωτηρίαν δὲ τοῖς πιστεύουσιν ἐπὶ τοῦτον τὸν διὰ τοῦ σημείου τούτου, τουτέστι τοῦ σταυροῦ, θανατοῦσθαι μέλλοντα ἀπὸ τῶν δηγμάτων τοῦ ὄφεως, ἅπερ εἰσὶν αἰ κακαὶ πράξεις, εἰδωλολατρεῖαι καὶ ἄλλαι ἀδικίαι.
神はこれによって、先に述べたとおり奥義を告げ知らせていた。それによって、アダムに違反を犯させた蛇の力を滅ぼすことを告げ知らせ、また、蛇の咬み傷――すなわち悪しき行い、偶像礼拝、その他の不正――のゆえに、このしるし、すなわち十字架によって死のうとしておられたこの方を信じる者たちには救いがあることを告げ知らせていた。
Ἐπεὶ εἰ μὴ τοῦτο νοηθήσεται, δότε μοι λόγον (??)τον χάριν τὸν χαλκοῦν ὄφιν Μωσῆς ἐπὶ σημείου ἔστησε, καὶ προσβλέπειν αὐτὸν τοὺς δακνομένους ἐκέλευσε, καὶ ἐθεραπεύοντο οἱ δακνόμενοι, καὶ ταῦτα αὐτὸς κελεύσας μηδενὸς ὅλως ὁμοίωμα ποιεῖν.
そうでなければ、もしこのように理解されないのなら、諸君は私に理由を示せ――〔何のためにか〕――モーセはなぜ青銅の蛇をしるしとして立て、噛まれた者たちにそれを仰ぎ見るよう命じ、噛まれた者たちが癒やされたのか。しかも、モーセ自身はいかなるものの似姿もいっさい造ってはならないと命じていたというのに。
Καἰ ὁ ἕτερος τῶν τῇ δευτέρα ἀφιγμένων εἶπεν· Ἀληθῶς εἶπας· οὐκ ἔχομεν λόγον διδόναι· καὶ γὰρ ἐγὼ περὶ τούτου πολλάκις τοὺς διδασκάλους ἠρώτησα, καὶ οὐδείς μοι λόγον ἀπέδωκεν. Ὥστε λέγε σὺ ἃ λέγεις· προσέχομεν γάρ σοι μυστήριον ἀποκαλύπτοντι, δι᾿ ὧν καὶ τὰ τῶν προφητῶν διδάγματα συκοφαντητά ἐστι.
すると、二日目に来ていた者たちのうちのもう一人が言った。「本当のことをおっしゃった。我々には申し開きの言葉がない。実際、私はこのことについて幾度も教師たちに尋ねたが、誰も私に答えを与えてくれなかった。だからお前が言おうとしていることを言うがよい。我々はお前に耳を傾ける、奥義を明らかにしてくれるのだから。それによって預言者たちの教えもまた、中傷されうるものとなっているのだから。」
Κἀγώ· Ὅνπερ οὖν τρόπον τὸ σημεῖον διὰ τοῦ χαλκοῦ ὄφεως γενέσθαι ὁ θεὸς ἐκέλευσε καὶ ἀναίτιός ἐστιν, οὕτω δὴ καὶ ἐν τῷ νόμῳ κατάρα κεῖται κατὰ τῶν σταυρουμένων ἀνθρώπων· οὐκ ἔτι δὲ καὶ κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ κατάρα κεῖται, δι᾿ οὗ σώζει πάντας τοὺς κατάρας ἄξια πράξαντας.
そこで私は言った。神が青銅の蛇によるしるしを起こるように命じ、それでいてご自身は不正の咎を負わないのと同じように、律法においても、十字架にかけられる人間たちに対して呪いが定められている。しかしそれは、もはや神のキリストに対して呪いが定められているのではない。このキリストによって、神は呪いに値することを行ったすべての者を救うのである。
Caput XCV
第XCV章Καὶ γὰρ πᾶν γένος ἀνθρώπων εὑρεθήσεται ὑπὸ κατάραν ὂν κατὰ τὸν νόμον Μωσέως. Ἐπικατάρατος γὰρ εἴρηται πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Καὶ οὐδεὶς ἀκριβῶς πάντα ἐποίησεν, οὐδ᾿ ὑμεῖς τολμήσετε ἀντειπεῖν· ἀλλ᾿ εἰσὶν οἳ μᾶλλον καὶ ἧττον ἀλλήλων τὰ ἐντεταλμένα ἐφύλαξαν. Εἰ δὲ οἱ ὑπὸ τὸν νόμον τοῦτον ὑπὸ κατάραν φαίνονται εἶναι, διὰ τὸ μὴ πάντα φυλάξαι, οὐχὶ πολὺ μᾶλλον πάντα τὰ ἔθνη φανήσονται ὑπὸ κατάραν ὄντα, καὶ εἰδωλολατροῦντα καὶ παιδοφθοροῦντα καὶ τὰ ἄλλα κακὰ ἐργαζόμενα;
実に、モーセの律法によれば、あらゆる人間の族が呪いのもとにあることが分かるであろう。というのも、「律法の書に記されているすべてのことを行うために、それにとどまり続けない者はみな呪われる」と言われているからである。しかも、すべてを正確に行った者は誰もいない。諸君もこれに反対しようとは思わないであろう。ただ、命じられたことを守るのに、互いに多かれ少なかれの差があるだけである。もしこの律法のもとにある者たちが、すべてを守らなかったために呪いのもとにあると見えるのなら、あらゆる諸国民は、偶像を礼拝し、子供を犯し、その他の悪を行っているのだから、なおさら呪いのもとにあると見えるのではないか。
Εἰ οὖν καὶ τὸν ἑαυτοῦ Χριστὸν ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώπων ὁ πατὴρ τῶν ὅλων τὰς πάντων κατάρας ἀναδέξασθαι ἐβουλήθη, εἰδὼς ὅτι ἀναστήσει αὐτὸν σταυρωθέντα καὶ ἀποθανόντα, διὰ τί ὡς κεκατηραμένου τοῦ ὑπομείναντος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ταῦτα παθεῖν τὸν λόγον ποιεῖτε, καὶ οὐχὶ μᾶλλον ἑαυτοὺς θρηνεῖτε; Εἰ γὰρ καὶ ὁ πατὴρ αὐτοῦ καὶ αὐτὸς παθεῖν ταῦτα αὐτὸν ὑπὲρ τοῦ ἀνθρωπείου γένους ἐνήργησεν, ὑμεῖς οὐχ ὡς γνώμῃ θεοῦ ὑπηρετοῦντες τοῦτο ἐπράξατε· οὐδὲ γὰρ τοὺς προφήτας ἀναιροῦντες εὐσέβειαν εἰργάσασθε.
それゆえ、万物の父が、あらゆる人間の族から出た者たちのために、ご自身のキリストにすべての者の呪いを引き受けさせることを望まれ、しかも十字架にかけられ死んだこの方を甦らせることをご存じであったのなら、なぜ諸君は、父のみ心に従ってこれらのことを耐え忍んだ方をあたかも呪われた者であるかのように語り、むしろ自分自身を嘆かないのか。たとえその父ご自身と、また彼自身が、人間の族のためにこれらのことを彼が被るよう働かせたのだとしても、諸君は神のみ心に仕えるつもりでこれを行ったのではない。実際、諸君は預言者たちを殺すことによって敬虔を行ったわけでもないのだから。
Καὶ μή τις ὑμῶν λεγέτω· Εἰ ὁ πατὴρ αὐτὸν ἠθέλησε ταῦτα παθεῖν, ἵνα τῷ μώλωπι αὐτοῦ ἴσαις γένηται τῷ γένει τῶν ἀνθρώπων, ἡμεῖς οὐδὲν ἠδικήσαμεν. Εἰ μὲν οὗν μετανοοῦντες ἐπὶ τοῖς ἡμαρτημένοις καὶ ἐπιγνόντες τοῦτον εἶναι τὸν Χριστὸν καὶ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς ταῦτα φήσετε, ἄφεσις ὑμῖν τῶν ἁμαρτιῶν ὅτι ἔσται προεῖπον.
また、諸君のうちの誰も、こう言ってはならない。「もし父が彼にこれらのことを苦しませることを望まれたのは、彼の傷によって人間の族に癒やしが生じるためであったのなら、我々は何も不正を働いていない」と。もし諸君が、犯した罪を悔い改め、この方こそキリストであると認め、その戒めを守ったうえでこれを言うのであれば、諸君には罪の赦しがあるであろうと、私はあらかじめ言っておいた。
Εἰ δὲ αὐτοῦ τε ἐκείνου καὶ τῶν εἰς ἐκεῖνον πιστευόντων καταρᾶσθε καί, ὁπόταν ἐξουσίαν ἔχητε, ἀναιρεῖτε, πῶς οὐχὶ καὶ τὸ ἐκείνῳ ἐπιβεβληκέναι τὰς χεῖρας ὑμῶν, ὡς παρὰ ἀδίκων καὶ ἁμαρτωλῶν καὶ μέχρις ὅλου σκληροκαρδίων καὶ ἀσυνέτων, ἐκζητηθήσεται;
しかし、もし諸君が、かの方ご自身と、かの方を信じる者たちを呪い、権威を持つときにはこれを殺しているのであれば、諸君が彼に手を下したことも、不正な、罪深い、まったく心のかたくなな、理解力のない者たちの仕業として、追及されないことがあろうか。
Caput XCVI
第XCVI章Καὶ γὰρ τὸ εἰρημένον ἐν τῷ νόμῳ, ὅτι Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, οὐχ ὡς τοῦ θεοῦ καταρωμένου τούτου τοῦ ἐσταυρωμένου, ἡμῶν τονοῖ τὴν ἐλπίδα ἐκκρεμαμένην ἀπὸ τοῦ σταυρωθέντος Χριστοῦ, ἀλλ᾿ ὡς προειπόντος τοῦ θεοῦ τὰ ὑφ᾿ ὑμῶν πάντων καὶ τῶν ὁμοίων ὑμῖν, μὴ ἐπισταμένων τοῦτον εἶναι τὸν πρὸ πάντων ὄντα καὶ αἰώνιον τοῦ θεοῦ ἱερέα καὶ βασιλέα καὶ Χριστόν μέλλοντα γίνεσθαι.
実に、律法に「木にかけられた者はみな呪われている」と言われていることは、我々の、十字架にかけられたキリストにかかっている希望を強めるものである。それは、神がこの十字架にかけられた方を呪っているという意味においてではなく、神があらかじめ、諸君すべての者、また諸君に似た者たち――このお方こそ万物に先立って存在する、永遠なる神の祭司にして王、キリストとなろうとしている方であると知らない者たち――によって行われることを予告しておられたという意味においてなのである。
Ὅπερ καὶ ὄψει ἰδεῖν ὑμῖν ἔστι γινόμενον· ὑμεῖς γὰρ ἐν ταῖς συναγωγαῖς ὑμῶν καταρᾶσθε πάντων τῶν ἀπ᾿ ἐκεῖνου γενομένων Χριστιανῶν, καὶ τὰ ἄλλα ἔθην, ἃ καὶ ἐνεργῆ τὴν κατάραν ἐργάζονται, ἀναιροῦντα τοὺς μόνον ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανούς· οἷς ἡμεῖς ἅπασι λέγομεν, ὅτι Ἀδελφοὶ ἡμῶν ἐστε, ἐπίγνωτε μᾶλλον τὴν ἀλήθειαν τοῦ θεοῦ. Καὶ μὴ πειθομένων ἡμῖν μήτε ἐκείνων μήτε ὑμῶν, ἀλλὰ ἀρνεῖσθαι ἡμᾶς τὸ ὄνομα τοῦ Χριστοῦ ἀγωνιζομένων, θανατοῦσθαι μᾶλλον αἱρούμεθα καὶ ὑπομένομεν, πεπεισμένοι ὅτι πανθ᾿ ὅσα ὑπέσχηται ὁ θεὸς διὰ τοῦ Χριστοῦ ἀγαθὰ ἀποδώσει ἡμῖν.
これが実際に起こっているのを、諸君は目で見ることができる。すなわち諸君は、自分たちの会堂において、かの方から出たすべてのキリスト教徒を呪っており、また、その呪いを実際に行いに移す他の諸国民は、自分たちがキリスト教徒であると告白するだけの者たちをも殺している。我々はそのすべての者たちに言う。「諸君は我々の兄弟である。むしろ神の真理を認めるがよい」と。しかし、彼らも諸君も我々に説き伏せられず、むしろ我々にキリストの名を否ませようと努めるとき、我々はむしろ死ぬことを選び、耐え忍ぶ。神がキリストを通して約束された良きことをことごとく我々に返してくださると確信しているからである。
Καὶ πρὸς τούτοις πᾶσιν εὐχόμεθα ὑπὲρ ὑμῶν, ἵνα ἐλεηθῆτε ὑπὸ τοῦ Χριστοῦ. Οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, εἰπών· Γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ γὰρ τὸν παντοκράτορα θεὸν χρηστὸν καὶ οἰκτίρμονα ὁρῶμεν. τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντα ἐπὶ ἀχαρίστους καὶ δικαίους, καὶ βρέχοντα ἐπὶ ὁσίους καὶ πονηρούς, οὓς πάντας ὅτι καὶ κρίνειν μέλλει ἐδίδαξε.
そのうえ、これらすべてに加えて、我々は諸君のために、諸君がキリストによって憐れみを受けるようにと祈っている。実に、この方は我々に敵のためにも祈ることを教えて、こう言われた。「汝らの天の父がそうであるように、汝らも善良で憐れみ深い者となれ」。実に、我々は全能者なる神が善良で憐れみ深い方であることを見ている。神はその太陽を、恩を知らぬ者にも正しい者にも昇らせ、聖なる者にも悪しき者にも雨を降らせる。そして、そのすべての者を裁こうとしておられることも、彼は教えた。
Caput XCVII
第XCVII章Καὶ γὰρ οὐδὲ τὸ μέχρις ἑσπέρας μεῖναι τὸν προφήτην Μωσῆν, ὅτε τὰς χεῖρας αὐτοῦ ὑπεβάσταζον Ὢρ καὶ Ἀαρών, ἐπὶ τοῦ σχήματος τούτου εἰκῆ γέγονε. Καὶ γὰρ ὁ κύριος σχεδὸν μέχρις ἑσπέρας ἔμεινεν ἐπὶ τοῦ ξύλου, καὶ πρὸς ἑσπέραν ἔθαψαν αὐτόν· εἶτα ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. Τοῦτο διὰ Δαυῒδ οὕτως ἐκπεφώνητο· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντελάβετό μου.
実に、預言者モーセが、ホルとアアロンが彼の両手を支えていたとき、夕方までその姿勢にとどまっていたことも、この形において無意味に起こったのではない。実に、主もまた木の上にほぼ夕方までとどまり、夕方に向けて人々は彼を葬った。そして三日目に甦った。このことはダビデによってこう声高らかに言われていた。「私は声をあげて主に叫び、主はその聖なる山から私に耳を傾けられた。私は身を横たえて眠った。私は目覚めた。主が私を支えてくださったからである。」
Καὶ διὰ Ἡσαΐου ὁμοίως εἴρητο περὶ τούτου, δι᾿ οὗ τρόπου ἀποθνήσκειν ἔμελλεν, οὕτως· Ἐξεπέτασά μου τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ. Καὶ ὅτι ἔμελλεν ἀνίστασθαι, αὐτὸς Ἡσαΐας ἔφη Ἡ ταφὴ αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου. Καί· Δώσω τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.
また、イザヤを通しても、彼がいかなる仕方で死のうとしていたかについて、同様にこう語られていた。「私は、不従順で反抗する民、良からぬ道を歩む者たちに向かって、わが両手を差し伸べた。」また、彼が甦ろうとしていることについては、イザヤ自身がこう言った。「その葬りは取り去られた。」また、「私は、その死の代わりに富める者たちを与えよう。」
Καὶ ἐν ἄλλοις πάλιν λόγοις Δαυῒδ εἰς τὸ πάθος καὶ τὸν σταυρὸν ἐν παραβολῇ μυστηριώδει οὕτως εἶπεν ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ ‘ Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὅτε γὰρ ἐσταύρωσαν αὐτόν, ἐμπήσσοντες τοὺς ἥλους τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ὤρυξαν, καὶ οἱ σταυρῶσαντες αὐτὸν ἐμέρισαν τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, λαχμὸν βάλλοντες ἕκαστος κατὰ τὴν τοῦ κλήρου ἐπιβολὴν ὃ ἐκλέξασθαι ἐβεβούλητο.
そしてまた別の言葉で、ダビデは受難と十字架について、第二十一詩篇において奥義に満ちたたとえをもってこう言った。「彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた。」実に、彼らが彼を十字架にかけたとき、釘を打ち込みながら彼の手と足を穿ち、彼を十字架にかけた者たちは彼の衣を自分たちの間で分け、各自がくじの割り当てに従って、選び取ろうと望んだものを得るべく、くじを投げたのである。
Καὶ τοῦτον αὐτὸν τὸν ψαλμὸν οὐκ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγετε, κατὰ πάντα τυφλώττοντες, καὶ μὴ συνιέντες ὅτι οὐδεὶς ἐν τῷ γένει ὑμῶν λεχθείς ποτε βασιλεὺς πόδας καὶ χεῖρας ὠρύγη ζῶν καὶ διὰ τούτου τοῦ μυστηρίου ἀποθανών, τουτέστι τοῦ σταυρωθῆναι, εἰ μὴ μόνος οὗτος ὁ Ἰησοῦς.
しかるに諸君は、まさにこの詩篇がキリストについて語られたのではないと言う。あらゆる点で盲目になっており、諸君の族の中でかつて王と呼ばれた者のうち、この方、すなわちこのイエスだけを除いては、誰ひとり、生きながら手と足を穿たれ、この奥義によって、すなわち十字架にかけられることによって死んだ者はいないことを理解していないのである。
Caput XCVIII
第XCVIII章Καὶ τὸν πάντα δὲ ψαλμὸν εἴποιμι ἄν, ὅπως καὶ τὸ πρὸς τὸν πατέρα εὐσεβὲς αὐτοῦ ἀκούσητε, καὶ ὡς εἰς ἐκεῖνον πάντα ἀναφέρει, ὡς αὐτὸς δι᾿ ἐκείνου καὶ σωθῆναι ἀπὸ τοῦ θανάτου τούτου αἰτῶν, ἅμα τε δηλῶν ἐν τῷ ψαλμῷ ὁποῖοι ἦσαν οἱ ἐπισυνιστάμενοι κατ᾿ αὐτοῦ, καὶ ἀποδεικνύων ὄτι ἀληθῶς γέγονεν ἄνθρωπος ἀντιληπτικὸς παθῶν.
そこで私は詩篇の全体を語ろう。それは、諸君が彼の父に対する敬虔な思いを聞き、またすべてがかの方に関わっていること、すなわち彼自身がかの方によってこの死から救われることを求めていたこと、同時に詩篇の中で、彼に敵対して結束していた者たちがどのような者たちであったかを明らかにし、また彼が真に人となり、諸々の苦しみを被りうる者となったことを示していることを、諸君が聞くためである。
Ἔστι δὲ οὗτος· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι. Ἵνα τί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος, Ἰσραήλ. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
「神よ、わが神よ、私に心を留めよ。何ゆえあなたは私を見捨てたのか。わが救いより遠いのは、わが過ちの言葉である。わが神よ、私は昼にあなたに向かって叫ぶが、あなたは聞き入れず、夜にも叫ぶが、それは私の無知のゆえではない。されどあなたは聖なる所に住み、イスラエルの誉れである。我々の父祖たちはあなたに望みを置き、望みを置いて、あなたは彼らを救い出した。彼らはあなたに向かって叫び、救われた。あなたに望みを置いて、辱められなかった。」
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, καὶ ἐλάλησαν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ. Μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι.
「されど私は虫であって人ではない。人々の恥辱、民の蔑みである。私を見る者はみな私をあざけり、唇をもって語り、頭を振った。『彼は主に望みを置いた、主が彼を救い出すがよい、主が彼を救うがよい、主が彼を望んでいるのなら』。あなたは、私を母の胎から引き出した方である。わが望みは、母の乳房にあるときからのものである。私は母の胎より、あなたに委ねられた。母の腹より、あなたは私の神である。私から離れるな、患難は近く、私を助ける者がいないのだから。」
Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
「多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた。わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた。あなたは私を死の塵へと引き下ろした。多くの犬が私を取り囲み、悪を行う者たちの群れが私を包囲した。彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。」
Διεμερίσαντο τὰ ἰμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν, φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ.
「彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた。されど主よ、あなたの助けを私から遠ざけるな。わが救援に心を留めよ。剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え。私はあなたの名をわが兄弟たちに語り伝え、教会の中であなたを賛美しよう。主を畏れる者たちよ、主を讃えよ。ヤコブの子孫はすべて、主に栄光を帰せよ。イスラエルの子孫はすべて、主を畏れよ。」
Caput XCIX
第XCIX章Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα· Ὅλον οὖν τὸν ψαλμὸν οὕτως ἀποδείξω ὑμῖν εἰς τὸν Χριστὸν εἰρημένον, δι᾿ ὧν πάλιν αὐτὸν ἐξηγοῦμαι. Ὅ οὖν εὐθὺς λέγει· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; τοῦτο ἄνωθεν προεῖπεν ὅπερ ὑπὸ Χριστοῦ ἔμελλε λέγεσθαι. Σταυρωθεὶς γὰρ εἶπεν· Ὁ θεός, ὁ θεός, ἵνα τί ἐγκατέλιπές με;
そう言って、私はさらに続けた。詩篇の全体が、こうしてキリストについて語られたものであることを、諸君に示そう。私は再びこれを説き明かす。まず、詩篇が冒頭で言うところの「神よ、わが神よ、私に心を留めよ。何ゆえあなたは私を見捨てたのか」とは、キリストによって語られようとしていたことを、あらかじめ告げていたのである。実に、十字架にかけられたとき、彼はこう言った。「神よ、神よ、何ゆえあなたは私を見捨てたのか」と。
Καὶ τὰ ἑξῆς· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου· ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, ὥσπερ καὶ αὐτὰ ἃ ποιεῖν ἔμελλε, ἐλέλεκτο. Τῇ γὰρ ἡμέρᾳ, ᾗπερ ἔμελλε σταυροῦσθαι, τρεῖς τῶν μαθητῶν αὐτοῦ παραλαβὼν εἰς τὸ ὄρος τὸ λεγόμενον Ἐλαιών, παρακείμενον εὐθὺς τῷ ναῷ τῷ ἐν Ἱερουσαλήμ, ηὔχετο λέγων· Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ. Καὶ μετὰ τοῦτο εὐχόμενος λέγει· Μὴ ὡς ἐγὼ βούλομαι, ἀλλ᾿ ὡς σὺ θέλεις· δηλῶν διὰ τούτων ὅτι ἀληθῶς παθητὸς ἄνθρωπος γεγένηται.
そして続く言葉、「わが救いより遠いのは、わが過ちの言葉である。わが神よ、私は昼にあなたに向かって叫ぶが、あなたは聞き入れず、夜にも叫ぶが、それは私の無知のゆえではない」も、彼が行おうとしていたまさにそのことについて語られていたのである。実に、十字架にかけられる予定のその日、彼は弟子たちのうち三人を連れて、エルサレムの神殿にほど近い、オリーブ山と呼ばれる山に登り、祈って言った。「父よ、できることなら、この杯を私から過ぎ去らせよ」。そしてその後、祈って言う。「私が望むようにではなく、あなたが望まれるとおりに」。これらのことによって、彼が真に苦しみを受けうる人となったことを示しているのである。
Ἀλλ᾿ ἵνα μή τις λέγῃ· Ἠγνόει οὖν ὅτι μέλλει πάσχειν· ἐπάγει ἐν τῷ ψαλμῷ εὐθύς· Καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ὅνπερ τρόπον οὐδὲ τῷ θεῷ εἰς ἄνοιαν ἦν τὸ ἐρωτᾶν τὸν Ἀδὰμ ποῦ ἐστιν, οὐδὲ τὸν Κάϊν ποῦ Ἄβελ, ἀλλ᾿ εἰς τὸ ἕκαστον ἐλέγξαι ὁποῖός ἐστι, καὶ εἰς ἡμᾶς τὴν γνῶσιν πάντων διὰ τοῦ ἀναγραφῆναι ἐλθεῖν, καὶ οὗτος ἐσήμαινεν οὐκ εἰς ἄνοιαν τὴν ἑαυτοῦ ἀλλὰ τῶν νομιζόντων μὴ εἶναι αὐτὸν Χριστόν, ἀλλ᾿ ἡγουμένων θανατώσειν αὐτὸν καὶ ὡς κοινὸν ἄνθρωπον ἐν ᾅδου μενεῖν.
しかし、誰かが「それでは彼は自分が苦しむことになるのを知らなかったのか」と言わないように、詩篇はすぐに続けて「それは私の無知のゆえではない」と付け加えている。それはちょうど、神がアダムに「お前はどこにいるのか」と問い、カインに「アベルはどこにいるのか」と問うたのが、神にとって無知のゆえではなく、それぞれが自分がどのような者であるかを明らかにするためであり、また、それが書き記されることによって、我々にすべての知識が伝わるためであったのと同じである。そしてこのことも、彼自身の無知を示しているのではなく、彼をキリストではないと思い込み、むしろ彼を死なせて、ただの人間として黄泉にとどまらせようと考えていた者たちの無知を示していたのである。
Caput C
第C章Τὸ δὲ ἀκόλουθον· Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος, Ἰσραήλ· ἐσήμαινεν ὅτι ἐπαίνου ἄξιον καὶ θαυμασμοῦ μέλλει ποιεῖν, μετὰ τὸ σταυρωθῆναι ἀνίστασθαι μέλλων τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν, ὃ ἀπὸ τοῦ πατρὸς αὐτοῦ λαβὼν ἔχει. Ὅτι γὰρ καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καλεῖται ὁ Χριστός, ἀπέδειξα· καὶ οὐ μόνον ἐν τῇ εὐλογίᾳ καὶ Ἰωσὴφ καὶ Ἰούδα τὰ περὶ αὐτοῦ κεκηρύχθαι ἐν μυστηρίῳ ἀπέδειξα, καὶ ἐν τῷ εὐαγγελίῳ δὲ γέγραπται εἰπών· Πάντα μοι παραδέδοται ὑπὸ τοῦ πατρός, καὶ οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
さて、これに続く「されどあなたは聖なる所に住み、イスラエルの誉れである」という言葉は、彼が十字架にかけられたのち、三日目に死者の中から甦ろうとしているという、称賛と驚嘆に値することを行おうとしていることを示していた。これは彼が父から受けて持っているものである。実に、キリストがヤコブとも、イスラエルとも呼ばれることは、私はすでに示した。また、ヨセフとユダに対する祝福において、彼についてのことが奥義のうちに告げ知らされていたことだけでなく、福音書にもこう書かれている。「すべてのものは父から私に委ねられた。父を知る者は子のほかになく、子を知る者も、父と、子が示そうと望む者のほかにはいない。」
Ἀπεκάλυψεν οὖν ἡμῖν πάντα ὅσα καὶ ἀπὸ τῶν γραφῶν διὰ τῆς χάριτος αὐτοῦ νενοήκαμεν, γνόντες αὐτὸν πρωτότοκον μὲν τοῦ θεοῦ καὶ πρὸ πάντων τῶν κτισμάτων, καὶ τῶν πατριαρχῶν υἱόν, ἐπειδή, διὰ τῆς ἀπὸ γένους αὐτῶν παρθένου σαρκοποιηθείς, ἄνθρωπος ἀειδής καὶ ἄτιμος καὶ παθητὸς ὑπέμεινε γενέσθαι.
それゆえ彼は、我々が聖書からその恩恵によって理解したことをことごとく、我々に啓示された。すなわち、我々は彼が神の長子であり、あらゆる被造物に先立つ方であること、また族長たちの子であることを知った。というのも、彼らの族から出た処女を通して肉となり、見目なく、辱められ、苦しみを受ける人となることを甘んじて受け入れたからである。
Ὅθεν καὶ ἐν τοῖς λόγοις αὐτοῦ ἔφη, ὅτε περὶ τοῦ πάσχειν αὐτὸν μέλλειν διελέγετο, ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν Φαρισαίων καὶ γραμματέων, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Υἱὸν οὖν ἀνθρώπου ἑαυτὸν ἔλεγεν, ἤτοι ἀπὸ τῆς γεννήσεως τῆς διὰ παρθένου, ἥτις ἦν, ὡς ἔφην, ἀπὸ τοῦ Δαυῒδ καὶ Ἰακὼβ καὶ Ἰσαὰκ καὶ Ἀβραὰμ γένους, ἢ διὰ τὸ εἶναι αὐτὸν τὸν Ἀδὰμ πατέρα καὶ τούτων τῶν καθηριθμημένων, ἐξ ὧν κατάγει ἡ Μαρία τὸ γένος· καὶ γὰρ πατέρας τῶν γεννωμένων ταῖς θυγατράσιν αὐτῶν τέκνων τοὺς τῶν θηλειῶν γεννήτορας ἐπιστάμεθα.
それゆえ彼は、自らが苦しみを受けようとしていることについて語ったとき、その言葉の中でこう言った。「人の子は多くの苦しみを受け、ファリサイ派の人々と律法学者たちによって退けられ、十字架にかけられ、三日目に甦らねばならない」。それゆえ彼は自らを人の子と呼んだのであるが、それは処女による誕生――それは、私が述べたとおり、ダビデ、ヤコブ、イサク、アブラハムの族から出たものであった――に由来するか、あるいは、マリアがその血筋を引くこれらの数え上げられた者たちの父であるアダムが、彼の父であることに由来するのである。実に、我々は、娘たちから生まれる子らの父を、その女性たちを生んだ父祖たちであると理解しているからである。
Καὶ γὰρ υἱὸν θεοῦ, Χριστόν, κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ ἀποκάλυψιν ἐπιγνόντα αὐτὸν ἔνα τῶν μαθητῶν αὐτοῦ, Σίμωνα πρότερον καλούμενον, ἐπωνόμασε Πέτρον. Καὶ υἱὸν θεοῦ γεγραμμένον αὐτὸν ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ ἔχοντες καὶ υἱὸν αὐτὸν λέγοντες νενοήκαμεν ὄντα καὶ πρὸ πάντων ποιημάτων ἀπὸ τοῦ πατρὸς δυνάμει αὐτοῦ καὶ βουλῇ προελθόντα, ὃς καὶ σοφία καὶ ἡμέρα καὶ ἀνατολὴ καὶ μάχαιρα καὶ λίθος καὶ ῥάβδος καὶ Ἰακὼβ καὶ Ἰσραὴλ κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον ἐν τοῖς τῶν προφητῶν λόγοις προσηγόρευται, καὶ διὰ τῆς παρθένου ἄνθρωπον γεγονέναι, ἵνα καὶ δι᾿ ἦς ὁδοῦ ἡ ἀπὸ τοῦ ὄφεως παρακοὴ τὴν ἀρχὴν ἔλαβε, διὰ ταύτης τῆς ὁδοῦ καὶ κατάλυσιν λάβῃ.
実に、弟子たちの一人、以前はシモンと呼ばれていた者が、父の啓示によって彼を神の子キリストと認めたとき、彼はその者にペトロという名を与えた。そして我々は、彼が使徒たちの回想録の中に神の子と書き記されているのを目にし、また彼を子と呼びながら、彼があらゆる造られたものに先立って、その父から、父の力と意志によって出て来た方であること、そしてその方が、預言者たちの言葉の中で、知恵とも、日とも、東とも、剣とも、石とも、杖とも、ヤコブとも、イスラエルとも、それぞれ異なる仕方で呼ばれていること、また、蛇による不従順が始まったその同じ道を通って、その同じ道によってその不従順が滅びを受けるように、処女を通して人となったことを理解している。
Παρθένος γὰρ οὖσα Εὔα καὶ ἄφθορος, τὸν λόγον τὸν ἀπὸ τοῦ ὄφεως συλλαβοῦσα, παρακοὴν καὶ θάνατον ἔτεκε· πίστιν δὲ καὶ χαρὰν λαβοῦσα Μαρία ἡ παρθένος, εὐαγγελιζομένου αὐτῇ Γαβριὴλ ἀγγέλου ὅτι πνεῦμα κυρίου ἐπ᾿ αὐτὴν ἐπελεύσεται καὶ δύναμις ὑψίστου ἐπισκιάσει αὐτήν, διὸ καὶ τὸ γεννώμενον ἐξ αὐτῆς ἅγιόν ἐστιν υἱὸς θεῦ, ἀπεκρίνατο· Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
実に、処女であり、まだ汚されていなかったエヴァは、蛇からの言葉を宿して、不従順と死とを産んだ。しかし処女マリアは、信仰と喜びを受け、天使ガブリエルから、主の霊が彼女の上に臨み、いと高き方の力が彼女を覆うゆえに、彼女から生まれるものは聖なるもの、神の子であるという良き知らせを受けたとき、こう答えた。「あなたの言葉のとおり、私になりますように」。
Καὶ διὰ ταύτης γεγέννηται οὗτος, περὶ οὗ τὰς τοσαύτας γραφὰς ἀπεδείξαμεν εἰρῆσθαι, δι᾿ οὗ ὁ θεὸς τόν τε ὄφιν καὶ τοὺς ὁμοιωθέντας ἀγγέλους καὶ ἀνθρώπους καταλύει, ἀπαλλαγὴν δὲ τοῦ θανάτου τοῖς μεταγινώσκουσιν ἀπὸ τῶν φαύλων καὶ πιστεύουσιν εἰς αὐτὸν ἐργάζεται.
そして、この方はこの処女によって生まれた。この方について、我々はこれほど多くの聖書箇所が語られていることを示した。この方によって、神は蛇と、それに似た者となった天使たちと人間たちとを滅ぼし、悪から立ち返って彼を信じる者たちには、死からの解放をもたらされるのである。
Caput CI
第CI章Τὰ δὲ ἀκόλουθα τοῦ ψαλμοῦ ταῦτα ἐν οἷς λέγει· Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ· δηλωτικά ἐστι τοῦ καὶ πατέρας αὐτὸν ὁμολογεῖν τοὺς ἐλπίσαντας ἐπὶ τὸν θεὸν καὶ σωθέντας ὑπ᾿ αὐτοῦ, οἵτινες καὶ πατέρες ἦσαν τῆς παρθένου, δι᾿ ἧς ἐγεννήθη ἄνθρωπος γενόμενος, καὶ αὐτὸς σωθήσεσθαι ὑπὸ τοῦ αὐτοῦ θεοῦ μηνύων, ἀλλ᾿ οὐ τῇ αὐτοῦ βουλῇ ἢ ἰσχύϊ πράττειν τι καυχώμενος.
詩篇に続く言葉は、彼がこう言っているところのものである。「我々の父祖たちはあなたに望みを置き、望みを置いて、あなたは彼らを救い出した。彼らはあなたに向かって叫び、救われた。あなたに望みを置いて、辱められなかった。されど私は虫であって人ではない。人々の恥辱、民の蔑みである。」これは、彼が、神に望みを置き、神によって救われた者たちを自分の父祖と認めていることを示している。彼らはまた、彼が生まれた人間となったその処女の父祖でもあった。そして、彼自身も同じ神によって救われるであろうことを示し、自分の意志や力によって何かを行うと誇っているのではないことを示している。
Καὶ γὰρ ἐπὶ γῆς τὸ αὐτὸ ἔπραξε· λέγοντος αὐτῷ τινος· Διδάσκαλε ἀγαθέ, ἀπεκρίνατο· Τί με λέγεις ἀγαθόν; Εἶς ἐστιν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ εἰπεῖν Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ, ἅπερ φαίνεται καὶ ὄντα καὶ γινόμενα αὐτῷ προέλεγεν. Ὄνειδος μὲν γὰρ ἡμῖν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀνθρώποις, πανταχοῦ ἐστιν· ἐξουθένημα δὲ τοῦ λαοῦ, ὅτι ὑπὸ τοῦ λαοῦ ὑμῶν ἐξουδενωθεὶς καὶ ἀτιμωθεὶς ταῦτα ἔπαθεν ἅπερ διεθήκατε αὐτόν.
実に、彼は地上でも同じことを行った。ある者が彼に「善き師よ」と言ったとき、彼はこう答えた。「なぜお前は私を善いと呼ぶのか。善い方はただおひとり、天にいますわが父である。」また、「私は虫であって人ではない。人々の恥辱、民の蔑みである」と言っていることは、彼自身に生じ、また実際にそうであると見える事柄をあらかじめ語っていたのである。というのも、彼を信じる我々人間にとっては、彼はいたるところで恥辱の的とされているからであり、また民の蔑みであるというのは、彼が諸君の民によって蔑まれ、辱められ、諸君が彼に対して行ったこれらの仕打ちを被ったからである。
Καὶ τὰ ἀκόλουθα· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν· τὰ αὐτὰ ὁμοίως ἐγγίνεσθαι αὐτῷ προεῖπεν. Οἱ γὰρ θεωροῦντες αὐτὸν ἐσταυρωμένον καὶ κεφαλὰς ἕκαστος ἐκίνουν καὶ τὰ χείλη διέστρεφον, καὶ τοῖς μυξωτῆρσιν ἐν ἀλλήλοις διαρρινοῦντες ἔλεγον εἰρωνευόμενοι ταῦτα ἃ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται· Υἱὸν θεοῦ ἑαυτὸν ἔλεγε, καταβὰς περιπατείτω· σωσάτω αὐτὸν ὁ θεός.
そしてこれに続く「私を見る者はみな私をあざけり、唇をもって語り、頭を振った。彼は主に望みを置いた、主が彼を救い出すがよい、主が彼を救うがよい、主が彼を望んでいるのなら」も、同様に彼の身に起こることをあらかじめ語っていた。実に、彼が十字架にかけられているのを見た者たちは、それぞれ頭を振り、唇をゆがめ、互いに鼻であしらいながら、あざけって、こう言ったからである。これは彼の使徒たちの回想録にも書かれている。「彼は自分を神の子だと言っていた。降りて歩くがよい。神が彼を救うがよい。」
Caput CII
第CII章Καὶ τὰ ἑξῆς· Ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου· τῶν γεγενημένων τὴν προαγγελίαν ἐποιεῖτο.
そして続く言葉、「わが望みは、母の乳房にあるときからのものである。私は母の胎より、あなたに委ねられた。母の腹より、あなたは私の神である、私を助ける者がいないのだから。多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた。わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」は、実際に起こったことの予告をなしていた。
Τὸ γὰρ Ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου. Ἅμα γὰρ τῷ γεννηθῆναι αὐτὸν ἐν Βηθλεέμ, ὡς προέφην, παρὰ τῶν ἀπὸ Ἀρραβίας μάγων μαθὼν Ἡρώδης ὁ βασιλεὺς τὰ κατ᾿ αὐτὸν ἐπεβούλευσεν ἀνελεῖν αὐτόν, καὶ κατὰ τὴν τοῦ θεοῦ κέλευσιν Ἰωσὴφ λαβὼν αὐτὸν ἅμα τῇ Μαρίᾳ ἀπῆλθεν εἰς Αἴγυπτον· μετὰ γὰρ τὸ κηρύξαι αὐτὸν τὸν παρ᾿ αὐτοῦ λόγον ἀνδρωθέντα ὁ πατὴρ θανατωθήσεσθαι αὐτὸν ἐκεκρίκει ὅν ἐγεγεννήκει.
