ユスティノスc. 100–c. 165

Apologia Prima pro Christianis › 全文

Apologia Prima pro Christianis 全文

Justin Martyr · PL None,

Caput I

第I章
1

Αὐτοκράτορι Τίτῳ Αἰλίῳ Ἀδριανῷ Ἀντωνίνῳ Εὐσεβεῖ Καίσαρι Σεβαστῷ καὶ Οὐηρισσίμῳ υἱῷ Φιλισόφῳ, καὶ Λουκίῳ Φιλοσόφου Καίσαρος φύσει υἱῷ καὶ Εὐσεβοῦς εἰσποιητῷ, ἐραστῇ παιδείας, ἱερᾷ τε Συγκλήτῳ καὶ Δήμῳ παντὶ Ῥωμαίων, ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώπων ἀδίκως μισουμένων καὶ ἐπηρεαζομένων, Ἰουστῖνος Πρίσκου τοῦ Βακχείου, τῶν ἀπὸ Φλαουΐας Νέας πόλεως τῆς Συρίας Παλαιστίνης, εἷς αὐτῶν ὤν, τὴν προσφώνησιν καὶ ἔντευξιν πεποίημαι.

皇帝ティトス・アイリオス・ハドリアヌス・アントニヌス・ピウス・カエサル・アウグストゥスに、また哲学者たるその子ウェリッシモスに、哲学者カエサルの実子にしてピウスの養子である、学問を愛する者ルキウスに、そして神聖な元老院とローマの全市民に——あらゆる種族の中から不当に憎まれ、辱めを受けている人々のために——プリスコスの子、バッコスの孫であるユスティノス、シリア・パレスティナのフラウィア・ネアポリスの出身の者にして彼らのうちの一人であるが、この上奏と請願をなした。

Caput II

第II章
1

Τοὺς κατὰ ἀλήθειαν εὐσεβεῖς καὶ φιλοσόφους μόνον τἀληθὲς τιμᾶν καὶ στέργειν ὁ λόγος ὑπαγορεύει, παραιτουμένους δόξαις παλαιῶν ἐξακολουθεῖν, ἂν φαῦλαι ὦσιν· οὐ γὰρ μόνον μὴ ἕπεσθαι τοῖς ἀδίκως τι πράξασιν ἤ δογματίσασιν ὁ σώφρων λόγος ὑπαγορεύει, ἀλλ᾿ ἐκ παντὸς τρόπου καὶ πρὸ τῆς ἑαυτοῦ ψυχῆς τὸν φιλαλήθη, κἂν θάνατος ἀπειλῆται, τὰ δίκαια λέγειν τε καὶ πράττειν αἱρεῖσθαι δεῖ.

真に敬虔な者たち、また哲学者たる者たちは、ただ真理のみを尊び愛すべきだと理性は命じ、古人の説であっても、それが劣ったものであるならば従うことを退けさせる。健全な理性が命じるのは、不正なことをなし、あるいは説いた者たちに従わないことだけではない。あらゆる仕方で、自らの魂にもまさって、真理を愛する者は、たとえ死をもって脅されようとも、正しいことを語り行うことを選び取らねばならない。

2

Ὑμεῖς μὲν οὖν ὅτι λέγεσθε εὐσεβεῖς καὶ φιλόσοφοι καὶ φύλακες δικαιοσύνης καὶ ἐρασταὶ παιδείας, ἀκούετε πανταχοῦ· εἰ δὲ καὶ ὑπάρχετε, δειχθήσεται.

諸君が敬虔で、哲学的で、正義の守護者、学問を愛する者と呼ばれていることを、諸君はいたるところで耳にしている。だが、諸君が実際にそうであるかどうかは、これから示されるであろう。

3

Οὐ γὰρ κολακεύσοντες ὑμᾶς διὰ τῶνδε τῶν γραμμάτων οὐδὲ πρὸς χάριν ὁμιλήσοντες, ἀλλ᾿ ἀπαιτήσοντες κατὰ τὸν ἀκριβῆ καὶ ἐξεταστικὸν λόγον τὴν κρίσιν ποιήσασθαι προσεληλύθαμεν, μὴ προλήψει μηδ᾿ ἀνθρωπαρεσκείᾳ τῇ δεισιδαιμόνων κατεχομένους ἢ ἀλόγῳ ὁρμῇ καὶ χρονίᾳ προκατεσχηκυίᾳ φήμῃ κακῇ τὴν καθ᾿ ἑαυτῶν ψῆφον φέροντας.

この書をもって諸君にへつらうためでも、機嫌を取って語りかけるためでもなく、厳密で吟味を尽くす論に従って判決を下すよう求めるために、我々は近づいたのである——先入見にも、迷信家に対して人におもねる態度にも囚われず、また理不尽な衝動にも、久しく根を張った悪評にも捉われて、諸君自身に不利な票を投じることのないように。

4

Ἡμεῖς μὲν γὰρ πρὸς οὐδενὸς πείσεσθαί τι κακὸν δύνασθαι λελογίσμεθα, ἢν μὴ κακίας ἐργάται ἐλεγχώμεθα ἢ πονηροὶ διεγνώσμεθα· ὑμεῖς δ᾿ ἀποκτεῖναι μὲν δύνασθε, βλάψαι δ᾿ οὔ.

我々は、悪をなす者と論駁されるか、悪しき者と判定されるのでない限り、誰からも何ら害を被ることはあり得ないと考えている。だが諸君は、殺すことはできても、害することはできない。

Caput III

第III章
1

Ἀλλ᾿ ἵνα μὴ ἄλογον φωνὴν καὶ τολμηρὰν δόξῃ τις ταῦτα εἶναι, ἀξιοῦμεν τὰ κατηγορούμενα αὐτῶν ἐξετάζεσθαι καί, ἐὰν οὕτως ἔχοντα ἀποδεικνύωνται, κολάζεσθαι ὡς πρέπον ἐστὶν ἁλόντας κολάζειν· εἰ δὲ μηδὲν ἔχοι τις ἐλέγχειν, οὐχ ὑπαγορεύει ὁ ἀληθὴς λόγος διὰ φήμην πονηρὰν ἀναιτίους ἀνθρώπους ἀδικεῖν, μᾶλλον δὲ ἑαυτούς, οἵ οὐ κρίσει ἀλλὰ πάθει τὰ πράγματα ἐπάγειν ἀξιοῦτε.

だが、これが理不尽で大胆な発言だと思われないために、我々は求める——彼らに対する告発は吟味されるべきであり、もしそのとおりであると証明されるならば、有罪と定められた者を罰するのにふさわしい仕方で罰せられるべきである、と。だが、もし誰も何ら論駁すべき点を見出せないならば、悪しき風説のゆえに罪なき人々を——いや、むしろ諸君自身を——害することを、真の理性は命じはしない。諸君は、裁きによってではなく激情によって事を運ぶことをよしとしているのだから。

2

Καλὴν δὲ καὶ μόνην δικαίαν πρόκλησιν ταύτην πᾶς ὁ σωφρονῶν ἀποφανεῖται, τὸ τοὺς ἀρχομένους τὴν εὐθύνην τοῦ ἑαυτῶν βίου καὶ λόγου ἄληπτον παρέχειν, ὁμοίως δ᾿ αὖ καὶ τοὺς ἄρχοντας μὴ βίᾳ μηδὲ τυραννίδι ἀλλ᾿ εὐσεβείᾳ καὶ φιλοσοφίᾳ ἀκολουθοῦντας τὴν ψῆφον τίθεσθαι· οὕτως γὰρ ἂν καὶ οἱ ἄρχοντες καὶ οἱ ἀρχόμενοι ἀπολαύοιεν τοῦ ἀγαθοῦ.

節度をわきまえる者は皆、これのみを美しく正当な要求と認めるであろう。すなわち、治められる者たちが自らの生と言論について、とがめられぬ申し開きをなすこと、そして同様に、治める者たちもまた、暴力や僭主の振る舞いによってではなく、敬虔と哲学とに従って票を投じること。そうしてこそ、治める者たちも治められる者たちも、善きものを享受するであろう。

3

Ἔφη γάρ που καί τις τῶν παλαιῶν· Ἄν μὴ οἱ ἄρχοντες φιλοσοφήσωσι καὶ οἱ ἀρχόμενοι, οὐκ ἂν εἴη τὰς πόλεις εὐδαιμονῆσαι“.

かつて古人の一人もこう言っている。「治める者たちも治められる者たちも哲学しないならば、国々が幸福になることはあり得ないであろう」。

4

Ἡμέτερον οὖν ἔργον καὶ βίου καὶ μαθημάτων τὴν ἐπίσκεψιν πᾶσι παρέχειν, ὅπως μὴ ὑπὲρ τῶν ἀγνοεῖν τὰ ἡμέτερα νομιζόντων τὴν τιμωρίαν, ὧν ἂν πλημμελῶσι τυφλώττοντες, αὐτοὶ ἑαυτοῖς ὀφλήσωμεν· ὑμέτερον δὲ, ὡς αἱρεῖ λόγος, ἀκούοντας ἀγαθοὺς εὑρίσκεσθαι κριτάς. Ἀναπολόγητον γὰρ λοιπὸν μαθοῦσιν, ἢν μὴ τὰ δίκαια ποιήσητε, ὑπάρξει πρὸς θεόν.

我々の務めは、生と教えとについて誰にでも吟味の機会を与えることである。それは、我々のことを知らないと思っている者たちが、盲目のまま犯す過ちの罰を、我々自身が彼らに代わって負うことのないためである。だが諸君の務めは、理性が求めるとおり、聞いた上で善き裁判官として見出されることである。もし諸君が学んだ後もなお正しいことを行わないならば、神の前でもはや弁解の余地はないであろう。

Caput IV

第IV章
1

Ὀνόματος μὲν οὖν προσωνυμίᾳ οὔτε ἀγαθὸν οὔτε κακὸν κρίνεται ἄνευ τῶν ὑποπιπτουσῶν τᾷ ὀνόματι πράξεων· ἐπεί, ὅσον γε ἐκ τοῦ κατηγορουμένου ἡμῶν ὀνόματος, χρηστότατοι ὑπάρχομεν.

名前という呼び名だけでは、それに伴う行いなしには、善いとも悪いとも判断されない。実際、我々が告発されている名前そのものから言えば、我々は最も善き者(クレーストタトイ)である。

2

Ἀλλ᾿ ἐπεὶ οὐ τοῦτο δίκαιον ἡγοίμεθα, διὰ τὸ ὄνομα, ἐὰν κακοὶ ἐλεγχώμεθα, αἰτεῖν ἀφίεσθαι, πάλιν, εἰ μηδὲν διά τε τὴν προσηγορίαν τοῦ ὀνόματος καὶ διὰ τὴν πολιτείαν εὑρισκόμεθα ἀδικοῦντες, ὑμέτερον ἀγωνιᾶσαί ἐστι, μὴ ἀδίκως κολάζοντες τοὺς μὴ ἐλεγχομένους τῇ δίκῃ κόλασιν ὀφλήσητε.

だが、我々が悪しき者と論駁される場合に、その名前ゆえに赦免を求めることは正しいと考えないのと同様に、逆に、名前という呼称のゆえにも、また我々の生き方のゆえにも、我々が不正を犯しているとは見出されないのであれば、諸君にこそ気を配る責任がある——論駁されてもいない者たちを不当に罰して、諸君自身が正義によって罰を負うことにならないように。

3

Ἐξ ὀνόματος μὲν γὰρ ἢ ἔπαινος ἢ κόλασις οὐκ ἂν εὐλόγως γένοιτο, ἢν μή τι ἐνάρετον ἢ φαῦλον δι᾿ ἔργων ἀποδείκνυσθαι δύνηται.

名前だけからは、称賛も処罰も理にかなって生じることはあり得ない。徳あることであれ、劣ったことであれ、行いによって証明されうるのでない限り。

4

Καὶ γὰρ τοὺς κατηγορουμένους ἐφ᾿ ὑμῶν πάντας πρὶν ἐλεγχθῆναι οὐ τιμωρεῖτε· ἐφ᾿ ἡμῶν δὲ τὸ ὄνομα ὡς ἔλεγχον λαμβάνετε, καίπερ, ὅσον γε ἐκ τοῦ ὀνόματος, τοὺς κατηγοροῦντας μᾶλλον κολάζειν ὀφείλετε.

実際、諸君は、諸君のもとで告発された者たちを皆、論駁される前に処罰することはしない。だが我々に対しては、名前そのものを論駁の証拠として受け取っている。名前だけから言えば、むしろ告発する者たちのほうを罰すべきであるにもかかわらず。

5

Χριστιανοὶ γὰρ εἶναι κατηγορούμεθα· τὸ δὲ χρηστὸν μισεῖσθαι οὐ δίκαιον Καὶ πάλιν· ἐὰν μέν τις τῶν κατηγορουμένων ἔξαρνος γένηται τῇ φωνῇ μὴ εἶναι φήσας, ἀφίετε αὐτὸν ὡς μηδὲν ἐλέγχειν ἔχοντες ἁμαρτάνοντα, ἐὰν δέ τις ὁμολογήσῃ εἶναι, διὰ τὴν ὁμολογίαν κολάζετε· δέον καὶ τὸν τοῦ ὁμολογοῦντος βίον εὐθύνειν καὶ τοῦ ἀρνουμένου, ὅπως διὰ τῶν πράξεων ὁποῖός ἐστιν ἕκαστος φαίνηται.

我々はキリスト教徒(クリスティアノイ)であると告発されている。だが善きもの(クレーストン)が憎まれるのは正しくない。また、次のようにも言える。もし告発された者のうちの誰かが、そうではないと言葉で否認するならば、諸君は彼を、罪を犯したと論駁する術がないとして釈放する。だが、もし誰かがそうであると告白するならば、その告白のゆえに罰する。だが本来は、告白する者の生き方も、否認する者の生き方も、ともに吟味されるべきであって、それによって各人がどのような者であるかが行いを通して明らかになるようにすべきである。

6

Ὃν γὰρ τρόπον παραλαβόντες τινὲς παρὰ τοῦ διδασκάλου Χριστοῦ μὴ ἀρνεῖσθαι ἐξεταζόμενοι παρακελεύονται, τὸν αὐτὸν τρόπον κακῶς ζῶντες ἴσως ἀφορμὰς παρέχουσι τοῖς ἄλλως καταλέγειν τῶν πάντων Χριστιανῶν ἀσέβειαν καὶ ἀδικίαν αἱρουμένοις.

ある者たちは、教師キリストから受け継いだとおり、吟味されても否認してはならないと勧めている。だがそれと同じその者たちが、悪しく生きることによって、いわれもなくキリスト教徒全体に不敬虔と不正を負わせようとする者たちに、おそらく口実を与えているのである。

7

Οὐκ ὀρθῶς μὲν οὐδὲ τοῦτο πράττεται· καὶ γάρ τοι φιλοσοφίας ὄνομα καὶ σχῆμα ἐπιγράφονταί τινες, οἵ οὐδὲν ἄξιον τῆς ὑποσχέσεως πράττουσι· γινώσκετε δ᾿ ὅτι καὶ οἱ τὰ ἐναντία δοξάσαντες καὶ δογματίσαντες τῶν παλαιῶν τᾷ ἑνὶ ὀνόματι προσαγορεύονται φιλόσοφοι.

しかしこのやり方もまた正しくない。実際、哲学の名と姿を掲げながら、その約束にふさわしいことを何一つ行わない者たちもいる。諸君も承知のとおり、互いに反対の見解を抱き、反対の説を立てた古人たちも、同じ一つの名前で〈哲学者〉と呼ばれているのである。

8

Καὶ τούτων τινὲς ἀθεότητα ἐδίδαξαν, καὶ τὸν Δία ἀσελγῆ ἅμα τοῖς αὐτοῦ παισὶν οἱ γενόμενοι ποιηταὶ καταγγέλλουσι· κἀκείνων τὰ διδάγματα οἱ μετερχόμενοι οὐκ εἴργονται πρὸς ὑμῶν, ἆθλα δὲ καὶ τιμὰς τοῖς εὐφώνως ὑβρίζουσι τούτους τίθετε.

そして彼らのうちのある者たちは無神論を説いた。また、これまでの詩人たちは、ゼウスをその子らとともに淫らな者として告げ知らせている。だが、それらの教えを奉ずる者たちは諸君によって禁じられることはなく、むしろ、これらの者たちを美しい調べで侮辱する者たちに、諸君は褒賞と栄誉を与えている。

Caput V

第V章
1

Τί δὴ οὖν τοῦτ᾿ ἂν εἴη; Ἐφ᾿ ἡμῶν, ὑπισχνουμένων μηδὲν ἀδικεῖν μηδὲ τὰ ἄθεα ταῦτα δοξάζειν, οὐ κρίσεις ἐξετάζετε, ἀλλὰ ἀλόγῳ πάθει καὶ μάστιγι δαιμόνων φαύλων ἐξελαυνόμενοι ἀκρίτως κολάζετε μὴ φροντίζοντες.

では、これは一体何であろうか。我々については、何ら不正を行わず、かの無神論的な見解を抱いてもいないと誓っているにもかかわらず、諸君は審理によって吟味することをせず、理性を欠いた激情と劣悪なダエモーンどもの鞭とに駆り立てられて、顧みることもなく、審理を経ずに罰するのである。

2

Εἰρήσεται γὰρ τἀληθές· ἐπεὶ τὸ παλαιὸν δαίμονες φαῦλοι, ἐπιφανείας ποιησάμενοι, καὶ γυναῖκας ἐμοίχευσαν καὶ παῖδας διέφθειραν καὶ φόβητρα ἀνθρώποις ἔδειξαν, ὡς καταπλαγῆναι τούς, οἳ λόγῳ τὰς γινομένας πράξεις οὐκ ἔκρινον, ἀλλὰ δέει συνηρπασμένοι καὶ μὴ ἐπιστάμενοι δαίμονας εἶναι φαύλους θεοὺς προσωνόμαζον, καὶ ὀνόματι ἕκαστον προσηγόρευον, ὅπερ ἕκαστος ἑαυτῷ τῶν δαιμόνων ἐτίθετο.

真実が語られよう。昔、劣悪なダエモーンどもが顕現を行い、女たちと姦通し、少年たちを汚し、人間たちに恐ろしいものを見せつけた。それゆえ、起こる出来事を理性によって判断しなかった者たちは驚愕し、恐れに捕らわれ、それらが劣悪なダエモーンであると知らずに、これを神々と名づけ、おのおののダエモーンが自ら定めた名前でそれぞれを呼んだ。

3

Ὅτε δὲ Σωκράτης λόγῳ ἀληθεῖ καὶ ἐξεταστικῶς ταῦτα εἰς φανερὸν ἐπειρᾶτο φέρειν καὶ ἀπάγειν τῶν δαιμόνων τοὺς ἀνθρώπους, καὶ αὐτὸν οἱ δαίμονες διὰ τῶν χαιρόντων τῇ κακίᾳ ἀνθρώπων ἐνήργησαν, ὡς ἄθεον καὶ ἀσεβῆ ἀποκτείνεσθαι, λέγοντες καινὰ εἰσφέρειν αὐτὸν δαιμόνια· καὶ ὁμοίως ἐφ᾿ ἡμῶν τὸ αὐτὸ ἐνεργοῦσιν.

ソクラテスが真の理性をもって吟味的にこれらのことを明るみに出そうとし、人々をダエモーンどもから引き離そうと試みたとき、ダエモーンどもは悪を喜ぶ人々を通して彼に働きかけ、無神論者にして不敬虔な者として殺されるようにした——彼が新しい悪霊どもを持ち込んでいると言って。そして同じように、我々に対しても彼らは同じことを行っているのである。

4

Οὐ γὰρ μόνον ἐν Ἕλλησι διὰ Σωκράτους ὑπὸ λόγου ἠλέγχθη ταῦτα, ἀλλὰ καὶ ἐν βαρβάροις ὑπ᾿ αὐτοῦ τοῦ λόγου μορφωθέντος καὶ ἀνθρώπου γενομένου καὶ Ἰησοῦ Χριστοῦ κληθέντος, ᾧ πεισθέντες ἡμεῖς τοὺς ταῦτα πράξαντας δαίμονας οὐ μόνον μὴ ὀρθοὺς εἶναί φαμεν, ἀλλὰ κακοὺς καὶ ἀνοσίους δαίμονας, οἵ οὐδὲ τοῖς ἀρετὴν ποθοῦσιν ἀνθρώποις τὰς πράξεις ὁμοίας ἔχουσιν.

これらのことが論駁されたのは、ギリシャ人の間でソクラテスを通してロゴス(すなわち言葉であり理性であるもの)によってなされただけではなく、異民族の間でも、まさにそのロゴスご自身が形をとり、人間となり、イエス・キリストと呼ばれた方によってなされたのである。我々はこの方を信じ、これらのことをなしたダエモーンどもが正しくないというだけでなく、悪しく不浄なダエモーンどもであると言う——彼らは、徳を求める人間たちとすら似た行いをしないのだから。

Caput VI

第VI章
1

Ἔνθεν δὲ καὶ ἄθεοι κεκλήμεθα· καὶ ὁμολογοῦμεν τῶν τοιούτων νομιζομένων θεῶν ἄθεοι εἶναι, ἀλλ᾿ οὐχὶ τοῦ ἀληθεστάτου καὶ πατρὸς δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀνεπιμίκτου τε κακίας θεοῦ· ἀλλ᾿ ἐκεῖνόν τε καὶ παρ᾿ αὐτοῦ υἱὸν ἐλθόντα καὶ διδάξαντα ἡμᾶς ταῦτα, καὶ τὸν τῶν ἄλλων ἑπομένων καὶ ἐξομοιουμένων ἀγαθῶν ἀγγέλων στρατόν, πνεῦμά τε τὸ προφητικὸν σεβόμεθα καὶ προσκυνοῦμεν, λόγῳ καὶ ἀληθείᾳ τιμῶντες, καὶ παντὶ βουλομένῳ μαθεῖν, ὡς ἐδιδάχθημεν, ἀφθόνως παραδιδόντες.

それゆえ我々は無神論者と呼ばれている。そして、そのように考えられている神々に対しては、我々が無神論者であることを認める。しかし、最も真なる方であり、正義と節制とその他の徳の父であって、悪と少しも混じり合うことのない神に対しては、そうではない。むしろ我々は、かの方と、かの方のもとから来て我々にこれらのことを教えた子と、かの方に従いかの方に似せられた他の善き天使たちの軍勢と、預言の霊とを崇め、礼拝する。言葉と真理とをもって敬い、学びを望むすべての者に、教えられたとおりに惜しみなく分かち伝えている。

Caput VII

第VII章
1

Ἀλλά, φήσει τις, ἤδη τινὲς ληφθέντες ἠλέγχθησαν κακοῦργοι. Καὶ γὰρ πολλοὺς πολλάκις, ὅταν ἑκάστοτε τῶν κατηγορουμένων τὸν βίον ἐξετάζητε, ἀλλ᾿ οὐ διὰ τοὺς προελεγχθέντας καταδικάζετε.

しかし、ある者はこう言うであろう——すでに捕らえられた者たちのうちのある者が悪事を働く者と論駁されたではないか、と。実際、諸君は多くの者を幾度も断罪している。だがそれは、そのつど告発された者たちの生き方を吟味した上でのことであって、以前に論駁された者たちのゆえにではない。

2

Καθόλου μὲν οὖν κἀκεῖνο ὁμολογοῦμεν, ὅτι ὅτι ὃν τρόπον οἱ ἐν Ἕλλησι τὰ αὐτοῖς ἀρεστὰ δογματίσαντες ἐκ παντὸς τῷ ἑνὶ ὀνόματι φιλοσοφίας προσαγορεύονται, καίπερ τῶν δογμάτων ἐναντίων ὄντων, οὕτως καὶ τῶν ἐν βαρβάροις γενομένων καὶ δοξάντων σοφῶν τὸ ἐπικατηγορούμενον ὄνομα κοινόν ἐστι· Χριστιανοὶ γὰρ πάντες προσαγορεύονται.

我々は概して次のことも認める。ギリシャ人の間で、自分たちに気に入った説を立てた者たちが皆、その説が互いに反対であるにもかかわらず、〈哲学〉という同じ一つの名前で呼ばれているのと同じように、異民族の間に現れ、賢者と見なされた者たちについても、告発に持ち出される名前は共通である。すなわち、彼らは皆〈キリスト教徒〉と呼ばれているのである。

3

Ὅθεν πάντων τῶν καταγγελλομένων ὑμῖν τὰς πράξεις κρίνεσθαι ἀξιοῦμεν, ἵνα ὁ ἐλεγχθεὶς ὡς ἄδικος κολάζηται, ἀλλὰ μὴ ὡς Χριστιανός· ἐὰν δέ τις ἀνέλεγκτος φάνηται, ἀπολύηται ὡς Χριστιανὸς οὐδὲν ἀδικῶν.

それゆえ我々は、諸君のもとに告発されたすべての者について、その行いが裁かれることを求める——論駁された者は不正な者として罰せられるべきであって、キリスト教徒としてではない。そして、もし誰かが論駁されないと分かるならば、その者は何ら不正を行っていないキリスト教徒として釈放されるべきである。

4

Οὐ γὰρ τοὺς κατηγοροῦντας κολάζειν ὑμᾶς ἀξιώσομεν· ἀρκοῦνται γὰρ τῇ προσούσῃ πονηρίᾳ καὶ τῇ τῶν καλῶν ἀγνοίᾳ.

我々は、告発する者たちを諸君が罰することを求めはしない。彼らは自らに具わる悪意と、善きものについての無知とで、すでに十分に報いを受けているのだから。

Caput VIII

第VIII章
1

Λογίσασθε δ᾿ ὅτι ὑπὲρ ὑμῶν ταῦτα ἔφημεν ἐκ τοῦ ἐφ᾿ ἡμῖν εἶναι ἀρνεῖσθαι ἐξεταζομένους. Ἀλλ᾿ οὐ βουλόμεθα ζῆν ψευδολογοῦντες· τοῦ γὰρ αἰωνίου καὶ καθαροῦ βίου ἐπιθυμοῦντες τῆς μετὰ θεοῦ τοῦ πάντων πατρὸς καὶ δημιουργοῦ διαγωγῆς ἀντιποιούμεθα, καὶ σπεύδομεν ἐπὶ τὸ ὁμολογεῖν, οἱ πεπεισμένοι καὶ πιστεύοντες τυχεῖν τούτων δύνασθαι τοὺς τὸν θεὸν δι᾿ ἔργων πείσαντας, ὅτι αὐτῷ εἵποντο καὶ τῆς παρ᾿ αὐτῷ διαγωγῆς ἤρων, ἔνθα κακία οὐκ ἀντιτυπεῖ.

考えてもみよ、我々がこのことを述べたのは諸君のためであった。吟味されるときに否認することは我々の力の及ぶことなのだから。だが我々は偽りを語って生きることを望まない。永遠で清い生を望む我々は、万物の父にして造り主なる神とともにある生活を得ようと努め、告白することを急いでいる——行いによって神を納得させた者たちこそ、これらのものを得ることができると確信し、信じているからである。すなわち、神に従い、悪が抗うことのない、神のもとにある生活を慕った者たちである。

2

Ὡς μὲν οὖν διὰ βραχέων εἰπεῖν, ἅ τε προσδοκῶμεν καὶ μεμαθήκαμεν διὰ τοῦ Χριστοῦ καὶ διδάσκομεν, ταῦτά ἐστι.

手短に言えば、我々が期待していること、キリストを通して学んだこと、そして教えていることは、以上のとおりである。

3

Πλάτων δ᾿ ὁμοίως ἔφη Ῥαδάμανθυν καὶ Μίνω κολάσειν τοὺς ἀδίκους παρ᾿ αὐτοὺς ἐλθόντας· ἡμεῖς δὲ τὸ αὐτὸ πρᾶγμά φαμεν γενήσεσθαι, ἀλλ᾿ ὑπὸ τοῦ Χριστοῦ, κἀν τοῖς αὐτοῖς σώμασι μετὰ τῶν ψυχῶν γινομένων καὶ αἰωνίαν κόλασιν κολασθησομένων, ἀλλ᾿ οὐχὶ χιλιονταετῆ περίοδον, ὡς ἐκεῖνος ἔφη, μόνον.

プラトンも同様に、ラダマンテュスとミノスが、自分たちのもとに来た不正な者たちを罰するであろうと言った。我々もまた、同じことが起こると言う。ただしそれはキリストによってであり、魂とともに同じ肉体に戻った者たちが、彼の言うような千年の期間だけではなく、永遠の刑罰によって罰せられるのである。

4

Εἰ μὲν οὖν ἄπιστον ἢ ἀδύνατον τοῦτο φήσει τις, πρὸς ἡμᾶς ἥδε ἡ πλάνη ἐστὶν ἀλλ᾿ οὐ πρὸς ἕτερον, μέχρις οἷ ἔργῳ μηδὲν ἀδικοῦντες ἐλεγχόμεθα.

もし誰かがこれを信じがたい、あるいは不可能であると言うならば、この誤りは我々に関わることであって、他の誰にも関わらない——我々が、行いにおいて何ら不正を犯していないと明らかにされている限りは。

Caput IX

第IX章
1

Ἀλλ᾿ οὐδὲ θυσίαις πολλαῖς καὶ πλοκαῖς ἀνθῶν τιμῶμεν, οὓς ἄνθρωποι μορφώσαντες καὶ ἐν ναοῖς ἱδρύσαντες θεοὺς προσωνόμασαν, ἐπεὶ ἄψυχα καὶ νεκρὰ ταῦτα γινώσκομεν καὶ θεοῦ μορφὴν μὴ ἔχοντα (οὐ γὰρ τοιαύτην ἡγούμεθα τὸν θεὸν ἔχειν τὴν μορφήν, ἣν φασί τινες εἰς τιμὴν μεμιμῆσθαι), ἀλλ᾿ ἐκείνων τῶν φανέντων κακῶν δαιμόνων καὶ ὀνόματα καὶ σχήματα ἔχειν.

我々はまた、人間たちが形づくり、神殿に安置して神々と名づけたものを、多くの犠牲や花輪をもって敬うこともしない。それらが命なく死んだものであり、神の姿を持たないことを我々は知っているからである(というのも、ある者たちが敬いのために模したと言うような姿を、神が持っているとは我々は考えないからである)。むしろ、それらは、かつて姿を現した悪しきダエモーンどもの名前と形とを持つのである。

2

Τί γὰρ δεῖ εἰδόσιν ὑμῖν λέγειν, ἃ τὴν ὕλην οἱ τεχνῖται διατιθέασι ξέοντες καὶ τέμνοντες καὶ χωνεύοντες καὶ τύπτοντες; Καὶ ἐξ ἀτίμων πολλάκις σκευῶν διὰ τέχνης τὸ σχῆμα μόνον ἀλλάξαντες καὶ μορφοποιήσαντες θεοὺς ἐπονομάζουσιν.

すでに知っている諸君に、職人たちが削り、切り、鋳造し、打って素材を仕立てることについて語る必要があろうか。しばしば卑しい器物から、技術によってその形だけを変え、姿を作りあげて、彼らはそれを神々と名づけるのである。

3

Ὅπερ οὐ μόνον ἄλογον ἡγούμεθα, ἀλλὰ καὶ ἐφ᾿ ὕβρει τοῦ θεοῦ γίνεσθαι, ὃς ἄῤῥητον δόξαν καὶ μορφὴν ἔχων ἐπὶ φθαρτοῖς καὶ δεομένοις θεραπείας πράγμασιν ἐπονομάζεται.

我々はこれを理性を欠くことと考えるだけでなく、神への侮辱としてなされることであるとも考える。言い表しえない栄光と姿とを持つ神が、朽ちるもの、手入れを必要とするものの上に名づけられているのだから。

4

Καὶ ὅτι οἱ τούτων τεχνῖται ἀσελγεῖς εἰσι καὶ πᾶσαν κακίαν, ἵνα μὴ καταριθμῶμεν, ἔχουσιν, ἀκριβῶς ἐπίστασθε· καὶ τὰς ἑαυτῶν παιδίσκας συνεργαζομένας φθείρουσιν.

そして、これらのものを作る職人たちが淫らな者であり、あらゆる悪徳を——数え上げないまでも——具えていることは、諸君もよく知っている。彼らは、ともに働く自分の女奴隷たちをも堕落させるのである。

5

Ὤ τῆς ἐμβροντησίας, ἀνθρώπους ἀκολάστους θεοὺς εἰς τὸ προσκυνεῖσθαι πλάσσειν λέγεσθαι καὶ μεταποιεῖν, καὶ τῶν ἱερῶν, ἔνθα ἀνατίθενται, φύλακας τοιούτους καθιστάναι, μὴ συνορῶντας ἀθέμιτον καὶ τὸ νοεῖν ἢ λέγειν ἀνθρώπους θεῶν εἶναι φύλακας.

何という愚劣であろうか——放埒な人間たちが、礼拝されるべき神々を造り、作り変えると言われ、しかも、それらが安置される神殿の番人としてそのような者たちが立てられているとは。人間が神々の番人であると考えること、あるいは語ることさえ不法であることに、彼らは気づいていないのである。

Caput X

第X章
1

Ἀλλ᾿ οὐ δέεσθαι τῆς παρὰ ἀνθρώπων ὑλικῆς προσφορᾶς παρειλήφαμεν τὸν θεόν, αὐτὸν παρέχοντα πάντα ὁρῶντες· ἐκείνους δὲ προσδέχεσθαι αὐτὸν μόνον δεδιδάγμεθα καὶ πεπείσμεθα καὶ πιστεύομεν, τοὺς τὰ προσόντα αὐτῷ ἀγαθὰ μιμουμένους, σωφροσύνην καὶ δικαιοσύνην καὶ φιλανθρωπίαν καὶ ὅσα οἰκεῖα θεῷ ἐστι, τᾷ μηδενὶ ὀνόματι θετῷ καλουμένῳ.

我々は、神が人間からの物質的な捧げものを必要とする方ではないと受け継いでいる。神ご自身がすべてを与えているのを我々は見ているからである。むしろ我々は、神が受け入れるのはただ、神に備わる善きもの——節制、正義、人間への愛、その他神にふさわしいものすべて——を模倣する者たちだけであると教えられ、確信し、信じている。神は、いかなる定められた名前によっても呼ばれることのない方である。

2

Καὶ πάντα τὴν ἀρχὴν ἀγαθὸν ὄντα δημιουργῆσαι αὐτὸν ἐξ ἀμόρφου ὕλης δι᾿ ἀνθρώπους δεδιδάγμεθα· οἵ ἐὰν ἀξίους τῷ ἐκείνου βουλεύματι ἑαυτοὺς δι᾿ ἔργων δείξωσι, τῆς μετ᾿ αὐτοῦ ἀναστροφῆς καταξιωθῆναι παρειλήφαμεν συμβασιλεύοντας, ἀφθάρτους καὶ ἀπαθεῖς γενομένους.

そして、神は初めより全く善き方であり、無形の質料から万物を人間たちのために造られたと我々は教えられている。人間たちがもし、行いによって神の意志にふさわしい者であることを自ら示すならば、朽ちることなく情念なき者となって、神とともに王として統べ、神との交わりにふさわしい者とされる、と我々は受け継ぎ聞いている。

3

Ὃν τρόπον γὰρ τὴν ἀρχὴν οὐκ ὄντας ἐποίησε, τὸν αὐτὸν ἡγούμεθα τρόπον διὰ τὸ ἑλέσθαι τοὺς αἱρουμένους τὰ αὐτῷ ἀρεστὰ καὶ ἀφθαρσίας καὶ συνουσίας καταξιωθῆναι.

神が初め、存在しなかった者たちを造ったのと同じ仕方で、神に気に入ることを選び取る者たちが、その選び取ることのゆえに、不朽と神との交わりとにふさわしい者とされる、と我々は考えている。

4

Τὸ μὲν γὰρ τὴν ἀρχὴν γενέσθαι οὐχ ἡμέτερον ἦν· τὸ δ᾿ ἐξακολουθῆσαι οἷς φίλον αὐτῷ αἱρουμένους, δι᾿ ὦν αὐτὸς ἐδωρήσατο λογικῶν δυνάμεων, πείθει τε καὶ εἰς πίστιν ἄγει ἡμᾶς.

初めに生まれることは我々に属することではなかった。だが、神が我々に賜った理性的な力によって、神に喜ばれることを選び取り、それに従うことは、我々を説得し、信仰へと導く。

5

Καὶ ὑπὲρ πάντων ἀνθρώπων ἡγούμεθα εἶναι τὸ μὴ εἴργεσθαι ταῦτα μανθάνειν, ἀλλὰ καὶ προτρέπεσθαι ἐπὶ ταῦτα.

そして、これらのことを学ぶのを妨げられず、むしろこれらへと勧められることは、すべての人間にとって益であると我々は考える。

6

Ὅπερ γὰρ οὐκ ἠδυνήθησαν οἱ ἀνθρώπειοι νόμοι πρᾶξαι, ταῦτα ὁ λόγος θεῖος ἂν εἰργάσατο, εἰ μὴ οἱ φαῦλοι δαίμονες κατεσκέδασαν πολλὰ ψευδῆ καὶ ἄθεα κατηγορήματα, σύμμαχον λαβόντες τὴν ἐν ἑκάστῳ κακὴν πρὸς πάντα καὶ ποικίλην φύσει ἐπιθυμίαν, ὧν οὐδὲν πρόσεστιν ἡμῖν.

人間の法がなし得なかったことを、神的ロゴスは成し遂げたであろう——もし劣悪なダエモーンどもが、多くの偽りに満ちた無神論的な告発をまき散らさなかったならば。彼らは、各人の内にある、あらゆるものへ向かう悪しく多様な欲望を、味方として得たのである。それは我々には何一つ属さない欲望である。

Caput XI

第XI章
1

Καὶ ὑμεῖς, ἀκούσαντες βασιλείαν προσδοκῶντας ἡμᾶς, ἀκρίτως ἀνθρώπινον λέγειν ἡμᾶς ὑπειλήφατε, ἡμῶν τὴν μετὰ θεοῖ λεγόντων, ὡς καὶ ἐκ τοῦ ἀνεταζομένους ὑφ᾿ ὑμῶν ὁμολογεῖν εἶναι Χριστιανούς, γινώσκοντες τῷ ὁμολογοῦντι θάνατον τὴν ζημίαν κεῖσθαι, φαίνεται.

そして諸君は、我々が王国を待ち望んでいると聞いて、無分別にも、我々が人間的な王国について語っているのだと思い込んだ。だが我々が語っているのは、神とともにある王国である。それは、諸君によって取り調べられる者たちが、告白する者には死が罰として科されると知りながらも、なおキリスト教徒であると告白することからも明らかである。

2

Εἰ γὰρ ἀνθρώπινον βασιλείαν προσεδοκῶμεν, κἂν ἠρνούμεθα, ὅπως μὴ ἀναιρώμεθα, καὶ λανθάνειν ἐπειρώμεθα, ὅπως τῶν προσδοκωμένων τύχωμεν· ἀλλ᾿ ἐπεὶ οὐκ εἰς τὸ νῦν τὰς ἐλπίδας ἔχομεν, ἀναιρούντων οὐ πεφροντίκαμεν τοῦ καὶ πάντως ἀποθανεῖν ὀφειλομένου.

もし我々が人間的な王国を待ち望んでいたならば、殺されないように否認もしたであろうし、待ち望んでいたものを得るために身を隠そうともしたであろう。だが我々は、今このときに望みを置いているのではないのだから、殺す者たちを意に介してはこなかった。どのみち死は必ず負わねばならぬものなのだから。

Caput XII

第XII章
1

Ἀρωγοὶ δ᾿ ὑμῖν καὶ σύμμαχοι πρὸς εἰρήνην ἐσμὲν πάντων μᾶλλον ἀνθρώπων, οἵ ταῦτα δοξάζομεν, ὡς λαθεῖν θεὸν κακόεργον ἢ πλεονέκτην ἢ ἐπίβουλον ἢ ἐνάρετον ἀδύνατον εἶναι, καὶ ἕκαστον ἐπ᾿ αἰωνίαν κόλασιν ἢ σωτηρίαν κατ᾿ ἀξίαν τῶν πράξεων πορεύεσθαι.

我々は、諸君にとって平和のための助け手であり同盟者である——他のどの人間たちにもまして。我々はこう考えているからである。悪をなす者も、貪欲な者も、陰謀を企てる者も、あるいは徳ある者も、神の目を逃れることはできない、と。そして各人は、その行いにふさわしく、永遠の罰か救いかへと赴くのである、と。

2

Εἰ γὰρ οἱ πάντες ἄνθρωποι ταῦτα ἐγίνωσκον, οὐκ ἄν τις τὴν κακίαν πρὸς ὀλίγον ᾑρεῖτο, γινώσκων πορεύεσθαι ἐπ᾿ αἰωνίαν διὰ πυρὸς καταδίκην, ἀλλ᾿ ἐκ παντὸς τρόπου ἑαυτὸν συνεῖχε καὶ ἐκόσμει ἀρετῇ, ὅπως τῶν παρὰ τοῦ θεοῦ τύχοι ἀγαθῶν καὶ τῶν κολαστηρίων ἀπηλλαγμένος εἴη.

もしすべての人間がこのことを知っていたならば、誰も僅かな間の悪を選び取ることはなかったであろう。永遠の火による断罪へ赴くと知りながら、あらゆる仕方で自らを制し、徳をもって身を飾ったであろう。神からの善きものを得て、刑罰から免れるために。

3

Οἱ γὰρ διὰ τοὺς ὑφ᾿ ὑμῶν κειμένους νόμους καὶ κολάσεις πειρῶνται λανθάνειν ἀδικοῦντες, ἀνθρώπους δ᾿ ὄντας λανθάνειν ὑμᾶς δυνατὸν ἐπιστάμενοι ἀδικοῦσιν, εἰ ἔμαθον καὶ ἐπείσθησαν θεὸν ἀδύνατον εἶναι λαθεῖν τι, οὐ μόνον πραττόμενον ἀλλὰ καὶ βουλευόμενον, κἂν διὰ τὰ ἐπικείμενα ἐκ παντὸς τρόπου κόσμιοι ἦσαν, ὡς καὶ ὑμεῖς συμφήσετε.

実際、諸君が定めた法と刑罰のゆえに、不正を働きながら隠れようとする者たちは、諸君が人間である以上、諸君の目を逃れることが可能であると知って、不正を行っているのである。もし彼らが、神には何ものも——なされたことだけでなく、企てられたことすらも——隠すことができないと学び、確信していたならば、迫り来るもののゆえに、あらゆる仕方で節度を守っていたであろう。諸君もこれには同意するであろう。

4

Ἀλλ᾿ ἐοίκατε δεδιέναι, μὴ πάντες δικαιοπραγήσωσι καὶ ὑμεῖς οὓς κολάζητε ἔτι οὐχ ἕξετε· δημίων δ᾿ ἂν εἴη τὸ τοιοῦτον ἔργον, ἀλλ᾿ οὐκ ἀρχόντων ἀγαθῶν.

だが諸君は、すべての人が正しく行うようになれば、諸君が罰すべき者をもはや持たなくなるのを恐れているように見える。だが、そのような業は、処刑人にこそふさわしいものであって、善き為政者にふさわしいものではない。

5

Πεπείσμεθα δ᾿ ἐκ δαιμόνων φαύλων, οἵ καὶ παρὰ τῶν ἀλόγως βιούντων αἰτοῦσι θύματα καὶ θεραπείας, καὶ ταῦτα, ὡς προέφημεν, ἐνεργεῖσθαι· ἀλλ᾿ οὐχ ὑμᾶς, οἵ γε εὐσεβείας καὶ φιλοσοφίας ὀρέγεσθε, ἄλογόν τι πρᾶξαι ὑπειλήφαμεν.

我々は、これらのことが、劣悪なダエモーンどもによって——彼らは理性なく生きる者たちから供物や崇拝を要求する——先に述べたとおりに引き起こされていると確信している。だが、敬虔と哲学とを求める諸君が、理性を欠くことを行うとは、我々は考えていない。

6

Εἰ δὲ καὶ ὑμεῖς ὁμοίως τοῖς ἀνοήτοις τὰ ἔθη πρὸ τῆς ἀληθείας τιμᾶτε, πράττετε ὃ δύνασθε· τοσοῦτον δὲ δύνανται καὶ ἄρχοντες πρὸ τῆς ἀληθείας δόξαν τιμῶντες, ὅσον καὶ λῃσταὶ ἐν ἐρημίᾳ.

だが、もし諸君もまた愚かな者たちと同様に、真理よりも慣習を重んじるのであれば、できることをするがよい。真理よりも〔世の〕評判を重んじる為政者たちの力は、荒野における盗賊たちの力と同程度でしかない。

7

Ὅτι δ᾿ οὐ καλλιερήσετε, ὁ λόγος ἀποδείκνυσιν, οὗ βασιλικώτατον καὶ δικαιότατον ἄρχοντα μετὰ τὸν γεννήσαντα θεὸν οὐδένα οἴδαμεν ὄντα.

だが、諸君の企てがうまくいくことはないであろうことを、ロゴスが示している。ロゴスを生んだ神を別にすれば、ロゴスにまさって王者らしく正しい支配者を、我々は誰一人知らないからである。

8

Ὃν γὰρ τρόπον διαδέχεσθαι πενίας ἢ πάθη ἢ ἀδοξίας πατρικὰς ὑφαιροῦνται πάντες, οὕτως καὶ ὅσα ἂν ὑπαγορεύσῃ ὁ λόγος μὴ δεῖν αἱρεῖσθαι ὁ νουνεχὴς οὐχ αἱρήσεται.

すべての人が、父から受け継ぐべき貧しさや苦しみや不名誉を避けようとするのと同じように、ロゴスが選び取るべきでないと命じることを、思慮ある者は選び取らないであろう。

9

Γενήσεσθαι ταῦτα πάντα προεῖπε, φημί, ὁ ἡμέτερος διδάσκαλος καὶ τοῦ πατρὸς πάντων καὶ δεσπότου θεοῦ υἱὸς καὶ ἀπόστολος ὢν Ἰησοῦς Χριστός, ἀφ᾿ οὔ καὶ τὸ Χριστιανοὶ ἐπονομάζεσθαι ἐσχήκαμεν.

これらすべてのことが起こるであろうと、我々の教師であり、万物の父にして主なる神の子であり使徒であるイエス・キリストが、あらかじめ告げたと私は言う。この方から、我々は〈キリスト教徒〉と名づけられるようになったのである。

10

Ὅθεν καὶ βέβαιοι γινόμεθα πρὸς τὰ δεδιγαμένα ὑπ᾿ αὐτοῦ πάντα, ἐπειδὴ ἔργῳ φαίνεται γινόμενα, ὅσα φθάσας γενέσθαι προεῖπεν· ὅ περ θεοῦ ἔργον ἐστί, πρὶν ἢ γενέσθαι εἰπεῖν καὶ οὕτως δειχθῆναι γινόμενον ὡς προείρηται.

それゆえ我々は、この方によって教えられたすべてのことについて確信を持つ者となっている。この方が先んじて起こると告げたことが、行いにおいて実現するのが見えるからである。これはまさに神の業である——起こる前にそれを語り、そして語られたとおりに実現することを示すこと。

11

Ἦν μὲν οὖν καὶ ἐπὶ τούτοις παυσαμένους μηδὲν προστιθέναι, λογισαμένους ὅτι δίκαιά τε καὶ ἀληθῆ ἀξιοῦμεν· ἀλλ᾿ ἐπεὶ γνωρίζομεν οὐ ῥᾷον ἀγνοίᾳ κατεχομένην ψυχὴν συντόμως μεταβάλλειν, ὑπὲρ τοῦ πεῖσαι τοὺς φιλαλήθεις μικρὰ προσθεῖναι προεθυμήθημεν, εἰδότες ὅτι οὐκ ἀδύνατον ἀληθείας παρατεθείσης ἄγνοιαν φυγεῖν.

以上のことをもって、我々が正しく真なることを求めているのだと考え、ここで止めて何も付け加えないこともできたであろう。だが我々は、無知に捕らわれた魂が速やかに転じることは容易ではないと知っているので、真理を愛する者たちを説得するために、いくらかのことを付け加えようと心を決めた。真理が示されるならば、無知から逃れることは不可能ではないと知っているからである。

Caput XIII

第XIII章
1

Ἄθεοι μὲν οὖν ὡς οὔκ ἐσμεν, τὸν δημιουργὸν τοῦδε τοῦ παντὸς σεβόμενοι, ἀνενδεῆ αἱμάτων καὶ σπονδῶν καὶ θυμιαμάτων, ὡς ἐδιδάχθημεν, λέγοντες, λόγῳ εὐχῆς καὶ εὐχαριστίας ἐφ᾿ οἷς προσφερόμεθα πᾶσιν, ὅση δύναμις, αἰνοῦντες, μόνην ἀξίαν αὐτοῦ τιμὴν ταύτην παραλαβόντες, τὸ τὰ ὑπ᾿ ἐκείνου εἰς διατροφὴν γενόμενα οὐ πυρὶ δαπανᾶν, ἀλλ᾿ ἑαυτοῖς καὶ τοῖς δεομένοις προσφέρειν, ἐκείνῳ δὲ εὐχαρίστους ὄντας διὰ λόγου πομπὰς καὶ ὕμνους πέμπειν ὑπέρ τε τοῦ γεγονέναι καὶ τῶν εἰς εὐρωστίαν πόρων πάντων, ποιοτήτων μὲν γενῶν καὶ μεταβολῶν ὡρῶν, καὶ τοῦ πάλιν ἐν ἀφθαρσίᾳ γενέσθαι διὰ πίστιν τὴν ἐν αὐτῷ αἰτήσεις πέμποντες, — τίς σωφρονῶν οὐχ ὁμολογήσει;

我々が無神論者でないことは、この万物の造り主を敬っていることから明らかである。我々は、教えられたとおり、この方が血や献酒や香を必要としない方であると言い、我々に与えられるすべてのものについて、力の及ぶ限り、祈りと感謝の言葉をもって讃美し、この方にふさわしい唯一の敬いとして次のことを受け継いでいる。すなわち、この方によって食べ物として与えられたものを火に費やすのではなく、自分自身と、必要としている人々とに捧げること。そして、この方に対して感謝しつつ、言葉を通して行列と賛歌とを送ること——我々が生まれたことのために、また健やかであるためのあらゆる糧のために、さまざまな種類の性質と季節の移り変わりとのために、そして、この方への信仰によって再び不朽の状態に至ることを求めて祈りを捧げること。これを、思慮ある者で誰が認めないであろうか。

2

Τὸν διδάσκαλόν τε τούτων γενόμενον ἡμῖν καὶ εἰς τοῦτο γεννηθέντα Ἰησοῦν Χριστόν, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου, τοῦ γενομένου ἐν Ἰουδαίᾳ ἐπὶ χρόνοις Τιβερίου Καίσαρος ἐπιτρόπου, υἱὸν αὐτὸν τοῦ ὄντως θεοῦ μαθόντες καὶ ἐν δευτέρᾳ χώρᾳ ἔχοντες, πνεῦμά τε προφητικὸν ἐν τρίτῃ τάξει ὅτι μετὰ λόγου τιμῶμεν, ἀποδείξομεν.

これらのことについて我々の教師となり、まさにそのために生まれたイエス・キリスト——ポンティオ・ピラト、すなわちティベリウス・カエサルの時代にユダヤにいた総督のもとで十字架につけられた方——を、まことの神の子であると学び、第二の位に置いていること、そして預言の霊を第三の位において、道理にかなって敬っていることを、我々は示すであろう。

3

Ἐνταῦθα γὰρ μανίαν ἡμῶν καταφαίνονται, δευτέραν χώραν μετὰ τὸν ἄτρεπτον καὶ ἀεὶ ὄντα θεὸν καὶ γεννήτορα τῶν ἁπάντων ἀνθρώπῳ σταυρωθέντι διδόναι ἡμᾶς λέγοντες, ἀγνοοῦντες τὸ ἐν τούτῳ μυστήριον, ᾧ προσέχειν ὑμᾶς ἐξηγουμένων ἡμῶν προτρεπόμεθα.

実に、まさにここで彼らは我々の狂気を明るみに出したと考えている。というのも、彼らは、我々が変わることなく常に存在する神、万物を生んだ方の次に、第二の位を、十字架につけられた一人の人間に与えていると言うからである。彼らはそこにある秘義を知らないのだ。我々はこれを説き明かしつつ、諸君がそこに注意を払うよう勧めるのである。

Caput XIV

第XIV章
1

Προλέγομεν γὰρ ὑμῖν φυλάξασθαι, μὴ οἱ προδιαβεβλημένοι ὑφ᾿ ἡμῶν δαίμονες ἐξαπατήσωσιν ὑμᾶς καὶ ἀποτρέψωσι τοῖ ὅλως ἐντυχεῖν καὶ συνεῖναι τὰ λεγόμενα (ἀγωνίζονται γὰρ ἔχειν ὑμᾶς δούλους καὶ ὑπηρέτας, καὶ ποτὲ μὲν δι᾿ ὀνείρων ἐπιφανείας, ποτὲ δ᾿ αὖ διὰ μαγικῶν στροφῶν χειροῦνται πάντας τοὺς οὐκ ἔσθ᾿ ὅπως ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἀγωνιζομένους), ὅν τρόπον καὶ ἡμεῖς μετὰ τὸ τῷ λόγῳ πεισθῆναι ἐκείνων μὲν ἀπέστημεν, θεῷ δὲ μόνῳ ἀγεννήτῳ διὰ τοῦ υἱοῦ ἑπόμεθα·

我々はあらかじめ諸君に、次のことを警戒するよう告げておく。すなわち、我々によってすでに論難されたダエモーンたちが諸君を欺き、語られている事柄を読むことからも理解することからも諸君をまったく引き離してしまうことのないように、と(彼らは諸君を奴隷とし僕として得ようと躍起になっており、あるときは夢における顕現によって、あるときはまた魔術の策略によって、自分自身の救いのためにいささかも努めていない者たちすべてを意のままに操るからである)。それはちょうど、我々自身もロゴスによって説得された後、彼らから離れ、ただ独り生まれざる神に、子を通して従っているのと同じ仕方である。

2

οἱ πάλαι μὲν πορνείαις χαίροντες, νῦν δὲ σωφροσύνην μόνην ἀσπαζόμενοι· οἱ δὲ καὶ μαγικαῖς τέχναις χρώμενοι, νῦν ἀγαθῷ καὶ ἀγεννήτῳ θεῷ ἑαυτοὺς ἀνατεθεικότες·

我々は、かつては淫行を喜んでいた者たちであるが、今は節制のみを抱いている。我々のうちには魔術の技を用いていた者たちもいたが、今は善き生まれざる神に自らを捧げている。

3

χρημάτων δὲ καὶ κτημάτων οἱ πόρους παντὸς μᾶλλον στέργοντες, νῦν καὶ ἃ ἔχομεν εἰς κοινὸν φέροντες καὶ παντὶ δεομένῳ κοινωνοῦντες·

金銭と所有物の獲得を何にもまして愛していた我々が、今は持てるものを共同のものとして持ち寄り、必要とするすべての者に分かち合っている。

4

οἱ μισάλληλοι δὲ καὶ ἀλληλοφόνοι καὶ πρὸς τοὺς οὐχ ὁμοφύλους διὰ τὰ ἔθη καὶ ἑστίας κοινὰς μὴ ποιούμενοι, νῦν μετὰ τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ ὁμοδίαιτοι γινόμενοι, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχόμενοι, καὶ τοὺς ἀδίκως μισοῦντας πείθειν πειρώμενοι, ὅπως οἱ κατὰ τὰς τοῦ Χριστοῦ καλὰς ὑποθημοσύνας βιώσαντες εὐέλπιδες ὧσι σὺν ἡμῖν τῶν αὐτῶν παρὰ τοῦ πάντων δεσπόζοντος θεοῦ τυχεῖν.