「わが望みは、母の乳房にあるときからのものである」とは、こういうことを指す。実に、彼がベツレヘムで生まれると同時に、先に述べたとおり、アラビアから来た博士たちから彼についての事情を知ったヘロデ王は、彼を亡き者にしようとたくらんだ。そして神の命令に従って、ヨセフは彼をマリアとともに連れて、エジプトへ去った。実に、父は、自分が生んだこの方が、成人して父のもとから出た言葉を宣べ伝えたのちに死なせられることになると、あらかじめ定めておられたのである。
Ἐὰν δέ τις ἡμῖν λέγῃ· Μὴ γὰρ οὐκ ἠδύνατο ὁ θεὸς μᾶλλον τὸν Ἡρώδην ἀποκτεῖναι; προλαβὼν λέγω· Μὴ γὰρ οὐκ ἠδύνατο ὁ θεὸς τὴν ἀρχὴν καὶ τὸν ὄφιν ἐξᾶραι τοῦ μὴ εἶναι, καὶ μὴ εἰπεῖν ὅτι Καὶ ἔχθραν θήσω ἀνὰ μέσον αὐτοῦ καὶ τῆς γυναικός, καὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῆς; Μὴ γὰρ οὐκ ἠδύνατο εὐθὺς πλῆθος ἀνθρώπων ποιῆσαι;
もし誰かが我々に、「神はむしろヘロデを殺すことができなかったのか」と言うなら、私は先んじてこう言おう。「神は初めから蛇を取り除いて存在しないようにし、『私は彼と女とのあいだ、彼の子孫と女の子孫とのあいだに敵意を置く』と言わずに済ますことができなかったのか」と。「神はただちに多くの人間を造り出すことができなかったのか」と。
Ἀλλ᾿, ὡς ἐγίνωσκε καλὸν εἶναι γενέσθαι, ἐποίησεν αὐτεξουσίους πρὸς δικαιοπραξίαν καὶ ἀγγέλους καὶ ἀνθρώπους, καὶ χρόνους ὥρισε μέχρις οὗ ἐγίνωσκε καλὸν εἶναι τὸ αὐτεξούσιον ἔχειν αὐτούς· καὶ ὅτι καλὸν εἶναι ὁμοίως ἐγνώριζε, καὶ καθολικὰς καὶ μερικὰς κρίσεις ἐποίει, πεφυλαγμένου μέντοι τοῦ αὐτεξουσίου. Ὅθεν φησὶν ὁ λόγος καὶ ἐν τῇ τοῦ πύργου καταβολῇ καὶ τῇ τῶν γλωσσῶν πολυφθογγίᾳ καὶ ἐξαλλοιώσει ταῦτα. Καὶ εἶπε κύριος· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
しかし神は、そうなることが善いと知っておられたので、天使たちも人間たちも、正しく行うために自由な選びを持つ者として造られ、彼らが自由な選びを持つことが善いと知っておられる限りの時を定めた。そして同様に、それが善いことであると知っておられたので、自由な選びが守られたまま、全体的な裁きも部分的な裁きも行われた。それゆえ、この言葉は、塔の建立と諸言語の多発と変化についてもこう述べている。すなわち主はこう言われた。「見よ、彼らはみな一つの族、一つの言葉である。そして彼らはこれを行い始めた。そして今や、彼らが企てて行おうとすることは、何一つ彼らから欠けることはないであろう。」
Καὶ τό τε Ἐξηράνθη ὡς ὄσταακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, ὁμοίως τῶν ὑπ᾿ αὐτοῦ μελλόντων γίνεσθαι κατὰ τὸ τοῦ πατρὸς θέλημα προαγγελία ἦν. Ἡ γὰρ τοῦ ἰσχυροῦ αὐτοῦ λόγου δύναμις, δι᾿ ἦς ἀεὶ ἤλεγχε τοὺς συζητοῦντας αὐτῷ Φαρισαίους καὶ γραμματεῖς καὶ ἁπλῶς τοὺς ἐν τῷ γένει ὑμῶν διδασκάλους, ἐποχὴν ἔσχε δίκην πολυΰδρου καὶ ἰσχυρᾶς πηγῆς, ἦς τὸ ὕδωρ ἀπεστράφη, σιγήσαντος αὐτοῦ καὶ μηκέτι ἐπὶ Πιλάτου ἀποκρίνασθαι μηδὲν μηδενὶ βουλομένου, ὡς ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ δεδήλωται, ὅπως καὶ τὸ διὰ Ἡσαΐου εἰρημένον καρπὸν ἐνεργῆ ἔχῃ, ὅπου εἴρηται· Κύριος δίδωσί μοι γλῶσσαν τοῦ γνῶναι ἡνίκα με δεῖ εἰπεῖν λόγον.
そして「わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」も同様に、父の意志に従って彼によってこれから起こることになる事柄の予告であった。実に、彼が自分と論争するファリサイ派の人々や律法学者たち、要するに諸君の族の教師たちを、つねに論駁していた彼の力強い言葉の力は、水が涸れてしまった水量豊かな力強い泉のように、静止してしまった。それは、彼が沈黙し、ピラトのもとでもはや誰にも何も答えようとしなくなったためである。これは彼の使徒たちの回想録にも明らかにされているとおりであり、イザヤを通して語られた言葉が実際の実りを結ぶようになるためであった。そこにはこう言われている。「主は私に、言葉を語るべきときを知る舌を与えられる。」
Τὸ δὲ καὶ εἰπεῖν αὐτόν· Θεός μου εἶ σύ, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, διδάσκοντος ἅμα ὅτι ἐπὶ θεὸν τὸν πάντα ποιήσαντα ἐλπίζειν δεῖ πάντας καὶ παρ᾿ ἐκείνου μόνου σωτηρίαν καὶ βοήθειαν ζητεῖν, ἀλλὰ μή, ὡς τοὺς λοιποὺς τῶν ἀνθρώπων, διὰ γένος ἢ πλοῦτον ἢ ἰσχὺν ἢ σοφίαν νομίζειν δύνασθαι σώζεσθαι· ὁποῖον καὶ ὑμεῖς ἀεὶ ἐπράξατε, ποτὲ μὲν μοσχοποιήσαντες, ἀεὶ δὲ ἀχάριστοι καὶ φονεῖς τῶν δικαίων καὶ τετυφωμένοι διὰ τὸ γένος φαινόμενοι.
また、彼が「あなたは私の神である、私から離れるな」と言っていることは、同時に、すべての者はあらゆるものを造られた神に望みを置き、その方からのみ救いと助けを求めるべきであって、他の人々のように、族や富や力や知恵のゆえに救われうると考えてはならないことを教えている。それは、諸君がつねに行ってきたことである。あるときは子牛を造り、つねに恩知らずで、正しい者たちを殺す者であり、族のゆえに思い上がっている者として現れているのである。
Εἰ γὰρ ὁ υἱὸς τοῦ θεοῦ φαίνεται μήτε διὰ τὸ εἶναι υἱὸς μήτε κατὰ τὸ εἶναι ἰσχυρὸς μήτε διὰ τὸ σοφὸς λέγων δύνασθαι σώζεσθαι, ἀλλὰ πρὸς τὸ ἀναμάρτητος εἶναι, ὡς Ἡσαίας φησίν, μηδὲ μέχρι φωνῆς ἡμαρτηκέναι αὐτόν, ἀνομίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ δόλον τῷ στόματι, ἄνευ τοῦ θεοῦ σωθήσεσθαι μὴ δύνασθαι, πῶς ὑμεῖς ἢ καὶ οἱ ἄλλοι οἱ ἄνευ τῆς ἐλπίδος ταύτης σωθήσεσθαι προσδοκῶντες οὐχ ἑαυτοὺς ἀπατᾶν λογίζεσθε.
実に、もし神の子が、子であることによっても、力強いことによっても、知恵ある者と言われることによっても救われうるのではなく、むしろ、イザヤが言うとおり罪なき者であって――彼は言葉のうちにさえ罪を犯さず、不法を行わず、その口に欺きもなかったのだから――それでもなお神なしには救われることができないと見えるのであれば、諸君や、この望みなしに救われるであろうと期待している他の者たちが、自分自身を欺いていると考えないのはどうしてであろうか。
Caput CIII
第CIII章Τὰ δὲ ἑξῆς εἰρημένα ἐν τῷ ψαλμῷ· Ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· τῶν ὁμοίως αὐτῷ συμβάντων προαγγελία ἦν. Ἐκείνης γὰρ τῆς νυκτός, ὅτε ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν ἐπῆλθον αὐτῷ οἱ ἀπὸ τοῦ λαοῦ ὑμῶν ὑπὸ τῶν Φαρισαίων καὶ γραμματέων καὶ τῶν διδασκάλων ἐπιπεμφθέντες, ἐκύκλωσαν αὐτὸν οὓς μόσχους κερατιστὰς καὶ προώλεις ὁ λόγος ἔλεγε.
詩篇に続いて言われている言葉、「患難は近く、私を助ける者がいないのだから。多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた」は、彼の身に同様に起こった出来事の予告であった。実に、あの夜、ファリサイ派の人々と律法学者たちと教師たちによって遣わされた諸君の民の者たちがオリーブ山で彼を襲ったとき、この言葉が角で突く子牛、破滅に定められた者と呼んだ者たちが、彼を取り囲んだのである。
Καὶ τὸ Ταῦροι πίονες περιέσχον με εἰπεῖν τοὺς καὶ αὐτοὺς μὲν τὰ ὅμοια τοῖς μόσχοις ποιήσαντας, ὅτε ἤχθη πρὸς τοὺς διδασκάλους ὑμῶν, προέλεγεν· οὓς ὡς ταύρους διὰ τοῦτο ὁ λόγος εἶπεν, ἐπειδὴ τοὺς ταύρους τοῦ εἶναι μόσχους αἰτίους οἴδαμεν. Ὡς οὖν πατέρες εἰσὶ τῶν μόσχων οἱ ταῦροι, οὕτως οἱ διδάσκαλοι ὑμῶν τοῖς τέκνοις αὐτῶν αἴτιοι ἦσαν τοῦ ἐξελθόντας εἰς τὸ ὄρος τῶν ἐλαιῶν συλλαβεῖν αὐτὸν καὶ ἄγειν ἐπ᾿ αὐτούς. Καὶ τὸ εἰπεῖν Ὅτι οὐκ ἔστιν ὁ βοηθῶν δηλωτικὸν καὶ αὐτὸ τοῦ γενομένου. Οὐδεὶς γὰρ οὐδὲ μέχρις ἑνὸς ἀνθρώπου βοηθεῖν αὐτῷ ὡς ἀναμαρτήτῳ βοηθὸς ὑπῆρχε.
そして「肥えた雄牛が私を包囲した」という言葉は、彼が諸君の教師たちのもとに引いて行かれたとき、子牛たちと同じことを行った者たちのことを、あらかじめ語っていた。この言葉が彼らを雄牛と呼んだのは、我々が雄牛が子牛を生む原因であることを知っているからである。それゆえ、雄牛が子牛の父祖であるように、諸君の教師たちも、その子らがオリーブ山に出向いて彼を捕らえ、自分たちのもとへ連れて行くことの原因であったのである。また、「私を助ける者がいない」という言葉も、実際に起こったことを示している。実に、罪なき者である彼を助けるために、ただの一人の助け手すら存在しなかったからである。
Καὶ τὸ Ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὠρυόμενος δηλοῖ τὸν βασιλέα τῶν Ἰουδαίων τότε ὄντα, καὶ αὐτὸν Ἡρώδην λεγόμενον, διάδοχον γεγενημένον Ἡρώδου τοῦ, ὅτε ἐγεγέννητο, ἀνελόντος πάντας τοὺς ἐν Βηθλεὲμ ἐκείνου τοῦ καιροῦ γεννηθέντας παῖδας, διὰ τὸ ὑπονοεῖν ἐν αὐτοῖς πάντως εἶναι τὸν περὶ οὗ εἰρήκεισαν αὐτῷ οἱ ἀπὸ Ἀρραβίας ἐλθόντες μάγοι· μὴ ἐπιστάμενος τὴν τοῦ ἰσχυροτέρου πάντων βουλήν, ὡς εἰς Αἴγυπτον τῷ Ἰωσὴφ καὶ τῇ Μαρίᾳ ἐκεκελεύκει ἀπαλλαγῆναι λαβοῦσι τὸ παιδίον, καὶ εἶναι ἐκεῖ ἄχρις ἂν πάλιν αὐτοῖς ἀποκαλυφθῇ ἐπανελθεῖν εἰς τὴν χώραν αὐτῶν· κἀκεῖ ἦσαν ἀπελθόντες ἄχρις ἂν ἀπέθανεν ὁ ἀποκτείνας τὰ ἐν Βηθλεὲμ παιδία Ἡρώδης καὶ Ἀρχέλαος αὐτὸν διεδέξατο· καὶ οὗτος ἐτελεύτα πρὶν τὸν Χριστὸν τὴν οἰκονομίαν τὴν κατὰ τὸ βούλημα τοῦ πατρὸς γεγενημένην ὑπ᾿ αὐτοῦ ἐπὶ τῷ σταυρωθῆναι ἐλθεῖν.
そして「彼らは吼えたける獅子のように、私に向かって口を開いた」という言葉は、当時ユダヤ人の王であった者、すなわちヘロデと呼ばれる者を示している。この者は、彼が生まれたとき、あの当時ベツレヘムで生まれたすべての幼児を、アラビアから来た博士たちが彼に告げた者がその中に必ずいると疑って殺害したヘロデの跡を継いだ者であった。彼は、万物にまさって力強い方のはかりごとを知らなかった。すなわち、神はヨセフとマリアに、幼子を連れてエジプトへ去り、再び彼らの国に戻るようにと啓示されるまでそこにとどまるようにと命じておられたのである。そして彼らはそこへ去っており、ベツレヘムの幼児たちを殺したヘロデが死に、アルケラオスがその跡を継ぐまで、そこにとどまっていた。そしてこのアルケラオスも、キリストが父の意志に従ってご自身によってなされる、十字架にかけられるという務めに至る前に、世を去ったのである。
Ἡρώδου δέ, τοῦ Ἀρχέλαον διαδεξαμένου, λαβόντος τὴν ἐξουσίαν τὴν ἀπονεμηθεῖσαν αὐτῷ, ᾧ καὶ Πιλάτος χαριζόμενος δεδεμένον τὸν Ἰησοῦν ἔπεμψε, καὶ τοῦτο γενησόμενον προειδὼς ὁ θεὸς εἰρήκει οὕτως· Καὶ δήσαντες αὐτὸν εἰς Ἀσσυρίου ἀπήνεγκαν ξένια τῷ βασιλεῖ.
そしてアルケラオスの跡を継いだヘロデが、彼に割り当てられた権限を得ると、ピラトはその者に取り入って、縛られたイエスを送った。そして、神はこのことが起こることをあらかじめ知って、こう言っておられた。「そして彼らは彼を縛り、アッシリアへ、王への贈り物として運び去った。」
Ἤ λέοντα τὸν ὠρυόμενον ἐπ᾿ αὐτὸν ἔλεγε τὸν διάβολον, ὃν Μωσῆς μὲν ὄφιν καλεῖ, ἐν δὲ τῷ Ἰὼβ καὶ τῷ Ζαχαρίᾳ διάβολος κέκληται, καὶ ὑπὸ τοῦ Ἰησοῦ σατανᾶς προσηγόρευται, ὄνομα ἀπὸ τῆς πράξεως ἧς ἔπραξε σύνθετον κτησάμενον αὐτὸν μηνύων· τὸ γὰρ σατᾶ ἐν τῇ Ἰουδαίων καὶ Σύρων φωνῇ ἀποστάτης ἐστί, τὸ δὲ νᾶς ὄνομα ἐξ οὗ ἡ ἑρμηνεία ὄφις ἐκλήθη· ἐξ ὧν ἀμφοτέρων τῶν εἰρημένων ἓν ὄνομα γίνεται σατανᾶς.
あるいは、彼に向かって吼えたける獅子とは、悪魔を言っていたのかもしれない。モーセはこれを蛇と呼び、ヨブとゼカリヤにおいては悪魔と呼ばれ、イエスによってはサタンと呼ばれている。これは、彼がなした行いから、合成された名を得たことを示すものである。すなわち、「サタ」はユダヤ人とシリア人の言葉で背教者を意味し、「ナス」は、その解釈から蛇と呼ばれるようになった名である。これら両方の言われた語から、サタンという一つの名が成り立っているのである。
Καὶ γὰρ οὗτος ὁ διάβολος ἅμα τῷ ἀναβῆναι αὐτὸν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰορδάνου, τῆς φωνῆς αὐτῷ λεχθείσης· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων γέγραπται προσελθὼν αὐτῷ καὶ πειράζων μέχρι τοῦ εἰπεῖν αὐτῷ· Προσκύνησόν μοι· καὶ ἀποκρίνασθαι αὐτῷ τὸν Χριστόν. Ὕπαγε ὀπίσω μου, σατανᾶ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὡς γὰρ τὸν Ἀδὰμ ἐπλάνησεν, ἔλεγε καὶ τοῦτον δυνηθῆναι ἐργάσασθαί τι.
実に、この悪魔は、彼がヨルダン川から上がってすぐに、「お前は私の子である、今日私はお前を生んだ」という声が彼に語られたとき、使徒たちの回想録に書かれているとおり、彼に近づいて誘惑し、ついには彼にこう言うまでに至った。「私を拝め。」そしてキリストは彼にこう答えられた。「サタンよ、私の後ろに退け。お前は主なるお前の神を拝み、ただ主にのみ仕えよ。」実に、悪魔がアダムを惑わせたように、この方に対しても何事かをなしうると考えていたのである。
Καὶ τὸ Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου, ὅπερ γέγονεν αὐτῷ ἐκείνης τῆς νυκτός, ὅτε ἐπ᾿ αὐτὸν ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν συλλαβεῖν αὐτόν, προαγγελία ἦν.
そして「私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた」という言葉は、あの夜、人々が彼を捕らえるためにオリーブ山へ出向いたとき、彼の身に起こったことの予告であった。
Ἐν γὰρ τοῖς ἀπομνημονεύμασιν, ἅ φημι ὑπὸ τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν ἐκείνοις παρακολουθησάντων συντετάχθαι, γέγραπται ὅτι ἱδρὼς ὡσεὶ θρόμβοι κατεχεῖτο, αὐτοῦ εὐχομένου καὶ λέγοντος· Παρελθέτω, εἰ δυνατόν, τὸ ποτήριον τοῦτο· ἐντρόμου τῆς καρδίας δηλονότι οὔσης καὶ τῶν ὀστῶν ὁμοίως καὶ ἐοικυίας τῆς καρδίας κηρῷ τηκομένῳ εἰς τὴν κοιλίαν, ὅπως εἰδῶμεν ὅτι ὁ πατὴρ τὸν ἑαυτοῦ υἱὸν καὶ ἐν τοιούτοις πάθεσιν ἀληθῶς γεγονέναι δι᾿ ἡμᾶς βεβούληται, καὶ μὴ λέγωμεν ὅτι ἐκεῖνος, τοῦ θεοῦ υἱὸς ὤν, οὐκ ἀντελαμβάνετο τῶν γινομένων καὶ συμβαινόντων αὐτῷ.
実に、彼の使徒たちと、彼らに従った者たちによって編まれたと私が言う回想録には、彼が祈って「できることなら、この杯が過ぎ去りますように」と言っていたとき、汗が滴のように滴り落ちていたと書かれている。これは明らかに、心が震えおののき、骨も同様であり、心が腹の中で溶ける蝋のようであったことを示している。それは、父がご自身の子を、我々のために真にこのような苦しみのうちに置くことを望まれたのだと我々が知り、また、彼が神の子でありながら、自分の身に起こり、また及んでいたことを感じ取っていなかったなどと我々が言わないためである。
Καὶ τὸ Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, ὅπερ προεῖπον, τῆς σιγῆς, ἐν μηδενὶ μηδὲν ἀποκρινόμενος ὁ πάντας ἐλέγχων ἀσόφους τοὺς παρ᾿ ὑμῖν διδασκάλους, προαγγελία ἦν.
そして「わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」という言葉は、先に私が述べたとおり、諸君のもとにいるすべての教師たちを愚かであると論駁していた彼が、誰にも何一つ答えることなく沈黙していたことの予告であった。
Caput CIV
第CIV章Καὶ τὸ Εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, ὡς προεῖπον, προαγγελία ἦν διὰ ποίου θανάτου καταδικάζειν αὐτὸν ἔμελλεν ἡ συναγωγὴ τῶν πονηρευομένων, οὕς καὶ κύνας καλεῖ, καὶ κυνηγοὺς μηνύων, ὅτι αὐτοὶ οἱ κυνηγήσαντες καὶ συνήχθησαν οἱ ἀγωνιζόμενοι ἐπὶ τῷ καταδικάσασθαι αὐτόν· ὅπερ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται γενόμενον.
そして「あなたは私を死の塵へと引き下ろした。多くの犬が私を取り囲み、悪を行う者たちの群れが私を包囲した。彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた」という言葉は、先に私が述べたとおり、悪を行う者たちの群れが、どのような死によって彼を罪に定めることになるかの予告であった。この群れを彼は犬とも呼んでいるが、それは狩人を示しているのであって、彼を罪に定めようと争った者たちこそ、この狩りをした者たちが結集した集まりであったことを示している。これは、彼の使徒たちの回想録にも起こったこととして書かれている。
Καὶ ὅτι μετὰ τὸ σταυρωθῆναι αὐτὸν ἐμέρισαν ἑαυτοῖς οἱ σταυρώσαντες αὐτὸν τὰ ἱμάτια αὐτοῦ, ἐδήλωσα.
また、彼を十字架にかけた者たちが、彼が十字架にかけられたのち、彼の衣を自分たちの間で分け合ったことは、私はすでに明らかにした。
Caput CV
第CV章Τὰ δὲ ἀκόλουθα τοῦ ψαλμοῦ· Σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες· ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· ὁμοίως πάλιν διδασκαλία καὶ προαγγελία τῶν ὄντων αὐτῷ καὶ συμβαίνειν μελλόντων. Μονογενὴς γὰρ ὅτι ἦν τῷ πατρὶ τῶν ὅλων οὗτος, ἰδίως ἐξ αὐτοῦ λόγος καὶ δύναμις γεγεννημένος, καὶ ὕστερον ἄνθρωπος διὰ τῆς παρθένου γενόμενος, ὡς ἀπὸ τῶν ἀπομνημονευμάτων ἐμάθομεν, προεδήλωσα.
詩篇に続く言葉、「されど主よ、あなたの助けを私から遠ざけるな。わが救援に心を留めよ。剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え」も同様に、彼にあった事柄と、これから起こることになる事柄についての教えであり予告であった。実に、この方が万物の父にとって独り子であったこと、すなわち父から特別に生まれたロゴスにして力であり、のちに処女を通して人となったことは、我々が回想録から学んだとおり、私はすでに明らかにした。
Καὶ ὅτι σταυρωθεὶς ἀπέθανεν, ὁμοίως προεῖπε. Τὸ γὰρ Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· ὁμοίως μηνύοντος δι᾿ οὖ πάθους ἔμελλεν ἀποθνήσκειν, τουτέστι σταυροῦσθαι· τὸ γὰρ Κεράτων μονοκερώτων ὅτι τὸ σχῆμα τοῦ σταυροῦ ἐστι μόνου, προεξηγησάμην ὑμῖν.
そして彼が十字架にかけられて死んだことも、同様にあらかじめ語られていた。実に、「剣よりわが魂を、犬の手よりわが独り子なるものを救い出せ。獅子の口より私を、一角獣の角よりわが卑しさを救え」という言葉は、同様に、彼がいかなる苦しみによって死のうとしていたか、すなわち十字架にかけられることを示していた。実に「一角獣の角」とは、十字架のみが持つ形であることを、私はすでに諸君に説き明かした。
Καὶ τὸ ἀπὸ ῥομφαίας καὶ στόματος λέοντος καὶ ἐκ χειρὸς κυνὸς αἰτεῖν αὐτὸν τὴν ψυχὴν σωθῆναι, ἵνα μηδεὶς κυριεύσῃ τῆς ψυχῆς αὐτοῦ αἴτησις ἦν, ἵνα, ἡνίκα ἡμεῖς πρὸς τῇ ἐξόδῳ τοῦ βίου γινόμεθα, τὰ αὐτὰ αἰτῶμεν τὸν θεόν, τὸν δυνάμενον ἀποστρέψαι πάντα ἀναιδῆ πονηρὸν ἄγγελον μὴ λαβέσθαι ἡμῶν τῆς ψυχῆς.
そして、彼が剣と獅子の口と犬の手から自分の魂が救われるようにと求めたことは、誰も彼の魂を支配することのないようにという求めであった。それは、我々が人生の終わりに臨むとき、同じことを神に求めるためである。神は、いかなる恥知らずの悪しき天使も我々の魂を捕らえることのないよう、退けることがおできになる方である。
Καὶ ὅτι μένουσιν αἱ ψυχαὶ ἀπέδειξα ὑμῖν ἐκ τοῦ καὶ τὴν Σαμουὴλ ψυχὴν κληθῆναι ὑπὸ τῆς ἐγγαστριμύθου, ὡς ἠξίωσεν ὁ Σαούλ. Φαίνεται δὲ καὶ ὅτι πᾶσαι αἱ ψυχαὶ τῶν οὕτως δικαίων καὶ προφητῶν ὑπὸ ἐξουσίαν ἔπιπτον τῶν τοιούτων δυνάμεων, ὁποία δὴ καὶ ἐν τῇ ἐγγαστριμύθῳ ἐκείνῃ ἐξ αὐτῶν τῶν πραγμάτων ὁμολογεῖται.
そして、魂が存続することは、サムエルの魂が腹話の術を行う女によって呼び出されたことから、私は諸君に示した。それはサウルが求めたとおりである。そして、そのように正しい者たちや預言者たちの魂もすべて、このような力の権能のもとに置かれうることが分かる。それは、あの腹話の女の一件において、事実そのものから認められるとおりである。
Ὅθεν καὶ ὁ θεὸς διδάσκει ἡμᾶς καὶ διὰ τοῦ υἱοῦ αὐτοῦ τὸ πάντως ἀγωνίζεσθαι δικαίους γίνεσθαι, καὶ πρὸς τῇ ἐξόδῳ αἰτεῖν μὴ ὑπὸ τοιαύτην τινὰ δύναμιν ὑποπεσεῖν τὰς ψυχὰς ἡμῶν. Καὶ γὰρ ἀποδιδοὺς τὸ πνεῦμα ἐπὶ τῷ σταυρῷ εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου, ὡς καὶ ἐκ τῶν ἀπομνημονευμάτων καὶ τοῦτο ἔμαθον.
それゆえ神は、ご自身の子を通しても、我々に、あらゆる仕方で正しい者となるよう努めること、また人生の終わりに臨んでは、我々の魂がそのような力に陥ることのないようにと求めることを教えておられる。実に、彼は十字架の上で霊を渡すとき、こう言われた。「父よ、私はあなたの手に、わが霊をゆだねる」と。これも、私は回想録から学んだことである。
Καὶ γὰρ πρὸς τὸ ὑπερβάλλειν τὴν Φαρισαίων πολιτείαν τοὺς μαθητὰς αὐτοῦ συνωθῶν, εἰ δὲ μή γε, ἐπίστασθαι ὅτι οὐ σωθήσονται, ταῦτα εἰρηκέναι ἐν τοῖς ἀπομνημονεύμασι γέγραπται· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
実に、弟子たちにファリサイ派の生き方を凌駕するよう促すために、そうでなければ救われないと知らせるべく、彼が回想録の中でこう言ったと書かれている。「もし汝らの正義が律法学者やファリサイ派の人々の正義にまさって満ちあふれるのでなければ、汝らは決して天の王国に入ることはないであろう。」
Caput CVI
第CVI章Καὶ ὅτι ἠπίστατο τὸν πατέρα αὐτοῦ πάντα παρέχειν αὐτῷ, ὡς ἠξίου, καὶ ἀνεγερεῖν αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ πάντας τοὺς φοβουμένους τὸν θεὸν προέτρεπεν αἰνεῖν τὸν θεὸν διὰ τὸ ἐλεῆσαι καὶ διὰ τοῦ μυστηρίου τοῦ σταυρωθέντος τούτου πᾶν γένος τῶν πιστευόντων ἀνθρώπων, καὶ ὅτι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ ἔστη, τῶν ἀποστόλων, οἵτινες, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν καὶ πεισθῆναι ὑπ᾿ αὐτοῦ ὅτι καὶ πρὸ τοῦ παθεῖν ἔλεγεν αὐτοῖς ὅτι ταῦτα αὐτὸν δεῖ παθεῖν καὶ ὑπὸ τῶν προφητῶν ὅτι προεκεκήρυκτο ταῦτα, μετενόησαν ἐπὶ τῷ ἀφίστασθαι αὐτοῦ ὅτε ἐσταυρώθη, καὶ μετ᾿ αὐτῶν διάγων ὕμνησε τὸν θεόν, ὡς καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων δηλοῦται γεγενημένον, τὰ λείποντα τοῦ ψαλμοῦ ἐδήλωσεν.
そして、彼の父がご自身に、求めたとおりすべてを与え、また死者の中から甦らせてくださることを彼が知っていたこと、そして神を畏れるすべての者に、この十字架にかけられた方の奥義を通して、信じる人間のあらゆる族を憐れんでくださったことのゆえに神を賛美するよう勧めていたこと、また彼が自分の兄弟たち、すなわち使徒たちの間に立ったこと――使徒たちは、彼が死者の中から甦ったのち、また、苦しみを受ける前にも、彼が「これらのことを自分は苦しまねばならない」と語り、また預言者たちによってもこれらのことがあらかじめ告げ知らされていたと言われていたことに説き伏せられて、彼が十字架にかけられたときに彼から離れ去ったことを悔い改め、彼とともに過ごしながら神を賛美したのである――これらのことを、使徒たちの回想録にそう起こったと明らかにされているとおり、詩篇の残りの言葉が明らかにしていたのである。
Ἔστι δὲ ταῦτα· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ.
それは次の言葉である。「私はあなたの名をわが兄弟たちに語り伝え、教会の中であなたを賛美しよう。主を畏れる者たちよ、主を讃えよ。ヤコブの子孫はすべて、主に栄光を帰せよ。イスラエルの子孫はすべて、主を畏れよ。」
Καὶ τὸ εἰπεῖν μετωνομακέναι αὐτὸν Πέτρον ἕνα τῶν ἀποστόλων, καὶ γεγράφθαι ἐν τοῖς ἀπομνημονεύμασιν αὐτοῦ γεγενημένον καὶ τοῦτο, μετὰ τοῦ καὶ ἄλλους δύο ἀδελφούς, υἱοὺς Ζεβεδαίου ὄντας, μετωνομακέναι ὀνόματι τοῦ Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς, σημαντικὸν ἦν τοῦ αὐτὸν ἐκεῖνον εἶναι, δι᾿ οὗ καὶ τὸ ἐπώνυμον Ἰακὼβ τῷ Ἰσραὴλ ἐπικληθέντι ἐδόθη καὶ τῷ Αὐσῇ ὄνομα Ἰησοῦς ἐπεκλήθη, δι᾿ οὖ ὀνόματος καὶ εἰσήχθη εἰς τὴν ἐπηγγελμένην τοῖς πατριάρχαις γῆν ὁ περιλειφθεὶς ἀπὸ τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων λαός.
そして、彼が使徒たちの一人にペトロという名を与えたと言われ、これが彼の回想録にも起こったこととして書かれていること、また、ゼベダイの子である他の二人の兄弟にも、雷の子という意味のボアネルゲスという名を与えたことは、まさにこの方こそ、イスラエルと呼ばれたヤコブに対してその添え名を与え、またアウセにイエスという名を与え、その名によって、エジプトから出た民のうち生き残った者たちが族長たちに約束された地へ導き入れられた、その同じ方であることを示すものであった。
Καὶ ὅτι ὡς ἄστρον ἔμελλεν ἀνατέλλειν αὐτὸς διὰ τοῦ γένους τοῦ Ἀβραάμ., Μωσῆς παρεδήλωσεν οὕτως εἰπών· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἡγούμενος ἐξ Ἰσραήλ. Καὶ ἄλλη δὲ γραφή φησιν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ. Ἀνατείλαντος οὖν καὶ ἐν οὐρανῷ ἅμα τῷ γεννηθῆναι αὐτὸν ἀστέρος, ὡς γέγραπται ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ, οἱ ἀπὸ Ἀρραβίας μάγοι, ἐκ τούτου ἐπιγνόντες, παρεγένοντο καὶ προσεκύνησαν αὐτῷ.
そして、彼がアブラハムの族を通して、星のように昇ろうとしていたことを、モーセはこう言って前もって示していた。「ヤコブより星が昇り、イスラエルより指導者が起こるであろう。」また別の聖書箇所はこう言う。「見よ、一人の男、その名は東である。」それゆえ、彼が生まれると同時に、天にも星が昇ったので、彼の使徒たちの回想録に書かれているとおり、アラビアから来た博士たちはこれによって知り、やって来て彼を拝んだのである。
Caput CVII
第CVII章Καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἔμελλεν ἀναστήσεσθαι μετὰ τὸ σταυρωθῆναι, γέγραπται ἐν τοῖς ἀπομνημονεύμασιν ὅτι οἱ ἀπὸ τοῦ γένους ὑμῶν συζητοῦντες αὐτῷ ἔλεγον, ὅτι Δεῖξον ἡμῖν σημεῖον. Καὶ ἀπεκρίνατο αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτοῖς εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ ταῦτα λέγοντος αὐτοῦ παρακεκαλυμμένα ἦν νοεῖσθαι ὑπὸ τῶν ἀκουόντων ὅτι μετὰ τὸ σταυρωθῆναι αὐτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
そして彼が十字架にかけられたのち、三日目に甦ろうとしていたことは、回想録にこう書かれている。すなわち、諸君の族の者たちが彼と論争して、「我々にしるしを見せよ」と言った。すると彼は彼らにこう答えた。「悪しき、姦淫の世代はしるしを求める。しかし、ヨナのしるしのほかには、いかなるしるしも彼らに与えられないであろう」と。彼がこう言ったとき、聞く者たちにとっては覆い隠された形で、彼が十字架にかけられたのち三日目に甦るであろうことが理解されるようになっていたのである。
Καὶ πονηροτέραν τὴν γενεὰν ὑμῶν καὶ μοιχαλίδα μᾶλλον τῆς Νινευϊτῶν πόλεως ἐδήλου, οἵτινες, τοῦ Ἰωνᾶ κηρύξαντος αὐτοῖς μετὰ τὸ ἐκβρασθῆναι αὐτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ τῆς κοιλίας τοῦ ἁδροῦ ἰχθύος ὅτι μετὰ τρεῖς ἡμέρας παμπληθεὶ ἀπολοῦνται, νηστείαν ἁπλῶς πάντων ζώων, ἀνθρώπων τε καὶ ἀλόγων, μετὰ σακκοφορίας καὶ ἐκτενοῦς ὀλολυγμοῦ καὶ ἀπὸ τῶν καρδιῶν ἀληθινῆς μετανοίας αὐτῶν καὶ ἀποταγῆς τῆς πρὸς ἀδικίαν ἐκήρυξαν, πιστεύσαντες ὅτι ἐλεήμων ὁ θεὸς καὶ φιλάνθρωπός ἐστιν ἐπὶ πάντας τοὺς μετατιθεμένους ἀπὸ τῆς κακίας, ὡς καὶ αὐτὸν τὸν βασιλέα τῆς πόλεως ἐκείνης καὶ τοὺς μεγιστάνας ὁμοίως σακκοφορήσαντας προσμεμενηκέναι τῇ νηστείᾳ καὶ τῇ ἱκεσίᾳ, καὶ ἐπιτυχεῖν μὴ καταστραφῆναι τὴν πόλιν αὐτῶν.
そして彼は、諸君の世代が、ニネヴェの町よりも悪しく姦淫深いことを示していた。すなわち、ヨナが大きな魚の腹から三日目に吐き出されたのち、彼らに、三日ののちには彼らがことごとく滅びるであろうと宣べ伝えたとき、彼らは、人間も物言わぬ動物もすべての生き物にわたる断食を、粗布をまとい、切なる嘆きの叫びとともに、また心からの真実の悔い改めと不正からの離反とともに、宣言した。それは、悪から立ち返るすべての者に対して、神が憐れみ深く、人を愛する方であると信じていたからである。実に、その町の王も、また高官たちも、同様に粗布をまとって断食と嘆願にとどまり、自分たちの町が滅ぼされないことを得たのである。
Ἀλλὰ καὶ τοῦ Ἰωνᾶ ἀνιωμένου ἐπὶ τῷ τῇ τρίτῃ ἡμέρᾳ, ὡς ἐκήρυξε, μὴ καταστραφῆναι τὴν πόλιν, διὰ τῆς οἰκονομίας τοῦ ἐκ τῆς γῆς ἀνατεῖλαι αὐτῷ κικυῶνα, ὑφ᾿ ὃν καθεζόμενος ἐσκιάζετο ἀπὸ καύματος (ἦν δὲ ὁ κικυῶν αἰφνίδιος, μήτε φυτεύσαντος τοῦ Ἰωνᾶ μήτε ποτίσαντος, ἀλλ᾿ ἐξαίφνης ἐπανατείλας αὐτῷ σκιὰν παρέχειν), κἀκ τῆς ἄλλης ξηρᾶναι αὐτόν, ἐφ᾿ ᾧ ἐλυπεῖτο Ἰωνᾶς, καὶ ἤλεγξεν αὐτὸν οὐ δικαίως ἀθυμοῦντα ἐπὶ τῷ μὴ κατεστράφθαι τὴν Νινευϊτῶν πόλιν, λέγων·
しかしヨナは、自分が宣べ伝えたとおり三日目に町が滅ぼされなかったことを嘆いていたので、神は、地から彼のためにつる草を生やすという計らいをなさった――彼はその陰に座り、暑さから身を隠していた(このつる草は突然生じたもので、ヨナが植えたのでも水を注いだのでもなく、突然に生い育って彼に陰を与えたものであった)――そして翌日には、それを枯らされた。それでヨナは嘆き悲しんだので、神は彼を叱責された。彼がニネヴェの町が滅ぼされなかったことについて、正当な理由もなく落胆していたことについてである。神はこう言われた。
Σὺ ἐφείσω περὶ τοῦ κικυῶνος, οὗ οὐκ ἐκοπίασας ἐν αὐτῷ; οὔτε ἐξέθρεψας αὐτόν, ὅς ὑπὸ νύκτα αὐτοῦ ἦλθε καὶ ὑπὸ νύκτα αὐτοῦ ἀπώλετο· κἀγὼ οὐ φείσομαι ὑπὲρ Νινευΐ, τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἳ οὐκ ἔγνωσαν ἀνὰ μέσον δεξιᾶς αὐτῶν καὶ ἀνὰ μέσον ἀριστερᾶς αὐτῶν, καὶ κτήνη πολλά;
「お前は、自分が労苦もせず、育てもしなかったこのつる草を惜しんでいるのか。それは一夜のうちに生じ、一夜のうちに滅びたものである。それなら私が、右と左の区別さえ知らない者たちが十二万人以上も住み、また多くの家畜もいる、あの大いなる都ニネヴェを惜しまないでいられようか。」
Caput CVIII
第CVIII章Καὶ ταῦτα οἱ ἀπὸ τοῦ γένους ὑμῶν ἐπιστάμενοι ἅπαντες γεγενημένα ὑπὸ τοῦ Ἰωνᾶ, καὶ τοῦ Χριστοῦ παρ᾿ ὑμῖν βοῶντος ὅτι τὸ σημεῖον Ἰωνᾶ δώσει ὑμῖν, προτρεπόμενος ἵνα κἂν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἀπὸ τῶν νεκρῶν μετανοήσητε ἐφ᾿ οἷς ἐπράξατε κακοῖς καὶ ὁμοίως Νινευΐταις προσκλαύσητε τῷ θεῷ, ὅπως καὶ τὸ ἔθνος καὶ ἡ πόλις ὑμῶν μὴ ἁλῷ καταστραφεῖσα, ὡς κατεστράφη,
そして、諸君の族の者たちは、ヨナによって起こったこれらすべての出来事を知っており、キリストが諸君のもとで、ヨナのしるしを諸君に与えるであろうと叫んでおられたのは、彼が死者の中から甦ったのちにでも、諸君が自分たちの行った悪しきことについて悔い改め、ニネヴェの人々と同様に神に向かって嘆き泣くよう、諸君に勧めておられたのである。それは、諸君の国と町とが、実際に滅ぼされたように滅ぼされて陥落することのないためであった。
καὶ οὐ μόνον οὐ μετενοήσατε, μαθόντες αὐτὸν ἀναστάντα ἐκ νεκρῶν, ἀλλ᾿, ὡς προεῖπον, ἄνδρας χειροτονήσαντες ἐκλεκτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην ἐπέμψατε, κηρύσσοντας ὅτι αἵρεσίς τις ἄθεος καὶ ἄνομος ἐγήγερται ἀπὸ Ἰησοῦ τινος Γαλιλαίου πλάνου ὃν σταυρωσάντων ἡμῶν, οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν ἀπὸ τοῦ μνήματος νυκτός, ὁπόθεν κατετέθη ἀφηλωθεὶς ἀπὸ τοῦ σταυροῦ, πλανῶσι τοὺς ἀνθρώπους λέγοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθέναι κατειπόντες δεδιδαχέναι καὶ ταῦτα ἅπερ κατὰ τῶν ὁμολογούντων Χριστὸν καὶ διδάσκαλον καὶ υἱὸν θεοῦ εἶναι παντὶ γένει ἀνθρώπων ἄθεα καὶ ἄνομα καὶ ἀνόσια λέγετε.
そして諸君は、彼が死者の中から甦ったことを知りながら、悔い改めなかっただけでなく、先に述べたとおり、選りすぐりの者たちを任命して全世界に遣わし、こう宣べ伝えさせた。すなわち、ある無神論的で不法な一派が、ガリラヤ人の惑わし者イエスなる者から起こったこと、我々が十字架にかけたこの者を、その弟子たちが夜のうちに、十字架から釘を抜いて納められていた墓から盗み出し、彼が死者の中から甦り、天に昇ったと言って人々を惑わし、また、キリストを教師にして神の子であると告白する者たちに対して、諸君が人間のあらゆる族に向かって無神論的で不法で不浄だと言うようなことをも彼が教えたと言い広めた、ということをである。
Πρὸς τούτοις καὶ ἁλούσης ὑμῶν τῆς πόλεως καὶ τῆς γῆς ἐρημωθείσης οὐ μετανοεῖτε, ἀλλὰ καὶ καταρᾶσθαι αὐτοῦ καὶ τῶν πιστευόντων εἰς αὐτὸν πάντων τολμᾶτε. Καὶ ἡμεῖς ὑμᾶς καὶ τοὺς δι᾿ ὑμᾶς τοιαῦτα καθ᾿ ἡμῶν ὑπειληφότας οὐ μισοῦμεν, ἀλλ᾿ εὐχόμεθα κἂν νῦν μετανοήσαντας πάντας ἐλέους τυχεῖν παρὰ τοῦ εὐσπλάγχνου καὶ πολυελέου πατρὸς τῶν ὅλων θεοῦ.
そのうえ、諸君の町が陥落し、その地が荒廃させられてもなお、諸君は悔い改めず、むしろ彼と、彼を信じるすべての者たちを呪うことをあえてしている。しかし我々は、諸君や、諸君のせいで我々についてそのような思い込みを抱いている者たちを憎んではおらず、むしろ、たとえ今からでも悔い改めて、すべての者が、万物の慈しみ深く憐れみ豊かな父なる神から憐れみを得ることを祈っている。
Caput CIX
第CIX章Ἀλλ᾿ ὅτι τὰ ἔθνη μετανοεῖν ἀπὸ τῆς κακίας, ἐν ᾗ πλανώμενοι ἐπολιτεύοντο, ἀκούσαντα τὸν ὑπὸ τῶν ἀποστόλων αὐτοῦ ἀπὸ Ἱερουσαλὴμ κηρυχθέντα καὶ δι᾿ αὐτῶν μαθόντα λόγον, καὶ λόγους βραχεῖς λέγοντός μου ἀπὸ προφητείας Μιχαίου, ἑνὸς τῶν δώδεκα, ἀνάσχεσθε.
しかし、諸国民が、エルサレムから彼の使徒たちによって宣べ伝えられた言葉を聞き、彼らを通してこれを学んだのち、自分たちが迷いながら送っていた悪しき生き方から悔い改めたことについて――私が十二人の預言者のひとりミカの預言から短い言葉を語るのを、諸君はしばし耐え忍べ。
Εἰσὶ δὲ οὗτοι· Καὶ ἔσται ἐπ᾿ ἐσχάτου ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπ᾿ ἄκρου τῶν ὀρέων, ἐπηρμένον αὐτὸ ὑπὲρ τοὺς βουνούς· καὶ ποταμὸν θήσονται ἐπ᾿ αὐτῷ λαοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ φωτιοῦσιν ἡμᾶς τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως μακράν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
それは次のとおりである。「終わりの日には、主の山が現れ、山々の頂に堅く立ち、丘々の上に高く聳えるであろう。そして諸々の民はそこに川をなし、多くの諸国民が進み行き、こう言うであろう。『来たれ、我々は主の山に、ヤコブの神の家に登ろう。そうすれば、彼らは我々にその道を照らし、我々はその小道を歩むであろう。』実に、シオンより律法が出で、主の言葉はエルサレムより出るであろう。そして主は多くの民のあいだを裁き、遠くに及ぶまで力強い諸国民を懲らしめるであろう。そして彼らは剣を打ち直して鋤とし、槍を打ち直して鎌とするであろう。国民は国民に向かって剣を上げず、もはや戦うことを学ばないであろう。」
Καὶ καθίσεται ἀνὴρ ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, ὅτι στόμα κυρίου τῶν δυνάμεων ἐλάλησεν· ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἐν ὀνόματι θεῶν αὐτῶν, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συνάξω τὴν ἐκτεθλιμμένην, καὶ τὴν ἐξωσμένην ἀθροίσω καὶ ἣν ἐκάκωσα, καὶ θήσω τὴν ἐκτεθλιμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἐκπεπιεσμένην εἰς ἔθνος ἰσχυρόν· καὶ βασιλεύσει κύριος ἐπ᾿ αὐτῶν ἐν τῷ ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
「そして人はおのおの自分のぶどうの木の下、自分のいちじくの木の下に座り、脅かす者はいないであろう。万軍の主の口がこれを語られたからである。実にすべての民は、おのおのの神々の名によって歩むが、我々は、我々の主なる神の御名によって、とこしえに歩むのである。そしてその日には、こう起こるであろう。『私は圧迫された者を集め、追いやられた者を寄せ集め、私が苦しめた者をも集める。そして私は、圧迫された者を残りの者とし、押しつぶされた者を力強い国民とするであろう。そして主は、今より、とこしえに至るまで、シオンの山において彼らの上に王として支配されるであろう。』」
Caput CX
第CX章Καὶ τελέσας ταῦτα ἐπεῖπον· Καὶ ὅτι οἱ διδάσκαλοι ὑμῶν, ὦ ἄνδρες, τοὺς πάντας λόγους τῆς περικοπῆς ταύτης εἰς τὸν Χριστὸν ὁμολογοῦσιν εἰρῆσθαι, ἐπίσταμαι· καὶ αὐτὸν ὅτι οὐδέπω φασὶν ἐληλυθέναι, καὶ τοῦτο γινώσκω· εἰ δὲ καὶ ἐληλυθέναι λέγουσιν, οὐ γινώσκεται ὅς ἐστιν, ἀλλ᾿ ὅταν ἐμφανὴς καὶ ἔνδοξος γένηται, τότε γνωσθήσεται ὅς ἐστι, φασί.
そしてこれを終えて、私はさらにこう付け加えた。諸君よ、諸君の教師たちが、この一節のすべての言葉がキリストについて語られたものであると認めていることを、私は知っている。またその方がまだ来ていないと彼らが言っていることも、私は知っている。そして、たとえ来たと言うとしても、それが誰であるかは知られておらず、彼が明らかに、栄光をもって現れるときになって初めて、それが誰であるかが知られるであろう、と彼らは言う。
Καὶ τότε τὰ εἰρημένα ἐν τῇ περικοπῇ ταύτῃ φασὶν ἀποβήσεσθαι, ὡς μηδενὸς μηδέπω καρποῦ ἀπὸ τῶν λόγων τῆς προφητείας γενομένου· ἀλόγιστοι, μὴ συνιέντες, ὅπερ διὰ πάντων τῶν λόγων ἀποδέδεικται, ὅτι δύο παρουσίαι αὐτοῦ κατηγγελμέναι εἰσί· μία μέν, ἐν ᾗ παθητὸς καὶ ἄδοξος καὶ ἄτιμος καὶ σταυρούμενος κεκήρυκται, ἡ δὲ δευτέρα, ἐν ᾗ μετὰ δόξης ἀπὸ τῶν οὐρανῶν παρέσται, ὅταν καὶ ὁ τῆς ἀποστασίας ἄνθρωπος, ὁ καὶ εἰς τὸν ὕψιστον ἔξαλλα λαλῶν, ἐπὶ τῆς γῆς ἄνομα τολμήσῃ εἰς ἡμᾶς τοὺς Χριστιανούς, οἵτινες, ἀπὸ τοῦ νόμου καὶ τοῦ λόγου τοῦ ἐξελθόντος ἀπὸ Ἱερουσαλὴμ διὰ τῶν τοῦ Ἰησοῦ ἀποστόλων τὴν θεοσέβειαν ἐπιγνόντες, ἐπὶ τὸν θεὸν Ἰακὼβ καὶ θεὸν Ἰσραὴλ κατεφύγομεν·
そしてそのときになって初めて、この一節に言われていることが実現するであろうと、彼らは言う。あたかも、預言の言葉から今なお何の実りも生じていないかのようにである。彼らは分別を欠き、あらゆる言葉を通して示されていること、すなわち、彼の来臨が二度告げられていることを理解していないのである。一つは、彼が苦しみを受け、栄光もなく、辱められ、十字架にかけられる者として宣べ伝えられているものであり、もう一つは、彼が栄光とともに天から来られるであろうというもので、それは、いと高き方に向かって不遜な言葉を語る、あの背教の人間が、地上において我々キリスト教徒に対して不法な仕業を企てるときのことである。我々は、エルサレムから、イエスの使徒たちを通して出て行った律法と言葉によって、神への畏敬を認め、ヤコブの神、イスラエルの神のもとに逃れ込んだ者たちである。
καὶ οἱ πολέμου καὶ ἀλληλοφονίας καὶ πάσης κακίας μεμεστωμένοι ἀπὸ πάσης τῆς γῆς τὰ πολεμικὰ ὄργανα ἕκαστος, τὰς μαχαίρας εἰς ἄροτρα καὶ τὰς ζιβύνας εἰς γεωργικά, μετεβάλομεν, καὶ γεωργοῦμεν εὐσέβειαν, δικαιοσύνην, φιλανθρωπίαν, πίστιν, ἐλπίδα τὴν παρ᾿ αὐτοῦ τοῦ πατρὸς διὰ τοῦ σταυρωθέντος, ὑπὸ τὴν ἄμπελον τὴν ἑαυτοῦ ἕκαστος καθεζόμενοι, τουτέστι μόνῃ τῇ γαμετῇ γυναικὶ ἕκαστος χρώμενοι· ὅτι γὰρ ὁ λόγος ὁ προφητικὸς λέγει· Καὶ ἡ γυνὴ αὐτοῦ ὡς ἄμπελος εὐθηνοῦσα, ἐπίστασθε.
そして、戦いと互いの殺し合いとあらゆる悪に満ちていた我々は、全地にわたっておのおの、戦いの道具を、すなわち剣を鋤に、槍を農具に打ち直し、敬虔、正義、人間愛、信仰、そして十字架にかけられた方を通して父ご自身から来る希望を耕している。それぞれ自分のぶどうの木の下に座り、すなわちおのおの自分の妻とだけ交わりながらである。実に、預言の言葉が「彼の妻は繁茂するぶどうの木のようである」と言っていることを、諸君は知っている。
Καὶ ὅτι οὐκ ἔστιν ὁ ἐκφοβῶν καὶ δουλαγωγῶν ἡμᾶς, τοὺς ἐπὶ τὸν Ἰησοῦν πεπιστευκότας κατὰ πᾶσαν τὴν γῆν, φανερόν ἐστι. Κεφαλοτομούμενοι γὰρ καὶ σταυρούμενοι καὶ θηρίοις παραβαλλόμενοι καὶ δεσμοῖς καὶ πυρὶ καὶ πάσαις ταῖς ἄλλαις βασάνοις ὅτι οὐκ ἀφιστάμεθα τῆς ὁμολογίας, δῆλόν ἐστιν, ἀλλ᾿, ὅσῳπερ ἂν τοιαῦτά τινα γίνηται, τοσούτῳ μᾶλλον ἄλλον ἄλλοι πλείονες πιστοὶ καὶ θεοσεβεῖς διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ γίνονται. Ὁποῖον ἐὰν ἀμπέλου τις ἐκτέμῃ τὰ καρποφορήσαντα μέρη, εἰς τὸ ἀναβλαστῆσαι ἑτέρους κλάδους καὶ εὐθαλεῖς καὶ καρποφόρους ἀναδίδωσι, τὸν αὐτὸν τρόπον καὶ ἐφ᾿ ἡμῶν γίνεται· ἡ γὰρ φυ-τευθεῖσα ὑπὸ τοῦ θεοῦ ἄμπελος καὶ σωτῆρος Χριστοῦ ὁ λαὸς αὐτοῦ ἐστι.
そして、全地にわたってイエスを信じてきた我々を、脅かし、隷属させる者がいないことは明らかである。実に、我々は首を刎ねられ、十字架にかけられ、獣に投げ与えられ、鎖につながれ、火にかけられ、その他あらゆる拷問にかけられても、告白から離れ去ることのないことは明白である。むしろ、そのようなことが起これば起こるほど、それだけますます多くの他の者たちが、次々とイエスの名によって信じる者、神を敬う者となるのである。ちょうど、誰かがぶどうの木の実を結んだ部分を切り取ると、他の枝が芽吹いて、よく茂り実を結ぶようになるのと同じ仕方で、我々の身にも起こるのである。実に、神と救い主キリストとによって植えられたぶどうの木とは、彼の民のことなのである。
Τὰ δὲ λοιπὰ τῆς προφητείας ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἀποβήσεται. Τὴν γὰρ ἐκτεθλιμμένην καὶ ἐξωσμένην, τουτέστιν ἀπὸ τοῦ κόσμου, ὄσον ἐφ᾿ ὑμῖν καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, οὐ μόνον ἀπὸ τῶν κτημάτων τῶν ἰδίων ἕκαστος τῶν Χριστιανῶν ἐκβέβληται ἀλλὰ καὶ τοῦ κόσμου παντός, ζῆν μηδενὶ Χριστιανῷ συγχωροῦντες.
しかし、預言の残りの部分は、彼の第二の来臨において実現するであろう。実に、圧迫され、追いやられた者――すなわち世から追いやられた者――について言えば、諸君や、その他すべての人間に関するかぎり、キリスト教徒の各々は、自分の所有物から追い出されているだけでなく、世界全体からも追い出されているのである。諸君が、そしてその他すべての人間が、いかなるキリスト教徒にも生きることを許さないからである。
Ὑμεῖς δὲ ἐπὶ τὸν λαὸν ὑμῶν συμβεβηκέναι τοῦτό φατε. Εἰ δὲ ἐξεβλήθητε πολεμηθέντες, δικαίως μὲν ὑμεῖς ταῦτα πεπόνθατε, ὡς αἱ γραφαὶ πᾶσαι μαρτυροῦσιν· ἡμεῖς δέ, οὐδὲν τοιοῦτον πράξαντες μετὰ τὸ ἐπιγνῶναι τὴν ἀλήθειαν τοῦ θεοῦ, μαρτυρούμεθα ὑπὸ τοῦ θεοῦ, σὺν τῷ δικαιοτάτῳ καὶ μόνῳ ἀσπίλῳ καὶ ἀναμαρτήτῳ Χριστῷ ὅτι ἀπὸ γῆς αἰρόμεθα. Βοᾷ γὰρ Ἡσαΐας· Ἰδοὺ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ.
しかし諸君は、これが自分たちの民の身に起こったことだと言う。もし諸君が、戦いを受けて追い出されたのであれば、諸君はこれを正当に被ったのである。あらゆる聖書がそのことを証ししているとおりである。しかし我々は、神の真理を認識したのちには、そのようなことは何一つ行っていないのに、いと正しく、ただひとり汚れなく罪なきキリストとともに、地上から取り去られていることを、神ご自身によって証しされている。実にイザヤはこう叫んでいる。「見よ、正しい者はこのように滅び、心にとめる者は誰もいない。正しい人々は取り去られるが、これを悟る者は誰もいない。」
Caput CXI
第CXI章Καὶ ὅτι δύο παρουσίας συμβολικῶς γενήσεσθαι τούτου τοῦ Χριστοῦ καὶ ὑπὸ Μωσέως προελέγετο, προεῖπον διὰ τοῦ συμβόλου τῶν ἐν τῇ νηστείᾳ προσφερομένων τράγων. Καὶ πάλιν ἐν οἷς ἐποίησαν Μωσῆς καὶ Ἰησοῦς τὸ αὐτὸ προκηρυσσόμενον συμβολικῶς ἦν καὶ λεγόμενον. Ὁ μὲν γὰρ αὐτῶν τὰς χεῖρας ἐκτείνας ἐπὶ τοῦ βουνοῦ μέχρις ἑσπέρας ἔμενεν, ὑποβασταζομένων τῶν χειρῶν, ὃ οὐδενὸς ἄλλου τύπον δείκνυσιν ἢ τοῦ σταυροῦ, ὁ δὲ τῷ Ἰησοῦ ὀνόματι μετονομασθεὶς ἦρχε τῆς μάχης, καὶ ἐνίκα Ἰσραήλ.
「このキリストの二つの来臨がしるしをもって起こることを、モーセもまた予告していたということは、断食の日に献げられる雄山羊たちのしるしを通して、私はすでに述べておいた。さらにまた、モーセとイエスとが行ったことのうちにも、同じ事柄がしるしをもって前もって告げ知らされ、語られていた。すなわち、彼らのうち一方は、両手を伸ばして丘の上に夕方まで留まっており、その手は支えられていたが、これは十字架の予型にほかならないことを示しており、他方、イエスの名に改名された者は戦いを指揮し、イスラエルは勝っていった。」
Ἦν δὲ καὶ τοῦτο ἐπ᾿ ἀμφοτέρων τῶν ἁγίων ἀνδρῶν ἐκείνων καὶ προφητῶν τοῦ θεοῦ νοῆσαι γεγενημένον, ὅτι ἀμφότερα τὰ μυστήρια εἷς αὐτῶν βαστάσαι οὐκ ἦν δυνατός, λέγω δὲ τὸν τύπον τοῦ σταυροῦ καὶ τὸν τύπον τῆς τοῦ ὀνόματος ἐπικλήσεως· ἑνὸς γὰρ μόνου ἡ ἰσχὺς αὕτη ἐστὶ καὶ ἦν καὶ ἔσται, οὗ καὶ τὸ ὄνομα πᾶσα ἀρχὴ δέδιεν, ὠδίνουσα ὅτι δι᾿ αὐτοῦ καταλύεσθαι μέλλουσιν. Ὁ οὖν παθητὸς ἡμῶν καὶ σταυρωθεὶς Χριστὸς οὐ κατηράθη ὑπὸ τοῦ νόμου, ἀλλὰ μόνος σώσειν τοὺς μὴ ἀφισταμένους τῆς πίστεως αὐτοῦ ἐδήλου.
「そして、これもまた、あの聖なる両人、すなわち神の預言者たちにおいて理解されるべく起こっていたことである。すなわち、二つの奥義をひとりの者が担うことはできなかった、ということである——私が言っているのは、十字架の予型と、名を呼び求めることの予型である。というのも、この力はただひとりの者だけのものであり、あった、そしてこれからもあるであろうからであり、その名を、あらゆる権勢が恐れ、それによって自分たちが滅ぼされることを産みの苦しみのように恐れているのである。それゆえ、我々の受苦しまた十字架につけられたキリストは、律法によって呪われたのではなく、ただひとり、その信仰から離れない者たちを救うであろうことを示していたのである。」
Καὶ τοὺς ἐν Αἰγύπτῳ δὲ σωθέντας, ὅτε ἀπώλλυντο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, τὸ τοῦ πάσχα ἐρρύσατο αἷμα, τὸ ἑκατέρωσε τῶν σταθμῶν καὶ τοῦ ὑπερθύρου χρισθέν. Ἦν γὰρ τὸ πάσχα ὁ Χριστός, ὁ τυθεὶς ὕστερον, ὡς καὶ Ἡσαςΐας ἔφη· Αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ ὅτι ἐν ἡμέρᾳ τοῦ πάσχα συνελάβετε αὐτὸν καὶ ὁμοίως ἐν τῷ πάσχα ἐσταυρώσατε, γέγραπται. Ὡς δὲ τοὺς ἐν Αἰγύπτῳ ἔσωσε τὸ αἷμα τοῦ πάσχα, οὕτως καὶ τοῦς πιστεύσαντας ῥύσεται ἐκ θανάτου τὸ αἷμα τοῦ Χριστοῦ.
「また、エジプトにいた者たちが救われたのも——エジプト人の初子が滅ぼされたとき——過越の血が彼らを救い出したのであり、それは戸口の柱の両脇とかもいに塗られていた。というのも、過越とは、のちに屠られることになるキリストのことであったからである。イザヤも語っているとおりである。『彼は羊のように屠り場に引かれて行った。』そして、過越の日に諸君が彼を捕らえ、同様に過越の祭りにおいて彼を十字架につけたことは、書かれているとおりである。エジプトにいた者たちを過越の血が救ったように、こうして信じた者たちをもキリストの血が死から救い出すであろう。」
Ἔμελλεν οὖν ὁ θεὸς πλανᾶσθαι, εἰ μὴ τὸ σημεῖον τοῦτο ἐπὶ τῶν θυρῶν ἐγεγόνει; Οὔ φημι ἐγώ, ἀλλ᾿ ὅτι προεκήρυσσε τὴν μέλλουσαν δι᾿ αἵματος τοῦ Χριστοῦ γενήσεσθαι σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων. Καὶ γὰρ τὸ σύμβολον τοῦ κοκκίνου σπαρτίου, οὗ ἔδωκαν ἐν Ἱεριχῶ οἱ ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι Ῥαὰβ τῇ πόρνῃ, εἰπόντες προσδῆσαι αὐτὸ τῇ θυρίδι, δι᾿ ἧς αὐτοὺς ἐχάλασεν ὅπως λάθωσι τοὺς πολεμίους, ὁμοίως τὸ σύμβολον τοῦ αἵματος τοῦ Χριστοῦ ἐδήλου, δι᾿ οὗ οἱ πάλαι πόρνοι καὶ ἄδικοι ἐκ πάντων τῶν ἐθνῶν σώζονται, ἄφεσιν ἁμαρτιῶν λαβόντες καὶ μηκέτι ἁμαρτάνοντες.
「それでは、もしこのしるしが戸口の上に置かれていなかったなら、神は思い違いをすることになっていたであろうか。私は、そうは言わない。そうではなく、それは、キリストの血を通して人間の族にもたらされることになる救いを、あらかじめ告げ知らせていたのである。実に、緋色の糸のしるしも——ヌンの子イエスから遣わされた斥候たちが、エリコにいた娼婦ラハブに与え、それを窓に結びつけるように言った、あの窓、彼らを敵の目から逃れさせるためにそこから吊り降ろしたその窓に結ばれたしるしも——同様にキリストの血のしるしを示していた。それによって、あらゆる諸国民のうちの、かつて淫行を犯し不義であった者たちが、罪の赦しを受け、もはや罪を犯さぬようになって、救われるのである。」
Caput CXII
第CXII章Ὑμεῖς δέ, ταῦτα ταπεινῶς ἐξηγούμενοι, πολλὴν ἀσθένειαν καταψηφίζεσθε τοῦ θεοῦ, εἰ ταῦτα οὕτως ψιλῶς ἀκούοιτε καὶ μὴ τὴν δύναμιν ἐξετάζοιτε τῶν εἰρημένων. Ἐπεὶ καὶ Μωσῆς οὕτω παράνομος ἂν κριθείη· αὐτὸς γὰρ παραγγείλας μηδενὸς ὁμοίωμα γίνεσθαι, μήτε τῶν ἐπὶ τῷ οὐρανῷ μήτε τῶν ἐπὶ γῆς ἢ θαλάσσης, ἔπειτα ὄφιν χαλκοῦν αὐτὸς ἐποίει, καὶ στήσας ἐπὶ σημείου τινὸς ἐκέλευσεν εἰς αὐτὸν ὁρᾶν τοὺς δεδηγμένους· οἱ δ᾿ ἐσώζοντο εἰς αὐτὸν ἀποβλέποντες.
「しかし諸君は、これらのことを卑俗に解釈し、もしこれらをそのように皮相に聞くだけで、語られていることの力を吟味しないならば、神に多くの弱さを言い渡すことになる。なぜなら、モーセもまたそのようにして律法を破る者と判じられることになろうから。すなわち、天にあるものであれ、地や海にあるものであれ、いかなるものの似姿も造ってはならないと命じておきながら、彼自身は青銅の蛇を造り、それをあるしるしの上に立てて、蛇に咬まれた者たちにそれを見るようにと命じたのである。そして彼らは、それを見つめることによって救われたのである。」
Ὁ ὄφις ἄρα νοηθήσεται σεσωκέναι τὸν λαὸν τότε, ὅν, ὡς προεῖπον, κατηράσατο ὁ θεὸς τὴν ἀρχήν, καὶ ἀνελεῖ διὰ τῆς μεγάλης μαχαίρας, ὡς Ἡσαίας βοᾷ; Καὶ οὕτως ἀφρόνως παραδεξόμεθα τὰ τοιαῦτα, ὡς οἱ διδάσκαλοι ὑμῶν φασι, καὶ οὐ σύμβολα; Οὐχὶ δὲ ἀνοίσομεν ἐπὶ τὴν εἰκόνα τοῦ σταυρωθέντος Ἰησοῦ τὸ σημεῖον, ἐπεὶ καὶ Μωσῆς διὰ τῆς ἐκτάσεως τῶν χειρῶν σὺν τῷ ἐπικληθέντι Ἰησοῦ ὀνόματι καὶ νικᾶν τὸν λαὸν ὑμῶν εἰργάζοντο;
「それでは、あの蛇が、そのとき民を救ったのだと考えるべきなのか。その蛇こそ、先に述べたとおり、神がその初めから呪い、イザヤが叫んでいるように、大いなる剣によって滅ぼすことになるものであるのに。そして我々は、諸君の教師たちが言うように、そのようなことを、しるしとしてではなく、そのまま愚かに受け入れるべきなのか。むしろ我々は、そのしるしを、十字架につけられたイエスの像に結びつけて考えるべきではないか。モーセもまた、両手を伸ばすことを通して、イエスの名で呼ばれた者と共に、諸君の民を勝利させていたのだから。」
Οὕτω γὰρ καὶ τοῦ ἀπορεῖν περὶ ὧν ἐποίησεν ὁ νομοθέτης παυσόμεθα. Οὐ γὰρ καταλιπὼν τὸν θεὸν ἐπὶ θηρίον, δι᾿ οὗ ἡ παράβασις καὶ παρακοὴ τὴν ἀρχὴν ἔλαβεν, ἔπειθε τὸν λαὸν ἐλπίζειν. Καὶ ταῦτα μετὰ πολλοῦ νοῦ καὶ μυστηρίου γέγονε καὶ ἐρρέθη διὰ τοῦ μακαρίου προφήτου· καὶ οὐδέν ἐστιν ὅ τις μέμψασθαι δικαίως ἔχει τῶν λελεγμένων ἢ γεγενημένων ὑπὸ πάντων ἁπλῶς τῶν προφητῶν, ἐὰν τὴν γνῶσιν τὴν ἐν αὐτοῖς ἔχητε.
「そうであってこそ、我々は、立法者が行ったことについて途方に暮れることをやめるであろう。というのも、彼は神を見捨てて、違反と不従順とがそもそもの始まりを得たあの獣に望みを置くようにと民に説いたのではないからである。そしてこれらのことは、多くの知性と奥義とをもってなされ、また、あの祝福された預言者を通して語られたのである。そして、諸君がその中にある知識を得さえすれば、すべての預言者たちによって語られ、あるいはなされたことのうちに、正当に非難できるものは何ひとつない。」
Ἐὰν δὲ ὅσοι διδάσκαλοι ὑμῶν, διὰ τί κάμηλοι μὲν θήλειαι ἐν τῷδε τῷ τόπῳ οὐ λέγονται, ἢ τί εἰσιν αἱ λεγόμεναι κάμηλοι θήλειαι, ἢ διὰ τί σεμιδάλεως μέτρα τόσα καὶ ἐλαίου μέτρα τόσα ἐν ταῖς προσφοραῖς, μόνα ἐξηγοῦνται ὑμῖν, καὶ ταῦτα ταπεινῶς καὶ χαμερπῶς, τὰ δὲ μεγάλα καὶ ἄξια ζητήσεως μηδέποτε τολμῶσι λέγειν μηδὲ ἐξηγεῖσθαι, ἢ καὶ ἡμῶν ἐξηγουμένων παραγγέλλουσιν ὑμὶν μηδὲ ὅλως ἐπαίειν μηδὲ εἰς κοινωνίαν λόγων ἐλθεῖν, οὐχὶ δικαίως ἀκούσονται ἅπερ πρὸς αὐτοὺς ἔφη ὁ ἡμέτερος κύριος Ἰησοῦς Χριστός· Τάφοι κεκονιαμένοι, ἔξωθεν φαινόμενοι ὡραῖοι καὶ ἔσωθεν γέμοντες ὀστέων νεκρῶν, τὸ ἡδύοσμον ἀποδεκατοῦντες, τὴν δὲ κάμηλον καταπίνοντες, τυφλοὶ ὁδηγοί;
「もし、諸君の教師たちが、この箇所ではなぜ雌ラクダについて語られていないのか、あるいは語られている雌ラクダとは何であるのか、あるいはなぜ献げ物において上質の小麦粉がこれこれの量、油がこれこれの量であるのか、といったことだけを諸君に解き明かし、それも卑俗に、地を這うようなしかたでしか解き明かさず、探求に値する大いなる事柄については、決して語ろうとも解き明かそうともせず、また我々が解き明かすときには、諸君に、まったく耳を傾けることも言葉を交わすことすらも禁じるのであれば、彼らは、我々の主イエス・キリストが彼らに向かって言われたことを、当然に耳にすることになるのではないか。『白く塗った墓よ、外側は美しく見えながら、内側は死者の骨で満ちている。汝らは、ハッカの十分の一は献げながら、ラクダは飲み込む。盲目の案内人よ。』」
Ἐὰν οὖν μὴ τῶν διδαγμάτων τῶν ἑαυτοὺς ὑψούντων καὶ θελόντων ῥαββὶ ῥαββὶ καλεῖσθαι καταφρονήσητε, καὶ μετὰ τοιαύτης ἐνστάσεως καὶ νοῦ τοῖς προφητικοῖς λόγοις προσέλθητε, ἵνα τὰ αὐτὰ πάθητε ὑπὸ τῶν ὑμετέρων ἀνθρώπων ἃ καὶ αὐτοὶ οἱ προφῆται ἔπαθον, οὐ δύνασθε ὅλως οὐδὲν ἀπὸ τῶν προφητικῶν ὠφέλιμον λαβεῖν.
「それゆえ、もし諸君が、自らを高め、ラビ、ラビと呼ばれることを望む者たちの教えを軽んじ、また、預言者たち自身が諸君自身の同胞から受けたのと同じ仕打ちを諸君が受けることになるほどの気概と思慮とをもって預言の言葉に近づくのでなければ、諸君は預言の言葉から有益なものを何ひとつ得ることはまったくできないのである。」
Caput CXIII
第CXIII章Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἰησοῦν, ὡς προέφην πολλάκις, Αὐσῆν καλούμενον, ἐκεῖνον τὸν μετὰ τοῦ Χαλὲβ κατάσκοπον εἰς τὴν Χαναὰν ἐπὶ τὴν γῆν ἀποσταλέντα, Ἰησοῦν Μωσῆς ἐκάλεσε. Τοῦτο σὺ οὐ ζητεῖς δι᾿ ἣν αἰτίαν ἐποίησεν, οὐκ ἀπορεῖς, οὐδὲ φιλοπευστεῖς· τοιγαροῦν λέληθέ σε ὁ Χριστός, καὶ ἀναγινώσκων οὐ συνίης, οὐδὲ νῦν, ἀκούων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἡμῶν, συλλογίζῃ οὐκ ἀργῶς οὐδ᾿ ὡς ἔτυχεν ἐκείνῳ τεθεῖσθαι τοὔνομα.
「私が言っているのはこういうことである。先に幾度も述べたとおり、アウセスと呼ばれていた者——カレブと共に、カナンの地へ、その土地を探るために遣わされたあの者——を、モーセはイエスと名づけた。お前はこのことについて、モーセが何ゆえにそうしたのかを尋ねようとせず、途方に暮れることもなく、詮索しようともしない。それゆえ、キリストがお前には見えなくなっているのであり、お前は読んでいながら理解していないのである。今もまた、イエスが我々のキリストであると聞いていながら、あの者にその名が無為に、あるいはたまたま与えられたのではないということを、お前は推し量ろうとしない。」
Ἀλλὰ διὰ τί μὲν ἓν ἄλφα πρώτῳ προσετέθη τῷ Ἀβραὰμ ὀνόματι, θεολογεῖς, καὶ διὰ τί ἓν ῥῶ τῷ Σάρρας ὀνόματι, ὁμοίως κομπολογεῖς· διὰ τί δὲ τὸ πατρόθεν ὄνομα τῷ Αὐσῇ, τῷ υἱῷ Ναυῆ, ὅλον μετωνόμασται τῷ Ἰησοῦ, οὐ ζητεῖς ὁμοίως.
「だが、なぜアルファがひとつ、アブラハムの最初の名に加えられたのかについては、お前は神学を語り、なぜローがひとつ、サラの名に加えられたのかについても、同様に大言を語る。それなのに、なぜヌンの子アウセスが父から受けた名が、まるごとイエスへと改められたのかについては、お前は同様に尋ねようとしない。」
Ἐπεὶ δὲ οὐ μόνον μετωνομάσθη αὐτοῦ τὸ ὄνομα, ἀλλὰ καὶ διάδοχος γενόμενος Μωσέως, μόνος τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων ἐν ἡλικίᾳ τοιαύτῃ ὄντων εἰσήγαγεν εἰς τὴν ἁγίαν γῆν τόν περιλειφθέντα λαόν· καὶ ὃν τρόπον ἐκεῖνος εἰσήγαγεν εἰς τὴν ἁγίαν γῆν τὸν λαόν, οὐχὶ Μωσῆς, καὶ ὡς ἐκεῖνος ἐν κλήρῳ διένειμεν αὐτὴν τοῖς εἰσελθοῦσι μετ᾿ αὐτοῦ, οὕτως καὶ Ἰησοῦς ὁ Χριστὸς τὴν διασπορὰν τοῦ λαοῦ ἐπιστρέψει, καὶ διαμεριεῖ τὴν ἀγαθὴν γῆν ἑκάστῳ, οὐκέτι δὲ κατὰ ταὐτά.
「彼の名が改名されただけでなく、モーセの後継者となり、エジプトから出て来た者たちのうち、あの年齢にあった者としてはただひとり、生き残った民を聖なる地へと導き入れたのである。そして、彼が——モーセではなく——民を聖なる地へと導き入れ、彼と共に入った者たちにその地を籤によって分け与えたのと同じしかたで、イエス・キリストもまた、民の離散を呼び戻し、良き地を各人に分け与えるであろう。ただし、もはや同じしかたによってではない。」
Ὁ μὲν γὰρ πρόσκαιρον ἔδωκεν αὐτοῖς τὴν κληρονομίαν, ἅτε οὐ Χριστὸς ὁ θεὸς ὢν οὐδὲ υἱὸς θεοῦ, ὁ δὲ μετὰ τὴν ἁγίαν ἀνάστασιν αἰώνιον ἡμῖν τὴν κατάσχεσιν δώσει. Τὸν ἥλιον ἔστησεν ἐκεῖνος, μετονομασθεὶς πρότερον τῷ Ἰησοῦ ὀνόματι καὶ λαβὼν ἀπὸ τοῦ πνεύματος αὐτοῦ ἰσχύν. Ὅτι γὰρ Ἰησοῦς ἦν ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς ἄλλοις ἁπλῶς πατριάρχαις φανεὶς καὶ ὁμιλήσας, τῷ τοῦ πατρὸς θελήματι ὑπηρετῶν, ἀπέδειξα· ὃς καὶ ἄνθρωπος γεννηθῆναι διὰ τῆς παρθένου Μαρίας ἦλθε, καὶ ἔστιν ἀεί.
「なぜなら、彼は彼らに、一時的な相続地を与えたのであって、それは彼が神であるキリストでも神の子でもなかったからであるが、この方は、聖なる復活ののちに、永遠の所有を我々に与えるであろうからである。太陽を止めたのは、あの者であり、彼は先にイエスの名に改名され、その霊から力を受けていた。というのも、モーセにも、アブラハムにも、そのほかすべての族長たちにも現れて語り合ったのはイエスであり、父の意志に仕える者としてそうしたのだ、ということを、私はすでに証明したからである。この方こそ、処女マリアを通して人間として生まれるためにも来られ、そしていつまでも存在し続ける方である。」
Οὗτος γάρ ἐστιν ἀφ᾿ οὗ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ δι᾿ οὗ ὁ πατὴρ μέλλει καινουργεῖν, οὗτός ἐστιν ὁ ἐν Ἱερουσαλὴμ αἰώνιον φῶς λάμπειν μέλλων, οὗτός ἐστιν ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ βασιλεὺς Σαλὴμ καὶ αἰώνιος ἱερεὺς ὑψίστου ὑπάρχων.
「この方こそ、父がこの方から、またこの方を通して、天と地とを新しくしようとしておられる、その方であり、この方こそ、エルサレムにおいて永遠の光として輝くことになる方であり、この方こそ、メルキゼデクの位に従う、サレムの王にして至高者の永遠の祭司である方なのである。」
Ἐκεῖνος λέγεται δευτέραν περιτομὴν μαχαίραις πετρίναις τὸν λαὸν περιτετμηκέναι, ὅπερ κήρυγμα ἦν τῆς περιτομῆς ταύτης ἧς περιέτεμεν ἡμᾶς αὐτὸς Ἰησοῦς Χριστὸς ἀπὸ τῶν λίθων καὶ τῶν ἄλλων εἰδώλων, καὶ θημωνιὰς ποιήσας τῶν ἀπὸ ἀκροβυστίας, τουτέστιν ἀπὸ τῆς πλάνης τοῦ κόσμου, ἐν παντὶ τόπῳ περιτμηθέντων πετρίναις μαχαίραις, τοῖς Ἰησοῦ τοῦ κυρίου ἡμῶν λόγοις. Ὅτι γὰρ λίθος καὶ πέτρα ἐν παραβολαῖς ὁ Χριστὸς διὰ τῶν προφητῶν ἐκηρύσσετο, ἀποδέδεικταί μοι.
「かの者は、石の刃をもって民に第二の割礼を施したと言われているが、これは、イエス・キリストご自身が我々に施されたあの割礼——石や、その他の偶像から我々を割礼した割礼——の予告であった。すなわち、あらゆる場所で無割礼の状態から、言い換えれば世の迷いから、石の刃、すなわち我々の主イエスの言葉によって割礼された者たちの積み重なりを、キリストが築かれたのである。キリストが、たとえにおいて石また岩として、預言者たちを通して告げ知らされていたことは、私がすでに証明したとおりである。」
Καὶ τὰς μαχαίρας οὖν τὰς πετρίνας τοὺς λόγους αὐτοῦ ἀκουσόμεθα, δι᾿ ὧν ἀπὸ τῆς ἀκροβυστίας οἱ πλανώμενοι τοσοῦτοι καρδίας περιτομὴν περιετμήθησαν, ἣν περιτμηθῆναι καὶ τοὺς ἔχοντας τὴν ἀπὸ τοῦ Ἀβραὰμ ἀρχὴν λαβοῦσαν περιτομὴν ὁ θεὸς διὰ τοῦ Ἰησοῦ προὔτρεπεν ἔκτοτε, καὶ τοὺς εἰσελθόντας εἰς τὴν γῆν ἐκείνην τὴν ἁγίαν δευτέραν περιτομὴν πετρίναις μαχαίραις εἰπὼν τὸν Ἰησοῦν περιτετμηκέναι αὐτούς.
「それゆえ、我々は、石の刃とは彼の言葉のことであると理解しよう。それによって、無割礼のうちに迷っていたあれほど多くの者たちが、心の割礼を施されたのであり、その割礼を、アブラハムに始まりを持つあの割礼を受けている者たちにも施すようにと、神はそのときからイエスを通して勧めておられたのである。そして、あの聖なる地に入った者たちについては、イエスが彼らに石の刃で第二の割礼を施した、と語ることによって示していたのである。」
Caput CXIV
第CXIV章Ἔσθ᾿ ὅτε γὰρ τὸ ἅγιον πνεῦμα καὶ ἐναργῶς πράττεσθαί τι, ὃ τύπος τοῦ μέλλοντος γίνεσθαι ἦν, ἐποίει, ἔσθ᾿ ὅτε δὲ καὶ λόγους ἐφθέγξατο περὶ τῶν ἀποβαίνειν μελλόντων, φθεγγόμενον αὐτοὺς ὡς τότε γινομένων ἢ καὶ γεγενημένων· ἣν τέχνην ἐὰν μὴ εἰδῶσιν οἱ ἐντυγχάνοντες, οὐδὲ παρακολουθῆσαι τοῖς τῶν προφητῶν λόγοις, ὡς δεῖ, δυνήσονται. Παραδείγματος δὲ χάριν λόγους τινὰς προφητικοὺς εἴποιμ᾿ ἄν, ὅπως παρακολουθήσητε τῷ λεγομένῳ.