互いに憎み合い、殺し合い、また習俗の違いゆえに同族でない者たちとは同じ炉を共にすることさえしなかった我々が、今はキリストの顕現の後、共に生活する者となり、敵のために祈り、不当に憎む者たちをも説得しようと努めている。それは、キリストの善き教えに従って生きた者たちが、我々と共に、万物を支配する神のもとで同じものにあずかるという良い希望を抱けるようになるためである。

5

Ἵνα δὲ μὴ σοφίζεσθαι ὑμᾶς δόξωμεν, ὀλίγων τινῶν τῶν παρ᾿ αὐτοῦ τοῖ Χριστοῦ διδαγμάτων ἐπιμνησθῆναι καλῶς ἔχειν πρὸ τῆς ἀποδείξεως ἡγησάμεθα, καὶ ὑμέτερον ἔστω ὡς δυνατῶν βασιλέων ἐξετάσαι, εἰ ἀληθῶς ταῦτα δεδιδάγμεθα καὶ διδάσκομεν.

諸君に対して我々が詭弁を弄していると思われないために、論証に先立って、キリスト自身による教えのうちの若干のものを想起しておくのがよいと考えた。そして、これらのことを我々が実際に教えられ、教えているかどうかを吟味することは、力ある皇帝たる諸君の務めとするがよい。

6

Βραχεῖς δὲ καὶ σύντομοι παρ᾿ αὐτοῦ λόγοι γεγόνασιν· οὐ γὰρ σοφιστὴς ὑπῆρχεν, ἀλλὰ δύναμις θεοῦ ὁ λόγος αὐτοῦ ἦν.

彼の語られた言葉は簡潔で短いものであった。彼は詭弁家ではなく、彼のロゴスは神の力であったからである。

Caput XV

第XV章
1

Περὶ μὲν οὖν σωφροσύνης τοσοῦτον εἶπεν· ,,Ὅς ἂν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσε τῇ καρδίᾳ παρὰ τῷ θεῷ“.

さて節制について、彼はこれだけのことを語った。「女を見て、これを欲する者は、心のうちにおいてすでに神のもとで姦淫を犯したのである」。

2

Καί· ,,Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτόν· συμφέρει γάρ σοι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ μετὰ τῶν δύο πεμφθῆναι εἰς τὸ αἰώνιον πῦρ“. Καί· ,,Ὃς γαμεῖ ἀπολελυμένην ἀφ᾿ ἑτέρου ἀνδρός, μοιχᾶται“.

また「もしお前の右の目がお前をつまずかせるなら、これを抉り出せ。両目を持ったまま永遠の火に送られるより、片目で天の王国に入るほうがお前にとって益となるからである」。また「他の男から離縁された女を娶る者は、姦淫を犯す」。

3

Καί· ,,Εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, εἰσὶ δὲ οἵ ἐγεννήθησαν εὐνοῦχοι, εἰσὶ δὲ οἵ εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· πλήν οὐ πάντες τοῦτο χωροῦσιν“.

また「人々によって宦官にされた者たちがいる。生まれつき宦官である者たちもいる。また天の王国のために自ら宦官となった者たちもいる。しかし、すべての者がこれを受け入れられるわけではない」。

4

Ὥσπερ καὶ οἱ νόμῳ ἀνθρωπίνῳ διγαμίας ποιούμενοι ἁμαρτωλοὶ παρὰ τῷ· ἡμετέρῳ διδασκάλῳ εἰσί, καὶ οἱ προσβλέποντες γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οὐ γὰρ μόνον ὁ μοιχεύων ἔργῳ ἐκβέβληται παρ᾿ αὐτῷ, ἀλλὰ καὶ ὁ μοιχεῦσαι βουλόμενος, ὡς οὐ τῶν ἔργων φανερῶν μόνον τῷ θεῷ ἀλλὰ καὶ τῶν ἐνθυμημάτων.

ちょうど、人間の法に従って二度目の結婚をする者たちが、我々の教師のもとでは罪人であるのと同じく、女を見てこれを欲する者もまた罪人である。行いにおいて姦淫を犯す者だけでなく、姦淫を欲する者もまた、彼のもとでは退けられているからである。神にとっては、明らかな行いだけでなく、心のうちの思いもまた、明らかだからである。

5

Καὶ πολλοί τινες καὶ πολλαὶ ἑξηκοντοῦται καὶ ἑβδομηκοντοῦται, οἵ ἐκ παίδων ἐμαθητεύθησαν τῷ Χριστῷ, ἄφθοροι διαμένουσι· καὶ εὔχομαι κατὰ πᾶν γένος ἀνθρώπων τοιούτους δεῖξαι.

そして、子供の頃からキリストの弟子となった、六十歳、七十歳の多くの男女が、汚されないまま留まっている。そして私は、あらゆる種族の人々の中からこのような者たちを示すことができるよう祈っている。

6

Τί γὰρ καὶ λέγομεν τὸ ἀναρίθμητον πλῆθος τῶν ἐξ ἀκολασίας μεταβαλόντων καὶ ταῦτα μαθόντων; οὐ γὰρ τοὺς δικαίους οὐδὲ τοὺς σώφρονας εἰς μετάνοιαν ἐκάλεσεν ὁ Χριστός, ἀλλὰ τοὺς ἀσεβεῖς καὶ ἀκολάστους καὶ ἀδίκους.

放埒から立ち帰り、これらのことを学んだ数え切れないほどの群衆については、何を語ろうか。キリストが悔い改めへと召したのは、正しい者たちや節制ある者たちではなく、不敬虔な者たち、放埒な者たち、不正な者たちだったからである。

7

Εἶπε δὲ οὕτως· ,,Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν“. Θέλει γὰρ ὁ πατὴρ ὁ οὐράνιος τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἢ τὴν κόλασιν αὐτοῦ.

彼はこう語った。「私が来たのは、正しい者たちを召すためではなく、罪人たちを悔い改めへと召すためである」。天の父は、罪人の処罰よりも、その悔い改めを望んでおられるからである。

8

Περὶ δὲ τοῦ στέργειν ἅπαντας ταῦτα ἐδίδαξεν· ,,Εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί καινὸν ποιεῖτε; καὶ γὰρ οἱ πόρνοι τοῦτο ποιοῦσιν.

すべての者を愛することについては、彼はこう教えた。「もし汝らを愛する者たちを愛するなら、汝らは何か新しいことをしているであろうか。淫らな者たちでさえこれを行っているではないか。」

9

Ἐγὼ δὲ ὑμῖν λέγω· Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν καὶ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς καὶ εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς“.

「しかし私は汝らに言う。汝らの敵のために祈り、汝らを憎む者たちを愛し、汝らを呪う者たちを祝福し、汝らを侮辱する者たちのために祈れ」。

10

Εἰς δὲ τὸ κοινωνεῖν τοῖς δεομένοις καὶ μηδὲν πρὸς δόξαν ποιεῖν ταῦτα ἔφη· ,,Παντὶ τῷ αἰτοῦντι δίδοτε καὶ τὸν βουλόμενον δανείσασθαι μὴ ἀποστραφῆτε. Εἰ γὰρ δανείζετε παρ᾿ ὧν ἐλπίζετε λαβεῖν, τί καινὸν ποιεῖτε; τοῦτο καὶ οἱ τελῶναι ποιοῦσιν.

また、困窮している者たちに分かち合うことと、何事も見栄のために行わないことについては、こう述べた。「求める者すべてに与えよ。借りたいと望む者を拒むな。もし返してもらえると見込む者たちに貸すなら、汝らは何か新しいことをしているであろうか。徴税人でさえこれを行っているではないか。」

11

Ὑμεῖς δὲ μὴ θησαυρίζητε ἑαυτοῖς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ λῃσταὶ διορύσσουσι· θησαυρίζετε δὲ ἑαυτοῖς ἐν τοῖς οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει.

「汝らは、蛾と虫食いが損ない、盗人が穴を穿つ地上に、自分のために宝を積んではならない。むしろ、蛾も虫食いも損なうことのない天に、自分のために宝を積め。」

12

Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἂν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ; ἢ τί δώσει αὐτῆς ἀντάλλαγμα; θησαυρίζετε οὖν ἐν τοῖς οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει“.

「人は全世界を手に入れても、自分の魂を失うなら、何の益があろうか。あるいは、その代価として何を差し出すというのか。それゆえ、蛾も虫食いも損なうことのない天に宝を積め」。

13

Καί· ,,Γίνεσθε δὲ χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν χρηστός ἐστι καὶ οἰκτίρμων, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἁμαρτωλοὺς καὶ δικαίους καὶ πονηρούς. Μὴ μεριμνᾶτε δὲ τί φάγητε ἢ τί ἐνδύσησθε.

また「汝らの父が善良で憐れみ深くあられるように、汝らも善良で憐れみ深い者となれ。彼はその太陽を、罪人にも正しい者にも悪人にも昇らせておられる。何を食べようか、何を着ようかと思い煩うな。」

14

Οὐχ ὑμεῖς τῶν πετεινῶν καὶ τῶν θηρίων διαφέρετε; καὶ ὁ θεὸς τρέφει αὐτά. Μὴ οὖν μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσησθε· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι τούτων χρείαν ἔχετε. Ζητεῖτε δὲ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

「汝らは鳥や獣に勝る者ではないか。それなのに神はこれらを養っておられる。それゆえ、何を食べようか、何を着ようかと思い煩うな。汝らの天の父は、汝らがこれらのものを必要としていることを知っておられるからである。むしろ天の王国を求めよ。そうすれば、これらすべてのものは汝らに加えて与えられるであろう。」

15

Ὅπου γὰρ ὁ θησαυρός ἐστιν, ἐκεῖ καὶ ὁ νοῦς τοῦ ἀνθρώπου“. Καί· ,,Μὴ ποιῆτε ταῦτα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς“.

「宝のあるところに、人の精神もあるからである」。また「これらのことを、人々に見られるために行ってはならない。さもなければ、天にいます汝らの父のもとで報いを受けることはない」。

Caput XVI

第XVI章
1

Περὶ δὲ τοῦ ἀνεξικάκους εἶναι καὶ ὑπηρετικοὺς πᾶσι καὶ ἀοργήτους ἅ ἔφη ταῦτά ἐστι· ,,Τῷ τύπτοντί σου τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ τὸν αἴροντά σου τὸν χιτῶνα ἢ τὸ ἱμάτιον μὴ κωλύσῃς. Ὃς δ᾿ ἂν ὀργισθῇ, ἔνοχός ἐστιν εἰς τὸ πῦρ.

忍耐強くあること、すべての者に仕える者となること、怒らないことについて、彼が語ったことはこうである。「お前の頬を打つ者には、もう一方の頬も差し出せ。お前の下着や上着を奪おうとする者を妨げるな。怒る者は、火に対して咎ある者である。」

2

Παντὶ δὲ ἀγγαρεύοντί σε μίλιον ἀκολούθησον δύο. Λαμψάτω δὲ ὑμῶν τὰ καλὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα βλέποντες θαυμάζωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς“.

「お前に一ミリオン行くよう強いる者には、二ミリオン付き従え。汝らの善き行いは人々の前で輝くようにせよ。それは、人々がこれを見て、天にいます汝らの父に驚嘆するためである」。

3

Οὐ γὰρ ἀνταίρειν δεῖ· οὐδὲ μιμητὰς εἶναι. τῶν φαύλων βεβούληται ἡμᾶς, ἀλλὰ διὰ τῆς ὑπομονῆς καὶ πραότητος ἔξ αἰσχύνης καὶ ἐπιθυμίας τῶν κακῶν ἄγειν πάντας προετρέψατο.

報復してはならない。彼は我々が悪しき者たちの模倣者となることを望まれなかった。むしろ、忍耐と柔和によって、恥と悪への欲望からすべての人を導き出すよう勧められた。

4

Ὅ γὰρ καὶ ἐπὶ πολλῶν τῶν παρ᾿ ὑμῖν γεγενημένων ἀποδεῖξαι ἔχομεν· ἐκ βιαίων καὶ τυράννων μετέβαλον, ἡττηθέντες ἢ γειτόνων καρτερίαν βίου παρακολουθήσαντες ἢ συνοδοιπόρων πλεονεκτουμένων ὑπομονὴν ξένην κατανοήσαντες ἢ συμπραγματευομένων πειραθέντες.

これについては、諸君のもとにいた多くの者たちの場合に示すことができる。すなわち彼らは、暴力的で横暴な者であったのに変わったのである。あるいは隣人たちの生き方における忍耐強さを間近に見て、あるいは不当な扱いを受けた道連れたちの類なき忍耐に気づいて、あるいは共に事業を営んだ者たちを身をもって試して、それに打ち負かされたからである。

5

Περὶ δὲ τοῦ μὴ ὀμνύναι ὅλως, τἀληθῆ δὲ λέγειν ἀεί, οὕτως παρεκελεύσατο· ,,Μὴ ὀμόσητε ὅλως· ἔστω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ“.

誓いを一切立てないこと、常に真理を語ることについては、彼はこう命じた。「汝らは一切誓ってはならない。汝らの『然り』は『然り』、『否』は『否』であれ。これに余分なことは悪より出るのである」。

6

Ὡς δὲ καὶ τὸν θεὸν μόνον δεῖ προσκυνεῖν, οὕτως ἔπεισεν εἰπών· ,,Μεγίστη ἐντολή ἐστι· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου“, κύριον τὸν θεὸν τὸν ποιήσαντά σε.

また、ただ神のみを拝すべきであることについては、こう語って説得した。「最も大いなる戒めはこうである。お前は主なるお前の神を拝し、お前の心を尽くし、お前の力を尽くして、ただ主のみに仕えよ」——お前を造られた主なる神に。

7

Καὶ προσελθόντος αὐτᾷ τινος καὶ εἰπόντος· Διδάσκαλε ἀγαθέ, ἀπεκρίνατο λέγων· Οὐδεὶς ἀγαθὸς εἰ μὴ μόνος ὁ θεός, ὁ ποιήσας τὰ πάντα“.

また、ある者が彼のもとに近づき、「善き師よ」と言ったとき、彼は答えて言った。「善き者は、万物を造られたただ独りの神のほかには誰もいない」。

8

Οἳ δ᾿ ἂν μὴ εὑρίσκωνται βιοῦντες, ὡς ἐδίδαξε, γνωριζέσθωσαν μὴ ὄντες Χριστιανοί, κἂν λέγωσιν διὰ γλώττης τὰ τοῦ Χριστοῦ διδάγματα· οὐ γὰρ τοὺς μόνον λέγοντας, ἀλλὰ τοὺς καὶ τὰ ἔργα πράττοντας σωθήσεσθαι ἔφη.

彼が教えたとおりに生きていることが認められない者たちは、たとえ口先ではキリストの教えを語っていても、キリスト教徒ではないと知られるべきである。彼は、ただ語る者たちだけでなく、行いをも実践する者たちが救われる、と述べたからである。

9

Εἶπε γὰρ οὕτως· ,,Οὐχὶ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὅς γὰρ ἀκούει μου καὶ ποιεῖ ἅ λέγω ἀκούει τοῦ ἀποστείλαντός με.

彼はこう語ったからである。「私に『主よ、主よ』と言う者がすべて天の王国に入るのではなく、天にいます私の父の御心を行う者が入るのである。私に聞き従い、私の言うことを行う者は、私を遣わした方に聞き従っているのである。」

10

Πολλοὶ δὲ ἐροῦσί μοι· Κύριε κύριε, οὐ τᾷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐπίομεν καὶ δυνάμεις ἐποιήσαμεν; καὶ τότε ἐρῶ αὐτοῖς· Ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.

「多くの者たちが私にこう言うであろう。『主よ、主よ、私たちはあなたの名によって食べ、飲み、力ある業を行ったではありませんか』。その時私は彼らに言うであろう。『私から離れ去れ、不法を行う者たちよ』。」

11

Τότε κλαυθμὸς ἔσται καὶ βρυγμὸς τῶν ὀδόντων, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς ὁ ἥλιος, οἱ δὲ ἄδικοι πέμψωνται εἰς τὸ αἰώνιον πῦρ.

「その時、正しい者たちが太陽のように輝き、不正な者たちが永遠の火に送られるとき、泣き叫びと歯ぎしりがあるであろう。」

12

Πολλοὶ γὰρ ἥξουσιν ἐπὶ τῷ ὀνόματί μου, ἔξωθεν μὲν ἐνδεδυμένοι δέρματα προβάτων, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες· ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Πᾶν δὲ δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται“.

「多くの者たちが私の名によってやって来るであろう。外は羊の皮をまといながら、内は貪り食う狼である。汝らは彼らをその行いによって見分けるであろう。良い実を結ばないすべての木は、切り倒され、火に投げ込まれる」。

13

Κολάζεσθαι δὲ τοὺς οὐκ ἀκολούθως τοῖς διδάγμασιν αὐτοῦ βιοῦντας, λεγομένους δὲ μόνον Χριστιανούς, καὶ ὑφ᾿ ὑμῶν ἀξιοῦμεν.

彼の教えに従わずに生き、ただ名ばかりキリスト教徒と呼ばれている者たちについては、諸君の手で処罰されることを、我々は求める。

Caput XVII

第XVII章
1

Φόρους δὲ καὶ εἰσφορὰς τοῖς ὑφ᾿ ὑμῶν τεταγμένοις πανταχοῦ πρὸ πάντων πειρώμεθα φέρειν, ὡς ἐδιδάχθημεν παρ᾿ αὐτοῦ. Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ προσελθόντες τινὲς ἠρώτων αὐτόν, εἰ δεῖ Καίσαρι φόρους τελεῖν. Καὶ ἀπεκρίνατο· „Εἴπατέ μοι, τίνος εἰκόνα τὸ νόμισμα ἔχει“;

我々は、諸君によって任命された者たちに、税と貢納を、どこにおいても誰よりも先んじて納めようと努めている。それは我々が彼から教えられたとおりである。かつてある時、ある人々が彼のもとに近づいて、カエサルに税を納めるべきかどうかを尋ねた。すると彼は答えた。「私に言ってみよ、貨幣は誰の像を持っているか」。

2

Οἱ δὲ ἔφασαν· „Καίσαρος“. Καὶ πάλιν ἀνταπεκρίνατο αὐτοῖς· „Ἀπόδοτε οὖν τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.“ Ὅθεν θεὸν μὲν μόνον προσκυνοῦμεν, ὑμῖν δὲ πρὸς τὰ ἄλλα χαίροντες ὑπηρετοῦμεν, βασιλεῖς καὶ ἄρχοντας ἀνθρώπων ὁμολογοῦντες καὶ εὐχόμενοι μετὰ τῆς βασιλικῆς δυνάμεως καὶ σώφρονα τὸν λογισμὸν ἔχοντας ὑμᾶς εὑρεθῆναι.

彼らは言った。「カエサルのものです」。すると彼はまた彼らに答えて言った。「それでは、カエサルのものはカエサルに、神のものは神に返せ」。それゆえ我々は、ただ神のみを拝し、それ以外のことについては喜んで諸君に仕えている。すなわち、諸君を人々の王、また支配者と認め、王者の力とともに、諸君が節制ある思慮を備えた者と見出されるよう祈っている。

3

Εἰ δὲ καὶ ἡμῶν εὐχομένων καὶ πάντα εἰς φανερὸν τιθέντων ἀφροντιστήσετε, οὐδὲν ἡμεῖς βλαβησόμεθα, πιστεύοντες, μᾶλλον δὲ καὶ πεπεισμένοι, κατ᾿ ἀξίαν τῶν πράξεων ἕκαστον τίσειν διὰ πυρὸς αἰωνίου δίκας, καὶ πρὸς ἀναλογίαν ὧν ἔλαβε δυνάμεων παρὰ θεοῦ τὸν λόγον ἀπαιτηθήσεσθαι, ὡς ὁ Χριστὸς ἐμήνυσεν εἰπών· „Ὧι πλέον ἔδωκεν ὁ θεός, πλέον καὶ ἀπαιτηθήσεται παρ᾿ αὐτοῦ“.

しかし、我々が祈り、すべてのことを明らかにしているにもかかわらず、諸君がこれを顧みないとしても、我々は何ら害を被ることはない。というのも、我々は、各人がその行いに応じて永遠の火による処罰を支払うことになる、と信じており、いやむしろ確信しているからである。そして、神から受けた力に応じて、その申し開きが求められることになる。キリストがこう語って明らかにしたとおりである。「神が多く与えた者からは、多くのものが求められるであろう」。

Caput XVIII

第XVIII章
1

Ἀποβλέψατε γὰρ πρὸς τὸ τέλος ἑκάστου τῶν γενομένων βασιλέων, ὅτι τὸν κοινὸν πᾶσι θάνατον ἀπέθανον· ὅπερ εἰ εἰς ἀναισθησίαν ἐχώρει, ἕρμαιον ἂν ἦν τοῖς ἀδίκοις πᾶσιν.

諸君は、これまで世に現れたすべての王たちの最期に目を向けてみよ。彼らもまた、万人に共通の死を死んだのである。もしこれが無感覚へと至るのであれば、それはすべての不正な者たちにとって思いがけない僥倖となったであろう。

2

Ἀλλ᾿ ἐπεὶ καὶ αἴσθησις πᾶσι γενομένοις μένει καὶ κόλασις αἰωνία ἀπόκειται, μὴ ἀμελήσητε πεισθῆναί τε καὶ πιστεῦσαι ὅτι ἀληθῆ ταῦτά ἐστι.

しかし、生を受けたすべての者に感覚が留まり、永遠の処罰が用意されているのであるから、これらのことが真であると納得し、信じることを怠らないでほしい。

3

Νεκυομαντεῖαι μὲν γὰρ καὶ αἱ ἀδιαφθόρων παίδων ἐποπτεύσεις καὶ ψυχῶν ἀνθρωπίνων κλήσεις καὶ οἱ λεγόμενοι παρὰ τοῖς μάγοις ὀνειροπομποὶ καὶ πάρεδροι καὶ τὰ γινόμενα ὑπὸ τῶν ταῦτα εἰδότων πεισάτωσαν ὑμᾶς, ὅτι καὶ μετὰ θάνατον ἐν αἰσθήσει εἰσὶν αἱ ψυχαί, καὶ οἱ ψυχαῖς ἀποθανόντων λαμβανόμενοι καὶ ῥιπτούμενοι ἄνθρωποι, οὓς δαιμονιολήπτους καὶ μαινομένους καλοῦσι πάντες, καὶ τὰ παρ᾿ ὑμῖν λεγόμενα μαντεῖα Ἀμφιλόχου καὶ Δωδώνης καὶ Πυθοῦς, καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι, καὶ τὰ τῶν συγγραφέων διδάγματα, Ἐμπεδοκλέους καὶ Πυθαγόρου, Πλάτωνός τε καὶ Σωκράτους καὶ ὁ παρ᾿ Ὁμήρῳ βόθρος καὶ ἡ κάθοδος Ὀδυσσέως εἰς τὴν τούτων ἐπίσκεψιν καὶ τῶν τὰ αὐτὰ τούτοις εἰπόντων·

死者との交霊術、汚れなき子供による透視、人間の魂の呼び出し、魔術師たちのもとでオネイロポンポイ(夢を送る霊)、パレドロイ(傍らに仕える霊)と呼ばれるもの、そしてこれらを知る者たちによってなされる事柄は、死後もなお魂が感覚のうちにあることを諸君に納得させるがよい。また、死者の魂に取り憑かれ、翻弄される人々——世の人々がみな悪霊に憑かれた者、狂った者と呼ぶ人々——も、諸君のもとでアンピロコス、ドードーナ、ピュートーの神託と呼ばれるもの、その他これに類するすべてのものも、そして著作家たちの教え、すなわちエンペドクレスとピュタゴラス、プラトンとソクラテスの教え、ホメロスにおける〈穴〉と、これを訪れるためのオデュッセウスの冥府下り、これらと同じことを語った者たちの教えも、諸君を納得させるがよい。

4

οἷς κἂν ὁμοίως ἡμᾶς ἀποδέξασθε, οὐχ ἧττον ἐκείνων θεῷ πιστεύοντας ἀλλὰ μᾶλλον, οἳ καὶ τὰ νεκρούμενα καὶ εἰς γῆν βαλλόμενα πάλιν ἀπολήψεσθαι ἑαυτῶν σώματα προσδοκῶμεν, ἀδύνατον μηδὲν εἶναι θεῷ λέγοντες.

諸君は、せめてこれらの者たちと同様に我々をも受け入れよ。我々は彼らに劣らず、いやむしろそれ以上に神を信じている者たちであり、死んで土に投げ込まれた自分自身の肉体を再び取り戻すことになると待ち望み、神にとって不可能なことは何一つないと語る者たちなのである。

Caput XIX

第XIX章
1

Καὶ κατανοοῦντι, τί ἀπιστότερον ἂν μᾶλλον δόξαι, ἢ εἰ ἐν σώματι μὴ ὑπήρχομεν καί τις ἔλεγεν, ἐκ μικρᾶς τινος ῥανίδος τῆς τοῦ ἀνθρωπείου σπέρματος δυνατὸν ὀστέα τε καὶ νεῦρα καὶ σάρκας εἰκονοποιηθέντα, οἷα ὁρῶμεν, γενέσθαι;

よく考える者にとって、次のこと以上に信じがたく思われることが何かあろうか。すなわち、もし我々が肉体のうちに存在していなかったとして、誰かがこう言ったとすればどうであろうか——人間の種子のごく僅かな一滴から、骨や筋や肉が形づくられ、我々が目にしているようなものが生じることが可能である、と。

2

Ἔστω γὰρ νῦν ἐφ᾿ ὑποθέσεως λεγόμενον.· εἴ τις ἱ μῖν μὴ οὖσι τοιούτοις μηδὲ τοιούτων ἔλεγε, τὸ σπέρμα τὸ ἀνθρώπειον δεικνὺς καὶ εἰκόνα γραπτήν, ἐκ τοῦ τοιοῦδε τοιόνδε γενέσθαι διαβεβαιούμενος, πρὶν ἰδεῖν γενόμενον ἐπιστεύσατε; οὐκ ἄν τις τολμήσειεν ἀντειπεῖν.

では今、これは仮定として語られていることとしよう。もし誰かが、いまだそのような存在ではなく、そのような者たちから生まれてもいない諸君に向かって、人間の種子とその形を描いた図とを示しながら、これこれのものからしかじかのものが生じるのだと確言したとすれば、諸君はそれが実際に生じるのを見る前に信じたであろうか。誰もあえてこれに反論しようとはしないであろう。

3

Τὸν αὐτὸν οὗν τρόπον διὰ τὸ μήπω ἑωρακέναι ὑμᾶς ἀναστάντα νεκρὸν ἀπιστία ἔχει. Ἀλλ᾿ ὃν τρόπον τὴν ἀρχὴν οὐκ ἂν ἐπιστεύσατε ἐκ τῆς μικρᾶς ῥανίδος δυνατὸν τοιούτους γενέσθαι, καὶ ὁρᾶτε γινομένους, τὸν αὐτὸν τρόπον λογίσασθε, ὅτι διαλυθέντα καὶ δίκην σπερμάτων εἰς γῆν διαχυθέντα τὰ ἀνθρώπεια σώματα κατὰ καιρὸν προστάξει θεοῦ ἀναστῆναι καὶ „ἀφθαρσίαν ἐνδύσασθαι“ οὐκ ἀδύνατον.

それと同じ仕方で、諸君は死者が甦るのをまだ見たことがないがゆえに、不信仰に陥っている。しかし、諸君が初めのうちは、あの僅かな一滴からこのような者たちが生じることなど信じなかったであろうに、今それが実際に生じるのを目にしているのと同じ仕方で、次のように考えよ。すなわち、朽ち崩れ、種子のように地に撒き散らされた人間の肉体が、時に至って神の命令によって甦り、「不朽を身にまとう」ことも、不可能ではないのである。

4

Ποίαν γὰρ ἀξίαν θεοῦ δύναμιν λέγουσιν οἱ φάσκοντες εἰς ἐκεῖνο χωρεῖν ἕκαστον ἐξ οὗπερ ἐγένετο, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο δύνασθαι μηδὲ τὸν θεόν, οὐκ ἔχομεν λέγειν· ἀλλ᾿ ἐκεῖνο συνορῶμεν, ὅτι οὐκ ἂν ἐπίστευσαν δυνατὸν εἶναι τοιούτους ποτὲ γενέσθαι, ὁποίους καὶ ἑαυτοὺς καὶ τὸν σύμπαντα κόσμον καὶ ἐξ ὁποίων γεγενημένα ὁρῶσι.