「聖なる霊は、あるときには、これから起こることの予型であるようなことを、はっきりと行わせもし、またあるときには、これから結果として起こることについて言葉を発しもしたが、その際、あたかもそれが当時起こりつつあるか、あるいはすでに起こったことであるかのように語ったのである。読む者たちがこの技法を知らなければ、預言者たちの言葉に、然るべきしかたでついていくことすらできないであろう。そこで例として、いくつかの預言の言葉を挙げよう。諸君が語られていることについていけるようにするためである。」
Ὅταν λέγῃ διὰ Ἡσαΐου· Αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος, ὡς ἤδη τοῦ πάθους γενομένου λέγει. Καὶ ὅταν πάλιν λέγῃ· Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ὡς ἤδη γεγενημένων πραγμάτων ἐξαγγελίαν οἱ λόγοι σημαίνοντες λελεγμένοι εἰσί. Καὶ γὰρ ἐν παραβολῇ λίθον πολλαχοῦ καλεῖν ἀπέδειξα τὸν Χριστὸν καὶ ἐν τροπολογίᾳ Ἰακὼβ καὶ Ἰσραήλ.
「イザヤを通して、『彼は羊のように屠り場に引かれて行き、毛を刈る者の前の子羊のように』と言われるとき、それはすでに受難が起こったかのように語っているのである。また再び、『私は、不従順で反抗する民に向かって、私の両手を広げた』と言われるとき、また『主よ、誰が我々の聞いたことを信じたか』と言われるときも、これらの言葉は、すでに起こった事柄の告知を示すものとして語られているのである。実に、私は、キリストがたとえにおいてしばしば石と呼ばれ、比喩においてヤコブおよびイスラエルと呼ばれていることを、すでに証明した。」
Καὶ πάλιν ὅταν λέγῃ· Ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, ἐὰν μὴ ἀκούω τοῦ λόγου αὐτοῦ τὴν ἐργασίαν, οὐ συνετῶς ἀκούσομαι, ὥσπερ ὑμῶν οἱ διδάσκαλοι ἀξιοῦσιν, οἰόμενοι χεῖρας καὶ πόδας καὶ δακτύλους καὶ ψυχὴν ἔχειν ὡς σύνθετον ζῶον τὸν πατέρα τῶν ὅλων καὶ ἀγέννητον θεόν, οἵτινες καὶ διὰ τοῦτο ὦφθαι τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ αὐτὸν τὸν πατέρα διδάσκουσι.
「また再び、『私はもろもろの天を見るであろう、汝の指の業を』と言われるとき、もし私が、そのロゴスの働きを聞き取らないならば、私は思慮ある聞き方をせず、諸君の教師たちが良しとするとおりに聞くことになるであろう。彼らは、万物の父にして生まれざる神が、あたかも複合的な生き物であるかのように、手や足や指や魂を持つと考えており、それゆえに、父御自身がアブラハムやヤコブに現れたのだと教えているのである。」
Μακάριοι οὖν ἡμεῖς οἱ περιτμηθέντες πετρίναις μαχαίραις τὴν δευτέραν περιτομήν. Ὑμῶν μὲν γὰρ ἡ πρώτη διὰ σιδήρου γέγονε καὶ γίνεται· σκληροκάρδιοι γὰρ μένετε· ἡμῶν δὲ ἡ περιτομή, ἥτις δευτέρα ἀριθμῷ, μετὰ τὴν ὑμετέραν φανερωθεῖσα, διὰ λίθων ἀκροτόμων, τουτέστι διὰ τῶν λόγων τῶν διὰ τῶν ἀποστόλων τοῦ ἀκρογωνιαίου λίθου καὶ τοῦ ἄνευ χειρῶν τμηθέντος, περιτέμνει ἡμᾶς ἀπὸ τε εἰδωλολατρείας καὶ πάσης ἁπλῶς κακίας· ὧν αἱ καρδίαι οὕτως περιτετμημέναι εἰσὶν ἀπὸ τῆς πονηρίας, ὡς καὶ χαίρειν ἀποθνήσκοντας διὰ τὸ ὄνομα τὸ τῆς καλῆς πέτρας, καὶ ζῶν ὕδωρ ταῖς καρδίαις τῶν δι᾿ αὐτοῦ ἀγαπησάντων τὸν πατέρα τῶν ὅλων βρυούσης, καὶ ποτιζούσης τοὺς βουλομένους τὸ τῆς ζωῆς ὕδωρ πιεῖν.
「それゆえ、石の刃によって第二の割礼を施された我々は幸いである。というのも、諸君の最初の割礼は鉄によってなされ、いまもなされているが、諸君は心の頑ななままだからである。だが我々の割礼は、数において第二であり、諸君の割礼ののちに現れたものであって、鋭く切り立った石、すなわち、使徒たちを通して語られた、あの隅の石にして手によらずして切り出された石の言葉によって、我々を偶像礼拝からも、およそあらゆる悪からも割礼するのである。我々の心は、悪から、まさにそのように割礼されており、それゆえ、あの良き岩の名のゆえに死ぬことをも喜ぶのである。またその岩は、彼を通して万物の父を愛した者たちの心に生ける水を湧き出させ、命の水を飲もうと望む者たちに飲ませているのである。」
Ἀλλὰ ταῦτα μὲν οὐ νοεῖτε λέγοντος· ἃ γὰρ ποιῆσαι τὸν Χριστὸν πεπροφήτευται οὐ νενοήκατε, οὐδὲ ἡμῖν προσάγουσιν ὑμᾶς τοῖς γεγραμμένοις πιστεύετε. Ἱερεμίας μὲν γὰρ οὕτω βοᾷ· Οὐαὶ ὑμῖν, ὅτι ἐγκατελίπετε πηγὴν ζῶσαν καὶ ὠρύξατε ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συνέχειν ὕδωρ. Μὴ ἔρημον ᾖ οὗ ἐστι τὸ ὄρος Σιών; ὅτι Ἱερουσαλὴμ βιβλίον ἀποστασίου ἔδωκα ἔμπροσθεν ὑμῶν.
「しかし諸君は、私がこう語っても、これらのことを理解しない。というのも、キリストが行うと預言されていることを、諸君は理解しておらず、我々のもとへと諸君を導く書かれた言葉をも、諸君は信じないからである。エレミヤはこう叫んでいる。『災いだ、汝らよ、汝らは生ける泉を捨て去り、水を蓄えることのできない、砕けた水溜めを自分たちのために掘った。シオンの山のあるところが荒れ果てているのではないか。私がエルサレムに離縁状を、汝らの前で渡したからである。』」
Caput CXV
第CXV章Ἀλλὰ Ζαχαρίᾳ, ἐν παραβολῇ δεικνύντι τὸ μυστήριον τοῦ Χριστοῦ καὶ ἀποκεκρυμμένως κηρύσσοντι, πιστεῦσαι ὀφείλετε. Ἔστι δὲ τὰ λεγόμενα ταῦτα· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. Καὶ προστεθήσονται ἔθνη πολλὰ πρὸς κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονταί μοι εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσονται ὅτι κύριος τῶν δυνάμεων ἀπέσταλκέ με πρός σε.
「だが、ゼカリヤが、たとえによってキリストの奥義を示し、隠されたしかたで告げ知らせているとき、諸君は彼を信じねばならない。語られていることはこうである。『喜べ、喜び躍れ、シオンの娘よ。見よ、私は来て、汝の中に住まうからである、と主は言われる。そして、その日には多くの諸国民が主のもとに加わり、私の民となるであろう。そして私は汝の中に住まい、万軍の主が私を汝のもとに遣わされたことを、彼らは知るであろう。』」
Καὶ κατακληρονομήσει κύριος τὸν Ἰούδαν καὶ τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ ἐκλέξεται ἔτι τὴν Ἱερουσαλήμ. Εὐλαβείσθω πᾶσα σάρξ ἀπὸ προσώπου κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. Καὶ ἔδειξέ μοι Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου· καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐχὶ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
「『そして主はユダとその分け前とを聖なる地の上に相続として得、なおもエルサレムを選ぶであろう。すべての肉なる者は主の御前を畏れよ。主はその聖なる雲の中から立ち上がられたからである。そして彼は私に、大祭司イエスが主の御使いの前に立っているのを示した。そして悪魔は、彼に敵対するために、彼の右に立っていた。そして主は悪魔に向かって言われた。「エルサレムを選ばれた主が、汝を叱責されるように。見よ、これは火から引き出された燃えさしではないか。」』」
Μέλλοντί τε τῷ Τρύφωνι ἀποκρίνεσθαι καὶ ἀντιλέγειν μοι ἔφην· Πρῶτον ἀνάμεινον καὶ ἄκουσον ἃ λέγω. Οὐ γὰρ ἣν ὑπολαμβάνεις ἐξήγησιν ποιεῖσθαι μέλλω, ὡς μὴ γεγενημένου ἱερέως τινὸς Ἰησοῦ ὀνόματι ἐν τῇ Βαβυλωνίᾳ γῇ, ὅπου αἰχμάλωτος ὁ λαὸς ὑμῶν. Ὅπερ εἰ καὶ ἐποίουν, ἀπέδειξα ὅτι ἦν μὲν Ἰησοῦς ἱερεὺς ἐν τῷ γένει ὑμῶν· τοῦτον δὲ αὐτὸν οὐκ ἐν τῇ ἀποκαλύψει αὐτοῦ ἑωράκει ὁ προφήτης, ὥσπερ οὐδὲ τὸν διάβολον καὶ τὸν τοῦ κυρίου ἄγγελον οὐκ αὐτοψίᾳ, ἐν καταστάσει ὤν, ἑωράκει, ἀλλ᾿ ἐν ἐκστάσει, ἀποκαλύψεως αὐτῷ γεγενημένης.
トリュフォンが答え、私に反論しようとしていたので、私は言った。「まず待って、私が言うことを聞いてほしい。私がこれからしようとしている解釈は、お前が思っているようなものではない。すなわち、諸君の民が捕囚となっていたバビロンの地に、イエスという名の祭司が実際にはいなかった、というような解釈ではない。もし私がそのような解釈をしていたとしても、私は、イエスが諸君の族のうちに祭司として実際にいたことを、すでに証明している。だが、この者自身を、預言者は彼の啓示において見たのではない。悪魔と主の御使いとを、彼が正気の状態にあって肉眼で見たのでないのと同じである。そうではなく、脱魂の状態において、彼に啓示が与えられたのである。」
Νῦν δὲ λέγω ὅτι, ὅνπερ τρόπον διὰ τοῦ Ἰησοῦ ὀνόματος τῷ Ναυῆ υἱῷ καὶ δυνάμεις καὶ πράξεις τινὰς προκηρυσσούσας τὰ ὑπὸ τοῦ ἡμετέρου κυρίου μέλλοντα γίνεσθαι πεποιηκέναι ἔφη, οὕτω καὶ τὴν ἐπὶ τοῦ ἐν Βαβυλῶνι Ἰησοῦ ἱερέως γενομένου ἐν τῷ λαῷ ὑμῶν ἀποκάλυψιν ἔρχομαι νῦν ἀποδεῖξαι προκήρυξιν εἶναι τῶν ὑπὸ τοῦ ἡμετέρου ἱερέως καὶ θεοῦ καὶ Χριστοῦ, υἱοῦ τοῦ πατρὸς τῶν ὅλων, γίνεσθαι μελλόντων.
「今、私が言っているのはこうである。ちょうど、イエスの名によって、ヌンの子に、我々の主によってこれから起こることを予告するもろもろの力と行いとをなさしめた、と言われているのと同じしかたで、バビロンにいて諸君の民のうちで祭司となったイエスに関する、あの啓示もまた、我々の祭司にして神にしてキリストである方、万物の父の子によってこれから起こることの予告であることを、私は今から証明しようとしているのである。」
Ἤδη μέντοι ἐθαύμαζον, ἔφην, διὰ τί καὶ πρὸ μικροῦ ἡσυχίαν ἠγάγετέ ἐμοῦ λέγοντος, ἢ πῶς οὐκ ἐπελάβεσθέ μου εἰπόντος ὅτι ὁ τοῦ Ναυῆ υἱὸς τῶν ἐξελθόντων ἀπ᾿ Αἰγύπτου ὁμηλίκων μόνος εἰσῆλθεν εἰς τὴν ἁγίαν γῆν καὶ οἱ γεγραμμένοι ἀφήλικες τῆς γενεᾶς ἐκείνης. Ὥσπερ γὰρ αἱ μυῖαι ἐπὶ τὰ ἕλκη προστρέχετε καὶ ἐφίπτασθε.
「実を言えば」と私は言った、「私はすでに、少し前に、私が語っていたときに諸君がなぜ黙っていたのか、あるいは、ヌンの子が、エジプトから出た同年輩の者たちのうち、彼だけがあの世代のうちで記された年少者たちと共に聖なる地に入ったと私が述べたときに、なぜ諸君は私の言葉尻を捉えなかったのか、不思議に思っていた。というのも、諸君は、蝿が傷口に群がるように、走り寄っては飛びかかるからである。」
Κἂν γὰρ μυρία τις εἴπῃ καλῶς, ἕν δὲ μικρὸν ὁτιοῦν εἴη μὴ εὐάρεστον ὑμῖν ἢ μὴ νοούμενον ἢ μὴ πρὸς τὸ ἀκριβές, τῶν μὲν πολλῶν καλῶν οὐ πεφροντίκατε, τοῦ δὲ μικροῦ ῥηματίου ἐπιλαμβάνεσθε καὶ κατασκευάζειν αὐτὸ ὡς ἀσέβημα καὶ ἀδίκημα σπουδάζετε, ἵνα τῇ αὐτῇ ὁμοίᾳ κρίσει ὑπὸ τοῦ θεοῦ κρινόμενοι πολὺ μᾶλλον ὑπὲρ τῶν μεγάλων τολμημάτων, εἴτε κακῶν πράξεων εἴτε φαύλων ἐξηγήσεων, ἅς παραποιοῦντες ἐξηγεῖσθε, λόγον δώσετε. Ὃ γὰρ κρίμα κρίνετε, δίκαιόν ἐστιν ὑμᾶς κριθῆναι.
「なぜなら、たとえ誰かが幾千ものことをよく語ったとしても、そのうちのごく些細な一つでも諸君の気に入らなかったり、理解されなかったり、厳密でなかったりすれば、諸君は多くの良きことには目もくれず、その些細な一言にとりすがり、それを不敬虔で不正な行いに仕立てようと躍起になるからである。それは、諸君がまさに同じ裁きによって神に裁かれるとき、悪しき行いにせよ、諸君が歪めて解き明かす拙劣な解釈にせよ、より重大な数々の企てについて、なおいっそう釈明をしなければならなくなるためである。というのも、諸君が下すその裁きによって、諸君自身が裁かれるのが正しいからである。」
Caput CXVI
第CXVI章Ἀλλ᾿ ἵνα τὸν λόγον τὸν περὶ τῆς ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου ἀποδιδῶ ὑμῖν, ἀναλαμβάνω τὸν λόγον καί φημι κἀκείνην τὴν ἀποκάλυψιν εἰς ἡμᾶς τοὺς ἐπὶ τὸν Χριστὸν ἀρχιερέα τοῦτον τὸν σταυρωθέντα πιστεύοντας γεγενῆσθαι· οἵτινες, ἐν πορνείαις καὶ ἁπλῶς πάσῃ ῥυπαρᾷ πράξει ὑπάρχοντες, διὰ τῆς παρὰ τοῦ ἡμετέρου Ἰησοῦ κατὰ τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ χάριτος τὰ ῥυπαρὰ πάντα, ἅ ἠμφιέσμεθα, κακὰ ἀπεδυσάμεθα, οἷς ὁ διάβολος ἐφέστηκεν ἀεὶ ἀντικείμενος, καὶ πρὸς ἑαυτὸν ἕλκειν πάντας βουλόμενος, καὶ ὁ ἄγγελος τοῦ θεοῦ, τουτέστιν ἡ δύναμις τοῦ θεοῦ ἡ πεμφθεῖσα ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ, ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀφ᾿ ἡμῶν.
「しかし、聖なるイエス・キリストの啓示についての論を諸君に果たすために、私はこの論を再び取り上げて言う。あの啓示もまた、この十字架につけられた大祭司キリストを信じる我々のうちに起こったのだ、と。我々は、淫行のうちに、またおよそあらゆる汚れた行いのうちにありながら、我々のイエスからその父の御心に従って与えられる恵みによって、我々がまとっていたあらゆる汚れた悪を脱ぎ捨てたのである。悪魔は常にそれらの上に立ち、敵対しながら、すべての者を自分のもとへ引き寄せようと望んでいるが、神の御使い、すなわちイエス・キリストを通して我々に遣わされた神の力が、彼を叱責し、彼は我々から離れ去るのである。」
Καὶ ὥσπερ ἀπὸ πυρὸς ἐξεσπασμένοι ἐσμέν, ἀπὸ μὲν τῶν ἁμαρτιῶν τῶν προτέρων καθαρισθέντες, ἀπὸ δὲ τῆς θλίψεως καὶ τῆς πυρώσεως, ἣν πυροῦσιν ἡμᾶς ὃ τε διάβολος καὶ οἱ αὐτοῦ ὑπηρέται πάντες, ἐξ ὧν καὶ πάλιν ἀποσπᾷ ἡμᾶς Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ· ἐνδῦσαι ἡμᾶς τὰ ἡτοιμασμένα ἐνδύματα, ἐὰν πράξωμεν αὐτοῦ τὰς ἐντολάς, ὑπέσχετο, καὶ αἰώνιον βασιλείαν προνοῆσαι ἐπήγγελται.
「そして我々は、あたかも火から引き出されたかのようである。すなわち、以前の罪から清められ、また、悪魔とそのすべての僕たちが我々を焼く苦難と焼き尽くしとからも、清められたのである。この苦難と焼き尽くしからも、神の子イエスは我々を再び引き離してくださる。彼は、もし我々が彼の戒めを行うならば、用意された衣を我々に着せることを約束し、また、永遠の王国を備えることを誓われた。」
Ὃν γὰρ τρόπον Ἰησοῦς ἐκεῖνος, ὁ λεγόμενος ὑπὸ τοῦ προφήτου ἱερεύς, ῥυπαρὰ ἱμάτια ἐφάνη φορῶν διὰ τὸ γυναῖκα πόρνην λελέχθαι εἰληφέναι αὐτόν, καὶ δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς ἐκλήθη διὰ τὸ ἄφεσιν ἁμαρτιῶν εἰληφέναι, ἐπιτιμηθέντος καὶ τοῦ ἀντικειμένου αὐτῷ διαβόλου, οὕτως ἡμεῖς, οἱ διὰ τοῦ Ἰησου ὀνόματος ὡς εἷς ἄνθρωπος πιστεύσαντες εἰς τὸν ποιητὴν τῶν ὅλων θεόν, διὰ τοῦ ὀνόματος τοῦ πρωτοτόκου αὐτοῦ υἱοῦ τὰ ῥυπαρὰ ἱμάτια, τουτέστι τὰς ἁμαρτίας, ἀπημφιεσμένοι, πυρωθέντες διὰ τοῦ λόγου τῆς κλήσεως αὐτοῦ, ἀρχιερατικὸν τὸ ἀληθινὸν γένος ἐσμὲν τοῦ θεοῦ, ὡς καὶ αὐτὸς ὁ θεὸς μαρτυρεῖ, εἰπὼν ὅτι ἐν παντὶ τόπῳ ἐν τοῖς ἔθνεσι θυσίας εὐαρέστους αὐτῷ καὶ καθαρὰς προσφέροντες. Οὐ δέχεται δὲ παρ᾿ οὐδενὸς θυσίας ὁ θεός, εἰ μὴ διὰ τῶν ἱερέων αὐτοῦ.
「なぜなら、あのイエス、預言者によって祭司と呼ばれている者が、娼婦であった女を娶ったと言われたために汚れた衣を身にまとっているように見え、罪の赦しを受けたために、また、彼に敵対していた悪魔が叱責されたために、火から引き出された燃えさしと呼ばれたのと同じしかたで、我々もまた、イエスの名によって、ひとりの人として万物の造り主なる神を信じ、その初子である御子の名によって、汚れた衣、すなわち罪を脱ぎ捨てられ、彼の召しの言葉によって火をもって清められて、神の真の大祭司の族となっているのである。神ご自身もこう証しされているとおりである。すなわち、あらゆる場所で、諸国民のうちで、彼に喜ばれる清い供犠を献げている、と。しかし神は、その祭司たちを通してでなければ、誰からも供犠を受け入れられない。」
Caput CXVII
第CXVII章Πάσας οὖν διὰ τοῦ ὀνόματος τούτου θυσίας, ἅς παρέδωκεν Ἰησοῦς ὁ Χριστὸς γίνεσθαι, τουτέστιν ἐπὶ τῇ εὐχαριστίᾳ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου, τὰς ἐν παντὶ τόπῳ τῆς γῆς γινομένας ὑπὸ τῶν χριστιανῶν, προλαβὼν ὁ θεὸς μαρτυρεῖ εὐαρέστους ὑπάρχειν αὐτῷ· τὰς δὲ ὑφ᾿ ὑμῶν καὶ δι᾿ ἐκείνων ὑμῶν τῶν ἱερέων γινομένας ἀπαναίνεται, λέγων· Καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται, λέγει, ἐν τοῖς ἔθνεσιν, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.
「それゆえ、この名によるすべての供犠、すなわちイエス・キリストが行うようにと伝えた供犠——パンと杯のエウカリスティア(感謝)における供犠であり、地上のあらゆる場所でキリスト教徒たちによって行われているもの——について、神はあらかじめ、それがご自分に喜ばれるものであることを証しされている。だが、諸君によって、また諸君のあの祭司たちを通してなされる供犠については、神は拒まれる。こう言われているとおりである。『そして私は、汝らの供犠を汝らの手から受け入れない。日の出るところから日の入るところまで、私の名は諸国民のうちにあがめられているからだ、と主は言われる。しかし汝らはそれを汚している。』」
Καὶ μέχρι νῦν φιλονεικοῦντες λέγετε ὅτι τὰς μὲν ἐν Ἱερουσαλὴμ ἐπὶ τῶν ἐκεῖ τότε οἰκούντων Ἰσραηλιτῶν καλουμένων θυσίας οὐ προσδέχεται ὁ θεός, τὰς δὲ διὰ τῶν ἐν τῇ διασπορᾷ τότε δὴ ὄντων ἀπὸ τοῦ γένους ἐκείνου ἀνθρώπων εὐχὰς προσίεσθαι αὐτὸν εἰρηκέναι, καὶ τὰς εὐχὰς αὐτῶν θυσίας καλεῖν. Ὅτι μὲν οὖν καὶ εὐχαὶ καὶ εὐχαριστίαι, ὑπὸ τῶν ἀξίων γινόμεναι, τέλειαι μόναι καὶ εὐάρεστοί εἰσι τῷ θεῷ θυσίαι, καὶ αὐτός φημι.
「そして今に至るまで、諸君は論争して、エルサレムで、当時そこに住んでいた、イスラエル人と呼ばれる者たちによる供犠は神が受け入れられなかったが、その当時、あの族から離散のうちにあった人々による祈りは、神が受け入れると言われたのであり、その祈りを供犠と呼んだのだ、と言っている。祈りと感謝とが、それにふさわしい者たちによってなされるとき、それのみが完全であり神に喜ばれる供犠であるということは、私自身も言うところである。」
Ταῦτα γὰρ μόνα καὶ Χριστιανοὶ παρέλαβον ποιεῖν, καὶ ἐπ᾿ ἀναμνήσει δὲ τῆς τροφῆς αὐτῶν ξηρᾶς τε καὶ ὑγρᾶς, ἐν ᾗ καὶ τοῦ πάθους, ὃ πέπονθε δι᾿ αὐτοὺς ὁ υἱὸς τοῦ θεοῦ, μέμνηνται· οὗ τὸ ὄνομα βεβηλωθῆναι κατὰ πᾶσαν τὴν γῆν καὶ βλασφημεῖσθαι οἱ ἀρχιερεῖς τοῦ λαοῦ ὑμῶν καὶ διδάσκαλοι εἰργάσαντο, ἃ ῥυπαρὰ καὶ αὐτὰ ἐνδύματα, περιτεθέντα ὑφ᾿ ὑμῶν πᾶσι τοῖς ἀπὸ τοῦ ὀνόματος τοῦ Ἰησοῦ γενομένοις Χριστιανοῖς, δείξει αἰρόμενα ἀφ᾿ ἡμῶν ὁ θεός, ὅταν πάντας ἀναστήσῃ, καὶ τοὺς μὲν ἐν αἰωνίῳ καὶ ἀλύτῳ βασιλείᾳ ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀλύπους καταστήσῃ, τοὺς δὲ εἰς κόλασιν αἰώνιον πυρὸς παραπέμψῃ.
「実に、これのみをキリスト教徒たちも行うようにと受け継いだのであり、その乾いたものと湿ったものとからなる食事において、彼らのために神の子が受けた受難をも記念しているのである。この方の名が、地の全土にわたって汚され、冒瀆されるように仕向けたのは、諸君の民の大祭司たちと教師たちであり、この汚れた衣、それ自体もまた諸君によって、イエスの名からキリスト教徒となったすべての者に着せられたその衣を、神はやがてすべての者を甦らせるときに、我々から取り除かれるさまを示されるであろう。そして、ある者たちは永遠にして解かれることのない王国において、朽ちることなく、死ぬことなく、悲しみのない者としてお立てになり、他方の者たちを永遠の火の懲罰へと送られるであろう。」
Ὅτι δὲ ἑαυτοὺς πλανᾶτε καὶ ὑμεῖς καὶ οἱ διδάσκαλοι ὑμῶν, ἐξηγούμενοι ὅτι περὶ τῶν ἀπὸ τοῦ γένους ὑμῶν ἐν τῇ διασπορᾷ ὄντων ἔλεγεν ὁ λόγος, ὅτι τὰς εὐχὰς αὐτῶν καὶ θυσίας καθαρὰς καὶ εὐαρέστους ἐν παντὶ τόπῳ γενομένας ἔλεγεν, ἐπίγνωτε ὅτι ψεύδεσθε καὶ ἑαυτοὺς κατὰ πάντα ἀπατᾶν πειρᾶσθε, ὅτι πρῶτον μὲν οὐδὲ νῦν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν ἐστιν ὑμῶν τὸ γένος, ἀλλ᾿ ἔστι τὰ ἔθνη ἐν οἷς οὐδέπω οὐδεὶς ὑμῶν τοῦ γένους ᾤκησεν.
「だが、諸君も諸君の教師たちも、自らを欺いている。すなわち、その言葉は、離散のうちにあった諸君の族の者たちについて語られたものであり、彼らの祈りと供犠とがあらゆる場所で清く神に喜ばれるものとなったと言われたのだ、と解釈することによってである。諸君は自らが偽っており、あらゆる点で自分自身を欺こうとしていることを、知らねばならない。というのも、まず第一に、日の出るところから日の入るところまで、今もなお諸君の族が住んでいるわけではなく、諸君の族の誰ひとりまだ住んだことのない諸国民が存在するからである。」
Οὐδὲ ἓν γὰρ ὅλως ἐστί τι γένος ἀνθρώπων, εἴτε βαρβάρων εἴτε Ἑλλήνων εἴτε ἁπλῶς ᾡτινιοῦν ὀνόματι προσαγορευομένων, ἢ ἁμαξοβίων ἢ ἀοίκων καλουμένων ἢ ἐν σκηναῖς κτηνοτρόφων οἰκούντων, ἐν οἷς μὴ διὰ τοῦ ὀνόματος τοῦ σταυρωθέντος Ἰησοῦ εὐχαὶ καὶ εὐχαριστίαι τῷ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γίνωνται. Εἶτα δὲ ὅτι κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, ὅτε ὁ προφήτης Μαλαχίας τοῦτο ἔλεγεν, οὐδέπω ἡ διασπορὰ ὑμῶν ἐν πάσῃ τῇ γῇ, ἐν ὅσῃ νῦν γεγόνατε, ἐγεγένητο, ὡς καὶ ἀπὸ τῶν γραφῶν ἀποδείκνυται.
「なぜなら、人間のいかなる族も、それがどのような名で呼ばれていようと、蛮族であれギリシア人であれ、あるいは荷車暮らしの者と呼ばれる者であれ、家を持たぬ者と呼ばれる者であれ、天幕に住む牧畜の民であれ、まったくひとつとして、十字架につけられたイエスの名によって、万物の父にして造り主に向かって祈りと感謝とが献げられていない族はないからである。さらにまた、預言者マラキがこのことを語ったその当時には、諸君の離散は、今、諸君がそうなっているような全地にわたっては、まだ起こっていなかった。それは聖書からも証明される。」
Caput CXVIII
第CXVIII章Ὥστε μᾶλλον παυσάμενοι τοῦ φιλεριστεῖν μετανοήσατε πρὶν ἐλθεῖν τὴν μεγάλην ἡμέραν τῆς κρίσεως, ἐν ᾗ κόπτεσθαι μέλλουσι πάντες οἱ ἀπὸ τῶν φυλῶν ὑμῶν ἐκκεντήσαντες τοῦτον τὸν Χριστόν, ὡς ἀπὸ γραφῆς ἀπέδειξα προειρημένον. Καὶ ὅτι ὤμοσε κύριος κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τί τὸ προειρημένον ἐστίν, ἐξηγησάμην. Καὶ ὅτι περὶ τοῦ θάπτεσθαι μέλλοντος καὶ ἀνίστασθαι Χριστοῦ ἦν ἡ προφητεία τοῦ Ἡσαΐου, φήσαντος· Ἡ ταφὴ αὐτοῦ ᾔρται ἐκ τοῦ μέσου, προεῖπον. Καὶ ὅτι κριτὴς ζώντων καὶ νεκρῶν ἁπάντων αὐτὸς οὗτος ὁ Χριστός, εἶπον ἐν πολλοῖς.
「それゆえ、むしろ争いを好むことをやめて、悔い改めよ、あの大いなる裁きの日が来る前に。その日には、諸君の部族から出て、このキリストを突き刺したすべての者たちが、胸を打って嘆くことになるであろう。私はこれを、あらかじめ語られていたこととして、聖書から証明した。また、主が『メルキゼデクの位に従って』と誓われたこと、そして、あらかじめ語られていたこととは何であるかを、私は解き明かした。そして、葬られ、そして甦ることになるキリストについての預言が、イザヤの『彼の葬りはその只中から取り去られた』という言葉であったことを、私は先に述べた。そして、生ける者と死せる者とのすべての裁き主が、このキリストご自身であることを、私は幾度も述べた。」
Καὶ Νάθαν δὲ ὁμοίως περὶ τούτου λέγων πρὸς Δαυῒδ οὕτως ἐπήνεγκεν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἐποίησα ἀπὸ τῶν ἔμπροσθεν αὐτοῦ· καὶ στήσω αὐτὸν ἐν τῷ οἴκῳ μου καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος. Καὶ τὸν ἡγούμενον δὲ ἐν τῷ οἴκῳ οὐκ ἄλλον Ἰεζεκιὴλ λέγει ἢ τοῦτον αὐτόν. Οὗτος γὰρ ἐξαίρετος ἱερεὺς καὶ αἰώνιος βασιλεύς, ὁ Χριστός, ὡς υἱὸς θεοῦ· οὗ ἐν τῇ πάλιν παρουσίᾳ μὴ δόξητε λέγειν Ἡσαΐαν ἢ τοὺς ἄλλους προφήτας θυσίας ἀφ᾿ αἱμάτων ἢ σπονδῶν ἐπὶ τὸ θυσιαστήριον ἀναφέρεσθαι, ἀλλὰ ἀληθινοὺς καὶ πνευματικοὺς αἴνους καὶ εὐχαριστίας.
「そしてナタンもまた、これと同じことについて、ダビデに向かってこう言い添えた。『私は彼にとって父となり、彼は私にとって子となるであろう。そして私の憐れみを、彼より先の者たちから取り去ったようには、彼から取り去りはしない。そして私は、彼を私の家に、また彼の王国に、世々限りなく立てるであろう。』そして、家における指導者について、エゼキエルもこの方以外の誰かのことを語ってはいない。この方こそ、卓越した祭司にして永遠の王、神の子としてのキリストだからである。この方の再びの来臨において、イザヤやほかの預言者たちが、血や献酒からなる供犠が祭壇の上に献げられると語っていると、諸君は思ってはならない。そうではなく、真にして霊的な賛美と感謝のことを語っているのである。」
Καὶ οὐ μάτην ἡμεῖς εἰς τοῦτον πεπιστεύκαμεν, οὐδ᾿ ἐπλανήθημεν ὑπὸ τῶν οὕτως διδαξάντων, ἀλλὰ καὶ θαυμαστῇ προνοίᾳ θεοῦ τοῦτο γέγονεν, ἵνα ἡμεῖς ὑμῶν, τῶν νομιζομένων οὐκ ὄντων δὲ οὔτε φιλοθέων οὔτε συνετῶν, συνετώτεροι καὶ θεοσεβέστεροι εὑρεθῶμεν διὰ τῆς κλήσεως τῆς καινῆς καὶ αἰωνίου διαθήκης, τουτέστι τοῦ Χριστοῦ.
「そして、我々がこの方を信じたのは無駄ではなく、我々はこのように教えた者たちによって惑わされたのでもない。むしろ、神の驚くべき摂理によってこのことが起こったのである。それは、我々が、神を愛する者とも思慮ある者とも思われながら実はそうではない諸君よりも、新しくして永遠の契約、すなわちキリストへの召しを通して、より思慮深く、より敬神なる者として見いだされるためであった。」
Τοῦτο θαυμάζων Ἡσαίας ἔφη· Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Καὶ ταῦτα λέγων, ἔφην, ὦ Τρύφων, ὡς ἐγχωρεῖ, διὰ τοὺς σήμερον σὺν σοὶ ἀφιγμένους ταὐτὰ λέγειν πειρῶμαι, βραχέως μέντοι καὶ περικεκομμένως.
「このことに驚嘆して、イザヤはこう言った。『そして王たちはその口を閉ざすであろう。彼について告げられなかった者たちが見、聞かなかった者たちが悟るであろうからである。主よ、誰が我々の聞いたことを信じたか。そして主の御腕は誰に現されたか。』」そしてこれらのことを語りながら、私は言った。「トリュフォンよ、できる限り、今日お前と共にやって来た者たちのために、私は同じことを語ろうと試みているのだ。しかし手短に、かいつまんでのことではあるが。」
Κὰκεῖνος· Εὖ ποιεῖς, ἔφη· κἂν διὰ πλειόνων δὲ καὶ τὰ αὐτὰ πάλιν λέγῃς, χαίρειν με καὶ τοὺς συνόντας τῇ ἀκροάσει γίνωσκε.
するとかの者は言った。「それはよいことだ。たとえ、より多くの言葉によって同じことを繰り返し語るとしても、私も、共にいる者たちも、それを聞くことを喜んでいると知ってほしい。」
Caput CXIX
第CXIX章Ἐγώ τε αὖ εἶπον· Οἴεσθε ἂν ἡμᾶς ποτε, ὦ ἄνδρες, νενοηκέναι δυνηθῆναι ἐν ταῖς γραφαῖς ταῦτα, εἰ μὴ θελήματι τοῦ θελήσαντος αὐτὰ ἐλάβομεν χάριν τοῦ νοῆσαι; Ἵνα γένηται καὶ τὸ λελεγμένον ὑπὸ Μωσέως·
そこで私はまた言った。「人々よ、諸君は、もし、それを望まれた方の御心によって理解するための恵みを我々が受けなかったなら、我々がいつか聖書のうちにこれらのことを理解しえたと思うのか。それは、モーセによって語られたこの言葉もまた実現するためである。」
Παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με, ἔθυσαν δαιμονίοις οἷς οὐκ οἴδασι· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. Καὶ εἶδε κύριος, καὶ ἐζήλωσε, καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων, καὶ εἶπεν· Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καὶ καυθήσεται ἕως ᾅδου· καταφάγεται τὴν γῆν καὶ τὰ γεννήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτοὺς κακά.
「『彼らは異なる神々によって私を怒らせ、彼らの忌まわしい行いによって私を苦しめた。彼らは知りもしない悪霊どもに供犠を献げた。それは彼らの父祖たちが知らなかった、新しく現れたばかりの神々である。汝を生んだ神を汝は見捨て、汝を養う神を汝は忘れた。そして主は見て、妬み、その息子たち娘たちの怒りによって激しく怒られ、こう言われた。私は彼らから私の顔をそむけ、彼らの終わりに何が起こるかを示そう。彼らは背いた世代であり、その中に信のない子らだからである。彼らは、神でないもので私を妬ませ、彼らの偶像によって私を怒らせた。それゆえ私もまた、国民ならぬものによって彼らを妬ませ、無知な国民によって彼らを怒らせよう。私の憤りから火が燃え上がり、陰府にまで燃えるであろう。それは地とその産み出すものを食い尽くし、もろもろの山の基を焼き払うであろう。私は彼らの上にもろもろの災いを集めよう。』」
Καὶ μετὰ τὸ ἀναιρεθῆναι τὸν δίκαιον ἐκεῖνον ἡμεῖς λαὸς ἕτερος ἀνεθήλαμεν, καὶ ἐβλαστήσαμεν στάχυες καινοὶ καὶ εὐθαλεῖς, ὡς ἔφασαν οἱ προφῆται· Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ τῆς γῆς πάσης. Ἡμεῖς δὲ οὐ μόνον λαὸς ἀλλὰ καὶ λαὸς ἅγιός ἐσμεν, ὡς ἐδείξαμεν ἤδη. Καὶ καλέσουσιν αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου.
「そして、あの正しい方が滅ぼされたのちに、我々は別の民として再び芽吹き、預言者たちが語ったとおり、新しくして豊かに茂る麦の穂として育っていったのである。『そして多くの諸国民が、その日、民として主のもとに逃れて来て、全地の中に住まうであろう。』我々は、すでに示したとおり、単に民であるだけでなく、聖なる民でもある。『そして彼らは彼を、主によって贖われた聖なる民と呼ぶであろう。』」
Οὐκοῦν οὐκ εὐκαταφρόνητος δῆμός ἐσμεν οὐδὲ βάρβαρον φῦλον οὐδὲ ὁποῖα Καρῶν ἢ Φρυγῶν ἔθνη, ἀλλὰ καὶ ἡμᾶς ἐξελέξατο ὁ θεὸς καὶ ἐμφανής ἐγενήθη τοῖς μὴ ἐπερωτῶσιν αὐτόν. Ἰδοὺ θεός εἰμι, φησί, τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου. Τοῦτο γάρ ἐστιν ἐκεῖνο τὸ ἔθνος, ὃ πάλαι τῷ. Ἀβραὰμ ὁ θεὸς ὑπέσχετο, καὶ πατέρα πολλῶν ἐθνῶν θήσειν ἐπηγγείλατο, οὐκ Ἀρράβων οὐδ᾿ Αἰγυπτίων οὐδ᾿ Ἰδουμαίων λέγων· ἐπεὶ καὶ Ἰσμαὴλ μεγάλου πατὴρ ἔθνους ἐγένετο καὶ Ἠσοῦ, καὶ Ἀμμανιτῶν ἐστι νῦν πολὺ πλῆθος. Νῶε δὲ καὶ αὐτοῦ Ἀβραὰμ πατὴρ ἦν καὶ ἁπλῶς παντὸς ἀνθρώπων γένους, ἄλλοι δὲ ἄλλων πρόγονοι.