各々のものはそれが生じた当のものへと帰っていくのであって、それ以外には神ですら何も為し得ない、と主張する者たちが、神にふさわしいどのような力を語っているのか、我々には言いようがない。しかし我々は次のことを見て取っている。すなわち、彼らは、自分自身や全宇宙、そしてそれらが何から生じたかを目にしているような、そのようなものがかつて生じ得たとは、決して信じなかったであろう、ということである。

5

Κρεῖττον δὲ πιστεύειν καὶ τὰ τῇ ἑαυτῶν φύσει καὶ ἀνθρώποις ἀδύνατα, ἢ ὁμοίως τοῖς ἄλλοις ἀπιστεῖν παρειλήφαμεν, ἐπειδὴ καὶ τὸν ἡμέτερον διδάσκαλον Ἰησοῦν Χριστὸν ἔγνωμεν εἰπόντα· „Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ θεῷ“.

我々は、その本性上人間にとって不可能なことをも信じるほうが、他の者たちと同様に不信仰であるよりも勝ると教え受けた。それは、我々の教師イエス・キリストが、こう語ったことを我々が知っているからである。「人間にとって不可能なことも、神にとっては可能である」。

6

Καὶ εἶπε· „Μὴ φοβεῖσθε τοὺς ἀναιροῦντας ὑμᾶς καὶ μετὰ ταῦτα μὴ δυναμένους τι ποιῆσαι, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποθανεῖν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν ἐμβαλεῖν“.

また彼はこう言った。「汝らを殺し、その後は何もすることのできない者たちを恐れるな。むしろ、死んだ後に魂も肉体もゲヘナに投げ込むことのできる方を恐れよ」。

7

Ἡ δὲ γέεννά ἐστι τόπος, ἔνθα κολάζεσθαι μέλλουσιν οἱ ἀδίκως βιώσαντες καὶ μὴ πιστεύοντες ταῦτα γενήσεσθαι, ὅσα ὁ θεὸς διὰ τοῦ Χριστοῦ ἐδίδαξε.

ゲヘナとは、不正に生きた者たち、そして神がキリストを通して教えられたこれらのことが起こると信じない者たちが、処罰されることになる場所である。

Caput XX

第XX章
1

Καὶ Σίβυλλα δὲ καὶ Ὑστάσπης γενήσεσθαι τῶν φθαρτῶν ἀνάλωσιν διὰ πυρὸς ἔφασαν. Οἱ λεγόμενοι δὲ Στωϊκοὶ φιλόσοφοι καὶ αὐτὸν τὸν θεὸν εἰς πῦρ ἀναλύεσθαι δογματίζουσι καὶ αὖ πάλιν κατὰ μεταβολὴν τὸν κόσμον γενέσθαι λέγουσιν· ἡμεῖς δὲ κρεῖττόν τι τῶν μεταβαλλομένων νοοῦμεν τὸν πάντων ποιητὴν θεόν.

シビュラも、ヒュスタスペスも、朽ちるものが火によって滅び尽くされることになる、と語った。また、いわゆるストア派の哲学者たちは、神自身さえも火へと分解される、と説き、そしてまた再び変化によって世界が生じる、と語る。しかし我々は、万物の造り主なる神を、変化するものよりも優れた何ものかとして考えている。

2

Εἰ οὖν καὶ ὁμοίως τινὰ τοῖς παρ᾿ ὑμῖν τιμωμένοις ποιηταῖς καὶ φιλοσόφοις λέγομεν, ἔνια δὲ καὶ μειζόνως καὶ θείως καὶ μόνοι μετ᾿ ἀποδείξεως, τί παρὰ πάντας ἀδίκως μισούμεθα;

それゆえ、もし我々が、諸君のもとで敬われている詩人たちや哲学者たちと似たようなことを語っているとし、しかもいくつかの点ではより優れた、より神的な仕方で、しかも我々だけが論証を伴って語っているのであれば、なぜ我々だけが万人にまさって不当に憎まれるのか。

3

Τῷ γὰρ λέγειν ἡμᾶς ὑπὸ θεοῦ πάντα κεκοσμῆσθαι καὶ γεγενῆσθαι Πλάτωνος δόξομεν λέγειν δόγμα· τᾷ δὲ ἐκπύρωσιν γενέσθαι Στωϊκῶν· τῷ δὲ κολάζεσθαι ἐν αἰσθήσει καὶ μετὰ θάνατον οὔσας τὰς τῶν ἀδίκων ψυχάς, τὰς δὲ τῶν σπουδαίων ἀπηλλαγμένας τῶν τιμωριῶν εὖ διάγειν, ποιηταῖς καὶ φιλοσόφοις τὰ αὐτὰ λέγειν δόξομεν· τᾷ δὲ καὶ μὴ δεῖν χειρῶν ἀνθρωπίνων ἔργοις προσκυνεῖν Μενάνδρῳ τῷ κωμικῷ καὶ τοῖς ταῦτα φήσασι ταὐτὰ φράζομεν· μείζονα γὰρ τὸν δημιουργὸν τοῦ σκευαζομένου ἀπεφήναντο.

すなわち、万物が神によって秩序づけられ、生じたと我々が語ることにおいては、プラトンの教説を語っていると見なされるであろう。世界の焼尽が起こると語ることにおいては、ストア派の教説を語っていると見なされるであろう。不正な者たちの魂は死後も感覚のうちにあって処罰され、真摯な者たちの魂は刑罰を免れてよく生きる、と語ることにおいては、詩人たちや哲学者たちと同じことを語っていると見なされるであろう。そして、人間の手の作品を拝むべきではない、と語ることにおいては、喜劇作家メナンドロスや、これと同じことを語った者たちと同じことを述べているのである。彼らは、造り主のほうが造られる物よりも優れている、と明らかにしたのだから。

Caput XXI

第XXI章
1

Τᾷ δὲ καὶ τὸν λόγον, ὅ ἐστι πρῶτον γέννημα τοῖ θεοῦ, ἄνευ ἐπιμιξίας φάσκειν ἡμᾶς γεγεννῆσθαι, Ἰησοῦν Χριστὸν τὸν διδάσκαλον ἡμῶν, καὶ τοῦτον σταυρωθέντα καὶ ἀποθανόντα καὶ ἀναστάντα ἀνεληλυθέναι εἰς τὸν οὐρανόν, οὐ παρὰ τοὺς παρ᾿ ὑμῖν λεγομένους υἱοὺς τῷ Διῒ καινόν τι φέρομεν.

また、我々の教師イエス・キリストが、神の第一の子であるロゴスであり、交わりなしに生まれたと語ること、そしてこの方が十字架にかけられ、死に、甦って天に昇られたと語ること——これらの点で、我々は、諸君のもとでゼウスの息子たちと呼ばれる者たちと比べて、何ら新奇なことを述べているのではない。

2

Πόσους γὰρ υἱοὺς φάσκουσι τοῦ Διὸς οἱ παρ᾿ ὑμῖν τιμώμενοι συγγραφεῖς, ἐπίστασθε· Ἑρμῆν μέν, λόγον τὸν ἑρμηνευτικὸν καὶ πάντων διδάσκαλον, Ἀσκληπιὸν δέ, καὶ θεραπευτὴν γενόμενον, κεραυνωθέντα ἀνεληλυθέναι εἰς οὐρανόν, Διόνυσον δὲ διασπαραχθέντα, Ἡρακλέα δὲ φυγῇ πόνων ἑαυτὸν πυρὶ δόντα, τοὺς ἐκ Λήδας δὲ Διοσκούρους, καὶ τὸν ἐκ Δανάης Περσέα, καὶ τὸν ἐξ ἀνθρώπων δὲ ἐφ᾿ ἵππου Πηγάσου Βελλεροφόντην.

諸君のもとで敬われている著作家たちが、ゼウスにいかに多くの息子たちがいると語っているか、諸君は知っているであろう。すなわち、ヘルメス——解釈をつかさどるロゴスにして万人の教師——、また医術を行った者となり、雷に撃たれて天に昇ったアスクレピオス、また八つ裂きにされたディオニュソス、労苦から逃れるために自ら火に身を投じたヘラクレス、レダから生まれたディオスクロイ、ダナエから生まれたペルセウス、そして人間から生まれてペガソスという馬に乗ったベレロフォンのことを。

3

Τί γὰρ λέγομεν τὴν Ἀριάδνην καὶ τοὺς ὁμοίως αὐτῇ κατηστερίσθαι λεγομένους; καὶ τί γὰρ τοὺς ἀποθνήσκοντας παρ᾿ ὑμῖν αὐτοκράτορας, οὓς ἀεὶ ἀπαθανατίζεσθαι ἀξιοῦντες καὶ ὀμνύντα τινὰ προάγετε ἑωρακέναι ἐκ τῆς πυρᾶς ἀνερχόμενον εἰς τὸν οὐρανὸν τὸν κατακαέντα Καίσαρα;

アリアドネや、彼女と同じように星座にされたと言われる者たちについて、我々は何を語ろうか。また、諸君のもとで死んだ皇帝たちについても、我々は何を語ろうか——諸君は彼らが常に不死とされるべきだと考え、火葬にされたカエサルが火葬の薪の中から天へと昇っていくのを見た、と誓う者を人前に進み出させているではないか。

4

Καὶ ὁποῖαι ἑκάστου τῶν λεγομένων υἱῶν τοῦ Διὸς ἱστοροῦνται αἱ πράξεις, πρὸς εἰδότας λέγειν οὐκ ἀνάγκη, πλὴν ὅτι εἰς διαφορὰν καὶ προτροπὴν τῶν ἐκπαιδευομένων ταῦτα γέγραπται· μιμητὰς γὰρ θεῶν καλὸν εἶναι πάντες ἡγοῦνται.

ゼウスの息子たちと言われる者たちそれぞれについて、どのような行いが語り伝えられているか、知っている者たちに向かって語る必要はない。ただ、これらのことは、教育を受ける若者たちの益となり、これを励ますために書き記された、ということだけは言っておこう。というのも、すべての者は、神々の模倣者となることが善いことだと考えているからである。

5

Ἀπείη δὲ σωφρονούσης ψυχῆς ἔννοια τοιαύτη περὶ θεῶν, ὡς καὶ αὐτὸν τὸν ἡγεμόνα καὶ γεννήτορα πάντων κατ᾿ αὐτοὺς Δία πατροφόντην τε καὶ πατρὸς τοιούτου γεγονέναι, ἔρωτί τε κακῶν καὶ αἰσχρῶν ἡδονῶν ἥττω γενόμενον ἐπὶ Γανυμήδην καὶ τὰς πολλὰς μοιχευθείσας γυναῖκας ἐλθεῖν, καὶ τοὺς αὐτοῦ παῖδας τὰ ὅμοια πράξαντας παραδέξασθαι.

神々についてこのような考えが、節制ある魂から遠く離れていますように。すなわち、彼らによれば万物の支配者にして生みの親であるゼウス自身が、父殺しであり、そのような父から生まれた者であり、悪しき恥ずべき快楽への欲望に屈して、ガニュメデスや、姦淫された多くの女たちのもとへ赴いた、という考え、また彼の子らが同じようなことを行ったのを彼が受け入れた、という考えが。

6

Ἀλλ᾿, ὡς προέφημεν, οἱ φαῦλοι δαίμονες ταῦτα ἔπραξαν· ἀπαθανατίζεσθαι δὲ ἡμεῖς μόνους δεδιδάγμεθα τοὺς ὁσίως καὶ ἐναρέτως ἐγγὺς θεῷ βιοῦντας, κολάζεσθαι δὲ τοὺς ἀδίκως καὶ μὴ μεταβάλλοντας ἐν αἰωνίῳ πυρὶ πιστεύομεν.

しかし、我々が先に述べたとおり、これらのことを行ったのは悪しきダエモーンたちである。我々は、敬虔に、また徳をもって神の近くに生きた者たちのみが不死とされる、と教えられている。そして、不正に生き、生き方を改めない者たちは永遠の火の中で処罰される、と我々は信じている。

Caput XXII

第XXII章
1

Υἱὸς δὲ θεοῦ, ὁ Ιησοῦς λεγόμενος, εἰ καὶ κοινῶς μόνον ἄνθρωπος, διὰ σοφίαν ἄξιος υἱὸς θεοῦ λέγεσθαι· πατέρα γὰρ ἀνδρῶν τε θεῶν τε πάντες συγγραφεῖς τὸν θεὸν καλοῦσιν.

神の子、すなわちイエスと呼ばれる方は、たとえ通常の意味でただの人間であるにすぎないとしても、その知恵のゆえに神の子と呼ばれるに値する。あらゆる著作家たちは神を、人間たちと神々との父と呼んでいるからである。

2

Εἰ δὲ καὶ ἰδίως, παρὰ τὴν κοινὴν γένεσιν, γεγεννῆσθαι αὐτὸν ἐκ θεοῦ λέγομεν λόγον θεοῦ, ὡς προέφημεν, κοινὸν τοῦτο ἔστω ὑμῖν τοῖς τὸν Ἑρμῆν λόγον τὸν παρὰ θεοῦ ἀγγελτικὸν λέγουσιν.

また、もし我々が、通常の出生とは別に、彼が特別な仕方で神から生まれた、神のロゴスであると言うとしても——先に述べた通りであるが——これは、ヘルメスを神のもとから来る告知のロゴスと呼ぶ諸君にとっても共通のことであるはずだ。

3

Εἰ δὲ αἰτιάσαιτό τις ἐσταυρῶσθαι αὐτόν, καὶ τοῦτο κοινὸν τοῖς προκατηριθμημένοις παθοῦσιν υἱοῖς καθ᾿ ὑμᾶς τοῖ Διὸς ὑπάρχει.

もし誰かが、彼が十字架につけられたことを咎めるとしても、これもまた、諸君のもとで受苦したとされる、先に数え上げたゼウスの息子たちと共通のことである。

4

Ἐκείνων τε γὰρ οὐχ ὅμοια τὰ πάθη τοῦ θανάτου ἀλλὰ διάφορα ἱστορεῖται· ὥστε μηδὲ τὸ ἴδιον τοῦ πάθους ἥττονα δοκεῖν εἶναι τοῦτον, ἀλλ᾿, ὡς ὑπεσχόμεθα, προϊόντος τοῦ λόγου καὶ κρείττονα ἀποδείξομεν, μᾶλλον δὲ καὶ ἀποδέδεικται· ὁ γὰρ κρείττων ἐκ τῶν πράξεων φαίνεται.

というのも、彼らの死の受苦は互いに似通っておらず、様々に語り伝えられているからだ。それゆえ、この方の受苦にそれ独自の点があるからといって、劣っているとは思われない。むしろ、我々が約束した通り、論を進めるうちにこの方がより優れていることを示そう。いや、むしろすでに示されている。優れている者は行いによって明らかになるからである。

5

Εἰ δὲ καὶ διὰ παρθένου γεγεννῆσθαι φέρομεν, κοινὸν καὶ τοῦτο πρὸς τὸν Περσέα ἔστω ὑμῖν. Ὧι δὲ λέγομεν χωλοὺς καὶ παραλυτικοὺς καὶ ἐκ γενετῆς πονηροὺς ὑγιεῖς πεποιηκέναι αὐτὸν καὶ νεκροὺς ἀνεγεῖραι, ὅμοια τοῖς ὑπὸ Ἀσκληπιοῦ γεγενῆσθαι λεγομένοις καὶ ταῦτα φάσκειν δόξομεν.

また、もし我々が、彼が処女から生まれたと伝えるとしても、これもまた諸君にとってペルセウスと共通のことであるはずだ。そして、我々が、彼は足の萎えた者、体の麻痺した者、生まれつき病んでいる者たちを健やかにし、死者たちを甦らせたと言うとき、我々はアスクレピオスによってなされたと言われることと同じことを述べていると思われるだろう。

Caput XXIII

第XXIII章
1

(??)να δὲ ἤδη καὶ τοῦτο φανερὸν ὑμῖν γένηται, ὅτι, ὁπόσα λέγομεν μαθόντες παρὰ τοῦ Χριστοῦ, καὶ τῶν προελθόντων αὐτοῦ προφητῶν μόνα ἀληθῆ ἐστι καὶ πρεσβύτερα πάντων τῶν γεγενημένων συγγραφέων, καὶ οὐχὶ διὰ τὸ ταὐτὰ λέγειν αὐτοῖς παραδεχθῆναι ἀξιοῦμεν, ἀλλ᾿ ὅτι τὸ ἀληθὲς λέγομεν·

さて、この点もまた今や諸君に明らかになるようにしよう。すなわち、我々がキリストから、また彼に先立つ預言者たちから学んで語ることは、これのみが真理であり、これまでに現れたすべての著作家たちよりも古いものであるということ、そして我々が受け入れられるに値すると求めるのは、彼らと同じことを語るからではなく、真理を語るからである、ということを。

2

καὶ Ἰησοῦς Χριστὸς μόνος ἰδίως υἱὸς τῷ θεῷ γεγέννηται, λόγος αὐτοῦ ὑπάρχων καὶ πρωτότοκος καὶ δύναμις, καὶ τῇ βουλῇ αὐτοῦ γενόμενος ἄνθρωπος ταῦτα ἡμᾶς ἐδίδαξεν ἐπ᾿ ἀλλαγῇ καὶ ἐπαναγωγῇ τοῦ ἀνθρωπείου γένους·

そしてイエス・キリストのみが、独自の意味で神に対して子として生まれた方であり、神のロゴスであり、初子であり、力であって、神の意志によって人間となり、人類の変革と立ち帰りのために、これらのことを我々に教えたのである。

3

καὶ πρὶν ἢ ἐν ἄνθρωποις αὐτὸν γενέσθαι ἄνθρωπον φθάσαντές τινες, λέγω δὲ τοὺς προειρημένους κακοὺς δαίμονας, διὰ τῶν ποιητῶν ὡς γενόμενα εἶπον ἃ μυθοποιήσαντες ἔφησαν, ὃν τρόπον καὶ τὰ καθ᾿ ἡμῶν λεγόμενα δύσφημα καὶ ἀσεβῆ ἔργα ἐνήργησαν, ὤν οὐδεὶς μάρτυς οὐδὲ ἀπόδειξίς ἐστι, — τοῦτον ἔλεγχον ποιησόμεθα.¦

また、彼が人間たちの間で人間となる以前に、ある者たち——すなわち先に述べた悪しきダエモーンたちのことである——が先んじて、詩人たちを通じて、自分たちが神話として作り上げたことを、あたかも実際に起こったことであるかのように語った。それは、我々について語られている、口にするも忌まわしい不敬虔な行いを、彼らが引き起こしたのと同じ仕方によってである。それらの行いについては、証人も証拠もない。——このことの論証を、我々はこれから行うことにする。

Caput XXIV

第XXIV章
1

Πρῶτον μὲν ὅτι τὰ ὅμοια τοῖς Ἕλλησι λέγοντες μόνοι μισούμεθα δι᾿ ὄνομα τοῦ Χριστοῦ, καὶ μηδὲν ἀδικοῦντες ὡς ἁμαρτωλοὶ ἀναιρούμεθα, ἄλλων ἀλλαχοῦ καὶ δένδρα σεβομένων καὶ ποταμοὺς καὶ μῦς καὶ αἰλούρους καὶ κροκοδείλους καὶ τῶν ἀλόγων ζώων τὰ πολλά, καὶ οὐ τῶν αὐτῶν ὑπὸ πάντων τιμωμένων ἀλλ᾿ ἄλλων ἀλλοχόσε, ὥστ᾿ εἶναι ἀσεβεῖς ἀλλήλοις πάντας διὰ τὸ μὴ τὰ αὐτὰ σέβειν.

第一に、我々はギリシャ人たちと同じことを語っていながら、我々だけがキリストの名のゆえに憎まれ、何も不正を行っていないにもかかわらず罪人であるかのように殺されているということである。他方、他の者たちは所によって木々や川や鼠や猫や鰐や、理性なき動物の多くを崇拝しており、すべての者が同じものを敬っているのではなく、所によって別のものを敬っているので、同じものを崇めないことによって、すべての者が互いに不敬虔だということになる。

2

Ὅπερ μόνον ἐγκαλεῖν ἡμῖν ἔχετε, ὅτι μὴ τοὺς αὐτοὺς ὑμῖν σέβομεν θεούς, μηδὲ τοῖς ἀποθανοῦσι χοὰς καὶ κνίσας καὶ ἐν ταφαῖς στεφάνους καὶ θυσίας φέρομεν.

諸君が我々に対して咎めうることは、ただ、我々が諸君と同じ神々を崇めておらず、死者たちに献酒や供物の香煙を捧げず、埋葬に際して花冠や供犠を捧げないということだけである。

3

Ὅτι γὰρ οὖν τὰ αὐτὰ παρ᾿ οἷς μὲν θεοί, παρ᾿ οἶς δὲ θηρία, παρ᾿ οἷς δὲ ἱερεῖα νενομισμένα ἐστίν, ἀκριβῶς ἐπίστασθε.

同じものが、ある者たちのもとでは神々とされ、別の者たちのもとでは獣とされ、また別の者たちのもとでは犠牲の家畜と見なされていることを、諸君は正確に承知しているはずである。

Caput XXV

第XXV章
1

Δεύτερον δ᾿ ὅτι ἐκ παντὸς γένους ἀνθρώπων οἱ πάλαι σεβόμενοι Διόνυσον τὸν Σεμέλης καὶ Ἀπόλλωνα τὸν Λητοΐδην, οἳ δι᾿ ἔρωτας ἀρσένων ὅσα ἔπραξαν αἶσχος καὶ λέγειν, καὶ οἱ Περσεφόνην καὶ Ἀφροδίτην, τὰς διὰ τὸν Ἄδωνιν οἰστρηθείσας, ὧν καὶ τὰ μυστήρια ἄγετε, ἢ Ἀσκληπιὸν ἤ τινα τῶν ἄλλων ὀνομαζομένων θεῶν, καίπερ θανάτου ἀπειλουμένου διὰ Ἰησοῦ Χριστοῦ τούτων μὲν κατεφρονήσαμεν, θεῷ δὲ τῷ ἀγεννήτῳ καὶ ἀπαθεῖ ἑαυτοὺς ἀνεθήκαμεν, ὃν οὔτε ἐπ᾿ Ἀντιόπην καὶ τὰς ἄλλας ὁμοίως οὐδὲ ἐπὶ Γανυμήδην δι᾿ οἶστρον ἐληλυθέναι πειθόμεθα, οὐδὲ λυθῆναι βοηθείας τυχόντα διὰ Θέτιδος ὑπὸ τοῦ ἑκατοντάχειρος ἐκείνου, οὐδὲ μεριμνῶντα διὰ τοῦτο τὸν τῆς Θέτιδος Ἀχιλλέα διὰ τὴν παλλακίδα Βρισηΐδα ὀλέσαι πολλοὺς τῶν Ἑλλήνων. Καὶ τοὺς πειθομένους ἐλεοῦμεν· τοὺς δὲ τούτων αἰτίους δαίμονας γνωρίζομεν.

第二に、我々は、あらゆる種族の人間のうちから出て、かつてはセメレの子ディオニュソスや、レトの子アポロン——彼らが男色の情欲のゆえに行ったことは、口にするのも恥ずべきほどである——を崇め、また、アドニスのゆえに狂おしい情念にかられたペルセフォネとアフロディテ——諸君はその秘儀をも執り行っている——を崇め、あるいはアスクレピオスやその他の名で呼ばれる神々のいずれかを崇めていた者たちでありながら、イエス・キリストのゆえに死をもって脅かされているにもかかわらず、これらの神々を蔑み、生まれることなく受苦することのない神に自らを捧げた、ということである。この神については、アンティオペやその他同様の女たちに対しても、ガニュメデスに対しても、情欲のゆえに近づいたとは我々は信じないし、テティスを通じて助けを得て、あの百手の巨人によって解放されたとも、また、そのために心を砕いて、テティスの子アキレウスが側女ブリセイスのゆえに多くのギリシャ人を滅ぼすに至らせたとも信じない。そして、そうしたことを信じている者たちを我々は憐れみ、それらのことの元凶であるダエモーンたちを我々は見分けているのである。

Caput XXVI

第XXVI章
1

Τρίτον δ᾿ ὅτι καὶ μετὰ τὴν ἀνέλευσιν τοῦ Χριστοῦ εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ᾿ ὑμῶν, ἀλλὰ καὶ τιμῶν κατηξιώθησαν.

第三に、キリストが天に昇った後にも、ダエモーンたちは、自分は神であると称する人間たちを送り出した、ということである。彼らは諸君によって迫害されなかったばかりか、名誉にまで値するとされたのである。

2

Σίμωνα μέν τινα Σαμαρέα, τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις ποιήσας μαγικὰς ἐν τῇ πόλει ὑμῶν βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ᾿ ὑμῶν ὡς θεὸς τετίμηται, ὃς ἀνδριὰς ἀνεγήγερται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· SIMONI DEO SANCTO.

すなわち、ギットンと呼ばれる村出身のある人物、サマリア人シモンである。彼はクラウディウス・カエサルの治世に、働くダエモーンたちの術によって数々の魔術的な力を行い、諸君の都、王都ローマにおいて神と見なされ、諸君によって彫像をもって神として讃えられた。その彫像はテヴェレ川に、二つの橋の間に建てられており、次のようなローマ字の銘を持つ——「SIMONI DEO SANCTO」(聖なる神シモンに)。

3

Καὶ σχεδὸν πάντες μὲν Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνεσιν, ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι· καὶ Ἑλένην τινά, τὴν συμπερινοστήσασαν αὐτῷ κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν, τὴν ὑπ αὐτοῦ ἔννοιαν πρώτην γενομένην λέγουσι.

そして、ほとんどすべてのサマリア人たちが、また他の諸民族の中でもわずかな者たちが、彼を第一の神であると公言して礼拝している。また、その頃彼と共に諸国を巡り歩いた、以前は娼家に身を置いていたあるヘレネという女を、彼らは彼から最初に生じた〈思念〉であると言っている。

4

Μένανδρον δέ τινα, καὶ αὐτὸν Σαμαρέα, τὸν ἀπὸ κώμης Καππαρεταίας, γενόμενον μαθητὴν τοῦ Σίμωνος, ἐνεργηθέντα καὶ αὐτὸν ὑπὸ τῶν δαιμονίων καὶ ἐν Ἀντιοχείᾳ γενόμενον, πολλοὺς ἐξαπατῆσαι διὰ μαγικῆς τέχνης οἴδαμεν, ὃς καὶ τοὺς αὐτῷ ἑπομένους ὡς μηδὲ ἀποθνήσκοιεν ἔπεισε· καὶ νῦν εἰσί τινες ἀπ᾿ ἐκείνου τοῦτο ὁμολογοῦντες.

また、カッパレタイアという村出身の、これもサマリア人であるメナンドロスという者——シモンの弟子となった者で、彼もまた悪霊たちによって働かされ、アンティオキアに至った者——が、魔術によって多くの人々を欺いたことを我々は知っている。彼は、自分に従う者たちに、決して死ぬことがないとまで信じ込ませた。そして今もなお、彼の系譜からこのことを公言している者たちがいる。

5

Μαρκίωνα δέ τινα Ποντικόν, ὃς καὶ νῦν ἔτι ἐστὶ διδάσκων τοὺς πειθομένους, ἄλλον τινὰ νομίζειν μείζονα τοῦ δημιουργοῦ θεόν· ὃς κατὰ πᾶν γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως πολλοὺς πεποίηκε βλασφημίας λέγειν καὶ ἀρνεῖσθαι τὸν ποιητὴν τοῦδε τοῦ παντὸς θεὸν ἄλλον δέ τινα, ὡς ὄντα μείζονα, τὰ μείζονα παρὰ τοῦτον ὁμολογεῖν πεποιηκέναι.

また、ポントス出身のあるマルキオンという者——彼は今なお、自分に説き従う者たちに、造り主なる神よりも偉大な別の神が存在すると考えるよう教えている——は、あらゆる種族の人間たちのうちで、ダエモーンたちの助力によって、多くの者に冒瀆の言葉を語らせ、この万物の造り主である神を否認させ、より偉大であるとされる別の神が、これよりも偉大な業を行ったと告白させるに至らせた。

6

Πάντες οἱ ἀπὸ τούτων ὁρμώμενοι, ὡς ἔφημεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οἱ οὐ κοινωνοῦντες τῶν αὐτῶν δογμάτων ἐν τοῖς φιλοσόφοις τὸ ἐπικατηγορούμενον ὄνομα τῆς φιλοσοφίας κοινὸν ἔχουσιν.

これらの者たちに由来するすべての者たちは、先に述べたように、キリスト教徒と呼ばれている。それは、同じ教説を共にしない哲学者たちが、それでも哲学というかぶせられた名を共通に持つのと同じ仕方である。

7

Εἰ δὲ καὶ τὰ δύσφημα ἐκεῖνα μυθολογούμενα ἔργα πράττουσι, λυχνίας μὲν ἀνατροπὴν καὶ τὰς ἀνέδην μίξεις καὶ ἀνθρωπείων σαρκῶν βοράς, οὐ γινώσκομεν· ἀλλ᾿ ὅτι μὴ διώκονται μηδὲ φονεύονται ὑφ᾿ ὑμῶν, κἂν διὰ τὰ δόγματα, ἐπιστάμεθα.

彼らが、灯を倒すことや、無差別な交わりや、人間の肉を貪り食うといった、あの語り伝えられているおぞましい行いを実際に行っているかどうか、我々は知らない。しかし、たとえ彼らの教説のゆえであっても、彼らが諸君によって迫害されることも殺されることもないということは、我々は知っている。

8

Ἔστι δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημένων αἱρέσεων συντεταγμένον, (??) εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν.

我々のもとには、これまでに生じたすべての異端に対して書かれた論考もある。もし諸君がそれに目を通すことを望むなら、我々はそれを差し出そう。

Caput XXVII

第XXVII章
1

Ἡμεῖς δέ ἵνα μηδὲν ἀδικῶμεν μηδὲ ἀσεβῶμεν, ἐκτιθέναι καὶ τὰ γεννώμενα πονηρῶν εἶναι δεδιδάγμεθα· πρῶτον μέν, ὅτι τοὺς πάντας σχεδὸν ὁρῶμεν ἐπὶ πορνείᾳ προάγοντας, οὖ μόνον τὰς κόρας ἀλλὰ καὶ τοὺς ἄρσενας, καὶ ὃν τρόπον λέγονται οἱ παλαιοὶ ἀγέλας βοῶν ἢ αἰγῶν ἢ προβάτων τρέφειν ἢ ἵππων φορβάδων, οὕτως νῦν καὶ παῖδας εἰς τὸ αἰσχρῶς χρῆσθαι μόνον· καὶ ὁμοίως θηλειῶν καὶ ἀνδρογύνων καὶ ἀῤῥητοποιῶν πλῆθος κατὰ πᾶν ἔθνος ἐπὶ τούτου τοῦ ἄγους ἕστηκε.

我々は、何ら不正を行わず、不敬虔にもならないために、生まれたばかりの子を遺棄することさえ悪しき者たちのすることであると教えられている。第一に、我々は、ほとんどすべての者が、少女だけでなく男児をも、姦淫の道へ引き出しているのを見るからである。そして、昔の人々が牛や山羊や羊の群れ、あるいは牝馬の群れを養ったと言われているように、今では子供たちさえも、ただ恥ずべき用途に用いるためだけに養われている。そして同様に、女たちや両性具有者たち、そして口にするのも憚られる行いをなす者たちの群れが、あらゆる民族のうちで、この穢れの中に立っている。

2

Καὶ τούτων μισθοὺς καὶ εἰσφορὰς καὶ τέλη λαμβάνετε δέον ἐκκόψαι ἀπὸ τῆς ὑμετέρας οἰκουμένης. Καὶ τῶν τούτοις χρωμένων τις πρὸς τῇ ἀθέῳ καὶ ἀσεβεῖ καὶ ἀκρατεῖ μίξει, εἰ τύχοι, τέκνῳ ἢ συγγενεῖ ἢ ἀδελφῷ μίγνυται.

そして、諸君はこうした者たちから報酬や貢納や税を取り立てている——本来ならば諸君の治める世界からこれを根絶すべきなのに。そして、こうした者たちを用いる者のうちには、その無神論的で不敬虔で放埒な交わりに加えて、たまたまであれば、自分の子供や親族や兄弟とさえ交わる者がいる。

3

Οἱ δὲ καὶ τὰ ἑαυτῶν τέκνα καὶ τὰς ὁμοζύγους προαγωγεύονται, καὶ φανερῶς εἰς κιναιδίαν ἀποκόπτονταί τινες καὶ εἰς μητέρα θεῶν τὰ μυστήρια ἀναφέρουσι, καὶ παρὰ παντὶ τῶν νομιζομένων παρ᾿ ὑμῖν θεῶν ὄφις σύμβολον μέγα καὶ μυστήριον ἀναγράφεται.

他方、自分自身の子供や妻をさえ売春の仲介にかける者たちがおり、公然と男色のために自ら去勢する者たちもいて、彼らはその秘儀を〈神々の母〉に帰している。また、諸君のもとで神と見なされているすべての神々のもとで、蛇が大いなる象徴・秘儀として記されている。

4

Καὶ τὰ φανερῶς ὑμῖν πραττόμενα καὶ τιμώμενα ὡς ἀνατετραμμένου καὶ οὐ παρόντος φωτὸς θείου ἡμῖν προσγράφετε· ὅπερ ἀπηλλαγμένοις ἡμῖν τοῦ πράττειν τι τούτων οὐ βλάβην φέρει, ἀλλὰ τοῖς πράττουσι καὶ ψευδομαρτυροῦσι μᾶλλον.

そして、諸君のもとで公然と行われ、かつ尊ばれていることを、諸君は、あたかも神的な光が覆され、もはや存在しないかのように、我々になすりつけている。だが、これらのことを何一つ行わない我々にとって、それは何の害ももたらさない。むしろ害を受けるのは、それを行い、かつ偽りの証言をする者たちの方である。

Caput XXVIII

第XXVIII章
1

Παρ᾿ ἡμῖν μὲν γὰρ ὁ ἀρχηγέτης τῶν κακῶν δαιμόνων ὄφις καλεῖται καὶ σατανᾶς καὶ διάβολος, ὡς καὶ ἐκ τῶν ἡμετέρων συγγραμμάτων ἐρευνήσαντες μαθεῖν δύνασθε· ὃν εἰς τὸ πῦρ πεμφθήσεσθαι μετὰ τῆς αὐτοῦ στρατιᾶς καὶ τῶν ἑπομένων ἀνθρώπων κολασθησομένους τὸν ἀπέραντον αἰῶνα, προεμήνυσεν ὁ Χριστός.

というのも、我々のもとでは、悪しきダエモーンたちの首領は蛇と呼ばれ、サタンとも悪魔とも呼ばれているからである。これは、諸君が我々の文書を調べれば学ぶことができる。この者が、その軍勢と、それに従う人間たちと共に、果てしない永劫の間罰せられるべく火の中に送られるであろうことを、キリストはあらかじめ告げ知らせた。

2

Καὶ γὰρ ἡ ἐπιμονὴ τοῦ μηδέπω τοῦτο πρᾶξαι τὸν θεὸν διὰ τὸ ἀνθρώπινον γένος γεγένηται· προγινώσκει γάρ τινας ἐκ μετανοίας σωθήσεσθαι μέλλοντας καί τινας μηδέπω ἴσως γεννηθέντας.

というのも、神がいまだこれを行わずにいること、その猶予は、人間の種族のゆえに生じているからである。神は、悔い改めによって救われることになる者たちがあり、しかもその中にはおそらくまだ生まれてもいない者たちがあることを、あらかじめ知っているのである。

3

Καὶ τὴν ἀρχὴν νοερὸν καὶ δυνάμενον αἱρεῖσθαι τἀληθῆ καὶ εὗ πράττειν τὸ γένος τὸ ἀνθρώπινον πεποίηκεν, ὥστ᾿ ἀναπολόγητον εἶναι τοῖς πᾶσιν ἀνθρώποις παρὰ τῷ θεῷ· λογικοὶ γὰρ καὶ θεωρητικοὶ γεγένηνται.

そして神は初めから、人間の種族を、精神を備え、真なることを選び取り善く行うことができる者として造った。それゆえ、すべての人間は神の御前で弁解の余地がない。彼らは理性的で観照的な者として生まれついているからである。

4

Εἰ δέ τις ἀπιστεῖ μέλειν τούτων τῷ θεῷ, ἢ μὴ εἶναι αὐτὸν διὰ τέχνης ὁμολογήσει, ἢ ὄντα χαίρειν κακίᾳ φήσει ἢ λίθῳ ἐοικότα μένειν, καὶ μηδὲν εἶναι ἀρετὴν μηδὲ κακίαν, δόξῃ δὲ μόνον τοὺς ἀνθρώπους ἢ ἀγαθὰ ἢ κακὰ ταῦτα ἡγεῖσθαι, ἥπερ μεγίστη ἀσέβεια καὶ ἀδικία ἐστί.

もし誰かが、これらのことが神の関心事であることを信じないならば、その者は、議論の技巧によって神が存在しないと言い立てるか、あるいは神は存在するが悪を喜ぶと言うか、あるいは石のようにとどまっていると言うか、そのいずれかを言うことになろう。そしてまた、徳も悪も何一つ存在せず、人間たちはただ思わくによってこれらを善いとも悪いとも見なしているにすぎない、と言うことになろう。これこそ最大の不敬虔であり不正である。

Caput XXIX

第XXIX章
1

Καὶ πάλιν, μὴ τῶν ἐκτεθέντων τις μὴ ἀναληφθεὶς θανατωθῇ καὶ ὧμεν ἀνδροφόνοι· ἀλλ᾿ ἢ τὴν ἀρχὴν οὐκ ἐγαμοῦμεν εἰ μὴ ἐπὶ παίδων ἀνατροφῇ, ἢ παραιτούμενοι τὸ γήμασθαι τέλεον ἐνεγκρατευόμεθα.

また我々は、遺棄された子供のうちの誰かが、拾い上げられずに死に至り、我々が殺人者となることのないようにと気を配る。それゆえ我々は、そもそも子を育てるためでなければ結婚をしないか、あるいは結婚することを断念して、まったき禁欲を守るのである。

2

Καὶ ἤδη τις τῶν ἡμετέρων, ὑπὲρ τοῦ πεῖσαι ὑμᾶς ὅτι οὐκ ἔστιν ἡμῖν μυστήριον ἡ ἀνέδην μίξις, βιβλίδιον ἀνέδωκεν ἐν Ἀλεξανδρείᾳ Φήλικι ἡγεμονεύοντι ἀξιῶν ἐπιτρέψαι ἰατρῷ τοὺς διδύμους αὐτοῦ ἀφελεῖν· ἄνευ γὰρ τῆς τοῦ ἡγεμόνος ἐπιτροπῆς τοῦτο πράττειν ἀπειρῆσθαι οἱ ἐκεῖ ἰατροὶ ἔλεγον.

そして既に、我々の仲間のある者は、無差別な交わりが我々にとって秘義ではないことを諸君に説得するために、アレクサンドリアにおいて、総督フェリクスに嘆願書を提出し、医師に自分の睾丸を切除することを許可するよう求めた。なぜなら、その地の医師たちは、総督の許可なしにこれを行うことは禁じられていると言っていたからである。

3

Καὶ μηδόλως βουληθέντος Φήλικος ὑπογράψαι, ἐφ᾿ ἑαυτοῦ μείνας ὁ νεανίσκος ἠρκέσθη τῇ ἑαυτοῦ καὶ τῶν ὁμογνωμόνων συνειδήσει.

フェリクスがまったく署名を承知しなかったので、その若者はそのままにとどまり、自分自身の良心と、同じ考えを持つ者たちの良心とで満足した。

4

Οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγησάμεθα καὶ Ἀντινόου τοῦ νῦν γεγενημένου, ὃν καὶ πάντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο, ἐπιστάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.

そして我々は、これらのことのうちに、近ごろ現れたアンティノウスについても言及することは不適切ではないと考えた。彼が誰であり、どこから出た者であるかを知りながらも、すべての者が恐れのゆえに彼を神として崇めるようになったのである。

Caput XXX

第XXX章
1

Ὅπως δὲ μή τις εἴπῃ ἀντιτιθεὶς ἡμῖν, τί κωλί ει καὶ τὸν παρ᾿ ἡμῖν λεγόμενον Χριστόν, ἄνθρωπον ἐξ ἀνθρώπων ὄντα, μαγικῇ τέχνῃ ἃς λέγομεν δυνάμεις πεποιηκέναι καὶ δόξαι διὰ τοῦτο υἱὸν θεοῦ εἶναι, τήν ἀπόδειξιν ἤδη ποιησόμεθα, οὐ τοῖς λέγουσι πιστεύοντες, ἀλλὰ τοῖς προφητεύουσι πρὶν ἢ γενέσθαι κατ᾿ ἀνάγκην πειθόμενοι, διὰ τὸ καὶ ὄψει ὡς προεφητεύθη ὁρᾶν γενόμενα καὶ γινόμενα, ἥπερ μεγίστη καὶ ἀληθεστάτη ἀπόδειξις καὶ ὑμῖν, ὡς νομίζομεν, φανήσεται.

しかし、誰かが我々に対して反論し、我々のもとで語られるキリストが、人間から生まれたひとりの人間でありながら、我々が語るような数々の力を魔術の技によって行い、そのために神の子であると思われたにすぎないのではないか、と言うことのないように、我々は今やその証明を行うことにする。それは、語る者たちを信じるのではなく、事の起こる前に預言する者たちを、必然のゆえに信じるからである。というのも、預言された通りのことが起こり、また現に起こっているのを、まさに目で見ることができるからである。これこそが最大にして最も真なる証明であり、諸君にもそのように思われるであろうと、我々は考える。

Caput XXXI

第XXXI章
1

Ἄνθρωποι οὖν τινες ἐν Ἰουδαίοις γεγένηνται θεοῦ προφῆται, δι᾿ ὧν τὸ προφητικὸν πνεῦμα προεκήρυξε τὰ γενήσεσθαι μέλλοντα πρὶν ἢ γενέσθαι· καὶ τούτων οἱ ἐν Ἰουδαίοις κατὰ καιροὺς γενόμενοι βασιλεῖς τὰς προφητείας, ὡς ἐλέχθησαν ὅτε προεφητεύοντο, τῇ ἰδίᾳ αὐτῶν ἑβραΐδι φωνῇ ἐν βιβλίοις ὑπ᾿ αὐτῶν τῶν προφητῶν συντεταγμένας κτώμενοι περιεῖπον.

さて、ユダヤ人たちのうちに、ある人間たちが神の預言者として現れ、彼らを通して預言の霊が、事が起こる前に、将来起こるべきことをあらかじめ告げ知らせた。そして、ユダヤ人たちのうちで時代ごとに現れた王たちは、これらの預言が、預言されたときに語られたとおりに、預言者たち自身によって、彼らの固有のヘブライ語で書物にまとめられたものを、手に入れて大切に保管していた。

2

Ὅτε δὲ Πτολεμαῖος, ὁ Αἰγυπτίων βασιλεύς, βιβλιοθήκην κατεσκεύαζε καὶ τὰ πάντων ἀνθρώπων συγγράμματα συνάγειν ἐπειράθη, πυθόμενος καὶ περὶ τῶν προφητειῶν τούτων, προσέπεμψε τῷ τῶν Ἰουδαίων τότε βασιλεύοντι Ἡρώδῃ ἀξιῶν διαπεμφθῆναι αὐτῷ τὰς βίβλους τῶν προφητειῶν.

エジプト人の王プトレマイオスが、図書館を築こうとし、あらゆる人間の著作を集めようと試みたとき、これらの預言についても聞き知り、当時ユダヤ人を治めていたヘロデのもとに使者を送り、預言の書を彼のもとに送り届けるよう求めた。

3

Καὶ ὁ μὲν βασιλεὺς Ἡρώδης τῇ προειρημένῃ ἑβραΐδι αὐτῶν φωνῇ γεγραμμένας διεπέμψατο. Ἐπειδὴ δὲ οὐκ ἦν γνώριμα τὰ ἐν αὐταῖς γεγραμμένα τοῖς Αἰγυπτίοις, πάλιν αὐτὸν ἠξίωσε πέμψας τοὺς μεταβαλοῦντας αὐτὰς εἰς τὴν ἑλλάδα φωνὴν ἀθρώπους ἀποστεῖλαι.

そして王ヘロデは、先に述べた彼らのヘブライ語で書かれたものを送り届けた。しかし、それらに書かれていることがエジプト人たちには理解できなかったので、プトレマイオスは再び彼に、それらをギリシャ語に翻訳する人々を遣わすよう、求めた。

4

Καὶ τούτου γενομένου ἔμειναν αἱ βίβλοι καὶ παρ᾿ Αἰγυπτίοις μέχρι τοῦ δεῦρο, καὶ πανταχοῦ παρὰ πᾶσίν εἰσιν Ἰουδαίοις, οἳ καὶ ἀναγινώσκοντες οὐ συνιᾶσι τὰ εἰρημένα, ἀλλ᾿ ἐχθροὺς ἡμᾶς καὶ πολεμίους ἡγοῦνται, ὁμοίως ὑμῖν ἀναιροῦντες καὶ κολάζοντες ἡμᾶς ὁπόταν δύνωνται, ὡς καὶ πεισθῆναι δύνασθε.

そしてこのことが行われ、その書物は今日に至るまでエジプト人のもとにも留まっており、あらゆる所で、すべてのユダヤ人のもとにもある。彼らはそれを読んでいながら、語られていることを理解せず、我々を敵、また戦う相手と見なしている。そして、諸君と同じように、できる限り我々を殺し、罰しているのである。これは諸君も納得できるであろう。

5

Καὶ γὰρ ἐν τῷ νῦν γεγενημένῳ ἰουδαϊκῷ πολέμῳ Βαρχωχέβας, ὁ τῆς Ἰουδαίων ἀποστάσεως ἀρχηγέτης, Χριστιανοὺς μόνους εἰς τιμωρίας δεινάς, εἰ μὴ ἀρνοῖντο Ἰησοῦν τὸν Χριστὸν καὶ βλασφημοῖεν, ἐκέλευεν ἀπάγεσθαι.

というのも、近ごろ起こったユダヤ戦争において、ユダヤ人たちの離反の首領であったバル・コクバは、キリスト教徒たちだけを、もしイエス・キリストを否認し、冒瀆しないならば、恐ろしい刑罰へと連行するよう命じたからである。

6

Ἐν δὴ ταῖς τῶν προφητῶν βίβλοις εὕρομεν προκηρυσσόμενον παραγινόμενον, γεννώμενον διὰ παρθένου, καὶ ἀνδρούμενον καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ νεκροὺς ἀνεγείροντα, καὶ φθονούμενον καὶ ἀγνοούμενον καὶ σταυρούμενον Ἰησοῦν τὸν ἡμέτερον Χριστόν, καὶ ἀποθνήσκοντα καὶ ἀνεγειρόμενον καὶ εἰς οὐρανοὺς ἀνερχόμενον, καὶ υἱὸν θεοῦ ὄντα καὶ κεκλημένον, καί τινας πεμπομένους ὑπ᾿ αὐτοῦ εἰς πᾶν γένος ἀνθρώπων κηρύξοντας ταῦτα, καὶ τοὺς ἐξ ἐθνῶν ἀνθρώπους μᾶλλον αὐτᾷ πιστεύειν.

さて、預言者たちの書のうちに、我々のキリストであるイエスが、あらかじめ告げ知らされて到来すること、処女によって生まれること、成人し、あらゆる病、あらゆる患いを癒し、死者を甦らせること、妬まれ、認められず、十字架につけられること、死んで甦り、天に昇ること、神の子であり、そう呼ばれること、また彼によって遣わされたある者たちが、あらゆる人間の種族のもとへこれらのことを宣べ伝えること、そして異邦人たちの方がむしろ彼を信じることを、我々は見出した。

7

Προεφητεύθη δέ, πρὶν ἢ φανῆναι αὐτόν, ἔτεσι ποτὲ μὲν πεντακισχιλίοις, ποτὲ δὲ τρισχιλίοις, ποτὲ δὲ δισχιλίοις, καὶ πάλιν χιλίοις καὶ ἄλλοτε ὀκτακοσίοις· κατὰ γὰρ τὰς διαδοχὰς τῶν γενῶν ἕτεροι καὶ ἕτεροι ἐγένοντο προφῆται.

そして彼が現れる以前に、あるときは五千年前、あるときは三千年前、あるときは二千年前、また千年前、そして別のときには八百年前に、これらのことは預言された。というのも、世代の継承に従って、次々と異なる預言者たちが現れたからである。

Caput XXXII

第XXXII章
1

Μωϋσῆς μὲν οὖν, πρῶτος τῶν προφητῶν γενόμενος, εἶπεν αὐτολεξεὶ οὕτως· „Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, πλύνων ἐν αἵματι σταφυλῆς τὴν στολὴν αὐτοῦ“.

そこで、預言者たちのうち最初の者であったモーセは、逐語的に次のように言った——「ユダから支配者が絶えることなく、その腰から治める者も絶えることなく、それが定められている方が来られるまでは。そしてこの方こそ諸国民の待望となるであろう。彼はその子驢馬を葡萄の木に繋ぎ、その衣を葡萄の血で洗う」。

2

Ὑμέτερον οὖν ἐστιν ἀκριβῶς ἐξετάσαι καὶ μαθεῖν, μέχρι τίνος ἥν ἄρχων καὶ βασιλεὺς ἐν Ἰουδαίοις ἴδιος αὐτῶν· μέχρι τῆς φανερώσεως Ἰησοῦ Χριστοῦ, τοῦ ἡμετέρου διδασκάλου καὶ τῶν ἀγνοουμένων προφητειῶν ἐξηγητοῦ, ὡς προεῤῥέθη ὑπὸ τοῦ θείου ἁγίου προφητικοῦ πνεύματος διὰ τοῦ Μωϋσέως μὴ ἐκλείψειν ἄρχοντα ἀπὸ Ἰουδαίων, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται τὸ βασίλειον.

それゆえ、諸君の務めは、いつまでユダヤ人たちのもとに彼ら自身の支配者、王がいたのかを、正確に調べ、知ることである。それは、我々の師であり、知られざる預言を解き明かす者であるイエス・キリストが現れるまでのことであった。神的な聖なる預言の霊が、モーセを通して、王権が定められている方が来られるまではユダヤ人から支配者が絶えることはないと、あらかじめ語った通りである。

3

Ἰούδας γὰρ προπάτωρ Ἰουδαίων, ἀφ᾿ οὗ καὶ τὸ Ἰουδαῖοι καλεῖσθαι ἐσχήκασι· καὶ ὑμεῖς μετὰ τὴν γενομένην αὐτοῦ φανέρωσιν καὶ Ἰουδαίων ἐβαλισεύσατε καὶ τῆς ἐκείνων πάσης γῆς ἐκρατήσατε.

ユダはユダヤ人たちの先祖であり、それゆえに彼らは「ユダヤ人」と呼ばれるようになったのである。そして諸君は、彼が現れて後、ユダヤ人たちの上にも王として君臨し、彼らのあらゆる地を掌握したのである。

4

Τὸ δὲ „Αὐτὸς ἔσται προσδοκία ἐθνῶν“ μηνυτικὸν ἦν, ὅτι ἐκ πάντων τῶν ἐθνῶν προσδοκήσουσιν αὐτὸν πάλιν παραγενησόμενον, ὅπερ ὄψει ὑμῖν πάρεστιν ἰδεῖν καὶ ἔργῳ πεισθῆναι· ἐκ πάντων γὰρ γενῶν ἀνθρώπων προσδοκῶσι τὸν ἐν Ἰουδαίᾳ σταυρωθέντα, μεθ᾿ ὃν εὐθὺς δοριάλωτος ὑμῖν ἡ γῆ Ἰουδαίων παρεδόθη.

「この方こそ諸国民の待望となるであろう」という言葉は、あらゆる諸国民のうちから、彼が再び到来することを待望する者たちが現れるということを示すものであった。これは諸君が自ら目で見て、事実によって納得することができることである。というのも、あらゆる種族の人間たちのうちから、ユダヤにおいて十字架につけられたその方を待望する者たちがいるからであり、その方の後、ただちにユダヤ人たちの地は、槍によって奪い取られた地として諸君に引き渡されたのである。

5

Τὸ δὲ „Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ πλύνων τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς“ σύμβολον δηλωτικὸν ἦν τῶν γενησομένων τῷ Χριστῷ καὶ τῶν ὑπ᾿ αὐτοῦ πραχθησομένων.

「彼はその子驢馬を葡萄の木に繋ぎ、その衣を葡萄の血で洗う」という言葉は、キリストに起こるべきことと、彼によって行われるべきことを示す象徴であった。

6

Πῶλος γάρ τις ὄνου εἱστήκει ἔν τινι εἰσόδῳ κώμης πρὸς ἄμπελον δεδεμένος, ὃν ἐκέλευσεν ἀγαγεῖν αὐτῷ τότε τοὺς γνωρίμους αὐτοῦ, καὶ ἀχθέντος ἐπιβὰς ἐκάθισε καὶ εἰσελήλυθεν εἰς τὰ Ἱεροσόλυμα, ἔνθα τὸ μέγιστον ἱερὸν ἦν Ἰουδαίων, ὃ ὑφ᾿ ὑμῶν ὕστερον κατεστράφη· καὶ μετὰ ταῦτα ἐσταυρώθη, ὅπως τὸ λεῖπον τῆς προφητείας συντελεσθῇ.

というのも、ある村の入り口に、驢馬の子が葡萄の木に繋がれて立っていたからである。そのとき彼は、自分の知人たちにそれを自分のもとへ連れて来るよう命じ、それが連れて来られると、その上に乗り、腰を下ろして、エルサレムに入った。そこにはユダヤ人たちの最も大いなる神殿があったが、それはのちに諸君によって破壊された。そしてこの後、彼は十字架につけられた。それは預言の残りの部分が成就されるためであった。

7

Τὸ γὰρ „Πλύνων τὴν στολὴν αὐτοῦ ἔν αἵματι σταφυλῆς“ προαγγελτικὸν ἦν τοῦ πάθους, οὗ πάσχειν ἔμελλε δι᾿ αἵματος καθαίρων τοὺς πιστεύοντας αὐτῷ.

というのも、「その衣を葡萄の血で洗う」という言葉は、彼が受けようとしていた受苦をあらかじめ告げるものであり、彼はその血によって、自らを信じる者たちを清めようとしていたからである。

8

Ἡ γὰρ κεκλημένη ὑπὸ τοῦ θείου πνεύματος διὰ τοῦ προφήτου στολὴ οἱ πιστεύοντες αὐτῷ εἰσιν ἄνθρωποι, ἐν οἷς οἰκεῖ τὸ παρὰ τοῦ θεοῦ σπέρμα, ὁ λόγος.

というのも、神的な霊によって、預言者を通して「衣」と呼ばれたものとは、彼を信じる人間たちのことであり、その内には、神から出た種子、すなわちロゴスが宿っているからである。

9

Τὸ δὲ εἰρημένον αἷμα τῆς σταφυλῆς σημναντικὸν τοῦ ἔχειν μὲν αἷμα τὸν φανησόμενον, ἀλλ᾿ οὐκ ἐξ ἀνθρωπείου σπέρματος ἀλλ᾿ ἐκ θείας δυνάμεως.