「それゆえ、我々は軽んじられるべき民衆でもなければ、蛮族の部族でもなく、カリア人やプリュギア人のような諸国民でもない。むしろ、神は我々を選ばれ、ご自分に問い求めない者たちに対しても現れてくださったのである。『見よ、私は、私の名を呼び求めなかった国民の神である』と神は言われる。これこそ、かつて神がアブラハムに約束されたあの国民なのであり、多くの諸国民の父とすることを誓われたのであって、アラビア人でも、エジプト人でも、エドム人でもないと言われたのである。イシュマエルもまた大いなる国民の父となり、エサウもそうであり、アンモン人は今や多くの群れとなっているからである。だがノアもまた、アブラハム自身の父であり、およそ人間のあらゆる族の父であって、それぞれの祖先はそれぞれに異なる。」
Τί οὖν πλέον ἐνθάδε ὁ Χριστὸς χαρίζεται τῷ Ἀβραάμ; Ὅτι διὰ τῆς ὁμοίας κλήσεως φωνῇ ἐκάλεσεν αὐτόν, εἰπὼν ἐξελθεῖν ἀπὸ τῆς γῆς ἐν ᾗ ᾤκει. Καὶ ἡμᾶς δὲ ἅπαντας δι᾿ ἐκείνης τῆς φωνῆς ἐκάλεσε, καὶ ἐξήλθομεν ἤδη ἀπὸ τῆς πολιτείας, ἐν ᾗ ἐζῶμεν κατὰ τὰ κοινὰ τῶν ἄλλων τῆς γῆς οἰκητόρων κακῶς ζῶντες· καὶ σὺν τῷ Ἀβραὰμ τὴν ἁγίαν κληρονομήσομεν γῆν, εἰς τὸν ἀπέραντον αἰῶνα τὴν κληρονομίαν ληψόμενοι, τέκνα τοῦ Ἀβραὰμ διὰ τὴν ὁμοίαν πίστιν ὄντες.
「それでは、ここでキリストはアブラハムに対して何をさらに恵み与えているのか。それは、同じ召しの声によって彼を呼ばれたことである。彼が住んでいた地から出て行くようにと言われたのである。そして我々もまた、あの同じ声によってすべて召され、我々はすでに、地のほかの住民たちの共通の慣わしに従って悪しく生きていたその生き方から出て来たのである。そして我々は、アブラハムと共に、聖なる地を相続するであろう。限りなき世々にわたって、その相続を受けるのである。同じ信仰のゆえに、アブラハムの子らであるからである。」
Ὃν γὰρ τρόπον ἐκεῖνος τῇ φωνῇ τοῦ θεοῦ ἐπίστευσε καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τῇ φωνῇ τοῦ θεοῦ, τῇ διά τε τῶν ἀποστόλων τοῦ Χριστοῦ λαληθείσῃ πάλιν καὶ τῇ διὰ τῶν προφητῶν κηρυχθείσῃ ἡμῖν, πιστεύσαντες μέχρι τοῦ ἀποθνήσκειν πᾶσι τοῖς ἐν τῷ κόσμῳ ἀπεταξάμεθα. Ὁμοιόπιστον οὗν τὸ ἔθνος καὶ θεοσεβὲς καὶ δίκαιον, εὐφραῖνον τὸν πατέρα, ὑπισχνεῖται αὐτῷ, ἀλλ᾿ οὐχ ὑμᾶς, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
「なぜなら、彼が神の声を信じ、それが彼にとって義と認められたのと同じしかたで、我々もまた、キリストの使徒たちを通して再び語られ、また預言者たちを通して我々に告げ知らされた神の声を信じ、死に至るまで、世にあるすべてのものに別れを告げたからである。それゆえ、同じ信仰を持ち、敬神にして正しく、父を喜ばせる国民が、彼に約束されているのであって、その中に信のない諸君ではないのである。」
Caput CXX
第CXX章Ὁρᾶτε μέντοι ὡς καὶ τῷ Ἰσαὰκ τὰ αὐτὰ καὶ τῷ Ἰακὼβ ὑπισχνεῖται. Οὕτω γὰρ λέγει τῷ Ἰσαάκ· Καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς· τῷ δὲ Ἰακώβ· Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Οὐκέτι τοῦτο τῷ Ἠσαῦ οὐδὲ τῷ Ῥουβὶμ λέγει οὐδὲ ἄλλῳ τινί, ἀλλ᾿ ἐκείνοις ἐξ ὧν ἔμελλεν ἔσεσθαι κατὰ τὴν οἰκονομίαν τὴν διὰ τῆς παρθένου Μαρίας ὁ Χριστός.
「しかし、見よ、神はイサクにも、ヤコブにも、同じことを約束されている。イサクにはこう言われるからである。『そして汝の子孫において、地のすべての諸国民は祝福されるであろう。』またヤコブには、『そして汝において、地のすべての部族は、また汝の子孫において祝福されるであろう。』とある。神はもはや、これをエサウにも、ルベンにも、そのほかの誰にも言われず、そこから、処女マリアを通しての経綸によってキリストが生まれることになる者たちに対して言われたのである。」
Εἴγε δὲ καὶ τὴν εὐλογίαν Ἰούδα καταμάθοις, ἴδοις ἄν ὃ λέγω. Μερίζεται γὰρ τὸ σπέρμα ἐξ Ἰακώβ, καὶ διὰ Ἰούδα καὶ Φαρὲς καὶ Ἰεσσαὶ καὶ Δαυῒδ κατέρχεται. Ταῦτα δ᾿ ἦν σύμβολα ὅτι τινὲς τοῦ γένους ὑμῶν εὑρεθήσονται τέκνα Ἀβραάμ, καὶ ἐν μερίδι τοῦ Χριστοῦ εὑρισκόμενοι, ἄλλοι δὲ τέκνα μὲν τοῦ Ἀβραάμ., ὡς ἡ ἄμμος δὲ ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης ὄντες, ἥτις ἄγονός τε καὶ ἄκαρπος, πολλὴ μὲν καὶ ἀναρίθμητος ὑπάρχουσα, οὐδὲν δὲ ὅλως καρπογονοῦσα, ἀλλὰ μόνον τὸ ὕδωρ τῆς θαλάσσης πίνουσα· ὅπερ καὶ τὸ ἐν τῷ γένει ὑμῶν πολὺ πλῆθος ἐλέγχεται, πικρίας μὲν διδάγματα καὶ ἀθεότητος συμπίνοντες, τὸν δὲ τοῦ θεοῦ λόγον ἀποπτύοντες.
「もしお前が、ユダへの祝福をよく調べるならば、私が言っていることが分かるであろう。子孫はヤコブから分かれ、ユダを通り、ペレツ、エッサイ、ダビデを経て下って行くのである。これらは、諸君の族のうちのある者たちがアブラハムの子らであることが分かり、キリストの分け前のうちに見いだされるであろうことのしるしであった。だが他の者たちは、アブラハムの子ではあっても、海辺の砂のような者たちであり、それは子を生むことなく実を結ばず、豊かで数えきれぬほどでありながら、まったく実を生み出すことなく、ただ海の水を飲むだけである。それこそ、諸君の族のうちの多くの群れが露わにされている姿である。彼らは苦味と無神論の教えを共に飲みながら、神の言葉を吐き出しているのである。」
Φησὶ γοῦν καὶ ἐν τῷ Ἰούδᾳ Οὑκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ ᾧ ἀποκεῖται καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Καὶ τοῦτο ὅτι οὐκ εἰς Ἰούδαν ἐρρέθη ἀλλ᾿ εἰς τὸν Χριστόν, φαίνεται· καὶ γὰρ Ἰούδαν πάντες οἱ ἀπὸ τῶν ἐθνῶν πάντων οὐ προσδοκῶμεν, ἀλλὰ Ἰησοῦν, τὸν καὶ τοὺς πατέρας ὑμῶν ἐξ Αἰγύπτου ἐξαγαγόντα. Μέχρι γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἡ προφητεία προεκήρυσσεν· Ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.
「実に、ユダについてもこう言われている。『ユダから支配者が絶えることなく、その腿から指導者も絶えることはない。それに定められている方が来られるまでは。そして彼は諸国民の待望となるであろう。』そして、これがユダに対してではなく、キリストに対して言われたことは、明らかである。というのも、我々すべての諸国民の出身の者たちは、ユダを待望しているのではなく、諸君の父祖たちをエジプトから導き出したあのイエスを待望しているからである。実に、キリストの来臨に至るまで、あの預言は前もって告げていたのである。『それに定められている方が来られるまでは。そして彼は諸国民の待望となるであろう。』」
Ἐλήλυθε τοιγαροῦν, ὡς καὶ ἐν πολλοῖς ἀπεδείξαμεν, καὶ προσδοκᾶται πάλιν παρέσεσθαι ἐπάνω τῶν νεφελῶν Ἰησοῦς, οὗ τὸ ὄνομα βεβηλοῦτε ὑμεῖς καὶ βεβηλοῦσθαι ἐν πάσῃ τῇ γῇ ἐξεργάζεσθε. Δυνατὸν δὲ ἦν μοι, ἔφην, ὦ ἄνδρες, μάχεσθαι πρὸς ὑμᾶς περὶ τῆς λέξεως, ἣν ὑμεῖς ἐξηγεῖσθε λέγοντες εἰρῆσθαι· Ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ἐπειδὴ οὐχ οὕτως ἐξηγήσαντο οἱ ἑβδομήκοντα, ἀλλ᾿· Ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται.
「それゆえ、我々がすでに多くのことにおいて証明したとおり、イエスはすでに来られたのであり、また、もろもろの雲の上に再び来られると待ち望まれている。諸君はその名を汚し、全地においてそれが汚されるように仕向けている。」私は言った。「人々よ、私には、諸君が『それに定められたものどもが来るまで』と言って解釈している、あの語句をめぐって、諸君と争うこともできたはずである。というのも、七十人訳はそのようには解釈しておらず、『それに定められている方が来られるまで』と解釈しているからである。」
Ἐπειδὴ δὲ τὰ ἀκόλουθα μηνύει ὅτι περὶ Χριστοῦ εἴρηται, οὕτω γὰρ ἔχουσι· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, οὐ περὶ τοῦ λεξειδίου συζητῆσαι ὑμῖν ἔρχομαι, ὅνπερ τρόπον οὐδὲ ἀπὸ τῶν μή ὁμολογουμένων ὑφ᾿ ὑμῶν γραφῶν, ὧν καὶ ἀνιστόρησα, ἀπὸ λόγων Ἱερεμίου τοῦ προφήτου καὶ Ἔσδρα καὶ Δαυΐδ, τὴν ἀπόδειξιν τήν περὶ τοῦ Χριστοῦ ποιήσασθαι ἐσπούδασα, ἀλλ᾿ ἀπὸ τῶν ὁμολογουμένων μέχρι νῦν ὑφ᾿ ὑμῶν· ἃ εἰ ἐνενοήκεισαν οἱ διδάσκαλοι ὑμῶν, εὖ ἴστε ὅτι ἀφανῆ ἐπεποιήκεισαν, ὡς καὶ τὰ περὶ τὸν θάνατον Ἡσαίου, ὃν πρίονι ξυλίνῳ ἐπρίσατε, μυστήριον καὶ αὐτὸ τοῦ Χριστοῦ, τοῦ τέμνειν ὑμῶν τὸ γένος διχῆ μέλλοντος, καὶ τοὺς μὲν ἀξίους σὺν τοῖς ἁγίοις πατριάρχαις καὶ προφήταις τῆς αἰωνίου βασιλείας καταξιοῦν μέλλοντος, τοὺς δὲ ἐπὶ τὴν καταδίκην τοῦ ἀσβέστου πυρὸς σὺν τοῖς ὁμοίοις ἀπειθέσι καὶ ἀμεταθέτοις ἀπὸ πάντων τῶν ἐθνῶν πέμψειν ἤδη φήσαντος.
「だが、それに続く言葉が、これがキリストについて語られたものであることを示しているので——実にこう続くからである、『そして彼は諸国民の待望となるであろう』——私は、諸君とその細かな語句について論争しに来ているのではない。ちょうど、私が言及した、諸君が認めていない聖書、すなわち預言者エレミヤやエズラやダビデの言葉から、キリストについての証明をしようと努めたのではなく、今に至るまで諸君が認めている聖書から証明しようとしたのと同じである。もし諸君の教師たちがこれらのことを理解していたならば、それを見えなくしてしまっていたであろうことを、よく知っておくがよい。ちょうど、諸君が木の鋸で挽き切ったイザヤの死についての箇所についても同様であって、それもまたキリストの奥義であった。すなわち、諸君の族をやがて二つに切り分け、そのうちふさわしい者たちを、聖なる族長たちや預言者たちと共に永遠の王国にふさわしい者とし、他方の者たちを、あらゆる諸国民のうちの同じように不従順で頑なな者たちと共に、消えることのない火の断罪へと送ることを、すでに告げていたのである。」
Ἥξουσι γάρ, εἶπεν, ἀπὸ δυσμῶν καὶ ἀνατολῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ταῦτα, εἶπον, ὅτι οὐδὲν οὐδενὸς φροντίζω ἢ τοῦ τἀληθὲς λέγειν, λέγοιμι, οὐδένα δυσωπήσεσθαι μέλλων, κἂν δέῃ παραυτίκα ὑφ᾿ ὑμῶν μελισθῆναι. Οὐδὲ γὰρ ἀπὸ τοῦ γένους τοῦ ἐμοῦ, λέγω δὲ τῶν Σαμαρέων, τινὸς φροντίδα ποιούμενος, ἐγγράφως Καίσαρι προσομιλῶν, εἶπον πλανᾶσθαι αὐτοὺς πειθομένους τῷ ἐν τῷ γένει αὐτῶν μάγῳ Σίμωνι, ὃν θεὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως εἶναι λέγουσι.
「『彼らは西と東から来て、天の王国において、アブラハムとイサクとヤコブと共に横たわるであろう。しかし王国の子らは、外の暗闇へと投げ出されるであろう』と、この方は言われたのである。」そして私は言った。「これらのことを私が語っているのは、真理を語ること以外の何ものをも顧みていないからであって、たとえ諸君によってその場で八つ裂きにされることになろうとも、誰にも臆することなく語っているのである。実に、私自身の族、すなわちサマリア人たちの誰にも配慮を払うことなく、書面をもって皇帝に語りかけたとき、私は彼らが、その族のうちの魔術師シモン——彼らは彼を、あらゆる権勢と権威と力の上にある神であると言っている——に従うことで惑わされている、と述べたのである。」
Caput CXXI
第CXXI章Καὶ ἡσυχίαν ἀγόντων αὐτῶν ἐπέφερον· Διὰ Δαυῒδ περὶ τούτου λέγων τοῦ Χριστοῦ, ὦ φίλοι, οὐκέτι ἐν τῷ σπέρματι αὐτοῦ εἶπεν εὐλογηθήσεσθαι τὰ ἔθνη, ἀλλὰ ἐν αὐτῷ. Οὕτω δὲ ἐκεῖ ἐστι· Τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, ὑπὲρ τὸν ἥλιον ἀνατελεῖ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη. Εἰ δὲ ἐν τῷ Χριστῷ εὐλογεῖται τὰ ἔθνη πάντα, καὶ ἐκ πάντων τῶν ἐθνῶν ἐπὶ τοῦτον πιστεύομεν, καὶ αὐτός ἐστιν ὁ Χριστός, καὶ ἡμεῖς οἱ δι᾿ αὐτοῦ εὐλογημένοι.
そして彼らが静まっていたので、私は続けて言った。「友よ、ダビデを通して、このキリストについて語るとき、神はもはや、その子孫において諸国民が祝福されるであろうとは言われず、彼自身において、と言われたのである。そこにはこうある。『その名は世々限りなく、太陽よりも高く昇るであろう。そして、彼において、すべての諸国民は祝福されるであろう。』もしキリストにおいてすべての諸国民が祝福されるのであり、我々があらゆる諸国民の中からこの方を信じているのであれば、この方こそキリストであり、我々こそが彼を通して祝福された者たちなのである。」
Τὸν μὲν ἥλιον ὁ θεὸς ἐδεδώκει πρότερον εἰς τὸ προσκυνεῖν αὐτόν, ὡς γέγραπται, καὶ οὐδένα οὐδέποτε ἰδεῖν ἔστιν ὑπομείναντα διὰ τὴν πρὸς τὸν ἥλιον πίστιν ἀποθανεῖν· διὰ δὲ τὸ ὄνομα τοῦ Ἰησοῦ ἐκ παντὸς γένους ἀνθρώπων καὶ ὑπομείναντας καὶ ὑπομένοντας πάντα πάσχειν ὑπὲρ τοῦ μὴ ἀρνήσασθαι αὐτὸν ἰδεῖν ἔστι. Πυρωδέστερος γὰρ αὐτοῦ ὁ τῆς ἀληθείας καὶ σοφίας λόγος καὶ φωτεινότερος μᾶλλον τῶν ἡλίου δυνάμεών ἐστι, καὶ εἰς τὰ βάθη τῆς καρδίας καὶ τοῦ νοῦ εἰσδύνων. Ὅθεν καὶ ὁ λόγος ἔφη· Ὑπὲρ τὸν ἥλιον ἀνατελεῖ τὸ ὄνομα αὐτοῦ. Καὶ πάλιν Ἀνατολὴ ὄνομα αὐτοῦ Ζαχαρίας φησί. Καὶ περὶ τοῦ αὐτοῦ λέγων εἶπεν, ὅτι Κόψονται φυλὴ κατὰ φυλήν.
「太陽を、神は以前、書かれているとおり、それを拝ませるために与えられた。だが、太陽への信仰のために死ぬことに耐えた者を、誰ひとりとして見た者はいない。しかし、イエスの名のゆえに、あらゆる人間の族の中から、彼を否まないために、あらゆることに耐え、また耐え続けている者たちを見ることができる。というのも、真理と知恵のロゴスは、太陽よりも燃え立つものであり、太陽のもろもろの力よりもさらに輝かしいものであって、心と精神の深みにまで入り込むからである。それゆえ、ロゴスもこう言ったのである。『その名は太陽よりも高く昇るであろう。』そしてまた、ゼカリヤは、『その名は曙光である』と言っている。そして同じ方について語りながら、『部族は部族ごとに胸を打って嘆くであろう』と言った。」
Εἰ δὲ ἐν τῇ ἀτίμῳ καὶ ἀειδεῖ καὶ ἐξουθενημένῃ πρώτῃ παρουσίᾳ αὐτοῦ τοσοῦτον ἔλαμψε καὶ ἴσχυσεν, ὡς ἐν μηδενὶ γένει ἀγνοεῖσθαι αὐτὸν καὶ ἀπὸ παντὸς μετάνοιαν πεποιῆσθαι ἀπὸ τῆς παλαιᾶς κακῆς ἑκάστου γένους πολιτείας, ὥστε καὶ τὰ δαιμόνια ὑποτάσσεσθαι αὐτοῦ τῷ ὀνόματι καὶ πάσας τὰς ἀρχὰς καὶ τὰς βασιλείας τούτου τὸ ὄνομα παρὰ πάντας τοὺς ἀποθανόντας δεδοικέναι, οὐκ ἐκ παντὸς τρόπου ἐν τῇ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ καταλύσει πάντας τοὺς μισήσαντας αὐτὸν καὶ τοὺς αὐτοῦ ἀδίκως ἀποστάντας, τοὺς δὲ ἰδίους ἀναπαύσει, ἀποδιδοὺς αὐτοῖς τὰ προσδοκώμενα πάντα;
「もし、その卑しく、姿もなく、蔑まれた最初の来臨において、これほどまでに輝き、力を及ぼし、いかなる族にも知られぬところがなく、あらゆる族から、それぞれの古い悪しき生き方からの悔い改めがもたらされ、悪霊どもさえもその名に服し、あらゆる権勢と王国が、この方の名を、死んだあらゆる者たちにもまして恐れるほどであったとすれば、その栄光ある来臨においては、あらゆるしかたで、この方を憎んだすべての者たちと、不当に彼から離反した者たちとを滅ぼし、ご自分に属する者たちを憩わせ、彼らに待ち望まれていたすべてのものを与えることにならないはずがあろうか。」
Ἡμῖν οὖν ἐδόθη καὶ ἀκοῦσαι καὶ συνεῖναι καὶ σωθῆναι διὰ τούτου τοῦ Χριστοῦ καὶ τὰ τοῦ πατρὸς ἐπιγνῶναι πάντα. Διὰ τοῦτο ἔλεγε πρὸς αὐτόν· Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
「それゆえ、我々には、聞くことも、理解することも、このキリストを通して救われることも、また父のことをことごとく知ることも与えられたのである。それゆえ神は彼に向かってこう言われた。『汝が私の僕と呼ばれ、ヤコブの部族を立て直し、イスラエルの離散を呼び戻すことは、汝にとって大いなることである。私は汝を諸国民の光として据えた。地の果てに至るまで、汝が彼らの救いとなるためである。』」
Caput CXXII
第CXXII章Ταῦτα ὑμεῖς μὲν εἰς τὸν γηόραν καὶ τοὺς προσηλύτους εἰρῆσθαι νομίζετε, τῷ ὄντι δὲ εἰς ἡμᾶς εἴρηται τοὺς διὰ Ἰησοῦ πεφωτισμένους. Ἦ γὰρ ἂν κἀκείνοις ἐμαρτύρει ὁ Χριστός· νῦν δὲ διπλότερον υἱοὶ γεέννης, ὡς αὐτὸς εἶπε, γίνεσθε. Οὐ πρὸς ἐκείνους οὖν οὐδὲ τὰ διὰ τῶν προφητῶν εἰρημένα λέλεκται, ἀλλὰ πρὸς ἡμᾶς, περὶ ὧν ὁ λόγος λέγει· Ἄξω ἐν ὁδῷ τυφλοὺς ἣν οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατήσουσι. Κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην.
「これらのことを、諸君は、ゲオラス(寄留者)や改宗者たちに向けて語られたことだと思っている。だが実のところ、これはイエスによって照らされた我々に向けて語られたのである。もしそうでなければ、キリストは彼らについても証しされたであろう。だが今、彼ご自身が言われたように、諸君は二倍にゲヘナの子となっているのである。それゆえ、預言者たちを通して語られたことは、彼らに向けてではなく、我々に向けて語られたのである。ロゴスが語っているとおりである。『私は、盲人たちを、彼らが知らなかった道に導き、彼らが知らなかった小道を歩ませよう。私もまた証人である、と主なる神は言われる、そして私が選んだ我が僕もまた。』」
Τίσιν οὖν μαρτυρεῖ ὁ Χριστός; Δῆλον ὡς τοῖς πεπιστευκόσιν. Οἱ δὲ προσήλυτοι οὐ μόνον οὐ πιστεύουσιν, ἀλλὰ διπλότερον ὑμῶν βλασφημοῦσιν εἰς τὸ ὄνομα αὐτοῦ, καὶ ἡμᾶς τοὺς εἰς ἐκεῖνον πιστεύοντας καὶ φονεύειν καὶ αἰκίζειν βούλονται· κατὰ πάντα γὰρ ὑμῖν ἐξομοιοῦσθαι σπεύδουσι.
「それでは、キリストは誰を証しされるのか。明らかに、信じた者たちである。しかし改宗者たちは、信じないだけでなく、諸君よりも二倍に彼の名を冒瀆し、また、あの方を信じる我々を、殺し、苦しめようとさえ望んでいる。彼らは、あらゆる点で諸君に似た者となろうと躍起になっているからである。」
Καὶ πάλιν ἐν ἄλλοις βοᾷ· Ἐγὼ κύριος ἐκάλεσά σε τῇ δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ θήσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους. Ἐπεὶ καὶ ταῦτα, ὦ ἄνδρες, πρὸς τὸν Χριστὸν καὶ περὶ τῶν ἐθνῶν τῶν πεφωτισμένων εἴρηται. Ἢ πάλιν ὑμεῖς ἐρεῖτε· Πρὸς τὸν νόμον λέγει καὶ τοὺς προσηλύτους ταῦτα;
「そしてまた、ほかの箇所で神は叫ばれる。『私、主は、汝を義によって呼んだ。そして汝の手を握り、汝を力づけ、汝を族の契約とし、諸国民の光とし、盲人たちの目を開き、縛られた者たちを枷から導き出す者とするであろう。』人々よ、これらのこともまた、キリストに向けて、そして照らされた諸国民について語られているのである。それとも諸君はまた、『これは律法と改宗者たちに向けて語られているのだ』と言うのか。」
Καὶ ὥσπερ ἐν θεάτρῳ ἀνέκραγόν τινες τῶν τῇ δευτέρᾳ ἀφιγμένων· Ἀλλὰ τί; Οὐ πρὸς τὸν νόμον λέγει καὶ τοὺς φωτιζομένους ὑπ᾿ αὐτοῦ; Οὗτοι δέ εἰσιν οἱ προσήλυτοι.
すると、あたかも劇場にいるかのように、二日目にやって来た者たちのうちの何人かが叫んだ。「それでは何なのか。これは律法と、律法によって照らされる者たちに向けて語られているのではないのか。そして彼らこそが改宗者たちなのだ。」
Οὔκ, ἔφην, ἀπιδὼν πρὸς τὸν Τρύφωνα. Ἐπεὶ εἰ νόμος εἶχε τὸ φωτίζειν τὰ ἔθνη καὶ τοὺς ἔχοντας αὐτόν, τίς χρεία καινῆς διαθήκης; Ἐπεὶ δὲ καινὴν διαθήκην καὶ νόμον αἰώνιον καὶ πρόσταγμα ὁ θεὸς προεκήρυσσε πέμψειν, οὐχὶ τὸν παλαιὸν νόμον ἀκουσόμεθα καὶ τοὺς προσηλύτους αὐτοῦ, ἀλλὰ τὸν Χριστὸν καὶ τοὺς προσηλύτους αὐτοῦ, ἡμᾶς τὰ ἔθνη, οὓς ἐφώτισεν, ὥς πού φησιν· Οὕτω λέγει κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομίαν κληρονομῆσαι ἐρήμους.
「そうではない」と私は言い、トリュフォンの方を見て言った。「もし律法が、諸国民と、それを持つ者たちとを照らす力を持っていたのなら、新しい契約が何のために必要であろうか。だが神は、新しい契約と、永遠の律法と、掟とを遣わすことを、前もって告げ知らせておられたのだから、我々が耳を傾けるべきは、古い律法とその改宗者たちではなく、キリストとその改宗者たち、すなわち、彼が照らされた我々諸国民のことである。神がどこかでこう言われているとおりである。『主はこう言われる。私は恵みの時に汝の願いを聞き入れ、救いの日に汝を助けた。そして汝を諸国民の契約とし、地を建て直し、荒れ果てた相続地を相続させるためにした。』」
Τίς οὖν ἡ κληρονομία τοῦ Χριστοῦ; Οὐχὶ τὰ ἔθνη; Τίς ἡ διαθήκη τοῦ θεοῦ; Οὐχ ὁ Χριστός; Ὡς καὶ ἀλλαχοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
「それでは、キリストの相続地とは何であるか。諸国民ではないか。神の契約とは何であるか。キリストではないか。神がほかの箇所でこう言われているとおりである。『汝は私の子である。私は今日、汝を生んだ。私に求めよ、そうすれば私は、諸国民を汝の相続地とし、地の果てを汝の所有として与えよう。』」
Caput CXXIII
第CXXIII章Ὡς οὖν πάντα ταῦτα εἴρηται πρὸς τὸν Χριστὸν καὶ τὰ ἔθνη, οὕτως κἀκεῖνα εἰρῆσθαι νομίζετε, Οὐδὲν γὰρ χρῄζουσιν οἱ προσήλυτοι διαθήκης, εἰ, ἑνὸς καὶ τοῦ αὐτοῦ πᾶσι τοῖς περιτεμνομένοις κειμένου νόμου, περὶ ἐκείνων οὕτως ἡ γραφὴ λέγει· Καὶ προστεθήσεται καὶ ὁ γηόρας πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ. Καὶ ὅτι μὲν προσήλυτος ὁ περιτεμνόμενος εἰς τὸ τῷ λαῷ προσκεχωρηκέναι ἐστὶν ὡς αὐτόχθων, ἡμεῖς δὲ λαὸς κεκλῆσθαι ἠξιωμένοι ὁμοίως ἔθνος ἐσμὲν διὰ τὸ ἀπερίτμητοι εἶναι.
「それゆえ、これらすべてのことがキリストと諸国民とに向けて語られているように、あの言葉もまた同じように語られていると諸君は考えるべきである。というのも、割礼を受けたすべての者にひとつの同じ律法が定められている以上、彼らについて聖書が『そしてゲオラスも彼らに加えられ、ヤコブの家に加えられるであろう』とこう語っているのであれば、改宗者たちは契約を少しも必要としないからである。そして、割礼を受けた者が改宗者であるとは、あたかも土地に生まれた者のように、民に加わったことを意味する。だが我々は、民と呼ばれるにふさわしいとされていながら、無割礼であるがゆえに、同様に一つの国民なのである。」
Πρὸς δὲ καὶ γελοῖόν ἐστιν ἡγεῖσθαι ὑμᾶς τῶν μὲν προσηλύτων αὐτῶν ἀνεῷχθαι τὰ ὄμματα, ὑμῶν δὲ οὔ, καὶ ὑμᾶς μὲν ἀκούειν τυφλοὺς καὶ κωφούς, ἐκείνους δὲ πεφωτισμένους. Καὶ ἔτι γελοιότερον ἀποβήσεται ὑμῖν τὸ πρᾶγμα, εἰ τὸν νόμον τοῖς ἔθνεσι δεδόσθαι φήσετε, ὑμεῖς δὲ οὐκ ἐκεῖνον τὸν νόμον ἔγνωτε.
「さらに、諸君が、改宗者たち自身の目は開かれているのに、諸君自身の目は開かれておらず、諸君は盲であり聾であると呼ばれ、彼らのほうが照らされている、と考えるのは滑稽なことである。そして、もし諸君が、律法は諸国民に与えられたのだと言い張るならば、諸君自身はその律法を知らなかったことになり、事はさらに滑稽なことになるであろう。」
Ηὐλαβεῖσθε γὰρ ἂν τὴν τοῦ θεοῦ ὀργήν, καὶ υἱοὶ ἄνομοι καὶ ῥεμβεύοντες οὐκ ἂν ἦτε, δυσωπούμενοι ἀκούειν ἑκάστοτε λέγοντος αὐτοῦ· Υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· καί· Τίς τυφλὸς ἀλλ᾿ ἢ οἱ παῖδές μου, καὶ κωφὸς ἀλλ᾿ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα ὑμῶν, καὶ οὐκ ἠκούσατε;
「もしそうであったなら、諸君は神の怒りを畏れ、無法にして彷徨う子らではなかったであろう。神がつねにこう言われるのを聞くたびに、恥じ入っていたであろうから。『子らよ、その中に信のない者たちよ。』また、『誰が盲か。私の僕たちのほかにあろうか。誰が聾か。彼らを支配する者たちのほかにあろうか。』そして『神の僕たちは盲とされた。汝らはしばしば見ながら、守らなかった。汝らの耳は開かれていながら、聞かなかった。』」
Ἢ καλὸς ὑμῶν ὁ ἔπαινος τοῦ θεοῦ, καὶ θεοῦ μαρτυρία δούλοις πρέπουσα; Οὐκ αἰσχύνεσθε πολλάκις ταὐτὰ ἀκούοντες, οὐδ᾿ ἀπειλοῦντος τοῦ θεοῦ φρίσσετε, ἀλλ᾿ ἦ λαὸς μωρὸς καὶ σκληροκάρδιός ἐστε. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, λέγει κύριος, καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εὐλόγως. Οὐ γὰρ σοφοί ἐστε οὐδὲ συνετοί, ἀλλὰ δριμεῖς καὶ πανοῦργοι· σοφοὶ εἰς τὸ κακοποιῆσαι μόνον, γνῶναι δὲ βουλὴν θεοῦ κεκρυμμένην ἢ διαθήκην κυρίου πιστὴν ἢ τρίβους αἰωνίους εὑρεῖν ἀδύνατοι.
「あるいは、諸君にとって、神からの称賛は立派なものであり、神の証しは僕にふさわしいものであろうか。諸君は、幾度も同じことを聞きながら恥じることもなく、神が脅されても震え上がることもない。むしろ、諸君は愚かにして頑なな民である。『それゆえ、見よ、私はこの民を移すことに加えよう、と主は言われる。そして私は彼らを移し、知恵ある者たちの知恵を滅ぼし、思慮ある者たちの思慮を隠すであろう。』もっともなことである。諸君は知恵ある者でも思慮ある者でもなく、鋭くはあるが悪賢い者たちだからである。悪をなすことにおいてのみ知恵があり、神の隠された御旨を知ることも、主の確かな契約を、あるいは永遠の道を見いだすこともできないのである。」
Τοιγαροῦν· Ἐγερῶ, φησί, τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ σπέρμα ἀνθρώπων καὶ σπέρμα κτηνῶν. Καὶ διὰ Ἡσαΐου περὶ ἄλλου Ἰσραὴλ οὕτω φησί· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τρίτος Ἰσραὴλ ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.
「それゆえ、『私はイスラエルとユダに、人間の子孫と家畜の子孫とを起こそう』と神は言われる。そして、イザヤを通して、別のイスラエルについてこう言われる。『その日には、アッシリア人とエジプト人のうちに第三のイスラエルがあり、万軍の主が祝福されたその地において、祝福されるであろう。主はこう言われる。私の民、エジプトにある者、アッシリアにある者は祝福されるであろう。そして私の相続地はイスラエルである。』」
Εὐλογοῦντος οὖν τοῦ θεοῦ καὶ Ἰσραὴλ τοῦτον τὸν λαὸν καλοῦντος καὶ κληρονομίαν αὐτοῦ βοῶντος εἶναι, πῶς οὐ μετανοεῖτε ἐπί τε τῷ ἑαυτοὺς ἀπατᾶν, ὡς μόνοι Ἰσραὴλ ὄντες, καὶ ἐπὶ τῷ καταρᾶσθαι τὸν εὐλογημένον τοῦ θεοῦ λαόν; Καὶ γὰρ ὅτε πρὸς τὴν Ἱερουσαλὴμ καὶ τὰς πέριξ αὐτῆς ἔλεγε χώρας, οὕτω πάλιν ἐπεῖπε· Καὶ γεννήσω ἐφ᾿ ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου Ἰσραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν, καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ᾿ αὐτῶν.
「それゆえ、神がこの民を祝福し、イスラエルと呼び、ご自分の相続地であると宣言されているのに、諸君はどうして、自分たちだけがイスラエルであると自らを欺いていることについて、また神の祝福された民を呪っていることについて、悔い改めないのか。実に、神がエルサレムとその周辺の地方に向けて語られたときにも、こう続けて言われている。『そして私は汝らの上に、私の民イスラエルという人々を生じさせよう。彼らは汝らを相続し、汝らは彼らの所有となるであろう。そして汝らはもはや彼らから子を奪われることはないであろう。』」
Τί οὖν; φησὶν ὁ Τρύφων. Ὑμεῖς Ἰσραήλ ἐστε, καὶ περὶ ὑμῶν λέγει ταῦτα; Εἰ μέν, ἔφην αὐτῷ, μὴ περὶ τούτων καὶ πολὺν λόγον πεποιήμεθα, κἂν ἀμφέβαλλον μή τι οὐ συνιῶν τοῦτο ἐρωτᾷς· ἐπειδὴ δὲ καὶ μετὰ ἀποδείξεως καὶ συγκαταθέσεως καὶ τοῦτο συνηγάγομεν τὸ ζήτημα, οὐ νομίζω σε ἀγνοεῖν μὲν τὰ προειρημένα οὐδὲ πάλιν φιλεριστεῖν, ἀλλὰ προκαλεῖσθαί με καὶ τούτοις τὴν αὐτὴν ἀπόδειξιν ποιήσασθαι.
するとトリュフォンが言った。「それでは何か。諸君こそがイスラエルであり、これは諸君について語っているのか。」私は彼に言った。「もし我々がこれらのことについてすでに多くの言葉を費やしていなかったなら、お前が理解せずにこう尋ねているのかと、私は疑ったであろう。だが、我々はこの問いをも、証明と同意とをもってすでにまとめ上げているのだから、お前が先に述べたことを知らないとも、また改めて論争を好んでいるとも、私は思わない。むしろ、お前はこれらの点についても、私に同じ証明をするようにと促しているのだ、と思う。」
Καὶ τῷ διὰ τῶν ὀφθαλμῶν νεύματι συντιθεμένου· Πάλιν, ἔλεγον ἐγώ, ἐν τῷ Ἡσαΐᾳ, ὠσὶν ἀκούοντες εἰ ἄρα ἀκούετε, περὶ τοῦ Χριστοῦ λέγων ὁ θεὸς ἐν παραβολῇ Ἰακὼβ αὐτὸν καλεῖ καὶ Ἰσραήλ. Οὕτω δὲ λέγει· Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ἐκλεκτός μου, θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει οὔτε κράξει, οὔτε ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ μὴ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει, κρίσιν ἀναλήψει καὶ οὐ μὴ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐλπιοῦσιν ἔθην.
そして彼が目の合図をもって同意を示したので、私は言った。「再び、イザヤ書においてである——諸君は耳で聞いてはいるが、はたして本当に聞いているであろうか——神はキリストについて語りながら、たとえにおいて彼をヤコブとも、イスラエルとも呼んでいる。こう言われているのである。『ヤコブ、私の僕よ、私は彼を助けよう。イスラエル、私の選んだ者よ、私は私の霊を彼の上に置き、彼は諸国民に裁きをもたらすであろう。彼は争うこともなく、叫ぶこともなく、その声を大通りで聞く者もないであろう。彼は傷んだ葦を折ることなく、くすぶる燈心を消すことなく、真理をもって裁きをもたらすであろう。彼は裁きを担い、地に裁きを置くまでは砕かれることはないであろう。そして諸国民は彼の名に望みを置くであろう。』」
Ὡς οὖν ἀπὸ τοῦ ἑνὸς Ἰακὼβ ἐκείνου, τοῦ καὶ Ἰσραὴλ ἐπικληθέντος, τὸ πᾶν γένος ὑμῶν προσηγόρευτο Ἰακὼβ καὶ Ἰσραήλ, οὕτως καὶ ἡμεῖς ἀπὸ τοῦ γεννήσαντος ἡμᾶς εἰς θεὸν Χριστοῦ, ὡς καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰωσὴφ καὶ Δαυΐδ, καὶ θεοῦ τέκνα ἀληθινὰ καλούμεθα καὶ ἐσμέν, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάσσοντες.
「それゆえ、あのひとりのヤコブ、イスラエルとも呼ばれた者から、諸君の族全体がヤコブおよびイスラエルと呼ばれたのと同じように、キリストの戒めを守る我々もまた、我々を神へと生んでくださったキリストから、ヤコブ、イスラエル、ユダ、ヨセフ、ダビデと呼ばれるように、神の真の子らと呼ばれ、また実際にそうなのである。」
Caput CXXIV
第CXXIV章Καὶ ἐπειδὴ εἶδον αὐτοὺς συνταραχθέντας ἐπὶ τῷ εἰπεῖν με καὶ θεοῦ τέκνα εἶναι ἡμᾶς, προλαβὼν τὸ ἀνερωτηθῆναι εἶπον· Ἀκούσατε, ὦ ἄνδρες, πῶς τὸ ἅγιον πνεῦμα λέγει περὶ τοῦ λαοῦ τούτου, ὅτι υἱοὶ ὑψίστου πάντες εἰσὶ καὶ ἐν τῇ συναγωγῇ αὐτῶν παρέσται αὐτὸς οὗτος ὁ Χριστός, τὴν κρίσιν ἀπὸ παντὸς γένους ἀνθρώπων ποιούμενος.
そして、私が「我々もまた神の子らである」と言ったことに、彼らが動揺しているのを見たので、私は問い返されるのを先取りして言った。「人々よ、聖なる霊がこの民について、彼らは皆いと高き方の子らであり、このキリストご自身が彼らの集会に臨在し、あらゆる人間の族から裁きを行われるのだ、といかに語っているかを聞くがよい。」
Εἴρηνται δὲ οἱ λόγοι διὰ Δαυΐδ, ὡς μὲν ὑμεῖς ἐξηγεῖσθε, οὕτως· Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ καὶ ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωπος ἀποθνήσκετε, καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε. Ἀνάστα ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
「この言葉はダビデを通して、諸君が解釈するとおりには、こう語られている。『神は神々の集会に立たれ、その中にあって神々を裁かれる。汝らはいつまで不義を裁き、罪人の顔を立てるのか。孤児と貧しき者とを裁き、卑しい者と乏しい者とを義とせよ。乏しい者を助け出し、貧しい者を罪人の手から救い出せ。彼らは知らず、悟らず、暗闇の中を歩む。地のもろもろの基はことごとく揺らぐであろう。私は言った、汝らは神々であり、皆いと高き方の子らである、と。しかし汝らは人間のように死に、支配者のひとりのように倒れるであろう。神よ、立ち上がり、地を裁かれよ。汝はすべての諸国民のうちで相続を受けられるからである。』」
Ἐν δὲ τῇ τῶν ἑβδομήκοντα ἐξηγήσει εἴρηται· Ἰδοὺ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· ἵνα δηλώσῃ καὶ τὴν παρακοὴν τῶν ἀνθρώπων, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας, καὶ τὴν πτῶσιν τοῦ ἑνὸς τῶν ἀρχόντων, τουτέστι τοῦ κεκλημένου ἐκείνου ὄφεως, πεσόντος πτῶσιν μεγάλην διὰ τὸ ἀποπλανῆσαι τὴν Εὔαν.
「だが、七十人訳の解釈においては、こう言われている。『見よ、汝らは人間たちのように死に、支配者のひとりのように倒れる。』それは、人間たちの不従順、すなわちアダムとエバの不従順をも、また支配者のひとり、すなわち、あの蛇と呼ばれた者の転落——エバを惑わしたことによって大いなる転落を遂げたその転落をも、明らかにするためである。」
Ἀλλ᾿ ἐπειδὴ οὐ πρὸς τοῦτό μοι νῦν ὁ λόγος λέλεκται, ἀλλὰ πρὸς τὸ ἀποδεῖξαι ὑμῖν ὅτι τὸ πνεῦμα τὸ ἅγιον ὀνειδίζει τοὺς ἀνθρώπους, τοὺς καὶ θεῷ ὁμοίως ἀπαθεῖς καὶ ἀθανάτους, ἐὰν φυλάξωσι τὰ προστάγματα αὐτοῦ, γεγενημένους, καὶ κατηξιωμένους ὑπ᾿ αὐτοῦ υἱοὺς αὐτοῦ καλεῖσθαι, καὶ οὗτοι ὁμοίως τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ ἐξομοιούμενοι θάνατον ἑαυτοῖς ἐργάζονται, ἐχέτω καὶ ἡ ἑρμηνεία τοῦ ψαλμοῦ ὡς βούλεσθε· καὶ οὕτως ἀποδέδεικται ὅτι θεοὶ κατηξίωνται γενέσθαι, καὶ υἱοὶ ὑψίστου πάντες δύνασθαι γενέσθαι κατηξίωνται, καὶ παρ᾿ ἑαυτοὺς καὶ κρίνεσθαι καὶ καταδικάζεσθαι μέλλουσιν, ὡς καὶ Ἀδὰμ καὶ Εὔα. Ὅτι δὲ καὶ θεὸν τὸν Χριστὸν καλεῖ, ἐν πολλοῖς ἀποδέδεικται.
「しかし、今の私の論は、この点に向けられているのではなく、聖なる霊が、その戒めを守るならば神と同じように無情念にして不死なる者となるべく生まれ、また神によってその子らと呼ばれるにふさわしいとされた人間たちを非難していること、そして、この者たちがアダムとエバに等しくなって、自らに死をもたらしていることを、諸君に証明することに向けられている。それゆえ、この詩篇の解釈は諸君の望むままにしておいてよい。そしてこのようにして、人間たちが神々となるにふさわしいとされたこと、また皆がいと高き方の子らとなりうるにふさわしいとされたこと、そして彼ら自身のせいで、アダムとエバと同じように、裁かれ、断罪されることになろうことが、証明されている。そして、キリストをも神と呼んでいることは、すでに数多くの箇所で証明されている。」
Caput CXXV
第CXXV章Ἐβουλόμην, λέγω, παρ᾿ ὑμῶν μαθεῖν, ὦ ἄνδρες, τίς ἡ δύναμις τοῦ Ἰσραὴλ ὀνόματος. Καὶ ἡσυχαζόντων αὐτῶν ἐπήνεγκα· Ἐγὼ ὃ ἐπίσταμαι ἐρῶ· οὔτε γὰρ εἰδότα μὴ λέγειν δίκαιον ἡγοῦμαι, οὔτε ὑπονοοῦντα ἐπίστασθαι ὑμᾶς καὶ διὰ φθόνον ἢ δι᾿ ἀπειρίαν τὴν τοῦ βούλεσθαι ἀπατᾶν ἑαυτοὺς φροντίζειν ἀεί, ἀλλὰ πάντα ἁπλῶς καὶ ἀδόλως λέγειν, ὡς ὁ ἐμὸς κύριος εἶπεν· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον· καὶ ὁ μὲν ἔπεσεν εἰς τὴν ὁδόν, ὁ δὲ εἰς τὰς ἀκάνθας, ὁ δὲ ἐπὶ τὰ πετρώδη, ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν.
「私は言う、人々よ、私は諸君から、イスラエルという名の意味を教わりたいと思っていた。」そして彼らが黙っていたので、私は続けて言った。「私は自分の知っていることを語ろう。というのも、知っていながら語らないことは正しくないと私は考えるし、また、諸君が実は知っていながら、妬みのためか、あるいは不慣れのために、常に自らを欺こうと望んでいるのではないかと疑われるとしても、そのことにかかずらうのが正しいとも思わないからである。むしろ、我が主が言われたとおり、すべてを率直に、偽りなく語ることにしよう。『種を蒔く者が種を蒔きに出て行った。あるものは道端に落ち、あるものは茨の中に、あるものは岩地の上に、あるものは良い地の上に落ちた。』」
Ἐλπίδι οὑν τοῦ εἶναί που καλὴν γῆν λέγειν δεῖ· ἐπειδή γε ἐκεῖνος ὁ ἐμὸς κύριος, ὡς ἰσχυρὸς καὶ δυνατός, τὰ ἴδια παρὰ πάντων ἀπαιτήσει ἐλθών, καὶ τὸν οἰκονόμον τὸν ἑαυτοῦ οὐ καταδικάσει, εἰ γνωρίζοι αὐτόν, διὰ τὸ ἐπίστασθαι ὅτι δυνατός ἐστιν ὁ κύριος αὐτοῦ καὶ ἐλθὼν ἀπαιτήσει τὰ ἴδια, ἐπὶ πᾶσαν τράπεζαν διδόντα, ἀλλ᾿ οὐ δι᾿ αἰτίαν οἱανδηποτοῦν κατορύξαντα.
「それゆえ、どこかに良い地があるであろうという望みをもって語らねばならない。というのも、あの我が主は、強く力ある方として、来てすべての者からご自分のものを求められるからであり、また、もしその家令が主人を認め——すなわち、主人が力ある方であり、来てご自分のものを求められることを知っており——あらゆる取引台の上に出しておいて、いかなる理由によるにせよ、それを土に埋めてしまわないならば、主人はその家令を断罪することはなさらないからである。」
Καὶ τὸ οὖν Ἰσραὴλ ὄνομα τοῦτο σημαίνει· ἄνθρωπος νικῶν δύναμιν· τὸ γὰρ ἴσρα ἄνθρωπος νικῶν ἐστι, τὸ δὲ ἢλ δύναμις. Ὅπερ καὶ διὰ τοῦ μυστηρίου τῆς πάλης, ἣν ἐπάλαισεν Ἰακὼβ μετὰ τοῦ φαινομένου μὲν ἐκ τοῦ τῇ τοῦ πατρὸς βουλῇ ὑπηρετεῖν, θεοῦ δὲ ἐκ τοῦ εἶναι τέκνον πρωτότοκον τῶν ὅλων κτισμάτων, ἐπεπροφήτευτο οὕτως καὶ ἄνθρωπος γενόμενος ὁ Χριστὸς πονήσειν.
「それゆえ、イスラエルというこの名は、『力に打ち勝つ人』を意味する。すなわち、『イスラ』は打ち勝つ人であり、『エル』は力を意味するのである。このことはまた、ヤコブが、父の御旨に仕えることによって現れた方——万物のうちの初子である方であるがゆえに神でもある方——と戦った、あの格闘の奥義を通しても、キリストが人となってのちに、同じように労苦されるであろうことが、あらかじめ預言されていたのである。」
Ὅτε γὰρ ἄνθρωπος γέγονεν, ὡς προεῖπον, προσῆλθεν αὐτῷ ὁ διάβολος, τουτέστιν ἡ δύναμις ἐκείνη ἡ καὶ ὄφις κεκλημένη καὶ σατανᾶς, πειράζων αὐτὸν καὶ ἀγωνιζόμενος καταβαλεῖν διὰ τοῦ ἀξιοῦν προσκυνῆσαι αὐτόν. Ὁ δὲ αὐτὸν κατέλυσε καὶ κατέβαλεν, ἐλέγξας ὅτι πονηρός ἐστι, παρὰ τὴν γραφὴν ἀξιῶν προσκυνεῖσθαι ὡς θεός, ἀποστάτης τῆς τοῦ θεοῦ γνώμης γεγενημένος. Ἀποκρίνεται γὰρ αὐτῷ· Γέγραπται· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἡττημένος καὶ ἐληλεγμένος ἀπένευσε τότε ὁ διάβολος.
「なぜなら、先に述べたとおり、彼が人となったとき、悪魔が彼のもとに近づいてきたからである。すなわち、蛇とも呼ばれ、サタンとも呼ばれるあの力であり、彼を試み、自分を拝むようにと要求することによって彼を打ち倒そうと闘っていたのである。しかし彼は、悪魔が悪しき者であること、すなわち、聖書に反して、神としての礼拝を要求し、神の御旨に背く反逆者となっていることを論駁して、彼を打ち破り、打ち倒した。彼は悪魔にこう答えられたからである。『こう書かれている、汝は主なる汝の神を拝み、彼のみに仕えよ、と。』そして悪魔はそのとき、打ち負かされ、論駁されて、退いたのである。」
Ἀλλ᾿ ἐπεὶ καὶ ναρκᾶν ἔμελλε, τουτέστιν ἐν πόνῳ καὶ ἐν ἀντιλήψει τοῦ πάθους, ὅτε σταυροῦσθαι ἔμελλεν, ὁ Χριστὸς ὁ ἡμέτερος, καὶ τούτου προκήρυξιν ἐποίησε διὰ τοῦ ἅψασθαι τοῦ μηροῦ τοῦ Ἰακὼβ καὶ ναρκῆσαι ποιῆσαι. Ὁ δὲ Ἰσραὴλ ἦν ὄνομα αὐτῷ ἄνωθεν, ὃ ἐπωνόμασε τὸν μακάριον Ἰακὼβ εὐλογῶν τῷ ἑαυτοῦ ὀνόματι, κηρύσσων καὶ διὰ τούτου ὅτι πάντες οἱ δι᾿ αὐτοῦ τῷ πατρὶ προσφεύγοντες εὐλογημένος Ἰσραήλ ἐστιν. Ὑμεῖς δέ, μηδὲν τούτων νενοηκότες μηδὲ νοεῖν παρασκευαζόμενοι, ἐπειδὴ κατὰ τὸ σαρκικὸν σπέρμα τοῦ Ἰακὼβ τέκνα ἐστέ, πάντως σωθήσεσθαι προσδοκᾶτε. Ἀλλ᾿ ὅτι καὶ ἐν τούτοις ἑαυτοὺς πλανᾶτε, ἀποδέδεικταί μοι ἐν πολλοῖς.
「しかし、我々のキリストが、十字架につけられることになるとき、苦しみと受難の感受のうちにあって、しびれることにもなろうとしていたので、彼はまた、ヤコブの腿に触れてしびれさせることによって、このことの予告をなしたのである。だが、イスラエルとは、彼が初めから持っていた名であって、それによって彼は、祝福されたヤコブに、自分自身の名を与えて祝福し、それを通して、彼を通して父のもとに逃れる者はすべて祝福されたイスラエルであることをも告げ知らせたのである。だが諸君は、これらのことを何ひとつ理解しておらず、理解しようとする備えもないままに、肉によればヤコブの子孫であるがゆえに、必ず救われるであろうと期待している。しかし、諸君がこの点においても自らを欺いていることは、私によってすでに数多くの箇所で証明されている。」
Caput CXXVI
第CXXVI章Τίς δ᾿ ἐστὶν οὗτος, ὅς καὶ ἄγγελος μεγάλης βουλῆς ποτε, καὶ ἀνὴρ διὰ Ἰεζεκιήλ, καὶ ὡς υἱὸς ἀνθρώπου διὰ Δανιήλ, καὶ παιδίον διὰ Ἡσαίου, καὶ Χριστὸς καὶ θεὸς προσκυνητὸς διὰ Δαυΐδ, καὶ Χριστὸς καὶ λίθος διὰ πολλῶν, καὶ σοφία διὰ Σολομῶνος, καὶ Ἰωσὴφ καὶ Ἰούδα καὶ ἄστρον διὰ Μωσέως, καὶ ἀνατολὴ διὰ Ζαχαρίου, καὶ παθητὸς καὶ Ἰακὼβ καὶ Ἰσραὴλ πάλιν διὰ Ἡσαίου, καὶ ῥάβδος καὶ ἄνθος καὶ λίθος ἀκρογωνιαῖος κέκληται καὶ υἱὸς θεοῦ, εἰ ἐγνώκειτε, ὦ Τρύφων, ἔφην, οὐκ ἂν ἐβλασφημεῖτε εἰς αὐτὸν ἤδη καὶ παραγενόμενον καὶ γεννηθέντα καὶ παθόντα καὶ ἀναβάντα εἰς τὸν οὐρανόν· ὃς καὶ πάλιν παρέσται, καὶ τότε κόψονται ὑμῶν αἱ δώδεκα φυλαί.
「この方が何者であるか——すなわち、あるときは大いなる計らいの御使いであり、エゼキエルによれば人であり、ダニエルによれば人の子のごとき者であり、イザヤによれば幼子であり、ダビデによればキリストであり礼拝されるべき神であり、多くの者によればキリストであり石であり、ソロモンによれば知恵であり、モーセによればヨセフでありユダでありまた星であり、ゼカルヤによれば曙であり、イザヤによれば再び受難する者でありヤコブでありイスラエルであり、杖であり花であり隅の親石と呼ばれ、また神の子でもあるこの方を、諸君が知っていたなら、トリュフォンよ」と私は言った、「諸君はすでに来臨し、生まれ、受難し、天に上ったこの方を冒瀆することはなかっただろう。この方はまた来臨するのであり、その時、諸君の十二部族は胸を打つであろう。」
Ἐπεὶ εἰ νενοήκατε τὰ εἰρημένα ὑπὸ τῶν προφητῶν, οὐκ ἂν ἐξηρνεῖσθε αὐτὸν εἶναι θεόν, τοῦ μόνου καὶ ἀγεννήτου καὶ ἀρρήτου θεοῦ υἱόν. Εἴρηται γάρ που καὶ διὰ Μωσέως ἐν τῇ Ἐξόδῳ οὕτως· Ἐλάλησε δὲ κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτόν· Ἐγώ εἰμι κύριος, καὶ ὤφθην πρὸς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς.
「なぜなら、もし諸君が預言者たちによって語られたことを理解していたなら、この方が神であること、すなわち唯一にして不出生であり言い表しえない神の子であることを、否みはしなかったであろうから。というのも、モーセによっても『出エジプト記』の中でこのように語られているからである。『主はモーセに語り、彼に向かって言った。我は主である。我はアブラハムとイサクとヤコブに、彼らの神として現れたが、我が名を彼らに示さず、我が契約を彼らのために立てた。』」
Καὶ οὕτω πάλιν λέγει· Μετὰ Ἰακὼβ ἄνθρωπος ἐπάλαιε· καὶ θεόν φησιν εἶναι. Εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου, λέγει εἰρηκέναι τὸν Ἰακώβ. Καὶ ὅτι καὶ τὸν τόπον, ὅπου αὐτῷ ἐπάλαισε καὶ ὤφθη καὶ εὐλόγησε, καὶ ἐκάλεσεν Εἶδος θεοῦ, ἀνέγραψε.
「そしてまた、このように語られている。『ヤコブとともに一人の人が格闘した。』そしてこれを神であると言うのである。すなわち、『私は神を顔と顔を合わせて見た。そして私の魂は救われた』とヤコブが言ったと〔聖書は〕語っている。そして彼が格闘し、〔神が〕彼に現れ、彼を祝福したその場所を、〔ヤコブが〕『神の姿』と名づけたことも、〔モーセは〕書き記している。」
Καὶ τῷ Ἀβραὰμ ὁμοίως, ὡς Μωσῆς φησιν, ὤφθη ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένῳ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Εἶτα ταῦτα εἰπὼν ἐπιφέρει· Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε. καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς. Μετ᾿ ὀλίγον δὲ εἷς ἐξ αὐτῶν ὑπισχνεῖται τῷ Ἀβραὰμ υἱόν· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀποστρέψω εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. Καὶ ἀπαλλάσσονται ἀπὸ Ἀβραάμ.
「そしてアブラハムにも同様に、モーセが語るように、神はマムレの樫の木のもとで、彼が真昼に自分の天幕の入口に座っていた時に現れた。そしてこう語った後、〔モーセは〕続けて言う。『そして彼が目を上げて見ると、見よ、三人の男が彼の上に立っていた。そして彼は見て、彼らを迎えに走り寄った。』しばらくして、彼らのうちの一人がアブラハムに一人の息子を約束する。『なぜサラは、「私は本当に産むのだろうか。私は年老いているのに」と言って笑ったのか。神にとって何か不可能なことがあろうか。この時期に、来年の今頃、私は戻って来るであろう。そしてサラには息子があるだろう。』そして彼らはアブラハムのもとを去った。」
Καὶ οὕτω περὶ αὐτῶν πάλιν λέγει· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων. Εἶτα πάλιν πρὸς τὸν Ἀβραὰμ ὃς ἦν καὶ ἔστιν οὕτως λέγει· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἐγὼ ἃ μέλλω ποιεῖν· καὶ τὰ ἑξῆς ἀνιστορημένα ἀπὸ τῶν τοῦ Μωσέως καὶ ἐξηγημένα ὑπ᾿ ἐμοῦ πάλιν ἔλεγον, δι᾿ ὧν ἀποδέδεικται ὑπὸ τῷ πατρὶ καὶ κυρίῳ τεταγμένος καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτοῦ οὗτος ὃς ὤφθη τῷ τε Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ καὶ τοῖς ἄλλοις πατριάρχαις, ἀναγεγραμμένος θεός, ἔλεγον.
「そしてまた彼らについて、このように語られている。『そしてそこから立ち上がった男たちは、ソドムの方を見下ろした。』そしてまた、かつてもあり今もあるその方が、アブラハムに向かってこう語る。『私は、わが僕アブラハムに、私がなそうとしていることを隠しはしない。』」そしてこれに続いてモーセの書に物語られ、私が先に解き明かしたことを、私は再び語った。それによって、父にして主なる方のもとに配され、その計らいに仕える者として、アブラハムにもイサクにもヤコブにも他の父祖たちにも現れた——神と記されている——この方であることが証示されている、と私は語った。
Ἐπέφερον δέ, εἰ καὶ μὴ εἶπον ἐν τοῖς ἔμπροσθεν· Οὕτω δὲ καί, ὅτε κρέας ἐπεθύμησεν ὁ λαὸς φαγεῖν καὶ ἀπιστεῖ Μωσῆς τῷ λελεγμένῳ κἀκεῖ ἀγγέλῳ, ἐπαγγελλομένῳ δώσειν αὐτοῖς τὸν θεὸν εἰς πλησμονήν, αὐτός, ὢν καὶ θεὸς καὶ ἄγγελος παρὰ τοῦ πατρὸς πεπεμμένος, ταῦτα εἰπεῖν καὶ πρᾶξαι δηλοῦται. Οὕτως γὰρ ἐπάγει ἡ γραφὴ λέγουσα· Καὶ εἶπε κύριος πρὸς Μωσῆν· Μὴ ἡ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; Ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ. Καὶ πάλιν ἐν ἄλλοις λόγοις οὕτω φησί· Κύριος δὲ εἶπε πρός με· Οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. Κύριος ὁ θεός σου, ὁ προπορευόμενος τοῦ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη.
私はさらに、たとえ前には言わなかったにせよ、こう言い添えた。「同様にまた、民が肉を食べたいと望んだ時、そしてモーセがそこでも語られた御使いを——神が彼らに満ち足りるまで〔肉を〕与えると約束したその御使いを——信じなかった時、まさにこの方自身が、神であり、また父から遣わされた御使いでもある者として、これらのことを語り、行ったことが明らかにされている。なぜなら聖書はこう続けて語っているからである。『そして主はモーセに言われた。主の手は足りないだろうか。お前は今、我が言葉がお前に追いつくかどうかを知るであろう。』そしてまた別の言葉の中でこのように言う。『主は私に言われた。お前はこのヨルダンを渡ることはない。お前の神なる主、お前の前を進み行く方、その方自身が諸国民を滅ぼし尽くすであろう。』」
Caput CXXVII
第CXXVII章Καὶ τὰ ἄλλα δὲ τοιαῦτά ἐστιν εἰρημένα τῷ νομοθέτῃ καὶ τοῖς προφήταις. Καὶ ἱκανῶς εἰρῆσθαί μοι ὑπολαμβάνω ὅτι, ὅταν μου ὁ θεὸς λέγῃ· Ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ, ἢ Ἐλάλησε κύριος πρὸς Μωσῆν, καὶ Κατέβη κύριος τὸν πύργον ἰδεῖν ὅν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἢ ὅτε Ἔκλεισεν ὁ θεὸς τὴν κιβωτὸν Νῶε ἔξωθεν, μὴ ἡγεῖσθε αὐτὸν τὸν ἀγέννητον θεὸν καταβεβηκέναι ἢ ἀναβεβηκέναι ποθέν.
「その他にも、律法制定者〔モーセ〕と預言者たちによって語られたことは、これと同様である。そして私には、次のことは十分に語られたと思われる。すなわち、私の神が『神はアブラハムから上って行った』とか、『主はモーセに語った』とか、『主は人の子らが築いた塔を見るために下って来た』とか、あるいは『神はノアの箱舟を外から閉じた』などと語る時、諸君は、不出生の神ご自身がどこかから下って来た、あるいは上って行ったなどと考えてはならない、ということである。」
Ὁ γὰρ ἄρρητος πατὴρ καὶ κύριος τῶν πάντων οὔτε ποι ἀφῖκται οὔτε περιπατεῖ οὔτε καθεύδει οὔτε ἀνίσταται, ἀλλ᾿ ἐν τῇ αὐτοῦ χώρᾳ, ὅπου ποτέ, μένει, ὀξὺ ὁρῶν καὶ ὀξὺ ἀκούων, οὐκ ὀφθαλμοῖς οὐδὲ ὠσὶν ἀλλὰ δυνάμει ἀλέκτῳ· καὶ πάντα ἐφορᾷ καὶ πάντα γινώσκει, καὶ οὐδεὶς ἡμῶν λέληθεν αὐτόν· οὔτε κινούμενος, ὁ τόπῳ τε ἀχώρητος καὶ τῷ κόσμῳ ὅλῳ ὅς γε ἦν καὶ πρὶν τὸν κόσμον γενέσθαι.
「なぜなら、言い表しえない父にして万物の主は、どこへも行き着くこともなく、歩き回ることもなく、眠ることもなく、立ち上がることもなく、ただ自らの座所に、それがどこであれ、とどまっているからである。目によってでも耳によってでもなく、言い表しえない力によって、鋭く見、鋭く聞きながら。そしてすべてを見渡し、すべてを知っており、我々のうち誰一人としてその目を逃れる者はない。動くこともなく、場所にも世界全体にも収まりきらない方であり、世界が生じる以前からすでに存在していた方である。」
Πῶς ἄν οὖν οὗτος ἢ λαλήσειε πρὸς τινα ἢ ὀφθείη τινὶ ἢ ἐν ἐλαχίστῳ μέρει γῆς φανείη, ὁπότε γε οὐδὲ τὴν δόξαν τοῦ παρ᾿ αὐτοῦ πεμφθέντος ἴσχυεν ὁ λαὸς ἰδεῖν ἐν Σινᾶ, οὐδ᾿ αὐτὸς Μωσῆς ἴσχυσεν εἰσελθεῖν εἰς τὴν σκηνήν, ἥν ἐποίησεν, εἰ μὲν ἐπληρώθη τῆς παρὰ τοῦ θεοῦ δόξης, οὐδὲ μὴν ὁ ἱερεὺς ὑπέμεινε κατενώπιον τοῦ ναοῦ στῆναι, ὅτε τὴν κιβωτὸν Σολομὼν εἰσεκόμισεν εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλήμ., ὅν αὐτὸς ὁ Σολομὼν ᾠκοδομήκει;
「それゆえ、この方がどうして誰かに語りかけたり、誰かに現れたり、地のごく小さな一部分に姿を現したりすることがあろうか。民はシナイにおいて、彼のもとから遣わされた方の栄光さえも見ることができなかったし、モーセ自身も、それが神からの栄光に満たされていたのであれば、自ら造った天幕に入ることができなかった。ソロモンが、自ら建てたエルサレムにある家に契約の箱を運び入れた時、祭司でさえ神殿の前に立ち続けることができなかったではないか。」
Οὔτε οὖν Ἀβραὰμ οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε ἄλλος ἀνθρώπων εἶδε τὸν πατέρα καὶ ἄρρητον κύριον τῶν πάντων ἀπλῶς καὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀλλ᾿ ἐκεῖνον τὸν κατὰ βουλὴν τὴν ἐκείνου καὶ θεὸν ὄντα, υἱὸν αὐτοῦ, καὶ ἄγγελον ἐκ τοῦ ὑπηρετεῖν τῇ γνώμῃ αὐτοῦ· ὅν καὶ ἄνθρωπον γεννηθῆναι διὰ τῆς παρθένου βεβούληται, ὅς καὶ πῦρ ποτε γέγονε τῇ πρὸς Μωσέα ὁμιλίᾳ τῇ ἀπὸ τῆς βάτου.
「それゆえ、アブラハムもイサクもヤコブも、また他のいかなる人間も、父にして、端的に万物の、またキリストご自身の、言い表しえない主であるその方を見たのではない。むしろ彼らが見たのは、かの方の計らいに従って神であり、その方の子であり、その意向に仕えることから御使いでもある方である。この方が処女によって人として生まれることを、〔父は〕欲したのであり、この方はまた、柴からモーセに語りかけた際には、かつて火ともなったのである。」
Ἐπεὶ ἐὰν μὴ οὕτω νοήσωμεν τὰς γραφάς, συμβήσεται τὸν πατέρα καὶ κύριον τῶν ὅλων μὴ γεγενῆσθαι τότε ἐν τοῖς οὐρανοῖς, ὅτε διὰ Μωσέως λέλεκται· Καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα πῦρ καὶ θεῖον παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ πάλιν διὰ Δαυῒδ ὅτε λέλεκται οὕτως· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· καὶ πάλιν ὅτε φησί· Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
「なぜなら、もし我々がこのように聖書を理解しないならば、モーセによって『そして主はソドムの上に、天から、主のもとより火と硫黄を降らせた』と語られているその時、父にして万物の主が天にいなかった、という結果になってしまうからである。またダビデによって、このように語られている時にも同様である。『汝らの頭領たちよ、門を上げよ。そして上がれ、永遠の門よ。そして栄光の王が入って来る。』そしてまた、こう語られている時にも。『主は我が主に言われた。私がお前の敵をお前の足台とするまで、我が右に座れ。』」
Caput CXXVIII
第CXXVIII章Καὶ ὅτι κύριος ὢν ὁ Χριστός, καὶ θεὸς θεοῦ υἱὸς ὑπάρχων, καὶ δυνάμει φαινόμενος πρότερον ὡς ἀνὴρ καὶ ἄγγελος, καὶ ἐν πυρὸς δόξῃ, ὡς ἐν τῇ βάτῳ, πέφανται καὶ ἐπὶ τῆς κρίσεως τῆς γεγενημένης ἐπὶ Σόδομα, ἀποδέδεικται ἐν πολλοῖς τοῖς εἰρημένοις. Ἀνιστόρουν δὲ πάλιν ἅ καὶ προέγραψα ἀπὸ τῆς Ἐξόδου πάντα, περί τε τῆς ὀπτασίας τῆς ἐπὶ τῆς βάτου καὶ τῆς ἐπικλήσεως τοῦ Ἰησοῦ ὀνόματος, καὶ ἐπέλεγον·
「キリストが主であり、神である神の子であり、力によって以前には人また御使いとして現れたこと、柴におけるがごとく火の栄光の中に現れたこと、そしてソドムに対して行われた裁きの折にも現れたことは、既に語られた多くのことにおいて証示されている。」私はまた、『出エジプト記』から先に書き記したことすべて、すなわち柴における顕現について、そしてイエスという名の呼び求めについて、再び物語り、こう言い添えた。
Καὶ μὴ νομίζητε, ὦ οὗτοι, ὅτι περιττολογῶν ταῦτα λέγω πολλάκις, ἀλλ᾿ ἐπεὶ γινώσκω καί τινας προλέγειν ταῦτα βουλομένους, καὶ φάσκειν τὴν δύναμιν τὴν παρὰ τοῦ πατρὸς τῶν ὅλων φανεῖσαν τῷ Μωσεῖ ἤ τῷ Ἀβραὰμ ἢ τῷ Ἰακὼβ ἄγγελον καλεῖσθαι ὲν τῇ πρὸς ἀνθρώπους προόδῳ, ἐπειδὴ δι᾿ αὐτῆς τὰ παρὰ τοῦ πατρὸς τοῖς ἀνθρώποις ἀγγέλλεται, δόξαν δέ, ἐπειδή ἐν ἀχωρήτῳ ποτὲ φαντασίᾳ φαίνεται, ἄνδρα δέ ποτε καὶ ἄνθρωπον καλεῖσθαι, ἐπειδὴ ἐν μορφαῖς τοιαύταις σχηματιζόμενος φαίνεται αἷσπερ βούλεται ὁ πατήρ· καὶ λόγον καλοῦσιν, ἐπειδὴ καὶ τὰς παρὰ τοῦ πατρὸς ὁμιλίας φέρει τοῖς ἀνθρώποις.
「諸君よ、私がこのようなことを繰り返し語るのは、無駄口を叩いているのだと思ってはならない。私は、ある者たちがこれを先取りして語ろうと望み、次のように主張していることを知っているからである——万物の父のもとから、モーセに、あるいはアブラハムに、あるいはヤコブに現れたその力は、人間へのその進み出において御使いと呼ばれる。それを通して父のもとからのことが人間に告げ知らされるからである。また、それはある時、収まりきらぬ現れ方で現れるので、栄光とも呼ばれる。また、父が欲するとおりの姿に形づくられて現れるので、男とも人とも、ある時呼ばれる。そして彼らはそれをロゴスとも呼ぶ、それもまた父のもとからの語りかけを人間にもたらすからである、と。」
Ἄτμητον δὲ καὶ ἀχώριστον τοῦ πατρὸς ταύτην τὴν δύναμιν ὑπάρχειν, ὅνπερ τρόπον τὸ τοῦ ἡλίου φασὶ φῶς ἐπὶ γῆς εἶναι ἄτμητον καὶ ἀχώριστον ὄντος τοῦ ἡλίου ἐν τῷ οὐρανῷ· καί, ὅταν δύσῃ, συναποφέρεται τὸ φῶς· οὕτως ὁ πατήρ, ὅταν βούληται, λέγουσι, δύναμιν αὐτοῦ προπηδᾶν ποιεῖ, καί, ὅταν βούληται, πάλιν ἀναστέλλει εἰς ἑαυτόν. Κατὰ τοῦτον τὸν τρόπον καὶ τοὺς ἀγγέλους ποιεῖν αὐτὸν διδάσκουσιν.
「また、この力は父から切り離されることも分離されることもないものである、ちょうど、太陽の光が地上にあると言われるが、太陽自身は天にあって切り離されることも分離されることもないのと同じ仕方で、と〔彼らは言う〕。太陽が沈む時、光も共に去って行く。それと同じように、父は、欲する時、自らの力を進み出させ、また欲する時、再びそれを自らのうちに収める、と彼らは言う。この仕方によって、〔父が〕天使たちをも造る、と彼らは教えている。」
Ἀλλ᾿ ὅτι μὲν οὗν εἰσὶν ἄγγελοι, καὶ ἀεὶ μένοντες καὶ μὴ ἀναλυόμενοι εἰς ἐκεῖνο ἐξ οὗπερ γεγόνασιν, ἀποδέδεικται· καὶ ὅτι δύναμις αὕτη, ἣν καὶ θεὸν καλεῖ ὁ προφητικὸς λόγος, ὡς διὰ πολλῶν ὡσαύτως ἀποδέδεικται, καὶ ἄγγελον, οὐχ ὡς τὸ τοῦ ἡλίου φῶς ὀνόματι μόνον ἀριθμεῖται, ἀλλὰ καὶ ἀριθμῷ ἕτερόν τί ἐστι, καὶ ἐν τοῖς προειρημένοις διὰ βραχέων τὸν λόγον ἐξήτασα, εἰπὼν τὴν δύναμιν ταύτην γεγεννῆσθαι ἀπὸ τοῦ πατρός, δυνάμει καὶ βουλῇ αὐτοῦ, ἀλλ᾿ οὐ κατὰ ἀποτομήν, ὡς ἀπομεριζομένης τῆς τοῦ πατρὸς οὐσίας, ὁποῖα τὰ ἅλλα πάντα μεριζόμενα καὶ τεμνόμενα οὐ τὰ αὐτά ἐστιν ἅ καὶ πρὶν τμηθῆναι· καὶ παραδείγματος χάριν παρειλήφειν ὡς τὰ ἀπὸ πυρὸς ἀναπτόμενα πυρὰ ἕτερα ὁρῶμεν, οὐδὲν ἐλαττουμένου ἐκείνου, ἐξ οὗ ἀναφθῆναι πολλὰ δύνανται, ἀλλὰ ταὐτοῦ μένοντος.
「しかし天使たちが存在し、常にとどまって、それらが生じたその源に再び溶け込むことがないことは、既に証示されている。そしてこの力——預言の言葉がこれを神とも呼び、また同様に多くの語られたことによって証示されているように、御使いとも呼ぶ——は、太陽の光のように名においてのみ数えられるのではなく、数においても別のものである。そして先に語られたことにおいて、私はこの論を手短に検討し、この力が父から、その力と計らいによって生み出されたのであって、他のすべてのものが分かたれ切り離される時にそうであるように、父の実体から切り取られることによって生じたのではない、と語った。他のすべてのものは分かたれ切り離されれば、切り離される前と同じものではなくなる。そして例として、火から燃え移った他の火を我々は見るが、それによって、それを燃え移らせるもととなった火が何ら減じることなく、同じままにとどまっていることを、私は取り上げていた。」
Caput CXXIX
第CXXIX章Καὶ νῦν δὲ ἔτι καὶ οὕς εἶπον λόγους εἰς ἀπόδειξιν τούτου ἐρῶ. Ὅταν λέγῃ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, δύο ὄντας ἀριθμῷ μηνύει ὁ λόγος ὁ προφητικός, τὸν μὲν ἐπὶ γῆς ὄντα, ὅς φησι καταβεβηκέναι ἰδεῖν τὴν κραυγὴν Σοδόμων, τὸν δὲ ἐν τοῖς οὐρανοῖς ὑπάρχοντα, ὅς καὶ τοῦ ἐπὶ γῆς κυρίου κύριός ἐστιν, ὡς πατὴρ καὶ θεός, αἴτιός τε αὐτῷ τοῦ εἶναι καὶ δυνατῷ καὶ κυρίῳ καὶ θεῷ.
「そして今なお、私が述べた言葉を、この証明のために語ろう。『主は主のもとから、天から、火を降らせた』と語られる時、預言の言葉は、数において二人であることを示している。一人は地上にいる方であり、この方はソドムの叫びを見るために下って来たと言われる。もう一人は天にいます方であり、この方は地上の主に対しても、父にして神として主であり、地上の主が力ある者、主、神であることの原因となる方である。」
Καὶ πάλιν ὅταν λέγῃ ὁ λόγος εἰρηκέναι τὸν θεὸν ἐν ἀρχῇ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τόδε, Ὡς εἷς ἐξ ἡμῶν, καὶ αὐτὸ ἀριθμοῦ δηλωτικόν ἐστιν, ἀλλ᾿ οὐ τροπολογίαν χωροῦσιν οἱ λόγοι, ὡς ἐξηγεῖσθαι ἐπιχειροῦσιν οἱ σοφισταὶ καὶ μηδὲ λέγειν τὴν ἀλήθειαν μηδὲ νοεῖν δυνάμενοι.
「そしてまた、言葉が、はじめに神がこう語ったと言う時——『見よ、アダムは我々のうちの一人のようになった』——この『我々のうちの一人のように』という言い方もまた、数を示すものである。詭弁家たちが解き明かそうと試みるような比喩的な言い回しをこれらの言葉は容れないのであって、彼らは真理を語ることも理解することもできない者たちである。」
Καὶ ἐν τῇ Σοφίᾳ εἴρηται· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγάς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
「そして『知恵の書』にはこう語られている。『もし私が日々起こることを汝らに告げるなら、私は永遠からのことを数え上げて記憶するであろう。主は、その業のために、その道の初めとして私を造った。世の前に、初めに、地を造る前に、深淵を造る前に、水の源が湧き出る前に、山々が据えられる前に、〔主は〕私を基礎づけた。すべての丘に先立って、〔主は〕私を生む。』」
Καὶ εἰπὼν ταῦτα ἐπήγαγον· Νοεῖτε, ὦ ἀκροαταί, εἴ γε καὶ τὸν νοῦν προσέχετε· καὶ ὅτι γεγεννῆσθαι ὑπὸ τοῦ πατρὸς τοῦτο τὸ γέννημα πρὸ πάντων ἁπλῶς τῶν κτισμάτων ὁ λόγος ἐδήλου, καὶ τὸ γεννώμενον τοῦ γεννῶντος ἀριθμῷ ἕτερόν ἐστι, πᾶς ὁστισοῦν ὁμολογήσειε.
そしてこう言ってから、私は言い添えた。「聞く者たちよ、もし諸君が精神を向けているならば、理解せよ。この生まれた者が、単純にすべての被造物に先立って父によって生み出されたことを言葉が示していたことも、また生まれる者が生む者とは数において別のものであることも、誰であれ認めるであろう。」
Caput CXXX
第CXXX章Καὶ συντιθεμένων πάντων εἶπον· Καὶ λόγους δέ τινας, οὓς μὴ ἀπεμνημόνευσα πρότερον, εἴποιμ᾿ ἄν ἄρτι· εἰσὶ δὲ εἰρημένοι ὑπὸ τοῦ πιστοῦ θεράποντος Μωσέως ἐπικεκαλυμμένως. Εἴρηται δὲ οὕτως· Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ· καὶ τὰ ἐξῆς τοῦ λόγου ἐπέφερον ταῦτα· Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
皆が同意した時、私は言った。「先には述べなかったいくつかの言葉を、今ここで述べよう。これらは、忠実な僕モーセによって、覆いをかけられた仕方で語られたものである。」こう語られている。『天よ、彼とともに喜べ。そして神のすべての天使よ、彼を拝め。』そして、この言葉に続くものとして、これらを私は付け加えた。『諸国民よ、その民とともに喜べ。そして神のすべての天使よ、彼のために力づけよ。彼の子らの血が報復されるからであり、〔主は〕報復し、敵どもに正当な報いを返し、彼を憎む者どもに報いを返すであろう。そして主はその民の地を清めるであろう。』
Καὶ εἰπὼν ταῦτα ἡμᾶς τὰ ἔθνη λέγει εὐφραίνεσθαι μετὰ τοῦ λαοῦ αὐτοῦ, λέγω Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς προφήτας καὶ ἀπλῶς τοὺς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ πάντας εὐαρεστοῦντας τῷ θεῷ, κατὰ τὰ προωμολογημένα ἡμῖν· ἀλλ᾿ οὐ πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἀκουσόμεθα, ἐπειδὴ ἔγνωμεν καὶ διὰ Ἡσαΐου τὰ κῶλα τῶν παραβεβηκότων ὑπὸ σκώληκος καὶ ἀπαύστου πυρὸς διαβιβρώσκεσθαι μέλλειν, ἀθάνατα μένοντα, ὥστε καὶ εἶναι εἰς ὅρασιν πάσης σαρκός.