そして、語られている葡萄の血とは、現れるべき方が血を持つことを示すものであった。ただしそれは人間の種によるものではなく、神的な力によるものである。

10

Ἡ δὲ πρώτη δύναμις μετὰ τὸν πατέρα πάντων καὶ δεσπότην θεὸν καὶ υἱὸς ὁ λόγος ἐστίν· ὃς τίνα τρόπον σαρκοποιηθεὶς ἄνθρωπος γέγονεν, ἐν τοῖς ἑξῆς ἐροῦμεν.

そして、万物の父にして主なる神に次ぐ第一の力にして子とは、ロゴスのことである。この方がどのようにして肉となり人間となったかについては、続く箇所で我々は語ることにする。

11

Ὃν τρόπον γὰρ τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος πεποίηκεν ἀλλ᾿ ὁ θεός, οὕτως καὶ τοῦτο ἐμηνύετο οὐκ ἐξ ἀνθρωπείου σπέρματος γενήσεσθαι τὸ αἷμα ἀλλ᾿ ἐκ δυνάμεως θεοῦ, ὡς προέφημεν.

というのも、葡萄の血を作ったのは人間ではなく神であるのと同じ仕方で、我々が先に述べたように、この方の血もまた、人間の種からではなく、神の力から生じることが、これによって示されていたからである。

12

Καὶ Ἡσαΐας δέ, ἄλλος προφήτης, τὰ αὐτὰ δι᾿ ἄλλων ῥήσεων προφητεύων οὕτως εἶπεν· „Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθος ἀναβήσεται ἀπὸ τῆς ῥίζης Ἰεσσαί· καὶ ἐπὶ τὸν βραχίονα αὐτοῦ ἔθνη ἐλπιοῦσιν“.

また、別の預言者であるイザヤも、別の言葉によって同じことを預言し、次のように言った——「ヤコブから星が昇り、エッサイの根から花が上るであろう。そしてその腕に、諸国民は望みをかけるであろう」。

13

Ἄστρον δὲ φωτεινὸν ἀνέτειλε, καὶ ἄνθος ἀνέβη ἀπὸ τῆς ῥίζης Ἰεσσαί, οὗτος ὁ Χριστός. Διὰ γὰρ παρθένου τῆς ἀπὸ τοῦ σπέρματος Ἰακώβ, τοῦ γενομένου πατρὸς Ἰούδα, τοῦ δεδηλωμένου Ἰουδαίων πατρός, διὰ δυνάμεως θεοῦ ἀπεκυήθη· καὶ Ἰεσσαὶ προπάτωρ μὲν κατὰ τὸ λόγιον γεγένηται, τοῦ δὲ Ἰακὼβ καὶ τοῦ Ἰούδα κατὰ γένους διαδοχὴν υἱὸς ὑπῆρχεν.

そして輝く星が昇り、エッサイの根から花が上った——これがキリストである。というのも、彼は、ヤコブの種に連なる処女——ヤコブはユダの父となった者であり、そのユダは先に示したとおりユダヤ人たちの父である——を通して、神の力によって生まれたからである。そしてエッサイは、この託宣によれば先祖となった者であるが、血統の継承においては、ヤコブとユダの子孫であった。

Caput XXXIII

第XXXIII章
1

Καὶ πάλιν ὡς αὐτολεξεὶ διὰ παρθένου μὲν τεχθησόμενος διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ἀκούσατε. Ἐλέχθη δὲ οὕτως· „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ ἐροῦσιν ἐπὶ τᾷ ὀνόματι αὐτοῦ Μεθ᾿ ἡμῶν ὁ θεός“.

また、その方が処女から生まれることが、まさに一語一語そのままイザヤを通して預言されたと、諸君は聞くがよい。それはこう語られた。「見よ、処女は胎に子を宿し、男の子を産むであろう。そして人々はその名について『神は我々と共にいます』と言うであろう」。

2

Ἃ γὰρ ἦν ἄπιστα καὶ ἀδύνατα νομιζόμενα παρὰ τοῖς ἀνθρώποις γενήσεσθαι, ταῦτα ὁ θεὸς προεμήνυσε διὰ τοῦ προφητικοῦ πνεύματος μέλλειν γίνεσθαι, ἵνα ὅταν γένηται μὴ ἀπιστηθῇ, ἀλλ᾿ ἐκ τοῦ προειρῆσθαι πιστευθῇ.

信じ難く、人間にとって起こり得ないと思われていたことどもを、神は預言の霊を通してあらかじめ告げ知らせ、それらが起こるであろうことを示した。それは、それが起こったときに信じられないことがないよう、あらかじめ語られていたことによって信じられるためである。

3

Ὅπως δὲ μή τινες, μὴ νοήσαντες τὴν δεδηλωμένην προφητείαν, ἐγκαλέσωσιν ἡμῖν ἅπερ ἐνεκαλέσαμεν τοῖς ποιηταῖς, εἰποῦσιν ἀφροδισίων χάριν ἐληλυθέναι ἐπὶ γυναῖκας τὸν Δία, διασαφῆσαι τοὺς λόγους πειρασόμεθα.

しかし、示されたこの預言を理解せぬまま、ゼウスは情欲のゆえに女たちのもとに来たと語った詩人たちに向けて我々が咎めたのと同じことを、ある者たちが我々に向けて咎めることのないよう、我々はその言葉を明らかにするよう努めよう。

4

Τὸ οὖν „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει“ σημαίνει οὐ συνουσιασθεῖσαν τὴν παρθένον συλλαβεῖν· εἰ γὰρ ἐσυνουσιάσθη ὑπὸ ὁτουοῦν, οὐκ ἔτι ἦν παρθένος· ἀλλὰ δύναμις θεοῦ ἐπελθοῦσα τῇ παρθένῳ ἐπεσκίασεν αὐτήν, καὶ κυοφορῆσαι παρθένον οὖσαν πεποίηκε.

それゆえ「見よ、処女は胎に子を宿すであろう」とは、処女が交わりを受けることなく身ごもったという意味である。もし誰かによって交わりを受けたのであれば、もはや処女ではなかったであろう。そうではなく、神の力が処女のもとに臨んでこれを覆い、処女のままでありながら身ごもらせたのである。

5

Καὶ ὁ ἀποσταλεὶς δὲ πρὸς αὐτὴν τὴν παρθένον κατ᾿ ἐκεῖνο τοῦ καιροῦ ἄγγελος θεοῦ εὐηγγελίσατο αὐτὴν εἰπών· „Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ ἐκ πνεύματος ἁγίου καὶ τέξῃ υἱόν, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν“, ὡς οἱ ἀπομνημονεύσαντες πάντα τὰ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδίδαξαν, οἷς ἐπιστεύσαμεν, ἐπειδὴ καὶ διὰ Ἡσαΐου τοῦ προδεδηλωμένου τὸ προφητικὸν πνεῦμα τοῦτον γεννησόμενον, ὡς προεμηνύομεν, ἔφη.

そして、その時にかの処女のもとに遣わされた神の天使は、こう言って彼女に良き知らせを告げた。「見よ、お前は聖なる霊によって胎に子を宿し、男の子を産むであろう。その子はいと高き方の子と呼ばれるであろう。お前はその名をイエスと呼ぶがよい。なぜならこの方こそ、その民をその罪から救うからである」。これは、我々の救い主イエス・キリストについてのすべてを回想録に書き記した者たちが教えたとおりであり、我々はこれを信じた。というのも、先に示したとおり、預言の霊もイザヤを通して、この方が生まれるであろうことを、我々が先に告げ知らせたとおりに語ったからである。

6

Τὸ πνεῦμα οὖν καὶ. τὴν δύναμιν τὴν παρὰ τοῦ θεοῦ οὐδὲν ἄλλο νοῆσαι θέμις ἢ τὸν λόγον, ὃς καὶ πρωτότοκος τῷ θεῷ ἐστι, Μωϋσῆς ὁ προδεδηλωμένος προφήτης ἐμήνυσε· καὶ τοῦτο ἐλθὸν ἐπὶ τὴν παρθένον καὶ ἐπισκιάσαν οὐ διὰ συνουσίας ἀλλὰ διὰ δυνάμεως ἐγκύμονα κατέστησε.

それゆえ、霊、そして神からの力を、ロゴス以外の何ものとして理解することも許されない。このロゴスは神にとって初子でもある、と先に示された預言者モーセが告げ知らせた。そしてこれが処女のもとに来てこれを覆い、交わりによってではなく力によって身ごもらせたのである。

7

Τὸ δὲ Ἰησοῦς, ὄνομα τῇ ἑβραΐδι φωνῇ, σωτὴρ τῇ ἑλληνίδι διαλέκτῳ δηλοῖ. Ὅθεν καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον εἶπε· „Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν“.

「イエス」という名は、ヘブライ語の言葉であって、ギリシャ語では「救い主」を意味する。それゆえ天使も処女に向かってこう言った。「お前はその名をイエスと呼ぶがよい。なぜならこの方こそ、その民をその罪から救うからである」。

8

Ὅτι δὲ οὐδενὶ ἄλλῳ θεοφοροῦνται οἱ προφητεύοντες εἰ μὴ λόγῳ θείῳ, καὶ ὑμεῖς, ὡς ὑπολαμβάνω, φήσετε.

預言する者たちが、神的なロゴスによってでなければ、他の何ものによっても神に満たされることはないということは、諸君もまた、私が思うに、そう言うであろう。

Caput XXXIV

第XXXIV章
1

Ὅπου δὲ καὶ τῆς γῆς γεννᾶσθαι ἔμελλεν, ὡς προεῖπεν ἕτερος προφήτης ὁ Μιχαίας, ἀκούσατε. Ἔφη δὲ οὕτως· „Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου“.

また、その方が地のどこで生まれるはずであったかを、他の預言者ミカが先に語ったとおり、諸君は聞くがよい。彼はこう語った。「そしてお前、ユダの地ベツレヘムよ、お前はユダの指導者たちのうちで決して最も小さい者ではない。お前からこそ、私の民を牧する指導者が出るであろうから」。

2

Κώμη δέ τίς ἐστιν ἐν τῇ χώρᾳ Ἰουδαίων. ὀπέχουσα σταδίους τριάκοντα πέντε Ἱεροσολύμων, ἐν ᾗ ἐγεννήθη Ἰησοῦς Χριστός, ὡς καὶ μαθεῖν δύνασθε ἐκ τῶν ἀπογραφῶν τῶν γενομένων ἐπὶ Κυρηνίου, τοῦ ὑμετέρου ἐν Ἰουδαίᾳ πρώτου γενομένου ἐπιτρόπου.

ユダヤ人の地に一つの村があり、エルサレムから三十五スタディオン隔たっている。そこでイエス・キリストは生まれた。これは、ユダヤにおいて諸君の最初の総督となったクィリニウスのもとで行われた人口調査の記録からも、諸君が学ぶことができる。

Caput XXXV

第XXXV章
1

Ὡς δὲ καὶ λήσειν ἔμελλε τοὺς ἄλλους ἀνθρώπους γεννηθεὶς ὁ Χριστὸς ἄχρις ἀνδρωθῇ. ὅπερ καὶ γέγονεν, ἀκούσατε τῶν προειρημένων εἰς τοῦτο.

キリストが生まれてから成人に至るまで、他の人々には知られずにいるはずであったこと——実際にそうなったのだが——について、先に語られたことどもを聞くがよい。

2

Ἔστι δὲ ταῦτα· „Παιδίον ἐγεννήθη ἡμῖν, καὶ νεανίσκος ἡμῖν ἀπεδόθη, οὗ ἡ ἀρχ(??) ἐπὶ τῶν ὤμων“· μηνυτικὸν τῆς δυνάμεως τοῦ σταυροῦ, ᾧ προσέθηκε τοὺς ὤμους σταυρωθείς, ὡς πρωϊόντος τοῦ λόγον σαφέστερον δειχθήσεται.

それはこうである。「幼子が我々のために生まれた、若者が我々に与えられた。その支配は肩の上にある」。これは十字架の力を示すものである。十字架につけられた方は、その肩をこれに当てたのであり、このことは、話が進むにつれていっそう明らかに示されるであろう。

3

Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας θεοφορούμενος τῷ πνεύματι τῷ προφητικῷ ἔφη· ,Ἐγώ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ. Αἰτοῦσί με νῦν κρίσιν καὶ ἐγγίζειν θεῷ τολμῶσιν“.

そしてまた、同じ預言者イザヤは、預言の霊によって神に満たされて、こう語った。「私は、従わず、逆らう民に向かって、良からぬ道を歩む者たちに向かって、私の両手を広げた。彼らは今、私に裁きを求め、神に近づくことをあえてしようとしている」。

4

Καὶ πάλιν ἐν ἄλλοις λόγοις δι᾿ ἑτέρου προφήτου λέγει· „Αὐιοὶ ὤρυξάν μου πόδας καὶ χεῖρας, καὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου“.

そしてまた、他の言葉で、別の預言者を通してこう語る。「彼らは私の足と手を穿った、そして私の衣に籤を投げた」。

5

Καὶ ὁ μὲν Δαυῒδ ὁ βασιλεὺς καὶ προφήτης, ὁ εἰπὼν ταῦτα, οὐδὲν τούτων ἔπαθεν· Ἰησοῦς δὲ Χριστὸς ἐξετάθη τὰς χεῖρας, σταυρωθεὶς ὑπὸ τῶν Ἰουδαίων ἀντιλεγόντων αὐτῷ καὶ φασκόντων μὴ εἶναι αὐτὸν Χριστόν· καὶ γάρ, ὡς εἶπεν ὁ προφήτης, διασύροντες αὐτὸν ἐκάθισαν ἐπὶ βήματος καὶ εἶπον· Κρῖνον ἡμῖν.

王であり預言者でもあるダビデ、これを語った当人は、これらのことを何一つ被らなかった。しかしイエス・キリストは、この方をキリストではないと言って逆らったユダヤ人たちによって十字架につけられ、その両手を広げられた。実に、預言者が語ったとおり、彼らはこの方を嘲弄しながら裁きの座に着かせ、「我々のために裁け」と言ったのである。

6

Τὸ δὲ „Ὤρυξάν μου χεῖρας καὶ πόδας‘· ἐξήγησις τῶν ἐν τῷ σταυρῷ παγέντων ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν αὐτοῦ ἥλων ἦν. Καὶ μετὰ τὸ σταυρῶσαι αὐτὸν ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ ἐμερίσαντο ἑαυτοῖς οἱ σταυρώσαντες αὐτόν.

「彼らは私の手と足を穿った」とは、十字架の上でこの方の手と足に打ち込まれた釘の解き明かしであった。そして、この方を十字架につけたのち、彼らはこの方の衣に籤を投げ、この方を十字架につけた者たちが、それを自分たちの間で分け合ったのである。

7

Καὶ ταῦτα ὅτι γέγονε, δύνασθε μαθεῖν ἐκ τῶν ἐπὶ Ποντίου Πιλάτου γενομένων ἄκτων. Καὶ ὅτι ῥητῶς καθεσθησόμενος ἐπὶ πῶλον ὄνου καὶ εἰσελευσόμενος εἰς τὰ Ἱεροσόλυμα προεπεφήτευτο, ἑτέρου προφήτου τοῦ Σοφονίου τας τῆς προφητείας λέξεις ἐροῦμεν.

そしてこれらのことが起こったことは、ポンティオ・ピラトのもとで作成された公文書から諸君が学ぶことができる。そして、この方がろばの子に乗ってエルサレムに入るであろうことが、はっきりと預言されていたことについては、他の預言者ゼファニヤの預言の言葉を我々は語ろう。

8

Εἰσὶ δὲ αὗται· „Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου“.

それらの言葉はこうである。「大いに喜べ、シオンの娘よ、告げ知らせよ、エルサレムの娘よ。見よ、お前の王がお前のもとに来る、柔和にして、ろばに、荷を負う獣の子であるろばの子に乗って」。

Caput XXXVI

第XXXVI章
1

Ὅταν δὲ τὰς λέξεις τῶν προφητῶν λεγομένας ὡς ἀπὸ προσώπου ἀκούητε, μὴ (??)π᾿ αὐτῶν τῶν ἐμπεπνευσμένων λέγεσθαι νομίσητε, ἀλλ᾿ ἀπὸ τοῦ κινοῦντος αὐτοὺς θείου λόγου.

諸君が預言者たちの言葉が、ある人格において語られているのを聞くとき、それが霊感を受けた者たち自身によって語られていると考えてはならない。そうではなく、彼らを動かす神的なロゴスによって語られているのだと考えるがよい。

2

Ποτὲ μὲν γὰρ ὡς προαγγελτικῶς τὰ μέλλοντα γενήσεσθαι λέγει, ποτὲ δὲ ὡς ἀπὸ προσώπου τοῦ δεσπότου πάντων καὶ πατρὸς θεοῦ φθέγγεται, ποτὲ δὲ ὡς ἀπὸ προσώπου τοῦ Χριστοῦ, ποτὲ δὲ ὡς ἀπὸ προσώπου λαῶν ἀποκρινομένων τῷ κυρίῳ ἢ τῷ πατρὶ αὐτοῦ· ὁποῖον καὶ ἐπὶ τῶν παρ᾿ ὑμῖν συγγραφέων ἰδεῖν ἔστιν, ἕνα μὲν τὸν τὰ πάντα συγγράφοντα ὄντα, πρόσωπα δὲ τὰ διαλεγόμενα παραφέροντα.

というのも、あるときは未来に起こることを予告として語り、あるときは万物の主にして父なる神の人格において語り、あるときはキリストの人格において語り、あるときは主あるいはその父に答える民の人格において語るからである。これは、諸君のもとにいる著述家たちについても見られることであって、彼らは、全体を書いている者は一人でありながら、語り合う登場人物を持ち出しているのである。

3

Ὅπερ μὴ νοήσαντες οἱ ἔχοντες τὰς βίβλους τῶν προφητῶν Ἰουδαῖοι οὐκ ἐγνώρισαν οὐδὲ παραγενόμενον τὸν Χριστόν, ἀλλὰ καὶ ἡμᾶς τοὺς λέγοντας παραγεγενῆσθαι αὐτὸν καί, ὡς προεκεκήρυκτο, ἀποδεικνύντας ἐσταυρῶσθαι ὑπ᾿ αὐτῶν μισοῦσιν.

このことを理解しなかったために、預言者たちの書物を持っているユダヤ人たちは、キリストが到来したときにもこの方を認めず、かえって、この方が到来したと語り、あらかじめ告げ知らされていたとおりに彼らによって十字架につけられたことを証示する我々を、憎んでいるのである。

Caput XXXVII

第XXXVII章
1

Ἵνα δὲ καὶ τοῦτο ὑμῖν φανερὸν γένηται, ἀπὸ προσώπου τοῦ πατρὸς ἐλέχθησαν διὰ Ἡσαΐου τοῦ προειρημένου προφήτου οἵδε οἱ λόγοι· „Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκεν.

このことが諸君にも明らかになるように、先に述べた預言者イザヤを通して、父の人格において次の言葉が語られた。「牛はその所有者を知り、ろばはその主人の飼い葉桶を知っている。しかしイスラエルは私を知らず、私の民は悟らなかった」。

2

Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν. σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν κύριον“. Καὶ πάλιν ἀλλαχοῦ, ὅταν λέγῃ ὁ αὐτὸς προφήτης ὁμοίως ἀπὸ προσώπου τοῦ πατρός· „Ποῖόν μοι οἶκον οἰκοδομήσετε; λέγει κύριος.

「禍いなるかな、罪ある国民よ、罪に満ちた民よ、悪しき種、不法の子らよ。汝らは主を見捨てた」。そしてまた別のところで、同じ預言者が、同様に父の人格において語るとき、「汝らは私にどのような家を建てるというのか、と主は言われる」。

3

Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου“. Καὶ πάλιν ἀλλαχοῦ· „Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου, καὶ μεγάλην ἡμέραν νηστείας καὶ ἀργίαν οὐκ ἀνέχομαι· οὐδ᾿, ἂν ἔρχησθε ὀφθῆναί μοι, εἰσακούσομαι ὑμῶν. Πλήρεις αἵματος αἱ χεῖρες ὑμῶν.

「天は私の玉座であり、地は私の足台である」。そしてまた別のところで、「汝らの新月祭と安息日を、私の魂は憎む。大いなる断食の日と、なすべき務めを怠る日とを、私は耐え忍ばない。たとえ汝らが私に姿を見せようとして来ても、私は汝らに耳を傾けないであろう。汝らの手は血に満ちている」。

4

Κἂν φέρητε σεμίδαλιν, θυμίαμα, βδέλυγμά μοί ἐστι· στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι. Τὶς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;

「たとえ汝らが上等の小麦粉や香を携えて来ても、それは私にとって忌まわしいものである。子羊の脂や雄牛の血を、私は望まない。誰がこれらのものを汝らの手から求めたというのか」。

5

Ἀλλὰ διάλυε πάντα σύνδεσμον ἀδικίας, διάσπα στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἄστεγον καὶ γυμνὸν σκέπε, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου“. Ὁποῖα μὲν οἶν ἐστι καὶ τὰ διδασκόμενα διὰ τῶν προφητῶν ἀπὸ προσώπου τοῦ θεοῖ, νοεῖν δύνασθε.

「むしろ、あらゆる不正の結び目を解き、暴力による取り決めの縄目を断ち切り、宿なき者、裸の者を覆い、飢えた者にお前のパンを分け与えよ」。それゆえ、預言者たちを通して神の人格において教えられていることがどのようなものであるかを、諸君は理解することができる。

Caput XXXVIII

第XXXVIII章
1

Ὅταν δὲ ἀπὸ προσώπου τοῦ Χριστοῦ λέγῃ τὸ προφητικὸν πνεῦμα, οὕτως φθέγγεται· „Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ“.

預言の霊がキリストの人格において語るとき、こう語る。「私は、従わず、逆らう民に向かって、良からぬ道を歩む者たちに向かって、私の両手を広げた」。

2

Καὶ πάλιν· „Τὸν νῶτόν μου τέθεικα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

そしてまた、「私は自分の背を鞭打ちにゆだね、自分の頬を打たれるままにゆだねた。そして自分の顔を、つばきの恥辱から背けなかった」。

3

Καὶ ὁ κύριος βοηθός μου ἐγένετο· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾿ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με“. Καὶ πάλιν ὅταν λέγῃ· „Αὐτοὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου, καὶ ὤρυξάν μου πόδας καὶ χεῖρας.

「そして主は私の助け手となった。それゆえ私は辱められることなく、自分の顔を堅い岩のように据えた。そして私は知った、私を正しいとする方が近くにおられるゆえに、私は決して恥じることがないであろうと」。そしてまた、こう語るとき、「彼らは私の衣に籤を投げ、私の足と手を穿った」。

4

Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα, καὶ ἀνέστην, ὅτι κύριος ἀντελάβετό μου“. Καὶ πάλιν ὅταν λέγῃ· „Ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν λέγοντες· Ῥυσάσθω ἑαυτόν“. Ἅτινα πάντα ὅτι γέγονεν ὑπὸ τῶν Ἰουδαίων τῷ Χριστῷ, μαθεῖν δύνασθε.

「私は横たわって眠った。そして甦った。主が私を支えてくださったからである」。そしてまた、こう語るとき、「彼らは唇で語り、頭を振りながら言った、『彼に自分自身を救わせよ』」。これらすべてのことが、ユダヤ人たちによってキリストになされたことを、諸君は学ぶことができる。

5

Σταυρωθέντος γὰρ αὐτοῦ ἐξέστρεφον τὰ χείλη καὶ ἐκίνουν τὰς κεφαλὰς λέγοντες· „Ὁ νεκροὺς ἀνεγείρας ῥυσάσθω ἑαυτόν“.

というのも、この方が十字架につけられたとき、彼らは唇をゆがめ、頭を振りながらこう言ったからである。「死者を甦らせた者に、自分自身を救わせよ」。

Caput XXXIX

第XXXIX章
1

Ὅταν δὲ ὡς προφητεῦον τὰ μέλλοντα γίνεσθαι λαλῇ τὸ προφητικὸν πνεῦμα, οὕτως λέγει· „Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ λήψονται ἔθνος ἐπὶ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν“.

預言の霊が、未来に起こることを預言するようにして語るとき、こう語る。「シオンから法が出て、主の言葉がエルサレムから出るであろう。そしてこの方は諸国民の間を裁き、多くの民を戒めるであろう。彼らは自分たちの剣を鋤に、自分たちの槍を鎌に打ち直すであろう。そして国は国に対して剣を取ることなく、もはや戦いを学ぶこともないであろう」。

2

Καὶ ὅτι οὕτως γέγονε, πεισθῆναι δύνασθε. Ἀπὸ γὰρ Ἱερουσαλὴμ ἄνδρες δεκαδύο τὸν ἀριθμὸν ἐξῆλθον εἰς τὸν κόσμον, καὶ οὗτοι ἰδιῶται, λαλεῖν μὴ δυνάμενοι, διὰ δὲ θεοῦ δυνάμεως ἐμήνυσαν παντὶ γένει ἀνθρώπων ὡς ἀπεστάλησαν ὑπὸ τοῦ Χριστοῦ διδάξαι πάντας τὸν τοῦ θεοῦ λόγον· καὶ οἱ πάλαι ἀλληλοφόνται οὐ μόνον οὐ πολεμοῦμεν τοὺς ἐχθρούς, ἀλλ᾿, ὑπὲρ τοῦ μηδὲ ψεύδεσθαι μηδ᾿ ἐξαπατῆσαι τοὺς ἐξετάζοντας, ἡδέως ὁμολογοῦντες τὸν Χριστὸν ἀποθνήσκομεν.

そして、このことがそのとおりに起こったことを、諸君は信じることができる。というのも、エルサレムから十二人の男たちが世に出て行ったが、彼らは無学の者であって語ることさえできなかったにもかかわらず、神の力によって、あらゆる種類の人間に対して、自分たちがキリストによって遣わされ、すべての人に神の言葉を教えるのだと告げ知らせたからである。そして、かつて互いに殺し合っていた我々は、今や敵と戦わないばかりか、取り調べる者たちに対して偽ることも欺くこともないために、キリストを告白しつつ喜んで死んでいくのである。

3

Δυνατὸν γὰρ ἦν τὸ λεγόμενον Ἡ γλῶσσ᾿ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος ποιεῖν ἡμᾶς εἰς τοῦτο. Γελοῖον ἦν δὴ πρᾶγμα, ὑμῖν μὲν τοὺς συντιθεμένους καὶ καταλεγομένους στρατιώτας καὶ πρὸ τῆς ἑαυτῶν ζωῆς καὶ γονέων καὶ πατρίδος καὶ πάντων τῶν οἰκείων τὴν ὑμετέραν ἀσπάζεσθαι ὁμολογίαν, μηδὲν ἄφθαρτον δυναμένων ὑμῶν αὐτοῖς παρασχεῖν, ἡμᾶς δέ, ἀφθαρσίας ἐρῶντας, μὴ πάνθ᾿ ὑπομεῖναι ὑπὲρ τοῦ τὰ ποθούμενα παρὰ τοῦ δυναμένου δοῦναι λαβεῖν.

というのも、「舌は誓ったが、心は誓っていない」と言われることを、この場合に我々が行うこともできたのである。しかし、次のようなことは滑稽であったろう。すなわち、諸君のもとで契約を結び名簿に記された兵士たちが、諸君は彼らに何一つ不朽なるものを与えることができないにもかかわらず、自分の命よりも、両親よりも、祖国よりも、あらゆる身内よりも先に、諸君との誓約を大切にするというのに、不朽を愛する我々が、それを与えることのできる方から望むものを受け取るために、あらゆることに耐え忍ばないとしたら。

Caput XL

第XL章
1

Ἀκούσατε δέ, πῶς καὶ περὶ τῶν κηρυξάντων τὴν διδαχὴν αὐτοῦ καὶ μηνυσάντων τὴν ἐπιφάνειαν προεῤῥέθη, τοῦ προειρημένου προφήτου καὶ βασιλέως οὕτως εἰπόντος διὰ τοῦ προφητικοῦ πνεύματος· „Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν.