そしてこう言ってから、〔モーセは〕我々諸国民が、その民とともに——すなわちアブラハム、イサク、ヤコブ、そして預言者たち、また単純にその民から出て神に喜ばれるすべての者たちと——喜ぶのだと語っている。これは我々の間で既に合意されたところに従うことである。しかし諸君の族から出た者すべてを、我々が〔その民として〕聞き入れることはないであろう。なぜならイザヤによっても、背いた者たちの肢体が、蛆と絶えることのない火によって食い尽くされることになる、と我々は知っているからである。それらは不死のままにとどまり、すべての肉に見せしめとなるためである。
Ἐπειπεῖν δὲ ὑμῖν βούλομαι καὶ πρὸς τούτοις, ὦ ἄνδρες, ἔφην, καὶ ἄλλους τινὰς λόγους ἀπ᾿ αὐτῶν τῶν Μωσέως λόγων, ἐξ ὧν καὶ νοῆσαι δύνασθε ὅτι ἄνωθεν μὲν πάντας τοὺς ἀνθρώπους ὁ θεὸς διεσκόρπισε καὶ τὰ γένη καὶ γλώσσας· ἐκ πάντων δὲ τῶν γενῶν γένος ἑαυτῷ λαβὼν τὸ ὑμέτερον, γένος ἄχρηστον καὶ ἀπειθὲς καὶ ἄπιστον, δείξας τοὺς ἀπὸ παντὸς γένους αἱρουμένους πεπεῖσθαι αὐτοῦ τῇ βουλῇ διὰ τοῦ Χριστοῦ, ὅν καὶ Ἰακὼβ καλεῖ καὶ Ἰσραὴλ ὀνομάζει, τούτους καὶ Ἰακὼβ καὶ Ἰσραὴλ, ὡς προέφην ἐν πολλοῖς, εἶναι δεῖ.
「これに加えてなお、諸君に述べておきたい、方々よ」と私は言った。「モーセ自身の言葉から出た他のいくつかの言葉を。それによって諸君は理解することができるであろう。神は初めより、すべての人間を、また諸族と諸言語とを散らした。そして、あらゆる族の中から、ご自分のために諸君の族を——役に立たず、従わず、信じない族を——取り、あらゆる族の中からキリストを通してその計らいに従うことを選び取る者たちのあることを示された。そのキリストを〔モーセは〕ヤコブとも呼び、イスラエルとも名づける。この選び取られた者たちこそ、私が既に多くの箇所で先に述べたとおり、ヤコブでありイスラエルでなければならないのである。」
Εὐφράνθητε γὰρ ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ εἰπών, τὴν μὲν ὁμοίαν αὐτοῖς ἀπονέμει κληρονομίαν, καὶ τὴν ὁμοίαν ὀνομασίαν δίδωσιν· ἔθνη δὲ αὐτοὺς καὶ εὐφραινομένους μετὰ τοῦ λαοῦ αὐτοῦ λέγων, εἰς ὄνειδος τὸ ὑμέτερον λέγει ἔθνος. Ὅν γὰρ καὶ ὑμεῖς τρόπον παρωργίσατε εἰδωλολατρήσαντες, οὕτω καὶ αὐτοὺς εἰδωλολάτρας ὄντας κατηξίωσε γνῶναι τὴν βουλὴν αὐτοῦ καὶ κληρονομῆσαι τὴν κληρονομίαν τὴν παρ᾿ αὐτῷ.
『諸国民よ、その民とともに喜べ』と語ることによって、〔モーセは〕諸国民に、その民と同様の相続分を分け与え、同様の呼び名を与えている。そして彼らを諸国民と呼びながら、その民とともに喜ぶ者たちであるとも言うことによって、諸君の国民に対する辱めとしてそう語っているのである。なぜなら、諸君が偶像を拝んで〔神を〕怒らせたのと同じ仕方で、彼らも偶像を拝む者でありながら、〔神は〕その計らいを知ることに値するとし、ご自分のもとにある相続分を受け継ぐに値する者とされたからである。
Caput CXXXI
第CXXXI章Ἐρῶ δὲ καὶ τοὺς λόγους, δι᾿ ὧν δηλοῦται μερίσας πάντα τὰ ἔθνη ὁ θεός. Εἰσὶ δὲ οὗτοι· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ., ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμοὺς υἱῶν Ἰσραήλ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα λέγων ὅτι οἱ ἑβδομήκοντα ἐξηγήσαντο, ὅτι Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Ἀλλ᾿ ἐπεὶ καὶ ἐκ τούτου πάλιν οὐδέν μοι ἐλαττοῦται ὁ λόγος, τὴν ὑμετέραν ἐξήγησιν εἶπον.
私はまた、神がすべての諸国民を分けたことが示されている言葉をも語ろう。それらはこうである。『お前の父に尋ねよ、そうすれば彼はお前に告げるであろう。お前の長老たちに尋ねよ、そうすれば彼らはお前に語るであろう。いと高き方が諸国民を分けた時、アダムの子らを散らしたように、イスラエルの子らの数に従って諸国民の境を定めた。そして主の分け前はその民ヤコブとなり、その相続の測り縄はイスラエルとなった。』こう語ってから、私は付け加えて、七十人はこれをこう釈義したと言った。『諸国民の境を、神の天使たちの数に従って定めた。』しかし、これによっても私の論には何ら不都合が生じないので、私は諸君の釈義を〔そのまま〕述べておいた。
Καὶ ὑμεῖς δ᾿, εἰ βούλεσθε τὴν ἀλήθειαν ὁμολογῆσαι, ὅτι πιστότεροι πρὸς τὸν θεόν ἐσμεν, οἵτινες διὰ τοῦ ἐξουθενημένου καὶ ὀνείδους μεστοῦ μυστηρίου τοῦ σταυροῦ κληθέντες ὑπὸ τοῦ θεοῦ, ὧν καὶ τῇ ὁμολογίᾳ καὶ τῇ ὑπακοῇ καὶ τῇ εὐσεβείᾳ κολάσεις μέχρι θανάτου ὑπὸ τῶν δαιμονίων καὶ τῆς στρατιᾶς τοῦ διαβόλου, διὰ τῆς ὑφ᾿ ὑμῶν ἐκείνοις γεγενημένης ὑπηρεσίας, προστετίμηνται, πάνθ᾿ ὑπομένομεν ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ἀρνεῖσθαι τὸν Χριστόν, δι᾿ οὗ ἐκλήθημεν εἰς σωτηρίαν τὴν προητοιμασμένην παρὰ παρὰ τοῦ πατρός,
そして諸君は、もし真理を認める気があるなら、〔認めるであろう〕——我々の方が神に対してより信実であるということを。我々は、蔑まれ辱めに満ちた十字架の奥義を通して神に召され、その信仰告白と服従と敬虔とのゆえに、悪霊どもと悪魔の軍勢によって死に至るまでの罰を、諸君によって彼らになされた奉仕を通して科せられている者でありながら、キリストを声に出してさえも否むことがないように、あらゆることに耐え忍んでいる。この方を通して我々は、父のもとから予め備えられた救いへと召されたのである。
ὑμῶν τῶν ἐν βραχίονι ὑψηλῷ καὶ ἐπισκοπῇ μεγάλης δόξης λυτρωθέντων ἀπὸ τῆς Αἰγύπτου, θαλάσσης ὑμῖν τμηθείσης καὶ γενομένης ὁδοῦ ξηρᾶς, ἐν ᾗ τοὺς διώκοντας ὑμᾶς μετὰ δυνάμεως πολλῆς πάνυ καὶ ἐνδόξων ἀρμάτων, ἐπικλύσας αὐτοῖς τὴν δι᾿ ὑμᾶς ὁδοποιηθεῖσαν θάλασσαν, ἀπέκτεινεν· οἷς καὶ στύλος φωτὸς ἔλαμπεν, ἵνα καὶ παρὰ τὸν πάντα ἄλλον λαὸν τὸν ἐν τῷ κόσμῳ ἰδίῳ καὶ ἀνελλιπεῖ καὶ μὴ δύνοντι φωτὶ χρῆσθαι ἔχητε· οἷς ἄρτον εἰς τροφὴν δι᾿ ἀγγέλων οὐρανίων, τὸ μάννα, ἔβρεξεν, ἵνα μηδὲ σιτοποιίας δεόμενοι ζητήσητε· καὶ τὸ ἐν Μερρᾷ ὕδωρ ἐγλυκάνθη·
諸君は、高く上げられた腕と大いなる栄光の顧みとによってエジプトから贖われた者であり、海が諸君のために切り分けられて乾いた道となり、その中で、非常に大きな力と輝かしい戦車とともに諸君を追う者たちを、諸君のために道とされたその海を〔神が〕押し流して滅ぼした。諸君には光の柱が輝き、それによって世にある他のあらゆる民と違って、独自の、絶えることのない、沈むことのない光を用いることができ、諸君には、天の天使たちを通して、食物としてのパンすなわちマンナが降らされ、それによってパンを焼く手間さえ要せずにすむようにされ、メラにおいては水が甘くされた。
καὶ σημεῖον τοῦ σταυροῦσθαι μέλλοντος καὶ ἐπὶ τῶν ὄφεων τῶν δακόντων ὑμᾶς, ὡς προεῖπον, γεγένηται (πάντα προλαμβάνοντος πρὸ τῶν ἰδίων καιρῶν τὰ μυστήρια χαρίζεσθαι ὑμῖν τοῦ θεοῦ, πρὸς ὅν ἀχάριστοι ἐλέγχεσθε ἀεὶ γεγενημένοι) καὶ διὰ τοῦ τύπου τῆς ἐκτάσεως τῶν χειρῶν Μωσέως καὶ τοῦ ἐπονομασθέντος Ἰησοῦ πολεμούντων τὸν Ἀμαλήκ, περὶ οὗ εἶπεν ὁ θεὸς ἀναγραφῆναι τὸ γεγενημένον, φήσας καὶ εἰς τὰς ὑμῶν ἀκοὰς Ἰησοῦ παραθέσθαι τὸ ὄνομα, εἰπὼν ὅτι οὗτός ἐστιν ὁ μέλλων ἐξαλείφειν ἀπὸ τῆς ὑπὸ τὸν οὐρανὸν τὸ μνημόσυνον τοῦ Ἀμαλήκ.
そして、これから十字架にかけられようとする方のしるしが、諸君を噛んだ蛇どもに対しても、既に述べたとおり、生じた(神は、ご自身の奥義を、その定められた時に先立って諸君に与えることを、常に先取りされるのであり、それに対して諸君は常に恩を知らぬ者であることが明らかにされている)。またモーセの両手を伸ばすという予型と、イエスと名づけられた者がアマレクと戦ったこととを通しても、〔しるしが生じた〕。このことについて神は、起こったことを書き記すよう命じ、諸君の耳にもイエスという名を留め置くようにと語り、この方こそが天の下からアマレクの記憶を消し去ろうとする者であると言われた。
Καὶ ὅτι τὸ μνημόσυνον τοῦ Ἀμαλὴκ καὶ μετὰ τὸν τοῦ Ναυῆ υἱὸν μένει, φαίνεται· διὰ δὲ τοῦ Ἰησοῦ τοῦ σταυρωθέντος, οὗ καὶ τὰ σύμβολα ἐκεῖνα προκηρύγματα ἦν τῶν κατ᾿ αὐτὸν ἁπάντων, ὅτι μέλλει ἐξολοθρευθήσεσθαι τὰ δαιμόνια καὶ δεδιέναι τὸ ὄνομα αὐτοῦ, καὶ πάσας τὰς ἀρχὰς καὶ τὰς βασιλείας ὁμοίως ὑφορᾶσθαι αὐτόν, καὶ ἐκ παντὸς γένους ἀνθρώπων θεοσεβεῖς καὶ εἰρηνικοὺς δείκνυσθαι εἶναι τοὺς εἰς αὐτὸν πιστεύοντας, φανερὸν ποιεῖ, καὶ τὰ προανιστορημένα ὑπ᾿ ἐμοῦ, Τρύφων, σημαίνουσι.
そしてアマレクの記憶が、ヌンの子〔ヨシュア〕の後にもなお残っていることは、明らかである。しかし、十字架にかけられたイエス——その方についてあの〔モーセの〕しるしどもは、その方に関するすべてのことの予告であった——を通して、悪霊どもが滅ぼし尽くされ、その名を恐れるようになること、そしてあらゆる支配と王国とが同様にこの方を警戒するようになること、あらゆる人間の族の中から、この方を信じる者たちが神を敬う者、平和を愛する者であることが示されるようになること、これが明らかにされるのであり、私が先に物語ったことも、トリュフォンよ、これを示している。
Καὶ τοσαύτη δὲ ὀρτυγομήτρα ἐδόθη ὑμῖν ἐπιθυμήσασι κρεωφαγίας, ὅση ἀνάριθμους εἰπεῖν· οἷς καὶ ἐκ πέτρας ὕδωρ ἀνέβλυσε, καὶ νεφέλη εἰς σκιὰν ἀπὸ καύματος καὶ φυλακὴν ἀπὸ κρύους εἵπετο, ἄλλου οὐρανοῦ καινοῦ τρόπον καὶ προαγγελίαν ἀπαγγέλλουσα· ὧν καὶ οἱ ἱμάντες τῶν ὑποδημάτων οὐκ ἐρράγησαν, οὐδὲ αὐτὰ τὰ ὑποδήματα ἐπαλαιώθη, οὐδὲ τὰ ἐνδύματα κατετρίβη, ἀλλὰ καὶ τὰ τῶν νεωτέρων συνηύξανε.
そして、肉を食べたいと望んだ諸君には、数えきれないほどのウズラが与えられた。諸君には岩から水が湧き出し、雲が暑さからの陰と寒さからの守りとなって従い、それは新しいもう一つの天のあり方と予告とを告げ知らせるものであった。諸君の履物の紐は切れることなく、履物そのものも古びることなく、衣服もすり切れることなく、若い者たちの衣服さえも〔身とともに〕成長した。
Caput CXXXII
第CXXXII章Καὶ πρὸς τούτοις ἐμοσχοποιήσατε καὶ πρὸς τὰς θυγατέρας τῶν ἀλλογενῶν πορνεῦσαι καὶ εἰδωλολατρῆσαι ἐσπουδάσατε, καὶ μετὰ ταῦτα πάλιν, τῆς γῆς ὑμῖν παραδοθείσης μετὰ δυνάμεως τοσαύτης, ὡς καὶ τὸν ἥλιον θεάσασθαι ὑμᾶς προστάξει τοῦ ἀνδρὸς ἐκείνου τοῦ ἐπονομασθέντος τῷ Ἰησοῦ ὀνόματι σταθέντα ἐν τῷ οὐρανῷ καὶ μὴ δύναντα μέχρι ὡρῶν τριάκοντα ἕξ, καὶ τὰς ἄλλας πάσας δυνάμεις τὰς κατὰ καιρὸν γεγενημένας ὑμῖν· ὧν καὶ ἄλλην μίαν καταριθμῆσαι τανῦν εἶναί μοι δοκεῖ· συναίρεται γὰρ πρὸς τὸ καὶ ἐξ αὐτῆς συνιέναι ὑμᾶς τὸν Ἰησοῦν, ὃν καὶ ἡμεῖς ἐπέγνωμεν Χριστὸν υἱὸν θεοῦ, σταυρωθέντα καὶ ἀναστάντα καὶ ἀνεληλυθότα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν παραγενησόμενον κριτὴν πάντων ἁπλῶς ἀνθρώπων μέχρις αὐτοῦ Ἀδάμ.
そしてこれに加えて、諸君は子牛を造り、異邦の娘たちに向かって淫らな行いをし、偶像を拝もうと熱心になった。そしてこの後、再び、地が諸君に与えられた際には、あれほどの力とともに与えられたので、諸君は、イエスという名で呼ばれたあの男の命令によって、太陽が天にとどまり、三十六時間も沈まないのを見るほどであった。また諸君に折々与えられた他のすべての力についても同様である。そのうちのもう一つを、今ここで数え上げるのがよいと私には思われる。というのも、それによって諸君が、そこから、イエス——我々もまたこの方を神の子キリストであると知った方であり、十字架にかけられ、甦り、天に昇り、再びすべての人間、アダムその人に至るまでのすべての人間の裁き主として来臨する方——を理解する助けとなるからである。
Ἐπίστασθε οὖν, ἔλεγον, ὅτι, τῆς σκηνῆς τοῦ μαρτυρίου ὑπὸ τῶν περὶ Ἀζωτίους πολεμίων ἁρπαγείσης καὶ πληγῆς αὐτοῖς γεγενημένης φοβερᾶς καὶ ἀνιάτου, ἐβουλεύσαντο ἐφ᾿ ἁμάξης, ὑφ᾿ ᾗ δαμάλεις νεοτόκους ἔζευξαν, ἐπιθεῖναι, εἰς πεῖραν τοῦ γνῶναι εἰ δυνάμει θεοῦ διὰ τὴν σκηνὴν πεπληγμένοι εἰσὶ καὶ βούλεται ὁ θεὸς ἀπενεχθῆναι αὐτὴν ὅθεν ἐλήφθη.
「それゆえ、諸君は知っているであろう」と私は言った、「証しの天幕が、アシュドド人とその周辺の敵たちによって奪われ、彼らに恐ろしく癒しがたい災いが下った時、彼らは、それを荷車の上に載せ、その荷車には産んだばかりの雌牛を繋ぐことを協議した。それは、彼らが神の力によって、その天幕のゆえに打たれたのかどうか、また神がそれを、奪われた場所へと運び返すことを望んでいるのかどうかを、試して知るためであった。」
Καί, πραξάντων τοῦτο, αἱ δαμάλεις, ὑπὸ μηδενὸς ὁδηγούμεναι ἀνθρώπων, οὐκ ἦλθον μὲν εἰς τὸν τόπον ὁπόθεν εἴληπτο ἡ σκηνή, ἀλλ᾿ εἰς χωρίον τινὸς ἀνδρὸς καλουμένου Αὐσῆ, ὁμωνύμου ἐκείνου τοῦ μετονομασθέντος τῷ Ἰησοῦ ὀνόματι, ὡς προελέλεκτο, ὃς καὶ εἰσήγαγε τὸν λαὸν εἰς τὴν γῆν καὶ κατεκληροδότησεν αὐτοῖς αὐτήν· εἰς ὃ χωρίον ἐλθοῦσαι μεμενήκασι, δεικνυμένου ὑμῖν καὶ διὰ τούτων, ὅτι τῷ τῆς δυνάμεως ὀνόματι ὡδηγήθησαν, ὡς πρότερον ὁ περιλειφθεὶς λαὸς ἀπὸ τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων διὰ τοῦ λαβόντος τὸ Ἰησοῦ ὄνομα, Αὐσῆ πρότερον καλουμένου, εἰς τὴν γῆν ὡδηγήθη.
そして、彼らがこれを行うと、雌牛たちは、何人にも導かれることなく、天幕が奪われたその場所へは行かず、ホセアという名の、ある男の所有地へと向かった。この男は、先に述べたように、イエスという名に改名されたあの者と同名の者であり、民を地へと導き入れ、それを彼らに割り当てて分け与えた者である。雌牛たちはその場所に来てとどまったのであり、これによっても諸君に示されているのは、〔雌牛たちが〕あの力の名によって導かれたということであり、それはかつて、エジプトを出た者たちのうちの残りの民が、イエスの名を受けた者——先にはホセアと呼ばれていた者——を通して、その地へと導かれたのと同じである。
Caput CXXXIII
第CXXXIII章Καί, τούτων καὶ πάντων τῶν τοιούτων παραδόξων καὶ θαυμαστῶν ὑμῖν γενομένων τε καὶ ὁρωμένων κατὰ καιρούς, ἐλέγχεσθε καὶ διὰ τῶν προφητῶν μέχρι τοῦ καὶ τὰ ἑαυτῶν τέκνα τεθυκέναι τοῖς δαιμονίοις καὶ ἐπὶ τούτοις πᾶσι τοιαῦτα τετολμηκέναι εἰς τὸν Χριστὸν καὶ ἔτι τολμᾶν, ἐφ᾿ οἷς πᾶσι γένοιτο ὑμῖν, ἔλεος παρὰ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ λαβοῦσι, σωθῆναι.
そしてこれらすべて、このような並外れた驚くべきことが、諸君に折々起こり、また見られたにもかかわらず、諸君は預言者たちによっても告発されている——自分の子供たちを悪霊どもに供犠したことに至るまで、そしてこれらすべてに加えて、キリストに対してこのような大胆なことをあえて行い、なお行い続けていることについても。これらすべてにもかかわらず、諸君に、神とそのキリストからの憐れみが与えられ、それを受けて救われることがあるように。
Διὰ γὰρ τοῦ προφήτου Ἡσαίου προεπιστάμενος ὁ θεὸς ταῦτα μέλλειν ὑμᾶς ποιεῖν κατηράσατο οὕτως· Οὐαὶ τῇ ψυχῇ αὐτῶν· βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν.
なぜなら、預言者イザヤを通して、神は諸君がこれから行おうとしていることを予め知って、このように呪いを語ったからである。『彼らの魂に禍あれ。彼らは自分自身に対して悪しき計らいを謀り、こう言った——「正しい者を縛ろう、彼は我々にとって扱いにくいから。」それゆえ、彼らは自分の業の実りを食べるであろう。不法な者に禍あれ。その手の業に応じて、悪しきことが彼の身に起こるであろう。我が民よ、汝らの取り立て人は汝らを刈り取り、取り立てる者どもは汝らを支配するであろう。』
Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ὁδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν τὸν λαὸν αὐτοῦ, καὶ αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καί τῶν ἀρχόντων αὐτοῦ· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Ὑμεῖς τί ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν ταπεινῶν κατῃσχύνατε;
『我が民よ、汝らを幸いと呼ぶ者どもは汝らを迷わせ、汝らの道の小道を乱す。しかし今、〔主は〕その民を裁きに立たせるであろう。そして主ご自身が、民の長老たちと支配者たちとともに、裁きに来るであろう。——汝らはなぜ我が葡萄畑を焼いたのか。貧しい者から奪ったものが汝らの家々にあるではないか。汝らはなぜ我が民を虐げ、卑しい者たちの顔を辱めたのか。』
Καὶ ἐν ἑτέροις πάλιν λόγοις ὁ αὐτὸς προφήτης εἰς τὸ αὐτὸ εἶπεν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς ἐν σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος αὐτοῦ ἐγγισάτω, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.
そしてまた別の言葉において、同じ預言者はこれと同じことについてこう語った。『自分の罪を長い綱のように、また牛のくびきの紐のように、自分の不法を引き寄せる者どもに禍あれ。彼らはこう言う——「その速やかなことが近づくがよい、そして聖なるイスラエルの計らいが来るがよい、我々が知るために。」悪を善と言い、善を悪と言う者どもに禍あれ。光を闇とし、闇を光とする者ども、苦いものを甘いとし、甘いものを苦いとする者どもに。自分自身のうちで賢く、自分の前で物知りである者どもに禍あれ。』
Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, καὶ οἱ δυνάσται, καὶ οἱ κιρνῶντες τὸ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς καιομένης, ἡ ῥίζα ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον κυρίου τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαώθ, καὶ ἐπέβαλε τὰς χεῖρας ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ἐν μέσῳ ὡς κοπρία ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφησαν, ἀλλ᾿ ἔτι ἡ χεὶρ αὐτῶν ὑψηλή.
『汝らのうちの力ある者ども、酒を飲む者ども、権勢ある者ども、強い酒を調合する者どもに禍あれ。賄賂のゆえに不敬虔な者を義とし、正しい者の正義を取り除く者どもに。それゆえ、藁が炭火によって焼かれ、燃える炎によって共に焼き尽くされるように、彼らの根は塵のようになり、その花は埃のように舞い上がるであろう。彼らは万軍の主の律法を欲しなかったからであり、聖なるイスラエルの主の言葉を怒らせたからである。そして万軍の主は怒りをもって憤り、彼らの上に手を下し、彼らを打ち、山々に向かって憤られた。そして彼らの死骸は道の糞のように、その中にあった。そしてこれらすべてにおいても彼らは立ち返らず、なお彼らの手は高く上げられたままであった。』
Ἔτι γὰρ ἀληθῶς ἡ χεὶρ ὑμῶν πρὸς κακοποιΐαν ὑψηλή, ὅτι καὶ τὸν Χριστὸν ἀποκτείναντες οὐδ᾿ οὕτως μετανοεῖτε, ἀλλὰ καὶ ἡμᾶς, τοὺς πιστεύσαντας δι᾿ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων, μισεῖτε καὶ φονεύετε, ὁσάκις ἂν λάβητε ἐξουσίαν, ἀδιαλείπτως δὲ καταρᾶσθε αὐτῷ τε ἐκείνῳ καὶ τοῖς ἀπ᾿ αὐτοῦ, πάντων ἡμῶν εὐχομένων ὑπὲρ ὑμῶν καὶ ὑπὲρ πάντων ἁπλῶς ἀνθρώπων, ὡς ὑπὸ τοῦ Χριστοῦ ἡμῶν καὶ κυρίου ποιεῖν ἐδιδάχθημεν, παραγγείλαντος ἡμῖν εὔχεσθαι καὶ ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀγαπᾶν τοὺς μισοῦντας καὶ εὐλογεῖν τοὺς καταρωμένους.
なぜなら実に、諸君の手は今なお悪しきことをなすために高く上げられているからである。キリストを殺しておきながら、それでもなお悔い改めず、むしろ我々——この方を通して万物の神にして父を信じた者たち——を、諸君は憎み、権限を得るたびに殺している。そして絶えることなく、あの方ご自身とその方に属する者たちとを呪っている。それにもかかわらず、我々は皆、諸君のためにも、また単純にすべての人間のためにも祈っている。それは我々の主キリストによって行うようにと教えられたとおりであり、この方は我々に、敵のためにも祈ること、憎む者を愛すること、呪う者を祝福することを命じられたのである。
Caput CXXXIV
第CXXXIV章Εἰ οὖν καὶ ὑμᾶς δυσωπεῖ τά τε τῶν προφητῶν διδάγματα καὶ τὰ ἐκείνου αὐτοῦ, βέλτιόν ἐστιν ὑμᾶς τῷ θεῷ ἕπεσθαι ἢ τοῖς ἀσυνέτοις καὶ τυφλοῖς διδασκάλοις ὑμῶν, οἵτινες καὶ μέχρι νῦν καὶ τέσσαρας καὶ πέντε ἔχειν ὑμᾶς γυναῖκας ἕκαστον συγχωροῦσι, καὶ ἑὰν εὔμορφόν τις ἰδὼν ἐπιθυμήσῃ αὐτῆς, τὰς Ἰακὼβ τοῦ Ἰσραὴλ καὶ τῶν ἄλλων πατριαρχῶν πράξεις ἀνιστοροῦντες καὶ μηδὲν ἀδικεῖν λέγοντες τοὺς τὰ ὅμοια πράττοντας, τάλανες καὶ ἀνόητοι καὶ κατὰ τοῦτο ὄντες.
それゆえ、もし預言者たちの教えと、あの方ご自身の教えとが諸君を恥じ入らせるのであれば、諸君にとっては、諸君の無分別で目の見えない教師たちに従うよりも、神に従う方がよい。彼らは、今なお、各人が四人も五人も妻を持つことを許しており、もし誰かが美しい女を見て欲しく思うなら、イスラエルなるヤコブや他の父祖たちの行いを物語り、同じことを行う者たちは何ら不義を犯していないのだと言う者たちである。この点でも、彼らは哀れで愚かな者どもである。
Ὡς προέφην γάρ, οἰκονομίαι τινὲς μεγάλων μυστηρίων ἐν ἑκάστῃ τινί τοιαύτῃ πράξει ἀπετελοῦντο. Ἐν γὰρ τοῖς γάμοις τοῦ Ἰακὼβ τίς οἰκονομία καὶ προκήρυξις ἀπετελεῖτο, ἐρῶ, ὅπως καὶ ἐν τούτοις ἐπιγνῶτε ὅτι οὐδὲν πρὸς τὸ θειωδέστερον, δι᾿ ὅ ἑκάστη πρᾶξις γέγονεν, ἀπεῖδον ὑμῶν ἀεὶ οἱ διδάσκαλοι, ἀλλὰ πρὸς τὰ χαμαιπετῆ καὶ τὰ διαφθορᾶς μᾶλλον πάθη. Προσέχετε τοιγαροῦν οἷς λέγω.
なぜなら、私が先に述べたとおり、大いなる奥義のいくつかの経綸が、そのようなそれぞれの行いにおいて果たされていたからである。ヤコブの結婚においてどのような経綸と予告とが果たされていたか、私は語ろう。それによって、これらのことにおいても諸君は理解するであろう——それぞれの行いがそのために生じた、より神的な事柄を、諸君の教師たちは常に見ておらず、むしろ卑俗なもの、堕落の情念に向けていたということを。それゆえ、私が語ることに注意を払え。
Τῆς ὑπὸ τοῦ Χριστοῦ μελλούσης ἀπαρτίζεσθαι πράξεως τύποι ἦσαν οἱ γάμοι τοῦ Ἰακώβ. Δύο γὰρ ἀδελφὰς κατὰ τὸ αὐτὸ οὐ θεμιτὸν γαμῆσαι τὸν Ἰακώβ· καὶ δουλεύει δὲ τῷ Λάβαν ὑπὲρ τῶν θυγατέρων, καὶ ψευσθεὶς ἐπὶ τῇ νεωτέρᾳ πάλιν ἐδούλευσεν ἑπτὰ ἔτη. Ἀλλὰ Λεία μὲν ὁ λαὸς ὑμῶν καὶ ἡ συναγωγή, Ῥαχὴλ δὲ ἡ ἐκκλησία ἡμῶν. Καὶ ὑπὲρ τούτων δουλεύει μέχρι νῦν ὁ Χριστὸς καὶ τῶν ἐν ἀμφοτέραις δούλων.
ヤコブの結婚は、キリストによってこれから成し遂げられようとしている行いの予型であった。というのも、ヤコブが同時に二人の姉妹を娶ることは許されぬことであったからである。彼は娘たちのためにラバンに仕え、年下の娘のことで欺かれて、再びさらに七年仕えたのである。しかしレアは諸君の民であり会堂であり、ラケルは我々の教会である。そしてこの両者のために、キリストは今なお仕えており、両者のうちにいる奴隷たちのためにも仕えている。
Ἐπεὶ γὰρ τοῖς δυσὶν υἱοῖς τὸ τοῦ τρίτου σπέρμα εἰς δουλείαν ὁ Νῶε ἔδωκε, νῦν πάλιν εἰς ἀποκατάστασιν ἀμφοτέρων τε τῶν ἐλευθέρων τέκνων καὶ τῶν ἐν αὐτοῖς δούλων Χριστὸς ἐλήλυθε, τῶν αὐτῶν πάντας καταξιῶν τοὺς φυλάσσοντας τὰς ἐντολὰς αὐτοῦ, ὃν τρόπον καὶ οἱ ἀπὸ τῶν ἐλευθέρων καὶ οἱ ἀπὸ τῶν δούλων γενόμενοι τῷ Ἰακὼβ πάντες υἱοὶ καὶ ὁμότιμοι γεγόνασι· κατὰ δὲ τὴν τάξιν καὶ κατὰ τὴν πρόγνωσιν, ὁποῖος ἕκαστος ἔσται, προλέλεκται.
なぜなら、ノアが二人の息子に、三番目の子孫を奴隷として与えたので、今また、自由な子らと、彼らのうちにいる奴隷たる者たちと、その両者の回復のために、キリストは来られたのであり、その戒めを守る者すべてを、同じ〔栄誉〕に値する者とされる。それは、自由な女たちから生まれた者も、奴隷の女たちから生まれた者も、ヤコブにとっては皆等しく息子となり、同等の栄誉を得たのと同じ仕方である。しかし、それぞれの秩序と、それぞれがどのような者になるかについての予知とに従って、それは先に語られていたのである。
Ἐβούλευσεν Ἰακὼβ τῷ Λάβαν ὑπὲρ τῶν ῥαντῶν καὶ πολυμόρφων θρεμμάτων· ἐδούλευσε καὶ τὴν μέχρι σταυροῦ δουλείαν ὁ Χριστὸς ὑπὲρ τῶν ἐκ παντὸς γένους ποικίλων καὶ πολυειδῶν ἀνθρώπων, δι᾿ αἵματος καὶ μυστηρίου τοῦ σταυροῦ κτησάμενος αὐτούς· Λείας ἀσθενεῖς ἦσαν οί ὀφθαλμοί· καὶ γὰρ ὑμῶν σφόδρα οἱ τῆς ψυχῆς ὀφθαλμοί. Ἔκλεψε Ῥαχὴλ τοὺς θεοὺς Λάβαν καὶ κατέκρυψεν αὐτοὺς ἕως τῆς σήμερον ἡμέρας· καὶ ἡμῖν ἀπολώλασιν οἱ πατρικοὶ καὶ ὑλικοὶ θεοί.
ヤコブはラバンのために、まだらで多様な姿の家畜のことで働いた。キリストもまた、十字架に至るまでの奉仕を、あらゆる族から出た様々な、多様な姿の人間たちのために果たし、その血と十字架の奥義とによって彼らを獲得された。レアの目は弱かった。まことに諸君の魂の目も甚だしく弱いのである。ラケルはラバンの神々を盗み、今日に至るまでそれらを隠している。そして我々にとっても、父祖伝来の物質的な神々は失われたのである。
Τὸν χρόνον πάντα ἐμισεῖτο ὑπὸ τοῦ ἀδελφοῦ ὁ Ἰακώβ· καὶ ἡμεῖς νῦν καὶ αὐτὸς ὁ κύριος ἡμῶν μισεῖται ὑφ᾿ ὑμῶν καὶ ὑπὸ τῶν ἄλλων ἁπλῶς ἀνθρώπων, ὄντων πάντων τῇ φύσει ἀδελφῶν. Ἰσραὴλ ἐπεκλήθη Ἰακώβ· καὶ Ἰσραὴλ καὶ ὁ Χριστὸς ἀποδέδεικται, ὁ ὢν καὶ καλούμενος Ἰησοῦς.
ヤコブは終始その兄弟に憎まれていた。そして今、我々もまた、我々の主ご自身も、諸君によって、また単純に他のすべての人間によって——本性においては皆兄弟でありながら——憎まれている。ヤコブはイスラエルと呼ばれた。そしてキリストもまたイスラエルであることが証示されている。この方こそイエスと呼ばれ、またそのようにある方である。
Caput CXXXV
第CXXXV章Καὶ ὅταν ἡ γραφὴ λέγῃ· Ἐγὼ κύριος ὁ θεός, ὁ ἄγιος Ἰσραήλ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν· οὐχὶ ἀληθῶς τὸν Χριστὸν τὸν αἰώνιον βασιλέα ἀκούσεσθε; Καὶ Ἰακὼβ γάρ, ὁ τοῦ Ἰσαὰκ υἱός, ὅτι οὐδέποτε βασιλεὺς γέγονεν, ἐπίστασθε καὶ διὰ τοῦτο ἡ γραφή, πάλιν ἐξηγουμένη ἡμῖν τίνα λέγει βασιλέα Ἰακὼβ καὶ Ἰσραήλ, οὕτως ἔφη·
そして聖書が『我は主なる神、イスラエルの聖なる者、イスラエルを汝らの王として立てた者である』と語る時、諸君は本当にキリストを永遠の王として聞くのではないだろうか。なぜなら、イサクの子ヤコブが、決して王となったことがないことを諸君は知っているからである。そしてこのゆえに、聖書は再び、ヤコブとイスラエルという語によって誰を王と呼んでいるのかを我々に解き明かして、このように語った。
Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· καὶ Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσδέξεται αὐτὸν ἡ ψυχή μου. Δέδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐ κεκράξεται, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθραυσμένον οὐ συντρίψει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως οὗ νῖκος ἐξοίσει, κρίσιν ἀναλήψει, καὶ οὐ θραυσθήσεται, ἕως ἄν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐλπιοῦσιν ἔθνη.
『ヤコブは我が僕、私は彼を支持するであろう。イスラエルは我が選び、私の魂は彼を受け入れるであろう。私は我が霊を彼の上に置いた。そして彼は諸国民に裁きをもたらすであろう。彼は叫ぶことなく、その声が外に聞かれることもない。彼は砕けた葦を折ることなく、くすぶる燈心を消すこともなく、勝利をもたらすまで、裁きを担い、地に裁きを置くまで、砕かれることはないであろう。そして諸国民はその名に望みを置くであろう。』
Μήτι οὖν ἐπὶ τὸν Ἰακὼβ τὸν πατριάρχην οἱ απὸ τῶν ἐθνῶν ἐλπίζουσιν, ἀλλ᾿ οὐκ ἐπὶ τὸν Χριστόν, καὶ ὑμεῖς δὲ αὐτοί; Ὡς οὖν Ἰσραὴλ τὸν Χριστὸν καὶ Ἰακὼβ λέγει, οὕτως καὶ ἡμεῖς ἐκ τῆς κοιλίας τοῦ Χριστοῦ λατομηθέντες ἰσραηλιτικὸν τὸ ἀληθινόν ἐσμεν γένος. Αὐτῷ δὲ μᾶλλον τῷ ῥητῷ προσέχωμεν.
それでは、諸国民から出た者たちが——そして諸君自身もまた——父祖ヤコブに望みを置いていて、キリストにではない、などということがあろうか。それゆえ、〔聖書が〕キリストをイスラエルともヤコブとも呼ぶように、我々もまた、キリストの胎から切り出された、真のイスラエルの族なのである。しかしむしろ、この言葉そのものに注意を向けようではないか。
Καὶ ἐξάξω, φησί, τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα· καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ· καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ οἳ ἐζήτησάν με. Ὑμεῖς δέ, οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τοῖς δαιμονίοις τράπεζαν καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν· πάντες σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐνώπιόν μου, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.
『そして私は』と〔主は〕言う、『ヤコブから、そしてユダから、種を導き出すであろう。そして彼は我が聖なる山を受け継ぐであろう。そして我が選ばれた者たち、我が僕たちが受け継ぎ、そこに住むであろう。そして森の中には羊の群れの宿営が、アコルの谷には、我を尋ね求めた民のための牛の群れの憩いの場があるであろう。しかし汝ら、我を見捨て、我が聖なる山を忘れ、悪霊どものために食卓を整え、ダエモーンに混ぜ酒を満たす者どもよ、私は汝らを剣に引き渡すであろう。汝らは皆、屠られて倒れるであろう。なぜなら私は汝らを呼んだのに汝らは聞き従わず、私は語ったのに汝らは聞き入れず、私の前で悪を行い、私の望まなかったことを選び取ったからである。』
Καὶ τὰ μὲν τῆς γραφῆς ταῦτα· συννοεῖτε δὲ καὶ αὐτοὶ ὅτι ἄλλο τί ἐστι τὸ ἐξ Ἰακὼβ σπέρμα νῦν λεγόμενον, οὐχ ὡς οἰηθείη τις ἂν περὶ τοῦ λαοῦ λέγεσθαι. Οὐ γὰρ ἐνδέχεται τοῖς ἐξ Ἰακὼβ γεγεννημένοις ἀπολιπεῖν ἐπείσαξιν τοὺς ἐξ Ἰακὼβ σπαρέντας, οὐδὲ ὀνειδίζοντα τῷ λαῷ, ὡς μὴ ἀξίῳ τῆς κληρονομίας, πάλιν, ὡς ὑπολαβόμενος, τοῖς αὐτοῖς ὑπισχνεῖσθαι.
聖書の言葉はこれである。そして諸君自身も理解せよ——ここで語られる『ヤコブから出る種』とは何か別のものであって、誰かが思うように民について語られているのではない、ということを。なぜなら、ヤコブから生まれた者たちに対して、ヤコブから種として生まれた者たちを差し置いて他の者を導き入れるということはあり得ないからであり、また民を、相続に値しないと責めておきながら、それを取り上げ直したかのように、再びその同じ者たちに約束するということもあり得ないからである。
Ἀλλ᾿ ὅνπερ τρόπον ἐκεῖ φησιν ὁ προφήτης· Καὶ νῦν σὺ οἶκος τοῦ Ἰακώβ, δεῦρο καὶ πορευθῶμεν ἐν φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ, ὅτι ἐπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπ᾿ ἀρχῆς, μαντειῶν καὶ κληδονισμῶν· οὕτω καὶ ἐνθάδε δεῖ νοεῖν ἡμᾶς δύο σπέρματα Ἰούδα καὶ δ(??)ο γένη, ὡς δύο οἴκους Ἰακώβ, τὸν μὲν ἐξ αἵματος καὶ σαρκός, τὸν δὲ ἐκ πίστεως καὶ πνεύματος γεγεννημένον.
むしろ、預言者があの箇所で語るとおりである。『そして今、お前、ヤコブの家よ、来たれ、我々は主の光のうちを歩もう。〔主は〕その民、ヤコブの家を見捨てたからである。彼らの地が、初めからのように、占いと卜占とに満ちていたからである。』それと同じように、ここでもまた、我々はユダの二つの種と二つの族とを理解しなければならない。ヤコブの二つの家のように、一つは血と肉から、もう一つは信仰と霊から生まれた家である。
Caput CXXXVI
第CXXXVI章Ὁρᾶτε γὰρ ὡς πρὸς τὸν λαὸν νῦν λεγει, ἀνωτέρω εἰπών· Ὅν τρόπον εὐρεθήσεται ῥὰξ ἐν βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμανῇ αὐτόν, ὅτι εὐλογία ἐν αὐτῷ ἐστιν, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἔνεκεν οὐ μὴ ἀπολέσω πάντας· καὶ μετὰ τοῦτο ἐπιφέρει· Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ καὶ ἐξ Ἰούδα. Δῆλον οὖν, εἰ ἐκείνοις οὕτως ὀργίζεται καὶ ὀλιγοστοὺς καταλείψειν ἀπειλεῖ, ἄλλους τινὰς ἐξάξειν ἐπαγγέλλεται οἳ κατοικήσουσιν ἐν τῷ ὄρει αὐτοῦ.
見よ、〔預言者が〕今、民に向かって語っていることを。先にこう言っていたとおりである。『ちょうど葡萄の房の中に一粒の実が見出されるように——そして人々は「それを損なうな、その中に祝福があるから」と言うであろう——そのように私は、我に仕える者のゆえに行うであろう。このゆえに、私はすべての者を滅ぼしはしないであろう。』そしてこれに続けて〔主は〕こう言い添える。『そして私はヤコブから、そしてユダから〔種を〕導き出すであろう。』それゆえ明らかである。もしあの者たちに対してこのように怒り、ごく僅かな者しか残さないと脅すのであれば、〔主は〕別の何らかの者たちを導き出すことを約束しているのであり、彼らはその山に住むことになる。
Οὗτοι δέ εἰσιν οὓς εἶπε σπερεῖν καὶ γεννήσειν· ὑμεῖς γὰρ οὔτε καλοῦντος αὐτοῦ ἀνέχεσθε οὔτε λαλοῦντος ἀκούετε, ἀλλὰ καὶ τὸ πονηρὸν ἐποιήσατε ἐνώπιον κυρίου. Τὸ δὲ ὑπερβάλλον ὑμῶν τῆς κακίας τὸ καὶ μισεῖν, ὅν ἐφονεύσατε, δίκαιον καὶ τοὺς ἀπ᾿ αὐτοῦ λαβόντας εἶναι ὅπερ εἰσίν, εὐσεβεῖς καὶ δίκαιοι καὶ φιλάνθρωποι. Τοιγαροῦν Οὐαὶ τῇ ψυχῇ αὐτῶν λέγει κύριος, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.
この者たちこそ、〔主が〕種を蒔き、生み出すと言った者たちである。なぜなら諸君は、〔主が〕呼びかけても耐え忍ばず、〔主が〕語りかけても聞かず、むしろ主の前で悪を行ったからである。そして諸君の悪の甚だしさは、諸君が殺した正しい方を憎むばかりか、その方から〔何かを〕受けた者たちが、まさにそのとおりの者、すなわち敬虔で正しく人を愛する者であることをも憎んでいる、という点にある。それゆえ、『主は言われる。彼らの魂に禍あれ。なぜなら彼らは自分自身に対して悪しき計らいを謀り、こう言ったからである——「正しい者を取り除こう、彼は我々にとって扱いにくいから。」』
Οὐ γὰρ καὶ ὑμεῖς τῇ Βάαλ ἐθύετε, ὡς οἱ πατέρες ὑμῶν, οὐδὲ ἐν συσκίοις ἢ μετεώροις τόποις πέμματα ἐποιεῖτε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὅτι οὐκ ἐδέξασθε τὸν Χριστὸν αὐτοῦ. Ὁ γὰρ τοῦτον ἀγνοῶν ἀγνοεῖ καὶ τὴν βουλὴν τοῦ θεοῦ, καὶ ὁ τοῦτον ὑβρίζων καὶ μισῶν καὶ τὸν πέμψαντα· δηλονότι καὶ μισεῖ καὶ ὑβρίζει· καὶ εἰ οὐ πιστεύει τις εἰς αὐτόν, οὐ πιστεύει τοῖς τῶν προφητῶν κηρύγμασι τοῖς αὐτὸν εὐαγγελισαμένοις καὶ κηρύξασιν εἰς πάντας.
というのも、これはもはや、諸君の父祖たちがそうしたようにバアルに供犠を捧げたから、あるいは陰った所や高い所で天の軍勢に供え物の菓子を作ったから、というのではなく、そのキリストを受け入れなかったからなのである。なぜなら、この方を知らない者は神の計らいをも知らないのであり、この方を辱め憎む者は、この方を遣わした方をも辱め憎むのであって、明らかにそうだからである。そして誰であれこの方を信じない者は、この方を福音として告げ知らせ、すべての人々に宣べ伝えた預言者たちの宣教をも信じていないのである。
Caput CXXXVII
第CXXXVII章Μὴ δή, ὦ ἀδελφοί, κακόν τι εἴπητε εἰς ἐκεῖνον τὸν ἐσταυρωμένον, μηδὲ χλευάσητε αὐτοῦ τοὺς μώλωπας, οἷς ἰαθῆναι πᾶσι δυνατόν, ὡς καὶ ἡμεῖς ἰάθημεν. Καλὸν γάρ, ἢν πεισθέντες τοῖς λόγοις περιτμηθῆτε τὴν σκληροκαρδίαν, ἥν οὐχὶ δι᾿ ὑμῶν ἐγγινομένην γνώμην ἔχετε, ἐπειδὴ εἰς σημεῖον ἦν δεδομένη, ἀλλ᾿ οὐκ εἰς δικαιοπραξίας ἔργον, ὡς οἱ λόγοι ἀναγκάζουσι.
どうか、兄弟たちよ、あの十字架にかけられた方について、何か悪いことを言わないでほしい。その方の打ち傷を嘲らないでほしい。その傷によって、すべての人が癒されることができるのであり、我々もまた癒されたのである。なぜなら、もし諸君がこれらの言葉に説得されて、心の頑なさについて割礼を受けるならば、それは良いことだからである。この頑なさを、諸君は、諸君自身から生じたのではない考えとして抱いている。〔肉の割礼は〕しるしとして与えられていたのであって、言葉が迫るように、正しい行いの働きのために与えられていたのではないからである。
Συμφάμενοι οὖν μὴ λοιδορῆτε ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ, μηδὲ Φαρισαίοις πειθόμενοι διδασκάλοις τὸν βασιλέα τοῦ Ἰσραὴλ ἐπισκώψητέ ποτε, ὁποῖα διδάσκουσιν οἱ ἀρχισυνάγωγοι ὑμῶν, μετὰ τὴν προσευχήν. Εἰ γὰρ ὁ ἁπτόμενος τῶν μὴ εὐαρέστων τῷ θεῷ ὡς ὁ ἁπτόμενος κόρης τοῦ θεοῦ, πολὺ μᾶλλον ὁ τοῦ ἠγαπημένου καθαπτόμενος. Ὅτι δὲ οὗτος αὐτός ἐστι, καὶ ἱκανῶς ἀποδέδεικται.
それゆえ、〔真理を〕認めた上で、神の子に対して悪口を言わず、パリサイ人の教師たちに従って、イスラエルの王を決して嘲弄しないでほしい。それは、諸君の会堂の長たちが、祈りの後に教えているようなことである。なぜなら、神に喜ばれない者に触れる者でさえ、神の瞳に触れる者のようであるとすれば、まして愛される方に触れる者はなおさらそうだからである。そしてこの方こそがその方であることは、すでに十分に証示されている。
Καὶ σιγώντων αὐτῶν εἶπον· Ἐγώ, ὦ φίλοι. καὶ τὰς γραφὰς λέγω νῦν ὡς ἐξηγήσαντο οἱ ἑβδομήκοντα· εἰπὼν γὰρ αὐτὰς πρότερον ὡς ὑμεῖς αὐτὰς ἔχετε, πεῖραν ὑμῶν ἐποιούμην πῶς διάκεισθε ἤδη τὴν γνώμην. Λέγων γὰρ τὴν γραφήν, ἣ λέγει· Οὐαὶ αὐτοῖς, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν εἰπόντες· ὡς ἐξηγήσαντο οἱ ἑβδομήκοντα ἐπήνεγκα· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· ἐμοῦ ἐν ἀρχῇ τῆς ὁμιλίας καὶ εἰπόντος ὅπερ ὑμεῖς εἰρῆσθαι βούλεσθε, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.
そして彼らが黙っていると、私は言った。「友らよ、私は今、聖書を七十人が釈義したとおりに語っている。というのも、先には諸君が持っているとおりにそれらを語って、諸君が今どのような考えを持っているかを試したからである。すなわち、『彼らに禍あれ、彼らは自分自身に対して悪しき計らいを謀り、こう言った』と語る聖書を語る際、七十人が釈義したとおりに、私は『正しい者を取り除こう、彼は我々にとって扱いにくいから』と言い添えたが、この対話の初めには、諸君が語られることを望んでいるとおりのことを私が語り、『正しい者を縛ろう、彼は我々にとって扱いにくいから』と言っていたのである。」
Ἄλλα δέ τινα ἐπράξατε, καὶ οὐ δοκεῖτέ μοι ἐνηκόως τῶν λόγων ἐπακηκοέναι. Ἀλλ᾿ ἐπεὶ καὶ νῦν ἤδη ἡ ἡμέρα πέρας ποιεῖσθαι μέλλει, πρὸς δυσμὰς γὰρ ἤδη ὁ ἥλιός ἐστι, καὶ ἔν τι προσθεὶς τοῖς εἰρημένοις παύσομαι· τοῦτο δ᾿ αὐτὸ καὶ ἐν τοῖς εἰρημένοις μοι ἐρρέθη, ἀλλὰ πάλιν αὐτὸ ἐπεξεργάσασθαι ἄν δίκαιον εἶναί μοι δοκεῖ.
「しかし諸君は他のことを行ったのであり、私には、諸君が言葉に耳を傾けて聞いたようには思われない。しかし、今すでに日が終わりに近づいているので——というのも太陽はすでに西に傾いているから——私はもう一つのことを、これまで語ったことに付け加えて、話を終えることにしよう。このことは、私がすでに語ったことの中にも述べられていたが、それをもう一度詳しく論じることが正しいと私には思われるのである。」
Caput CXXXVIII
第CXXXVIII章Γινώσκετε οὗν, ὦ ἄνδρες, ἔφην, ὅτι ὲν τῷ Ἡσαίᾳ λέλεκται ὑπὸ τοῦ θεοῦ πρὸς τὴν Ἱερουσαλημ, ὅτι Ἐπὶ τοῦ κατακλυσμοῦ τοῦ Νῶε ἔσωσά σε. Τοῦτο δέ ἐστιν ὃ ἔλεγεν ὁ θεός. ὅτι τὸ μυστήριον τῶν σωζομένων ἀνθρώπων ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν. Ὁ δίκαιος γὰρ Νῶε μετὰ τῶν ἄλλων ἀνθρώπων ἐπὶ τοῦ κατακλυσμοῦ, τουτέστι τῆς τε γυναικὸς τῆς αὐτοῦ καὶ τῶν τριῶν τέκνων αὑτοῦ καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, οἵτινες ἀριθμῷ ὄντες ὀκτώ, σύμβολον εἶχον τῆς ἀριθμῷ μὲν ὀγδόης ἡμέρας, ἐν ᾗ ἐφάνη ὁ Χριστὸς ἡμῶν ἀπὸ νεκρῶν ἀναστάς, δυνάμει δ᾿ ἀεὶ πρώτης ὑπαρχούσης.
「それゆえ知るがよい、方々よ」と私は言った。「イザヤにおいて、神によってエルサレムに向けてこう語られていることを——『ノアの洪水の時に、私はお前を救った』と。これは神が語っていたことである。すなわち、救われる人間たちの奥義が、洪水の時に生じた、ということである。なぜなら、正しいノアは、他の人間たち、すなわち彼の妻と彼の三人の子供たちと彼の息子たちの妻たちとともに、洪水の時に〔救われた〕からである。彼らは数において八人であり、数としては第八の日のしるしを持っていた。その日において我々のキリストは死者の中から甦って現れたのであり、力においては常に第一の日であり続ける〔日の〕しるしである。」
Ὁ γὰρ Χριστός, πρωτότοκος πάσης κτίσεως ὤν, καὶ ἀρχὴ πάλιν ἄλλου γένους γέγονε, τοῦ ἀναγεννηθέντος ὑπ᾿ αὐτοῦ δι᾿ ὕδατος καὶ πίστεως καὶ ξύλου, τοῦ τὸ μυστήριον τοῦ σταυροῦ ἔχοντος, ὃν τρόπον καὶ ὁ Νῶε ἐν ξύλῳ διεσώθη ἐποχούμενος τοῖς ὕδασι μετὰ τῶν ἰδίων. Ὅταν οὖν εἴπῃ ὁ προφήτης· Ἐπὶ Νῶε ἔσωσά σε, ὡς προέφην, τῷ ὁμοίως πιστῷ λαῷ πρὸς θεὸν ὄντι καὶ τὰ σύμβολα ταῦτα ἔχοντι λέγει. Καὶ γὰρ ῥάβδον ἔχων ὁ Μωσῆς μετὰ χεῖρα διὰ τῆς θαλάσσης διήγαγεν ὑμῶν τὸν λαόν.
「なぜなら、キリストは、すべての被造物の最初に生まれた方でありながら、また別の族の初めともなられたからである。すなわち、この方によって、水と信仰と木とを通して新たに生み出された族——十字架の奥義を持つ族——の初めともなられたのである。それはちょうど、ノアが木によって、自分の家族とともに水に乗って救われたのと同じ仕方である。それゆえ、預言者が『ノアの時に、私はお前を救った』と言う時、先に述べたとおり、〔神は〕同様に神に対して信実な民、これらのしるしを持つ民に語りかけているのである。なぜなら、モーセもまた、杖を手に持って、諸君の民を海の中を通って導いたからである。」
Ὑμεῖς δὲ ὑπολαμβάνετε ὅτι τῷ γένει ὑμῶν μόνον ἔλεγεν ἢ τῇ γῇ. Ὅτι γὰρ πᾶσα ἡ γῆ, ὡς ἡ γραφὴ λέγει, κατεκλύσθη, καὶ ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων ὀρέων πήχεις δεκαπέντε, ὁ θεὸς οὐ τῇ γῇ φαίνεται εἰρηκώς, ἀλλὰ τῷ λαῷ τῷ πειθομένῳ αὐτῷ, ᾧ καὶ ἀνάπαυσιν προητοίμασεν ἐν Ἱερουσαλήμ, ὡς προαποδέδεικται διὰ πάντων τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβόλων· εἶπον δέ, δι᾿ ὕδατος καὶ πίστεως καὶ ξύλου οἱ προπαρασκευαζόμενοι καὶ μετανοοῦντες ἐφ᾿ οἶς ἥμαρτον ἐκφεύξονται τὴν μέλλουσαν ἐπέρχεσθαι τοῦ θεοῦ κρίσιν.
「しかし諸君は、それが諸君の族だけに、あるいは地だけに語られたのだと思い込んでいる。というのも、聖書が語るように、地全体が水に覆われ、水はすべての山々の上、十五キュビトまで上がったのであるから、神が語りかけたのは地に対してではなく、神に従う民に対してであったと明らかである。この民のためにこそ、〔神は〕エルサレムにおいて憩いをあらかじめ整えたのであり、それは洪水の折のすべてのしるしを通してすでに証示されているとおりである。私が言ったのは、水と信仰と木とによってあらかじめ備えをなし、自分が犯した罪を悔い改める者たちは、これから訪れようとしている神の裁きを免れるであろう、ということである。」
Caput CXXXIX
第CXXXIX章Καὶ γὰρ ἄλλο μυστήριον ἐπὶ τοῦ Νῶε προεφητεύθη τελούμενον. ὃ οὐκ ἐπίστασθε. Ἔστι δὲ τοῦτο. Ἐν ταῖς εὐλογίαις, αἷς εὐλόγει ὁ Νῶε τοὺς δύο υἱοὺς αὐτου, καὶ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καταρᾶται· τὸν γὰρ υἱόν, συνευλογηθέντα ὑπὸ τοῦ θεοῦ, τὸ προφητικὸν πνεῦμα καταρᾶσθαι οὐκ ἔμελλεν, ἀλλ᾿, ἐπεὶ δι᾿ ὅλου τοῦ γένους τοῦ ἐπιγελάσαντος τῇ γυμνώσει υἱοῦ αὐτοῦ ἡ προστίμησις τοῦ ἁμαρτήματος εἶναι ἔμελλεν, ἀπὸ τοῦ υἱοῦ τὴν κατάραν πεποίηται.
なぜなら、ノアにまつわる別の奥義もまた、成就されるものとして予め預言されていたからである。それを諸君は知らない。それはこうである。ノアが自分の二人の息子たちを祝福した祝福の中で、その息子の息子〔孫〕を呪っている。なぜなら、神によって〔ほかの者たちとともに〕祝福されていた息子を、預言の霊が呪うはずはなかったからであり、むしろ、〔父の〕裸を嘲笑ったその息子の族全体に、その罪の罰が及ぶことになっていたので、〔ノアは〕息子から呪いを発したのである。
Ἐν δὲ οἶς εἶπε προέλεγεν ὅτι καὶ οἱ ἀπὸ Σὴμ γενησόμενοι διακαθέξουσι τὰς κτήσεις καὶ οἰκήσεις τοῦ Χαναάν, καὶ πάλιν οἱ ἀπὸ τοῦ Ἰάφεθ αὐτάς, ἃς διακατέσχον παρὰ τῶν τοῦ Χαναὰν οἱ ἀπὸ Σὴμ παραλαβόντες, διακαθέξουσιν, ἀφελόμενοι τοὺς ἀπὸ Σὴμ γενομένους, ὃν τρόπον ἀφαιρεθέντων αὐτὰ τῶν υἱῶν Χαναὰν αὐτοὶ διακατέσχον.
そして〔ノアが〕語ったことの中で、彼は予め、セムから出る者たちがカナンの所有地と住まいとを引き継いで保持すること、そしてまた、ヤフェトから出る者たちが、セムから出た者たちがカナンの者たちから受け取って保持していたその同じものを、セムから出た者たちから奪って、引き継いで保持することを予告していた。それは、カナンの子らからそれが奪われて〔セムの者たちが〕それを保持したのと同じ仕方である。
Καὶ ὅτι οὕτω γέγονεν, ἀκούσατε. Ὑμεῖς γάρ, οἱ ἀπὸ τοῦ Σὴμ κατάγοντες τὸ γένος, ἐπήλθετε κατὰ τὴν τοῦ θεοῦ βουλὴν τῇ γῇ τῶν υἱῶν Χαναὰν καὶ διακατέσχετε αὐτήν. Καὶ ὅτι οἱ υἱοὶ Ἰάφεθ, κατὰ τὴν τοῦ θεοῦ κρίσιν ἐπελθόντες καὶ αὐτοὶ ὑμῖν, ἀφείλοντο ὑμῶν τὴν γῆν καὶ διακατέσχον αὐτήν, φαίνεται. Εἴρηται δὲ ταῦτα οὕτως· Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι κύριος τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
そしてそれがこのように起こったことを、聞くがよい。諸君は、セムからその族の血筋を引く者たちであり、神の計らいに従ってカナンの子らの地に攻め入り、それを引き継いで保持した。そしてヤフェトの子らが、神の裁きに従って諸君にも攻め入り、諸君から地を奪ってそれを引き継いで保持したことが明らかである。これらはこのように語られている。『ノアは酒から覚めて、彼の年下の息子が自分に何をしたかを知った。そして言った——「カナンなる僕は呪われよ、その兄弟たちの下僕となるであろう。」そして言った——「セムの神、主は祝福されよ、そしてカナンは彼の僕となるであろう。主はヤフェトを広げてくださるように、そして彼はセムの家々に住むように、そしてカナンは彼の僕となるように。」』
Δύο οὖν λαῶν εὐλογηθέντων, τῶν ἀπὸ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ πρώτων κατασχεῖν τοὺς οἴκους τοῦ Χαναὰν ἐγνωσμένων τῶν ἀπὸ Σήμ, καὶ πάλιν διαδέξασθαι παρ᾿ αὐτῶν τὰς αὐτὰς κτήσεις τῶν ἀπὸ Ἰάφεθ προειρημένων, καὶ τοῖς δυσὶ λαοῖς τοῦ ἑνὸς λαοῦ τοῦ ἀπὸ Χαναὰν εἰς δουλείαν παραδοθέντος, ὁ Χριστὸς κατὰ τὴν τοῦ παντοκράτορος πατρὸς δύναμιν δοθεῖσαν αὐτῷ παρεγένετο, εἰς φιλίαν καὶ εὐλογίαν καὶ μετάνοιαν καὶ συνοικίαν καλῶν, τὴν ὲν τῇ αὐτῇ γῇ τῶν ἁγίων πάντων μέλλουσαν γίνεσθαι, ἧς, ὡς προαποδέδεικται, διακατάσχεσιν ἐπήγγελται.
こうして二つの民、セムから出た者とヤフェトから出た者とが祝福され、セムから出た者たちがまずカナンの家々を保持することが知られており、また再び、ヤフェトから出た者たちが、先に述べたとおり、彼らからその同じ所有地を受け継ぐことになっており、この二つの民に対して、カナンから出た一つの民が奴隷として引き渡されている中で、キリストは全能の父から与えられた力に従って来られたのであり、友愛と祝福と悔い改めと、すべての聖なる者たちがその同じ地において共に住むこととへと招くために来られたのである。この地の保持を、先に証示されたとおり、〔神は〕約束されている。
Ὅθεν οἱ πάντοθεν ἄνθρωποι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, πιστεύοντες ἐπὶ τὸν Χριστὸν καὶ ἐγνωκότες τὴν ἐν τοῖς λόγοις αὐτοῦ καὶ τῶν προφητῶν αὐτοῦ ἀλήθειαν, ἐπίστανται ἅμα αὐτῷ ἐν τῇ γῇ ἐκείνῇ γενησόμενοι καὶ τὰ αἰώνια καὶ ἄφθαρτα κληρονομήσειν.
それゆえ、あらゆる所から来た人間たち、奴隷であれ自由な者であれ、キリストを信じ、この方とその預言者たちの言葉における真理を知った者たちは、この方とともにあの地に至り、永遠で朽ちることのないものを受け継ぐことになることを知っている。
Caput CXL
第CXL章Ὅθεν καὶ Ἰακώβ, ὡς προεῖπον, τύπος ὢν καὶ αὐτὸς τοῦ Χριστοῦ, καὶ τὰς δύο δούλας τῶν δύο ἐλευθέρων αὐτοῦ γυναικῶν ἐγεγαμήκει, καὶ ἐξ αὐτῶν ἐτέκνωσεν υἱούς, εἰς τὸ προμηνυθῆναι ὅτι ὁ Χριστὸς προσλήψεται καὶ τοὺς ὲν γένει τοῦ Ἰάφεθ ὄντας ἀπὸ τοῦ Χαναὰν πάντας ὁμοίως τοῖς ἐλευθέροις καὶ τέκνα συγκληρονόμα ἕξει· ἅπερ ἡμεῖς ὄντες, συνιέναι ὑμεῖς οὐ δύνασθε, διὰ τὸ μὴ δύνασθαι ἀπὸ τῆς τοῦ θεοῦ ζώσης πηγῆς πιεῖν, ἀλλὰ ἀπὸ τῶν συντετριμμένων λάκκων καὶ ὕδωρ μὴ δυναμένων συνέχειν, ὡς ἡ γραφὴ λέγει.
それゆえ、ヤコブもまた、私が先に述べたとおり、自らキリストの予型であって、彼の二人の自由な妻たちの二人の女奴隷をも娶り、彼女たちから息子たちをもうけたのであり、それは、キリストが、ヤフェトの族に属してカナンから出た者たちをも、自由な者たちと同様にすべて受け入れて、その子らをともに相続する子とすることを、あらかじめ示すためであった。我々こそがその子らであるが、諸君はこれを理解することができない。それは、諸君が神の生ける泉から飲むことができず、むしろ壊れた井戸、水を保つことのできない井戸から飲んでいるからである。聖書が語るとおりである。
Εἰσὶ δὲ λάκκοι συντετριμμένοι καὶ ὕδωρ μὴ συνέχοντες οὓς ὤρυξαν ὑμῖν οἱ διδάσκαλοι ὑμῶν αὐτῶν, ὡς καὶ ἡ γραφὴ διαρρήδην λέγει, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Καὶ πρὸς τούτοις ἑαυτοὺς καὶ ὑμᾶς βουκολοῦσιν, ὑπολαμβάνοντες ὅτι πάντως τοῖς ἀπὸ τῆς σπορᾶς τῆς κατὰ σάρκα τοῦ Ἀβραὰμ οὖσι, κἂν ἁμαρτωλοὶ ὦσι καὶ ἄπιστοι καὶ ἀπειθεῖς πρὸς τὸν θεόν, ἡ βασιλεία ἡ αἰώνιος δοθήσεται, ἅπερ ἀπέδειξαν αἱ γραφαὶ οὐκ ὄντα.
壊れた井戸、水を保たない井戸とは、諸君自身の教師たちが諸君のために掘ったものである。聖書がはっきりと語っているとおり、彼らは人間の戒めを教えとして教えている。そしてこれに加えて、彼らは自分自身をも諸君をも欺いており、アブラハムの肉による種から出た者であれば、たとえ罪人であり、不信仰で神に従わない者であっても、必ず永遠の王国が与えられるのだと思い込んでいる。しかし聖書はこれが事実でないことを示している。
Ἦ γὰρ τοῦτο οὐκ ἂν εἶπεν Ἡσαΐας· Καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν καὶ Γόμορρα ἐγενήθημεν· καὶ Ἰεζεκιήλ· ὅτι Κἂν Νῶε καὶ Ἰακὼβ καὶ Δανιὴλ ἐξαιτήσωνται υἱοὺς ἢ θυγατέρας, οὐ μὴ δοθῇ αὐτοῖς· ἀλλ᾿ οὔτε πατὴρ ὑπὲρ υἱοῦ οὔτε υἱὸς ὑπὲρ πατρός, ἀλλ᾿ ἕκαστος τῇ ἁμαρτίᾳ αὐτοῦ ἀπολεῖται καὶ ἕκαστος τῇ ἑαυτοῦ δικαιοπραξίᾳ σωθήσεται· καὶ πάλιν Ἡσαΐας· Ὄψονται τὰ κῶλα τῶν παραβεβηκότων· ὁ σκώληξ αὐτῶν οὐ παυθήσεται, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
なぜなら、もしそうでなければ、イザヤはこう語らなかったであろうから。『そして、もし万軍の主が我々に種を残さなかったなら、我々はソドムとゴモラのようになっていたであろう。』そしてエゼキエルも〔こう語らなかったであろう〕。『たとえノアとヤコブとダニエルが息子たちや娘たちを求めても、彼らには与えられないであろう。父は息子のためにも、息子は父のためにも〔執り成すことはできない〕。むしろ、それぞれが自分の罪によって滅び、それぞれが自分の正しい行いによって救われるであろう。』そしてまたイザヤは〔こう語る〕。『彼らは背いた者たちの肢体を見るであろう。彼らの蛆は絶えることなく、彼らの火は消えることなく、すべての肉に見せしめとなるであろう。』
Καὶ ὁ κύριος ἡμῶν κατὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν πατρὸς καὶ δεσπότου τῶν ὅλων οὐκ ἂν εἶπεν· Ἥξουσιν ἀπὸ δυσμῶν καὶ ἀνατολῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον; Ἀλλὰ καὶ ὅτι οὐκ αἰτίᾳ τοῦ θεοῦ οἱ προγινωσκόμενοι καὶ γενησόμενοι ἄδικοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, γίνονται φαῦλοι, ἀλλὰ τῇ ἑαυτῶν ἕκαστος αἰτίᾳ τοιοῦτοί εἰσιν ὁποῖος ἕκαστος φανήσεται, ἀπέδειξα καὶ ἐν τοῖς ἔμπροσθεν.
そして我々の主も、彼を遣わした父にして万物の主人の御心に従って、こう語らなかったであろう。『彼らは西と東から来て、アブラハムとイサクとヤコブとともに天の王国において横たわるであろう。しかし王国の子らは外の闇に投げ出されるであろう』と。そして、予め知られていて後に不義な者となる者たちが、天使であれ人間であれ、悪しき者となるのは神の責めによるのではなく、それぞれが自分自身の責めによって、それぞれが現れるとおりの者となるのであることも、私はすでに先に証示しておいた。
Caput CXLI
第CXLI章Ἵνα δὲ μὴ πρόφασιν ἔχητε λέγειν ὅτι ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ἢ καὶ ἐν τῷ γένει ὑμῶν εἶναι τοὺς παραβαίνοντας, καὶ οὐκ ἂν ἄλλως ἐδύνατο γενέσθαι, φθάσας διὰ βραχέων εἶπον, ὅτι βουλόμενος τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ἕπεσθαι τῇ βουλῇ αὐτοῦ ὁ θεὸς ἐβουλήθη ποιῆσαι τούτους αὐτεξουσίους πρὸς δικαιοπραξίαν. μετὰ λόγου τοῦ ἐπίστασθαι αὐτοὺς ὐφ᾿ οὗ γεγόνασι, καὶ δι᾿ ὅν εἰσι πρότερον οὐκ ὄντες, καὶ μετὰ νόμου τοῦ ὑπ᾿ αὐτου κρίνεσθαι, ἐὰν παρὰ τὸν ὀρθὸν λόγον πράττωσι· καὶ δι᾿ ἑαυτοὺς ἡμεῖς, οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι, ἐλεγχθησόμεθα πονηρευσάμενοι, ἐὰν μὴ φθάσαντες μεταθώμεθα.
しかし、諸君が『キリストは十字架にかけられねばならなかった』とか、『諸君の族の中に律法を破る者がいるのも他のようにはなり得なかったからだ』とか言う口実を持たないようにするために、私は先んじて手短に述べておいた。すなわち、天使たちと人間たちが自らの計らいに従うことを欲した神は、これらの者たちを正しい行いに対して自由な選びを持つ者として造ることを欲された、ということである。それは、彼らが誰によって造られたか、また誰によって以前は存在しなかったのに今存在しているのかを知る理性とともに、また、もし正しい理性に反して行うならば、その方によって裁かれるという法とともに、そうされたのである。そして我々、人間と天使たちとは、もし先んじて立ち返らないならば、悪しき行いをなす者として、自分自身のゆえに罪を問われることになるであろう。
Εἰ δὲ ὁ λόγος τοῦ θεοῦ προμηνύει πάντως τινὰς καὶ ἀγγέλους καὶ ἀνθρώπους κολασθήσεσθαι μέλλοντας, διότι προεγίνωσκεν αὐτοὺς ἀμεταβλήτως γενησομένους πονηρούς, προεῖπε ταῦτα, ἀλλ᾿ οὐχ, ὅτι αὐτοὺς ὁ θεὸς τοιούτους ἐποίησεν. Ὥστε, ἐὰν μετανοήσωσι, πάντες βουλόμενοι τυχεῖν τοῦ παρὰ τοῦ θεοῦ ἐλέους δύνανται, καὶ μακαρίους αὐτοὺς ὁ λόγος προλέγει εἰπών· Μακάριος, ᾧ οὐ μὴ λογίσηται κύροις ἁμαρτίαν· τοῦτο δέ ἐστιν, ὅς μετανοήσας ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἁμαρτημάτων παρὰ τοῦ θεοῦ λάβῃ ἄφεσιν, ἀλλ᾿ οὐχ, ὡς ὑμεῖς ἀπατᾶτε ἑαυτοὺς καὶ ἄλλοι τινὲς ὑμῖν ὅμοιοι κατὰ τοῦτο, οἳ λέγουσιν ὅτι, κἂν ἁμαρτωλοὶ ὦσι, θεὸν δὲ γινώσκουσιν, οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν.
しかし、もし神の言葉が、ある者たち——天使であれ人間であれ——が必ず罰せられることになると予め告げ知らせているとすれば、それは、彼らが変わることなく悪しき者となることを〔神が〕予め知っていたために、これを予め語ったのであって、神が彼らをそのような者に造ったからではない。それゆえ、もし彼らが悔い改めるならば、皆、神からの憐れみにあずかることを望むならば、それを得ることができるのであり、その言葉は彼らを幸いな者と予め告げてこう言っている。『幸いなるかな、主がその罪を数え入れない者は。』これはすなわち、自分の犯した罪について悔い改め、神から罪の赦しを受ける者のことである。しかし、諸君が自分自身を欺き、この点で諸君と同様の他の者たちもまた自分自身を欺いているように、たとえ罪人であっても神を知っているならば主はその罪を数え入れないであろう、というのではない。
Μαρτύριον δὲ τούτου τὴν μίαν τοῦ Δαυῒδ διὰ τὴν καύχησιν αὐτοῦ γενομένην παράπτωσιν ἔχομεν, ἥτις τότε ἀφείθη, ὅτε οὕτως ἔκλαυσε καὶ ἐθρήνησεν ὡς γέγραπται. Εἰ δὲ τῷ τοιούτῳ ἄφεσις πρὶν μετανοῆσαι οὐκ ἐδόθη, ἀλλ᾿ ὅτε τοιαῦτα ἔκλαυσε καὶ ἔπραξεν ὁ μέγας οὗτος βασιλεὺς καὶ χριστὸς καὶ προφήτης, πῶς οἱ ἀκάθαρτοι καὶ πάντα ἀπονενοημένοι, ἐὰν μὴ θρηνήσωσι καὶ κόψωνται καὶ μετανοήσωσιν, ἐλπίδα ἔχειν δύνανται ὅτι οὐ μὴ λογίσηται αὐτοῖς κύριος ἁμαρτίαν;
これの証しとして、我々はダビデが、その驕りのゆえに犯した一つの過ち〔の例〕を持っている。それは、書かれているとおり、彼がそのように泣き悲しんだ時に赦されたのである。もし、このような者に対しても、悔い改める前には赦しが与えられず、この偉大な王にして、油そそがれた者にして、預言者たる者が、そのように泣き、そのように振る舞った時にこそ〔赦しが与えられた〕とすれば、汚れた者、何もかも捨ててかかる者どもが、もし悲しみ、胸を打ち、悔い改めることをしないならば、どうして主が彼らの罪を数え入れないであろうという望みを持つことができようか。
Καὶ ἡ μία δὲ αὕτη τῆς παραπτώσεως τοῦ Δαυῒδ πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα πρᾶξις, ὦ ἄνδρες, ἔφην, δείκνυσιν ὅτι οὐχ ὡς πορνεύοντες πολλὰς ἔσχον γυναῖκας οἱ πατριάρχαι, ἀλλ᾿ οἰκονομία τις καὶ μυστήρια πάντα δι᾿ αὐτῶν ἀπετελεῖτο· ἐπεὶ εἰ συνεχωρεῖτο, ἣν βούλεταί τις καὶ ὡς βούλεται καὶ ὅσας βούλεται, λαμβάνειν γυναῖκας, ὁποῖον πράττουσιν οἱ ἀπὸ τοῦ γένους ὑμῶν ἄνθρωποι, κατὰ πᾶσαν γῆν, ἔνθα ἂν ἐπιδημήσωσιν ἢ προσπεμφθῶσιν, ἀγόμενοι ὀνόματι γάμου γυναῖκας, πολὺ μᾶλλον ἂν τῷ Δαυῒδ τοῦτο συνεχωρεῖτο πράξειν.
「そして、ダビデがウリヤの妻に対して犯したこの一つの過ちの出来事は、方々よ」と私は言った、「父祖たちが淫らな行いとして多くの妻を持ったのではなく、むしろある経綸とすべての奥義とが、彼らを通して果たされていたということを示している。なぜなら、もし誰でも欲する女を、欲するように、欲するだけの数、妻として娶ることが許されていたのであれば——諸君の族の人間たちが、あらゆる地において、彼らが移り住んだり遣わされたりした所ではどこでも、結婚の名のもとに女を娶って行っているとおりに——ダビデにこそ、まさにこのことを行うことがはるかに許されていたはずだからである。」
Ταῦτα εἰπών, ὦ φίλτατε Μάρκε Πομπήϊε, ἐπαυσάμην.
これを語り終えて、いとも親愛なるマルクス・ポンペイウスよ、私は話を終えた。
Caput CXLII
第CXLII章Ἐπὶ ποσὸν δὲ ὁ Τρύφων ἐπισχών· Ὁρᾷς, ἔφη, ὅτι οὐκ ἀπὸ ἐπιτηδεύσεως γέγονεν ἐν τούτοις ἡμᾶς συμβαλεῖν. Καὶ ὅτι ἐξαιρέτως ἥσθην τῇ συνουσίᾳ, ὁμολογῶ, καὶ τούτους δὲ οἶμαι ὁμοίως ἐμοὶ διατεθεῖσθαι· πλέον γὰρ εὕρομεν ἢ προσεδοκῶμεν καὶ προσδοκηθῆναί ποτε δυνατὸν ἦν. Εἰ δὲ συνεχέστερον ἦν τοῦτο ποιεῖν ἡμᾶς, μᾶλλον ἂν ὠφεληθεῖμεν, ἐξετάζοντες αὐτοὺς τοὺς λόγους· ἀλλ᾿ ἐπειδή, φησί, πρὸς τῇ ἀναγωγῇ εἶ καὶ καθ᾿ ἡμέραν πλοῦν ποιεῖσθαι προσδοκᾷς, μὴ ὄκνει ὡς φίλων ἡμῶν μεμνῆσθαι ἐὰν ἀπαλλαγῇς.
しばらく間を置いてから、トリュフォンが言った。「お前も分かるとおり、我々がこの議論において出会ったのは、示し合わせてのことではなかった。そして私がこの語らいに格別に喜びを覚えたことは、私も認める。そしてこの者たちも、私と同様の思いでいるだろうと思う。というのも、我々は、期待していた以上のもの、かつて期待されえた以上のものを見出したからである。もし我々がこれをもっと頻繁に行うことができたなら、まさにこれらの言葉そのものを吟味することによって、なおいっそう益を得られたであろう。しかし」と彼は言った、「お前はすでに出航に臨んでおり、日々船出することを待ち構えているのだから、遠ざかった後にも、我々を友として思い起こすことをためらわないでくれ。」
Ἐμοῦ δὲ χάριν, ἔφην, εἰ ἐπέμενον, καθ᾿ ἡμέραν ἐβουλόμην ταὐτὸ γίνεσθαι· ἀναχθήσεσθαι δὲ ἤδη προσδοκῶν, ἐπιτρέποντος τοῦ θεοῦ καὶ συνεργοῦντος, ὑμᾶς προτρέπομαι, ἐνστησαμένους ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας μέγιστον τοῦτον ἀγῶνα, τῶν διδασκάλων ὑμῶν σπουδάσαι προτιμῆσαι μᾶλλον τὸν τοῦ παντοκράτορος θεοῦ Χριστόν.
「私としては」と私は言った、「もしとどまるのであれば、日々同じことが行われることを望むであろう。しかし私はすでに船出することを待ち構えているので、神が許し、助けてくださるならば、諸君に勧める。自分自身の救いのために、この最大の戦いに臨み、諸君の教師たちよりも、全能の神のキリストを重んじることに努めてほしい。」
Μεθ᾿ ἃ ἀπῄεσαν λοιπὸν εὐχόμενοί τέ μοι σωτηρίαν καὶ ἀπὸ τοῦ πλοῦ καὶ ἀπὸ πάσης κακίας· ἐγώ τε ὑπὲρ αὐτῶν εὐχόμενος ἔφην· Οὐδὲν ἄλλο μεῖζον ὑμῖν εὔχεσθαι δύναμαι, ὦ ἄνδρες, ἢ ἵνα, ἐπιγνόντες διὰ ταύτης τῆς ὁδοῦ δίδοσθαι παντὶ ἀνθρώπῳ εὐδαιμονεῖν. πάντως καὶ αὐτοὶ ἡμῖν ὅμοια ποιήσητε, τὸν Ἰησοῦν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ.
これらのことの後、彼らはついに立ち去って行った。私のために、船旅の無事と、あらゆる災いからの守りとを祈りながら。そして私も彼らのために祈って言った。「方々よ、私が諸君のために祈ることのできる、これより大いなることは他に何もない。ただ、この道を通してこそすべての人間に幸いが与えられるのだと悟り知って、諸君自身も、イエスが神のキリストであるということについて、我々とまったく同じようになってくれることを〔祈るのみである〕。」