そして、この方の教えを宣べ伝え、その顕現を告げ知らせた者たちについても、いかにあらかじめ語られていたかを聞くがよい。先に述べた預言者にして王である方が、預言の霊を通してこう語った。「日は日にことばを吐き出し、夜は夜に知識を告げる」。

2

Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αἰτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αἰτῶν.

「それらの声が聞かれないような話や言葉はない。それらの音は全地に出て行き、それらの言葉は世界の果てにまで及んだ」。

3

Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτός, ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αἰτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν“.

「太陽の中にその方は自分の幕屋を置いた。そしてその方自身は、花婿がその寝所から出て来るように、勇者が道を走ることを喜ぶように、喜び躍るであろう」。

4

Πρὸς τούτοις δὲ καὶ λόγων ἑτέρων τῶν προφητευθέντων δι᾿ αἰτοῦ τοῦ Δαυῒδ καλῶς ἔχον καὶ οἰκείως ἐπιμνησθῆναι λελογίσμεθα, ἐξ ὧν μαθεῖν ὑμῖν πάρεστι, πῶς προτρέπεται ζῆν τοὺς ἀνθρώπους τὸ προφητικὸν πνεῦμα, καὶ πῶς μηνύει τὴν γεγενημένην Ἡρώδου τοῖ βασιλέως Ἰουδαίων καὶ αἰτῶν Ἰουδαίων καὶ Πιλάτου τοῖ ὑμετέρου παρ᾿ αὐτοῖς γενομένου ἐπιτρόπου σὺν τοῖς αὐτοῦ στρατιώταις κατὰ τοῦ Χριστοῦ συνέλευσιν, καὶ ὅτι πιστεύεσθαι ἔμελλεν ὑπὸ τῶν ἐκ παντὸς γένους ἀνθρώπων, καὶ ὅτι αὐτὸν υἱὸν καλεῖ ὁ θεὸς καὶ ὑποτάσσειν αὐτῷ πάντας ἐχθροὺς ἐπήγγελται, καὶ πῶς οἱ δαίμονες, ὅσον ἐπ᾿ αἰτοῖς, τήν τε τοῦ πατρὸς πάντων καὶ δεσπότου θεοῦ καὶ τὴν αἰτοῦ τοῦ Χριστοῦ ἐξουσίαν φυγεῖν πειρῶνται, καὶ ὡς εἰς μετάνοιαν καλεῖ πάντας ὁ θεὸς πρὶν ἐλθεῖν τὴν ἡμέραν τῆς κρίσεως.

これらに加えて、ダビデを通して預言された他の言葉についても、思い起こすことが適切かつふさわしいと我々は考えた。それらから、預言の霊がいかに人間に生きるよう勧めているか、そして、ユダヤ人の王ヘロデと、そのユダヤ人たちと、彼らのもとにいた諸君の総督ピラトが、その兵士たちと共にキリストに対して結集したことを、いかに告げ知らせているか、そして、この方があらゆる種族の人間によって信じられるはずであったこと、そして、神がこの方を子と呼び、あらゆる敵をこの方に服させると約束したこと、そして、ダエモーンたちが、自分たちにできる限り、万物の主にして父である神の権威と、この方キリストの権威とから逃れようとしていること、そして、裁きの日が来る前に、神がすべての人を悔い改めへと招いていることを、諸君は学ぶことができる。

5

Εἰρηνται δὲ οὕτως· „Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αἰτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.

それらの言葉はこう語られている。「幸いなるかな、その人。不敬虔な者たちの謀りごとに歩まず、罪人たちの道に立たず、疫病をもたらす者たちの座に着かなかった者。そうではなく、主の律法にその人の喜びはあり、その律法を昼も夜も口ずさむ」。

6

Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αἰτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.

「そしてその人は、水の流れのほとりに植えられた木のようになるであろう。その木は時が来ればその実を実らせ、その葉は枯れ落ちることがなく、その人が行うすべてのことは栄えるであろう」。

7

Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἤ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπο προσώπου τῆς γῆς· διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται“.

「不敬虔な者たちはそうではない、そうではない。むしろ、風が地の面から吹き飛ばす籾殻のようである。それゆえ、不敬虔な者たちは裁きに立つことなく、罪人たちは正しい者たちの集いに立つことがない。主は正しい者たちの道を知っておられるが、不敬虔な者たちの道は滅びるからである」。

8

„Ινα τί ἐφρύαξαν ἔθνη. καὶ λαοὶ ἐμελέτησαν καινά; (??)αρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αἰ τῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

「なにゆえ諸国民は騒ぎ立ち、もろもろの民は新しきことを企てるのか。地の王たちは立ち上がり、支配者たちは主とそのキリストに逆らって共に集まり、こう言う。『我々は彼らの縛めを断ち切り、彼らのくびきを我々から投げ捨てよう』」。

9

Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς. καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου.

「天に住まう方は彼らを笑い、主は彼らをあざけるであろう。そのとき、その方は怒りをもって彼らに語り、その憤りをもって彼らをかき乱すであろう。私は、主の聖なる山シオンの上に、その方によって王として立てられた。主の定めを告げ知らせつつ」。

10

Κύριος εἷπε πρός με· Υἱός μσυ εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη κληρονομίαν σου, καὶ τὴν κατάχεσίν σου τὰ πέρατα τῆς γῆς· ποιμανεῖς αὐτοὺς ἑν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτοὺς.

「主は私に言われた。『お前は私の子、私は今日お前を生んだ。私に求めよ、そうすれば私はもろもろの国民をお前の相続地として与え、地の果てまでをお前の所有として与えよう。お前は彼らを鉄の杖をもって牧し、陶工の器のように彼らを打ち砕くであろう』」。

11

Καὶ νῦν βασιλεῖς σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρ(??)μῳ. Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. Μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτόν“.

「今こそ、王たちよ、悟れ。地を裁くすべての者たちよ、諭しを受けよ。恐れをもって主に仕え、おののきをもって喜べ。諭しを受け入れよ、主が怒ることのないように、そして主の憤りがたちまち燃え上がるとき、正しい道から滅びることのないように。主に信頼するすべての者は幸いである」。

Caput XLI

第XLI章
1

Καὶ πάλιν δ᾿ ἄλλης προφητείας μηνύον τὸ προφητικὸν πνεῦμα δι᾿ αὐτοῦ Δαυΐδ, ὅτι μετὰ τὸ σταυρωθῆναι βασιλεύσει ὁ Χριστ(??)ς, οὕτως εἶπεν· „Ἄισατε τῷ κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἀναγγείλατε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερὸς ὑπὲρ πάντας τοὺς θεούς· ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα δαιμονίων εἰσίν, ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησε.

そしてまた、預言の霊が、ダビデを通して、キリストが十字架につけられたのちに王となるであろう、という別の預言を告げ知らせつつ、こう語った。「全地よ、主に向かって歌え、日ごとにその方の救いを告げ知らせよ。主は偉大にして大いに讃美すべき方、すべての神々にまさって畏るべき方である。もろもろの国民の神々はみな悪霊の偶像であるが、神は天を造られたからである」。

2

Δόξα καὶ αἶνος κατὰ πρόσωπον αὐτσῦ, καὶ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ· δότε τῷ κυρίῳ, τῷ πατρὶ τῶν αἰώνων, δόξην.

「栄光と讃美とはその方の御前にあり、力と誇りとはその方の聖所にある。世々の父である主に、栄光を帰せよ」。

3

Λάβετε χάριν καὶ εἰσέλθετε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε ἐν αὐλαῖς ἁγίαις αὐτοῦ· φοβηθήτω ἀπὸ προσώπου αἰτοῦ πᾶσα ἡ γῆ καὶ κατορθωθήτω καὶ μὴ σαλευθήτω. Εὐφρανθήτωσαν ἐν τοῖς ἔθνεσιν· ὁ κύριος ἐβασίλευσεν“ ἀπο τοῦ ξύλου.

「恵みを受けて、その方の御前に入り、その聖なる庭で礼拝せよ。全地はその方の御前におののき、堅く立って揺らぐことのないように。もろもろの国民のうちで人々が喜ぶように。主は木から王となられた」。

Caput XLII

第XLII章
1

Ὅταν δὲ τὸ προφητικὸν πνεῦμα τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα λέγῃ, ὡς καὶ ἐν τοῖς προειρημένοις δοξάσαι ἐστίν, ὅπως ἀπολογίαν μὴ παράσχῃ τοῖς ἐντυγχάνουσιν, καὶ τοῦτο διασαφήσομεν.

預言の霊が、未来に起こることを、すでに起こったことのように語るとき——これは、先に述べたことどもの中にも見られると思われるが——読む者たちに弁解の口実を与えないために、このことについても我々は明らかにしよう。

2

Τὰ πάντως ἐγνωσμένα γενησόμενα προλέγει ὡς ἤδη γενόμενα· ὅτι δὲ οὕτως δεῖ ἐκδέχεσθαι, ἐνατενίσατε τῷ νοῒ τοῖς λεγομένοις.

確実に起こると知られていることどもを、すでに起こったことのように予告するのである。そしてこのように受け取らねばならないことについて、諸君は語られていることに精神を凝らして目を注ぐがよい。

3

Δαυῒδ ἔτεσι χιλίοις καὶ πεντακοσίοις πρὶν ἢ Χριστὸν ὄνθρωπον γενόμενον σταυρωθῆναι τὰ προειρημένα ἔφη, καὶ οὐδεὶς τῶν πρὸ ἐκείνου γενομένων σταυρωθεὶς εὐφροσύνην παρέσχε τοῖς ἔθνεσιν, ἀλλ᾿ οὐδὲ τῶν μετ᾿ ἐκεῖνον.

ダビデは、キリストが人間となって十字架につけられるより千五百年前に、先に述べたことを語ったのであり、彼より前に生きて十字架につけられた者で、もろもろの国民に喜びを与えた者は誰もいない。また彼より後の者たちの中にもいない。

4

Ὁ καθ᾿ ἡμᾶς δὲ Ἰησοῦς Χριστὸς σταυρωθεὶς καὶ ἀποθανὼν ἀνέστη, καὶ ἐβασίλευσεν ἀνελθὼν εἰς οὐρανόν, καὶ ἐπὶ τοῖς παρ᾿ αὐτοῦ διὰ τῶν ἀποστόλων ἐν τοῖς πᾶσιν ἐθνεσι κηρυχθεῖσιν εὐφροσύνη ἐστὶ προσδοκώντων τὴν κατηγγελμένην ὑπ᾿ αὐτοῦ ἀφθαρσίαν.

しかし、我々のもとにいますイエス・キリストは、十字架につけられ、死んで、甦り、そして天に昇って王となられた。そして、この方によって使徒たちを通してあらゆる国民のうちに宣べ伝えられたことどもについては、この方によって告げ知らされた不朽を待ち望む者たちに喜びがある。

Caput XLIII

第XLIII章
1

Ὅπως δὲ μή τινες ἐκ τῶν προλελεγμένων ὑφ᾿ ἡμῶν δοξάσωσι καθ᾿ εἱμαρμένης ἀνάγκην φάσκειν ἡμᾶς τὰ γινόμενα γίνεσθαι, ἐκ τοῦ προειπεῖν προεγνωσμένα, καὶ τοῦτο διαλύσομεν.

しかし、我々が先に語ったことどもから、あることどもがあらかじめ知られていて予告されたことを根拠に、我々が、起こることどもは運命の必然によって起こると主張していると、ある者たちが思い込むことのないよう、我々はこのことについても解き明かそう。

2

Τὰς τιμωρίας καὶ τὰς κολάσεις καὶ τὰς ἀγαθὰς ἀμοιβὰς κατ᾿ ἀξίαν τῶν πράξεων ἑκάστου ἀποδίδοσθαι διὰ τῶν προφητῶν μαθόντες καὶ ἀληθὲς ἀποφαινόμεθα· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ καθ᾿ εἱμαρμένην πάντα γίνεται, οὔτε τὸ ἐφ᾿ ἡμῖν ἐπτιν ὅλως· εἰ γὰρ εἵμαρται τόνδε τινὰ ἀγαθὸν εἶναι καὶ τόνδε φαῦλον, οὔθ᾿ οὗτος ἀπόδεκτος οὐδὲ ἐκεῖνος μεμπτέος.

我々は、預言者たちを通して、懲罰と刑罰と善い報いとが、各人の行いにふさわしく与えられることを学び、これを真理であると言明する。もしそうでなく、すべてのことが運命によって起こるのであれば、我々次第であることは全く存在しないことになる。なぜなら、もしある者が善くあり、ある者が卑しくあるように運命づけられているのであれば、この者は称賛に値せず、あの者も非難されるべきではないことになるからである。

3

Καὶ αὖ εἰ μὴ προαιρέσει ἐλευθέρᾳ πρὸς τὸ φεύγειν τὰ αἰσχρὰ καὶ αἱρεῖσθαι τὰ καλὰ δύναμιν ἔχει τὸ ἀνθρώπειον γένος, ἀναίτιόν ἐστι τῶν ὁπωσδήποτε πραττομένων. Ἀλλ᾿ ὅτι ἐλευθέρᾳ προαιρέσει καὶ κατορθοῖ καὶ σφάλλεται, οὕτως ἀποδείκνυμεν.

そしてまた、もし人間という種族が、自由な選びによって恥ずべきことどもを避け、善きことどもを選び取る力を持っていないのであれば、いかなる仕方であれ行われることどもについて、人間は責めを負わないことになる。しかし、人間が自由な選びによって、正しく行いもすれば誤りもすることを、我々は次のように証示する。

4

Τὸν αὐτὸν ἄνθρωπον τῶν ἐναντίων τὴν μετέλευσιν ποιούμενον ὁρῶμεν. Εἰ δὲ εἵμαρτο ἢ φαῦλον ἢ σπουδαῖον εἶναι, οὐκ ἄν ποτε τῶν ἐναντίων δεκτικὸς ἦν καὶ πλειοτάκις μετετίθετο· ἀλλ᾿ οὐδ᾿ οἱ μὲν ἦσαν σπουδαῖοι, οἱ δὲ φαῦλοι, ἐπεὶ τὴν εἱμαρμένην αἰτίαν (ἀγαθῶν καὶ) φαύλων καὶ ἐναντία ἑαυτῇ πράττουσαν ἀποφαινοίμεθα, ἢ ἐκεῖνο τὸ προειρημένον δόξαι ἀληθὲς εἶναι, ὅτι οὐδέν ἐστιν ὀρετὴ οὐδὲ κακία, ἀλλὰ δόξῃ μόνον ἢ ἀγαθὰ ἢ κακὰ νομίζεται· ἥπερ, ὡς δείκνυσιν ὁ ἀληθὴς λόγος. μεγίστη ἀσέβεια καὶ ἀδικία ἐστίν.

我々は、同じ人間が相反することどもへと移り変わるのを見る。もし卑しくあるか、あるいは優れてあるかが運命づけられているのであれば、その人が相反することどもを受け入れることは決してなく、たびたび入れ替わることもなかったであろう。また、ある者たちは優れており、ある者たちは卑しいということもなかったであろう。なぜなら、そうであれば我々は、運命というものを、善きことどもと卑しいことどもとの原因でありながら自分自身に相反することを行うものであると言明することになるか、あるいは、徳も悪徳も何ら存在せず、ただ思わくによってのみ善いとも悪いとも見なされる、というかの先に述べられた見解を真理として受け入れることになるからである。しかしこの見解こそ、真の理性が示すとおり、この上ない不敬虔と不正である。

5

Ἀλλ᾿ εἱμαρμένην φαμὲν ἀπαράβατον ταύτην εἶναι, τοῖς τὰ καλὰ ἐκλεγομένοις τὰ ἄξια ἐπιτίμια, καὶ τοῖς ὁμοίως τὰ ἐναντία τὰ ἄξια ἐπίχειρα.

しかし我々は、次のことこそが動かすことのできない運命であると言う。すなわち、善きことどもを選び取る者たちにはそれにふさわしい誉れが、同様に、その反対を選ぶ者たちにはそれにふさわしい報いが与えられるということである。

6

Οὐ γὰρ ὥσπερ τὰ ἄλλα, οἷον δένδρα καὶ τετράποδα μηδὲν δυνάμενα προαιρέσει πράττειν, ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· οὐδὲ γὰρ ἦν ἄξιος ἀμοιβῆς ἢ ἐπαίνου, οὐκ ἀφ᾿ ἑαυτοῦ ἑλόμενος τὸ ἀγαθόν, ἀλλὰ τοῦτο γενόμενος οὐδ᾿, εἰ κακὸς ὑπῆρχε, δικαίως κολάσεως ἐτύγχανεν, οὐκ ἀφ᾿ ἑαυτοῦ τοιοῦτος ὤν, ἀλλ᾿ οὐδὲν δυνάμενος εἶναι ἕτερον παρ᾿ ὃ ἐγεγόνει.

というのも、神は、木々や四足の動物のような、選びによって何ごとも行うことのできない他の被造物と同じようには、人間を造らなかったからである。もし人間が自分自身から善を選び取ったのではなく、ただそのように生まれついたのであれば、報いや称賛に値することはなかったであろう。また、もし人間が悪しき者であったとしても、自分自身からそのようであったのではなく、生まれついたもの以外の何者にもなり得なかったのであれば、それは正当な処罰を受けるに値しなかったであろう。

Caput XLIV

第XLIV章
1

Ἐδίδαξε δὲ ἡμᾶς ταῦτα τὸ ἅγιον προφητικὸν πνεῦμα, διὰ Μωϋσέως φῆσαν τῷ πρώτῳ πλασθέντι ἀνθρώπῳ εἰρῆσθαι ὑπὸ τοῦ θεοῦ οὕτως· „Ἰδοὺ πρὸ προσώπου σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὸ ἀγαθόν“.

聖なる預言の霊は、我々にこれらのことを教えた。すなわち、モーセを通して、最初に造られた人間に神によってこう語られたと述べたのである。「見よ、お前の面前に善と悪とがある。善を選べ」。

2

Καὶ πάλιν διὰ Ἡσαΐου, τοῦ ἑτέρου προφήτου, ὡς ἀπὸ προσώπου τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ εἰς τοῦτο λεχθῆναι οὕτως· „Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡσεὶ ἔριον λευκανῶ, καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ.

また、別の預言者イザヤを通して、万物の父にして主なる神の口から、この趣旨でこう語られたとも言う。「汝ら、洗われよ、清くなれ、汝らの魂から悪しきことを取り除け、善をなすことを学べ、孤児のために裁き、寡婦のために正義を行え。そして来たれ、共に論じ合おう、と主は言う。たとえ汝らの罪が緋のようであっても、羊毛のように白くしよう。たとえ紅のようであっても、雪のように白くしよう」。

3

Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὼν δὲ μὴ εἰσακούσητέ μου, μόχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα“.

「もし汝らが望み、私に聞き従うなら、地の善きものを食べるであろう。しかし、私に聞き従わないなら、剣が汝らを食い尽くすであろう。主の口がこれを語ったからである」。

4

Τὸ δὲ προειρημένον „Μάχαιρα ὑμᾶς κατέδεται“ οὐ λέγει διὰ μαχαιρῶν φονενθήσεσθαι τοὺς παρακούσαντας, ἀλλ᾿ ἡ μάχαιρα τοῦ θεοῖ ἐστι τὸ πῦρ. οὗ βορὰ γίνονται οἱ τὰ φαῦλα πράττειν αἱρούμενοι. Διὰ τοῦτο λέγει· „Μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν“.

だが、先に述べられた「剣が汝らを食い尽くすであろう」とは、聞き従わなかった者たちが剣によって殺されるであろうということを言っているのではなく、神の剣とは火のことである。悪しきことを行うことを選ぶ者たちは、その糧食となる。それゆえこう言うのである。「剣が汝らを食い尽くすであろう。主の口がこれを語ったからである」。

5

Εἰ δὲ καὶ περὶ τεμνούσης καὶ αὐτίκα ἀπαλλασσούσης μαχαίρας ἔλεγεν, οὐκ ἂν εἶπε „Κατέδεται“. Ὥστε καὶ Πλάτων εἰπών. „Αἰτία ἑλομένου, θεὸς δ᾿ ἀναίτιος“ παρὰ Μωϋσέως τοῦ προφήτου λαβὼν εἶπε· πρεσβύτερος γὰρ Μωϋσῆς καὶ πάντων τῶν ἐν Ἕλλησι συγγραφέων.

もし切り、たちどころに命を絶つ剣について語っていたのなら、「食い尽くす」とは言わなかったであろう。それゆえ、プラトンも「責めは選んだ者にあり、神は責めを負わない」と言ったとき、預言者モーセから得て言ったのである。というのも、モーセはギリシャ人のあらゆる著述家よりも古いからである。

6

Καὶ πάντα. ὅσα περὶ ἀθανασίας ψυχῆς ἢ τιμωριῶν τῶν μετὰ θάνατον ἢ θεωρίας οὐρανίων ἢ τῶν ὁμοίων δογμάτων καὶ φιλόσοφοι καὶ ποιηταὶ ἔφασαν, παρὰ τῶν προφητῶν τὰς ἀφορμὰς λαβόντες καὶ νοῆσαι δεδύνηνται καὶ ἐξηγήσαντο.

そして、魂の不死や、死後の懲罰や、天上の観照や、それに類する教えについて哲学者や詩人たちが語ったことはすべて、預言者たちから手がかりを得て、理解することができ、それを説き明かしたのである。

7

Ὅθεν παρὰ πᾶσι σπέρματα ἀληθείας δοκεῖ εἶναι· ἐλέγχονται δὲ μὴ ἀκριβῶς νοήσαντες. ὅταν ἐναντία αὐτοὶ ἑαυτοῖς λέγωσιν.

それゆえ、すべての者のうちに真理の種子があると思われる。しかし、彼ら自身が自分自身に反することを言うとき、正確には理解していなかったことが論駁される。

8

Ὥστε ὅ φαμεν, πεπροφητεῦσθαι τὰ μέλλοντα γίνεσθαι, οὐ διὰ τὸ εἱμαρμένης ἀνάγκῃ πράττεσθαι λέγομεν· ἀλλὰ προγνώστου τοῦ θεοῦ ὄντος τῶν μελλόντων ὑπὸ πάντων ἀνθρώπων πραχθήσεσθαι, καὶ δόγματος ὄντος παρ᾿ αὐτόν κατ᾿ ἀξίαν τῶν πράξεων ἕκαστον ἀμείψεσθαι μέλλοντα τῶν ἀνθρώπων. καὶ τὰ παρ᾿ αὐτοῦ κατ᾿ ἀξίαν τῶν πραττομένων ἀπαντήσεσθαι διὰ τοῦ προφητικοῦ πνεύματος προλέγει, εἰς ἐπίστασιν καὶ ἀνάμνησιν ἀεὶ ἄγων τὸ τῶν ἀνθρώπων γένος, δεικνύς, ὅτι καὶ μέλον ἐστιν αὐτῷ καὶ προνοεῖται αἰτῶν.

それゆえ、我々が、将来起こることが預言されていると言うのは、それが運命の必然によって行われるからだと言っているのではない。むしろ、神はすべての人間によって将来行われることを予め知る者であり、彼のもとには、それぞれの人間が行いにふさわしく報いを受けるであろうという定めがあるので、行われたことにふさわしいものが神から下るであろうことを、預言の霊を通してあらかじめ告げ知らせているのである。神はそうして人間の種族をつねに注意と想起へと導き、彼らのことを気にかけ、彼らを顧みていることを示しているのである。

9

Κατ᾿ ἐνέργειαν δὲ τῶν φαύλων δαιμόνων θάνατος ὡρίσθη κατὰ τῶν τὰς Ὑστάσπου ἢ Σιβύλλης ἢ τῶν προφητῶν βίβλους ἀναγινωσκόντων, ὅπως διὰ τοῖ φόβου ἀποστρέψωσιν ἐντυγχάνοντας τοὺς ἀνθρώπους τῶν καλῶν γνῶσιν λαβεῖν, αἰτοῖς δὲ δουλεύοντας κατέχωσιν· ὅπερ εἰς τέλος οὐκ ἴσχυσαν πρᾶξαι.

劣悪なダエモーンたちの働きによって、ヒュスタスペスの書、あるいはシビュラの書、あるいは預言者たちの書を読む者たちに対して死刑が定められた。それは、恐れによって、それらを読む人々が善きものの知識を得ることから引き離し、自分たちに仕える者として引き留めておくためであった。しかし、彼らはついにそれを成し遂げることができなかった。

10

Ἀφόβως μὲν γὰρ οὐ μόνον ἐντυγχάνομεν αὐταῖς, ἀλλὰ καὶ ὑμῖν, ὡς ὁρᾶτε, εἰς ἐπίσκεψιν φέρομεν, ἐπιστάμενοι πᾶσιν εὐάρεστα φανήσεσθαι· κἂν ὀλίγους δὲ πείσωμεν, τὰ μέγιστα κερδήσαντες ἐσόμεθα· ὡς γεωργοὶ γὰρ ἀγαθοὶ παρὰ τοῖ δεσπόζοντος τὴν ἀμοιβὴν ἕξομεν.

というのも、我々は恐れることなくそれらを読むばかりでなく、諸君にも、見てのとおり、閲覧のために持って来るからである。すべての人に喜ばしいものと示されるであろうと知りつつ。たとえわずかな者しか説得できなくとも、我々は最大のものを得た者となるであろう。良き農夫のように、支配する方から報いを受けるであろうから。

Caput XLV

第XLV章
1

Ὅτι δὲ ἀγαγεῖν τὸν Χριστὸν εἰς τὸν οἰρανὸν ὁ πατὴρ τῶν πάντων θεὸς μετὰ τὸ ἀναστῆσαι ἐκ νεκρῶν αὐτὸν ἔμελλε, καὶ κατέχειν, ἕως ἂν πατάξῃ τοὺς ἐχθραίνοντας αὐτῷ δαίμονας, καὶ συντελεσθῇ ὁ ἀριθμὸς τῶν προεγνωσμένων αὐτῷ ἀγαθῶν γινομένων καὶ ἐναρέτων, δι᾿ οὓς καὶ μηδέπω τὴν ἐκπύρωσιν πεποίηται, ἐπακούσατε τῶν εἰρημένων διὰ Δαυῒδ τοῖ προφήτου.

万物の父なる神が、キリストを死者たちのうちから甦らせた後、天へと連れ上げようとしていたこと、そして、彼に敵対するダエモーンたちを打ち倒すまで、また彼によってあらかじめ知られている、善く徳あるものとなる者たちの数が満ちるまで、彼を留め置こうとしていたこと——彼らのゆえに、神はいまだ火による焼き尽くしを行っていない——について、預言者ダビデを通して語られたことを聞くがよい。

2

Ἔστι δὲ ταῦτα· „Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐξ Ἱερουσαλήμ· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.

それは、次のとおりである。「主は私の主に言われた。私の右に座れ。私がお前の敵どもをお前の足の台とするまで。主はエルサレムから力の杖をお前に遣わすであろう。お前の敵どもの真ん中で支配せよ」。

3

Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνόμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε“.

「支配はお前とともにある、お前の力の日に、お前の聖なる者たちの輝きの中で。曙の明星の前に、胎から私はお前を生んだ」。

4

Τὸ οἶν εἰρημένον „Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι ἐξ Ἱερουσαλήμ“ προαγγελτικὸν τοῦ λόγου τοῦ ἰσχυροῦ, ὃν ἀπὸ Ἱερσυσαλὴμ οἱ ἀπόστολοι αἰτοῖ ἐξελθόντες πανταχοῦ ἐκήρυξαν, καί, καίπερ θανάτου ὁρισθέντος κατὰ τῶν διδασκόντων ἢ ὅλως ὁμολογούντων τὸ ὄνομα τοῦ Χριστοῦ, ἡμεῖς πανταχοῦ καὶ ἀσπαζόμεθα καὶ διδάσκομεν.

先に述べられた「エルサレムから力の杖をお前に遣わすであろう」とは、力あるロゴスをあらかじめ告げ知らせるものである。すなわち、彼の使徒たちがエルサレムから出て、至る所でそれを宣べ伝えたのであり、そして、キリストの名を教える者、あるいはそもそも公言する者に対して死刑が定められているにもかかわらず、我々は至る所でそれを喜んで受け入れ、また教えているのである。

5

Εἰ δὲ καὶ ὑμεῖς ὡς ἐχθροὶ ἐντεύξεσθε τοῖσδε τοῖς λόγοις, οὐ πλέον τι δύνασθε, ὡς προέφημεν, τοῖ φονεύειν· ὅπερ ἡμῖν μὲν οὐδεμίαν βλάβην φέρει, ὑμῖν δὲ καὶ πᾶσι τοῖς ἀδίκως ἐχθραίνουσι καὶ μὴ μετατιθεμένοις κόλασιν διὰ πυρὸς αἰωνίαν ἐργάζεται.

もし、たとえ諸君が敵としてこれらの言葉に対するとしても、以前に述べたように、諸君は殺すこと以上には何もできない。それは我々にとっては何の害ももたらさないが、諸君にとって、また不当に敵対し、心を改めないすべての者にとっては、火による永遠の懲罰をもたらすのである。

Caput XLVI

第XLVI章
1

Ἵνα δὲ μή τινες ἀλογισταίνοντες εἰς ἀποτροπὴν τῶν δεδιδαγμένων ὑφ᾿ ἡμῶν εἴπωσι πρὸ ἐτῶν ἑκατὸν πεκτήκοντα γεγεννῆσθαι τὸν Χριστὸν λέγειν ἡμᾶς ἐπὶ Κυρηνίου, δεδιδαχέναι δὲ ἅ φαμεν διδάξαι αὐτὸν ὕστερον χρόνοις ἐπὶ Ποντίου Πιλάτου, καὶ ἐπικαλῶσιν ὡς ἀνευθύνων ὄντων τῶν προγεγενημένων πάντων ἀνθρώπων, φθάσαντες τὴν ἀπορίαν λυσόμεθα.

しかし、ある者たちが道理をわきまえず、我々が教えていることを退けるために、我々がクィリニウスの時代、百五十年前にキリストが生まれたと言いながら、彼が教えたと我々が言うことについては、それより後の時代、ポンティオ・ピラトの時代になってはじめて教えたのだと言い出し、そして、それ以前に生きたすべての人間には責めが及ばないことになると論難することのないように、我々はあらかじめこの難点を解いておくことにしよう。

2

Τὸν Χριστὸν πρωτότοκον τοῦ θεοῦ εἶναι ἐδιδάχθημεν καὶ προεμηνύσαμεν λόγον ὄντα, οἷ πᾶν γένος ἀνθρώπων μετέσχε.

我々は、キリストが神の初子であると教えられ、また、彼がロゴスであり、あらゆる人間の種族がそれに与ったのだと、あらかじめ告げ知らせた。

3

Καὶ οἱ μετὰ λόγου βιώσαντες Χριστιανοί εἰσι, κἂν ἄθεοι ἐνομίσθησαν, οἷον ἐν Ἕλλησι μὲν Σωκράτης καὶ Ἡράκλειτος καὶ οἱ ὅμοιοι αὐτοῖς, ἐν βαρβάροις δὲ Αβραὰμ καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ καὶ Ἡλίας καὶ ἄλλοι πολλοί, ὧν τὰς πράξεις ἢ τὰ ὀνόματα καταλέγειν μακρὸν εἶναι ἐπιστάμενοι τανῦν παραιτούμεθα.

そして、ロゴスとともに生きた者たちはキリスト教徒である。たとえ無神論者と見なされていたとしても、そうなのである。たとえば、ギリシャ人のうちではソクラテスとヘラクレイトス、そして彼らに類する者たち、異民族のうちではアブラハム、ハナンヤ、アザルヤ、ミシャエル、エリヤ、そのほか多くの者たちがそうである。彼らの行いや名前を数え上げることは長くなると知っているので、いまはそれを控えておく。

4

Ὥστε καὶ οἱ προγενόμενοι ἄνευ λόγου βιάσαντες ἄχρηστοι καὶ ἐχθροὶ τῷ Χριστῷ ἦσαν καὶ φονεῖς τῶν μετὰ λόγου βιούντων· οἱ δὲ μετὰ λόγου βιώσαντες καὶ βιοῦντες Χριστιανοὶ καὶ ἄφοβοι καὶ ἀτάραχοι ὑπάρχσυσι.

それゆえ、ロゴスなしに以前に生きた者たちは、無益な者、キリストに敵対する者であり、ロゴスとともに生きる者たちを殺す者たちであった。これに対して、ロゴスとともに生きた者、また生きている者たちは、キリスト教徒であり、恐れを知らず、動じない者たちである。

5

Δι᾿ ἣν αἰτίαν διὰ δυνάμεως τοῦ λόγου κατὰ τὴν τοῦ πατρὸς πάντων καὶ δεσπότου θεοῖ βουλὴν διὰ παρθένου ἄνθρωπος ἀπεκυήθη καὶ Ἰησοῦς ἐπωνομάσθη, καὶ σταυρωθεὶς καὶ ἀποθανὼν ἀνέστη καὶ ἀνελήλυθεν εἰς οὐρανὸν, ἐκ τῶν διὰ τοσούτων εἰρημένων ὁ νουνεχὴς καταλαβεῖν δυνήσεται.

それゆえ、ロゴスの力によって、万物の父にして主なる神の御旨に従って、処女を通して人となって生まれ、イエスと名づけられ、十字架につけられ、死んで甦り、天に昇ったこと——これらについては、すでに多くを語ってきたことから、思慮ある者は理解することができるであろう。

6

Ἡμεῖς δέ, οὐκ ἀναγκαίου ὄντος τανῦν τοῖ περὶ τῆς ἀποδείξεως τούτου λόγου, ἐπὶ τὰς ἐπειγούσας ἀποδείξεις πρὸς τὸ παρὸν χωρήσομεν.

我々は、いまこの証明についての論をこれ以上進める必要はないので、さしあたり急を要する証明へと進むことにしよう。

Caput XLVII

第XLVII章
1

Ὅτι οἶν καὶ ἐκπορθηθήσεσθαι ἡ γῆ Ἰουδαίων ἔμελλεν, ἀκούσατε τῶν εἰρημένων ὑπὸ τοῦ προφητικοῦ πνεύματος· εἴρηνται δὲ οἱ λόγοι ὡς ἀπὸ προσώπου λαῶν θαυμαζόντων τὰ γεγενημένα.

さて、ユダヤ人の地もまた滅ぼされることになっていたことについて、預言の霊によって語られたことを聞くがよい。その言葉は、起こったことに驚く諸民族の口から語られたかのように語られている。

2

Εἰσὶ δὲ οἵδε· „Ἐγενήθη ἔρημος Σιών, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ, εἰς κατάραν ὁ οἶκος, τὸ ἅγιον ἡμῶν καὶ ἡ δόξα, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα αὐτῆς συνέπεσε.

それは、次のとおりである。「シオンは荒れ果てた。エルサレムは荒れ果てたものとなった。この家は呪いとなり、我々の聖なるもの、我々の父祖たちが祝福した栄光は、火に焼かれたものとなり、その栄えあるものはすべて崩れ落ちた」。

3

Καὶ ἐπὶ τούτοις ἀνέσχου καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα“. Καὶ ὅτι ἠρήμωτο Ἱερουσαλήμ, ὡς προείρητο γεγενῆσθαι, πεπεισμένοι ἐστέ.

「そしてこれらのことについて、あなたは耐え忍び、黙り、我々を大いに低くした」。そして、エルサレムが荒廃していたこと、あらかじめ語られていたとおりに起こったことを、諸君は確信している。

4

Εἴρηται δὲ καὶ περὶ τῆς ἐρημώσεως αὐτῆς, καὶ περὶ τοῖ μὴ ἐπιτραπήσεσθαι μηδένα αὐτῶν οἰκεῖν, διὰ Ἡσαΐου τοῦ προφήτου οὕτως· „Ἡ γῆ αὐτῶν ἔρημος, ἔμπροσθεν αὐτῶν οἱ ἐχθροὶ αὐτῶν αὐτὴν φάγονται, καὶ οὐκ ἔσται ἐξ αὐτῶν ὁ κατοικῶν ἐν αὐτῇ“.

また、その荒廃について、また彼らのうちの誰にもそこに住むことが許されないであろうことについて、預言者イザヤを通してこう語られている。「彼らの地は荒れ果て、彼らの目の前で、彼らの敵たちがそれを食い尽くすであろう。そして彼らのうちの誰も、そこに住む者はいないであろう」。

5

Ὅτι δὲ φυλάσσεται ὑφ᾿ ὑμῶν ὅπως μηδεὶς ἐν αἰτῇ γένηται, καὶ θάνατος κατὰ τοῖ καταλαμβανομένου Ἰουδαίου εἰσιόντος ὥρισται, ἀκριβῶς ἐπίστασθε.

そこに誰も入らないように、諸君によって見張られていること、そして、入り込んで捕らえられたユダヤ人に対して死刑が定められていることを、諸君は正確に知っている。

Caput XLVIII

第XLVIII章
1

Ὅτι δὲ καὶ θεραπεύσειν πάσας νόσους καὶ νεκροὺς ἀνεγερεῖν ὁ ἡμέτερος Χριστὸς προεφητεύθη, ἀκούσατε τῶν λελεγμένων.

我々のキリストが、あらゆる病を癒し、死者たちを甦らせるであろうと預言されたことについて、語られたことを聞くがよい。

2

Ἔστι δὲ ταῦτα· „Τῇ παρουσίᾳ αὐτοῦ ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· τυφλοὶ ἀναβλέψουσι καὶ λεπροὶ καθαρισθήσονται καὶ νεκροὶ ἀναστήσονται καὶ περιπατήσουσιν“. Ὅτι δὲ ταῦτα ἐποίησεν, ἐκ τῶν ἐπὶ Ποντίου Πιλάτου γενομένων ἄκτων μαθεῖν δύνασθε.

それは、次のとおりである。「彼の来臨によって、足萎えは鹿のように跳び上がり、口の重い者の舌ははっきりと語るようになるであろう。盲人たちは見えるようになり、らい病人たちは清められ、死者たちは甦り、歩くであろう」。彼がこれらのことを行ったことは、ポンティオ・ピラトの下で作られた記録から、諸君は知ることができる。

3

Πῶς τε προμεμήνυται ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἀναιρεθησόμενος ἅμα τοῖς ἐπ᾿ αὐτὸν ἐλπίζουσιν ἀνθρώποις, ἀκούσατε τῶν λεχθέντων διὰ Ἡσαΐου. Ἔστι δὲ ταῦτα· „Ἴδε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ· καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ.

また、彼が、彼に望みを置く人々とともに殺されるであろうことが、預言の霊によっていかに予告されているか、イザヤを通して語られたことを聞くがよい。それは、次のとおりである。「見よ、正しい者が滅びても、誰も心に留めない。正しい人々が取り去られても、誰も気づかない」。

4

Ἀπὸ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος καὶ ἔσται ἐν εἰρήνῃ· ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου“.

「不正の面前から、正しい者は取り去られ、平安のうちにあるであろう。彼の墓は人々の間から取り去られた」。

Caput XLIX

第XLIX章
1

Καὶ πάλιν πῶς δι᾿ αὐτοῦ Ἡσαΐου λέλεκται, ὅτι οἱ οὐ προσδοκήσαντες αὐτὸν λαοὶ τῶν ἐθνῶν προσκυνήσουσιν αὐτόν, οἱ δὲ ἀεὶ προσδοκῶντες Ἰουδαῖοι ἀγνοήσουσι παραγενόμενον αὐτόν· ἐλέχθησαν δὲ οἱ λόγοι ὡς ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ.

また、彼を待望していなかった異邦の諸民族が彼を礼拝するであろうこと、そして常に待望していたユダヤ人たちが彼の到来を認めないであろうことが、同じイザヤを通していかに語られているか。その言葉は、キリスト自身の口から語られたかのように語られている。

2

Εἰσὶ δὲ οὗτοι· „Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπον· Ἰδού εἰμι ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου.

それは、次のとおりである。「私に問わなかった者たちに、私は現れた。私を求めなかった者たちに、私は見出された。私は、私の名を呼ばなかった民に向かって言った、『見よ、私はここにいる』と」。

3

Ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ, ἀλλ᾿ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς ὁ παροξύνων ἐναντίον μου“.

「私は、従わず反抗する民に向かって、良くない道を歩む者たち、すなわち自分の罪の後を追う者たちに向かって、両手を差し伸べた。私の前で私を苛立たせる民よ」。

4

Ἰουδαῖοι γάρ, ἔχοντες τὰς προφητείας καὶ ἀεὶ προσδοκήσαντες τὸν Χριστόν, παραγενόμενον ἠγνόησαν, οὐ μόνον δέ, ἀλλὰ καὶ παρεχρήσαντο· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν μηδέποτε μηδὲν ἀκούσαντες περὶ τοῖ Χριστοῦ, μέχρις οὖ οἱ ἀπὸ Ἱερουσαλὴμ ἐξελθόντες ἀπόστολοι αὐτοῦ ἐμήνυσαν τὰ περὶ αὐτοῦ καὶ τὰς προφητείας παρέδωκαν, πληρωθέντες χαρᾶς καὶ πίστεως τοῖς εἰδώλοις ἀπετάξαντο καὶ τῷ ἀγεννήτῳ θεῷ διὰ τοῦ Χριστοῦ ἑαυτοὺς ἀνέθηκαν.

というのも、ユダヤ人たちは、預言を持ちながら、常にキリストを待望していながら、彼が到来したときにそれを認めなかったからである。それだけでなく、彼を虐待もしたのである。他方、異邦の民は、エルサレムから出た彼の使徒たちが彼についてのことを告げ知らせ、預言を伝えるまでは、キリストについて何も聞いたことがなかったが、喜びと信仰に満たされて、偶像に別れを告げ、キリストを通して生まれざる神に自らを捧げたのである。

5

Ὅτι δὲ προεγινώσκετο τὰ δύσφημα ταῦτα λεχθησόμενα κατὰ τῶν τὸν Χριστὸν ὁμολογούντων, καὶ ὡς εἶεν τάλανες οἱ δυσφημοῦντες αὐτὸν καὶ τὰ παλαιὰ ἔθη καλὸν εἶναι τηρεῖν λέγοντες, ἀκούσατε τῶν βραχυεπῶς εἰρημένων διὰ Ἡσαῒου. Ἔστι δὲ ταῦτα· „Οὐαὶ τοῖς λέγουσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ“.

キリストを公言する者たちに対して、このような悪口が語られるであろうことがあらかじめ知られていたこと、また、彼を悪しざまに言い、古い習わしを守ることこそ良いと言う者たちが哀れな者であろうことについて、イザヤを通して短く語られたことを聞くがよい。それは、次のとおりである。「甘いものを苦いと言い、苦いものを甘いと言う者たちに災いあれ」。

Caput L

第L章
1

Ὅτι δὲ καὶ ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος παθεῖν καὶ ἀτιμασθῆναι ὑπέμεινε καὶ πάλιν μετὰ δόξης παραγενήσεται, ἀκούσατε τῶν εἰρημένων εἰς τοῦτο προφητειῶν.

また、我々のために人となった方が、苦しみを受け、辱めを受けることに耐え、再び栄光とともに来臨されるであろうことについて、これに関して語られた預言を聞くがよい。

2

Ἔστι δὲ ταῦτα· „Ἀνθ᾿ ὧν παρέδωκαν εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη, αὐτὸς ἁμαρτίας πολλῶν εἴληφε καί τοῖς ἀνόμοις ἐξιλάσεται. Ἴδε γὰρ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

それは、次のとおりである。「彼らが彼の魂を死に引き渡し、彼が不法な者たちとともに数えられたことに応じて、彼自身が多くの者の罪を負い、不法な者たちのために宥めをなすであろう。見よ、私の僕は悟るであろう、そして高められ、大いに栄光を受けるであろう」。

3

Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων, οὕτως θαυμάσονται ἔθνη πολλά, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αἰτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.

「多くの者がお前について驚愕するであろうように、人々の前でお前の姿は栄えを失い、人々の前でお前の栄光も失われるであろう。そのように、多くの異邦の民が驚嘆し、王たちは彼らの口を閉ざすであろう。彼について告げられなかった者たちが見るであろうし、聞かなかった者たちが悟るであろうから」。

4

Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.

「主よ、誰が我々の伝えることを信じたか。主の腕は誰に啓示されたか。我々は彼のことを、幼な子のように、渇いた地に生える根のように、彼の前で告げ知らせた」。

5

Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δέξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς ἀνθρώπους. Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

「彼には姿もなく、栄光もない。我々は彼を見たが、彼には姿も美しさもなく、その姿は人々の間で辱められ、見劣りするものであった。彼は打たれた人であり、病を負うことを知る者であった。その顔は背けられ、辱められ、顧みられなかった」。

6

Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἐπ᾿ αὐτόν, τῷ μώλωπι αἰτοῦ ἡμεῖς ἰάθημεν.

「この方は我々の罪を負い、我々のために苦しむ。そして我々は、彼が苦痛と打たれることと苦しめられることのうちにあると考えた。しかし彼は、我々の不法のために傷つけられ、我々の罪のために病を負った。彼の上に平和のための懲らしめがあり、彼の傷によって我々は癒された」。

7

Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίας ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

「我々は皆、羊のように迷い出た。人はおのおの自分の道に迷い出た。そして彼を我々の罪に引き渡した。しかし彼は、苦しめられても、自分の口を開かない」。

8

Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη“.

「屠り場に引かれる羊のように、また、毛を刈る者の前で声を出さない小羊のように、そのように彼は自分の口を開かない。彼の低められた状態において、彼の裁きは取り去られた」。

9

Μετὰ οἶν τὸ σταυρωθῆναι αὐτὸν καὶ οἱ γνώριμοι αὐτοῦ πάντες ἀπέστησαν, ἀρνησάμενοι αὐτόν· ὕστερον δέ, ἐκ νεκρῶν ἀναστάντος καὶ ὀφθέντος αὐτοῖς καὶ ταῖς προφητείαις ἐντυχεῖν, ἐν αἷς πάντα ταῦτα προείρητο γενησόμενα, διδάξαντος, καὶ εἰς οὐρανὸν ἀνερχόμενον ἰδόντες καὶ πιστεύσαντες καὶ δύναμιν ἐκεῖθεν αἰτοῖς πεμφθεῖσαν παρ᾿ αὐτοῦ λαβόντες καὶ εἰς πᾶν γένος ἀνθρώπων ἐλθόντες, ταῦτα ἐδίδαξαν καὶ ἀπόστολοι προσηγορεύθησαν.

彼が十字架につけられた後、彼の知り合いたちは皆、彼を否認して離れ去った。しかし後に、彼が死者たちのうちから甦り、彼らに現れ、これらすべてが起こるであろうとあらかじめ語られていた預言に目を通すよう教え、天へと昇って行くのを見て、信じ、そこから彼によって自分たちに遣わされた力を受け取り、あらゆる人間の種族のもとへと行って、これらのことを教え、使徒と呼ばれるようになったのである。

Caput LI

第LI章
1

Ἵνα δὲ μηνύσῃ ἡμῖν τὸ προφητικὸν πνεῦμα, ὅτι ὁ ταῦτα πάσχων ἀνεκδιήγητον ἔχει τὸ γένος καὶ βασιλεύει τῶν ἐχθρῶν, ἔφη οὕτως· „Τὴν γενεὰν αἰτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αἰτοῦ, ἀπὸ τῶν ἀνομιῶν αὐτῶν ἥκει εἰς θάνατον.

そして、預言の霊は、これらの苦しみを受ける方が、語り尽くせない系譜を持ち、敵どもを支配することを、我々に示すために、次のように語った。「誰が彼の世代を語り尽くせようか。彼の命は地から取り去られ、彼らの不法のゆえに彼は死へと至った」。

2

Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.

「私は、彼の埋葬の代わりに悪しき者たちを与え、彼の死の代わりに富める者たちを与える。彼は不法を行わず、その口に欺きも見出されなかったからである。そして主は彼をその打たれた傷から清めることを望む。汝らが罪について献げるならば、汝らの魂は長命の子孫を見るであろう」。

3

Καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ πόνου τὴν ψυχὴν αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνοίσει.

「そして主は、彼の魂を苦しみから取り去り、彼に光を示し、悟りによって形づくり、多くの人々によく仕える正しい者を義とすることを望む。そして彼自身が我々の罪を担うであろう」。

4

Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αἰτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν αὐτὸς παρεδόθη“.

「それゆえ彼は多くの者を受け継ぎ、強い者たちの分捕り物を分かち合うであろう。彼の魂が死に引き渡され、不法な者たちのうちに数えられたことに応じて。そして彼自身が多くの者の罪を負い、彼らの不法のゆえに彼自身が引き渡されたのである」。

5

Ὡς δὲ καὶ εἰς τὸν οὐρανὸν ἔμελλεν ἀνιέναι; καθὼς προεφητεύθη, ἀκούσατε. Ἐλέχθη δὲ οὕτως· „Ἄρατε πύλας οὐρανῶν, ἀνοίχθητε, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ κύριος δυνατός“.

そして、彼が天へと昇ろうとしていたことについても、預言されたとおりに聞くがよい。それは、こう語られている。「天の門を上げよ、開かれよ、栄光の王が入って来られるように。この栄光の王とは誰か。強く力ある主である」。

6

Ὡς δὲ καὶ ἐξ οὐρανῶν παραγίνεσθαι μετὰ δόξης μέλλει, ἀκούσατε καὶ τῶν εἰρημένων εἰς τοῦτο διὰ Ἱερεμίου τοῦ προφήτου. Ἔστι δὲ ταῦτα· „Ἰδοὺ ὡς υἱὸς ἀνθρώπου ἔρχεται ἐπάνω τῶν νεφελῶν τοῖ οὐρανοῦ, καὶ οἱ ἄγγελοι αὐτοῦ σὺν αὐτῷ“.

そして、彼が天から栄光とともに来臨しようとしていることについても、これに関して預言者エレミヤを通して語られたことを聞くがよい。それは、次のとおりである。「見よ、人の子のような方が天の雲の上に乗って来る。彼の天使たちも彼とともに」。

Caput LII

第LII章
1

Ἐπειδὴ τοίνυν τὰ γενόμενα ἤδη πάντα ἀπεδείκνυμεν πρὶν ἢ γενέσθαι προκεκηρύχθαι διὰ τῶν προφητῶν, ἀνάγκη καὶ περὶ τῶν ὁμοίως προφητευθέντων, μελλόντων δὲ γίνεσθαι, πίστιν ἔχειν ὡς πάντως γενησομένων.

それゆえ、すでに起こったすべてのことが、起こる前に預言者たちを通してあらかじめ告げ知らされていたことを我々はすでに示してきたので、同じように預言されているが、これから起こるであろうことについても、必ず起こるであろうと信じることが必要である。

2

Ὃν γὰρ τρόπον τὰ ἤδη γενόμενα προκεκηρυγμένα καὶ ἀγνοούμενα ἀπέβη, τὸν αὐτὸν τρόπον καὶ τὰ λείποντα, κἂν ἀγνοῆται καὶ ἀπιστῆται, ἀποβήσονται.

すでに起こったことが、あらかじめ告げ知らされていながら、知られないままに実現したのと同じ仕方で、残りのことも、たとえ知られず、信じられなくとも、実現するであろうから。

3

Δύο γὰρ αὐτοῦ παρουσίας προεκήρυξαν οἱ προφῆται· μίαν μέν, τὴν ἤδη γενομένην, ὡς ἀτίμου καὶ παθητοῦ ἀνθρώπου, τὴν δὲ δευτέραν, ὅταν μετὰ δόξης ἐξ οὐρανῶν μετὰ τῆς ἀγγελικῆς αὐτοῦ στρατιᾶς παραγενήσεσθαι κεκήρυκται, ὅτε καὶ τὰ σώματα ἀνεγερεῖ πάντων τῶν γενομένων ἀνθρώπων, καὶ τῶν μὲν ἀξίων ἐνδύσει ἀφθαρσίαν, τῶν δὲ ἀδίκων ἐν αἰσθήσει αἰωνίᾳ μετὰ τῶν φαύλων δαιμόνων εἰς τὸ αἰώνιον πῦρ πέμψει.

というのも、預言者たちは彼の二度の来臨をあらかじめ告げ知らせたからである。一度目は、すでに起こったものであり、辱めを受け、苦しみを受ける人としての来臨である。二度目は、天から栄光とともに、彼の天使の軍勢とともに来臨するであろうと告げられているものであり、そのとき彼は、生まれたすべての人間の肉体を甦らせ、ふさわしい者たちには不朽を着せ、不正な者たちを、劣悪なダエモーンたちとともに、永遠の感覚のうちに永遠の火へと送り込むであろう。

4

Ὡς δὲ καὶ ταῦτα προείρηται γενησόμενα, δηλώσομεν. Ἐῤῥέθη δὲ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου οὕτως· (??)Συναχθήσεται ἁρμονία πρὸς ἁρμονίαν καὶ ὀστέον πρὸς ὀστέον, καὶ σάρκες ἀναφυήσονται. Καὶ πᾶν γόνυ κάμψει τῷ κυρίῳ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ“.

そして、これらのことも起こるであろうとあらかじめ語られていることを、我々は明らかにしよう。それは、預言者エゼキエルを通してこう語られている。「関節が関節に、骨が骨に集められ、肉が生え出るであろう。そして、すべての膝が主に向かってかがみ、すべての舌が彼に告白するであろう」。

5

Ἐν οἵᾳ δὲ αἰσθήσει καὶ κολάσει γενέσθαι μέλλουσιν οἱ ἄδικοι, ἀκούσατε τῶν ὁμοίως εἰς τοῦτο εἰρημένων. Ἔστι δὲ ταῦτα· „Ὁ σκώληξ αὐτῶν οὐ παυθήσεται, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται“. Καὶ τότε μετανοήσουσιν, ὅτε οὐδὲν ὠφελήσουσι.

また、不正な者たちがどのような感覚と懲罰のうちに置かれるであろうかについて、これに関して同じように語られたことを聞くがよい。それは、次のとおりである。「彼らの蛆は絶えることなく、彼らの火は消えることがない」。そして、彼らは何の益にもならないときになって、悔い改めるであろう。

6

Ηοῖα δὲ μέλλουσιν οἱ λαοὶ τῶν Ἰουδαίων λέγειν καὶ ποιεῖν, ὅταν ἴδωσιν αὐτὸν ἐν δόξῃ παραγενόμενον, διὰ Ζαχαρίσυ τοῦ προφήτου προφητευθέντα ἐλέχθη οὕτως· „Ἐντελοῦμαι τοῖς τέσσαρσιν ἀνέμοις συνάξαι τὰ ἐσκορπισμένα τέκνα, ἐντελοῦμαι τῷ βοῤῥᾷ φέρειν, καὶ τῷ νότῳ μὴ προσκόπτειν.

また、ユダヤ人の民たちが、彼が栄光のうちに来臨するのを見るとき、何を語り、何を行うことになるかについて、預言者ゼカリヤを通して預言されたことが、次のように語られている。「私は四方の風に命じて、散らされた子らを集めさせる。私は北風に命じて運ばせ、南風には妨げないように命じる」。

7

Καὶ τότε ἐν Ἱερουσαλὴμ κοπετὸς μέγας, οὐ κοπετὸς στομάτων ἢ χειλέων, ἀλλὰ κοπετὸς καρδίας, καὶ οὐ μὴ σχίσωσιν αὐτῶν τὰ ἱμάτια, ἀλλὰ τὰς διανοίας. Κόψονται φυλὴ πρὸς φυλήν, καὶ τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν, καὶ ἐροῦσι· Τί, κύριε, ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; Ἡ δόξα, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη ἡμῖν εἰς ὄνειδος“.

「そして、そのときエルサレムには大きな嘆きが起こるであろう。それは口や唇の嘆きではなく、心の嘆きである。彼らは自分の衣を裂くのではなく、自分の思いを引き裂くであろう。部族は部族ごとに嘆き、そのとき、彼らは自分たちが突き刺した方を見て、こう言うであろう。『主よ、なぜあなたは我々をあなたの道から迷わせたのか。我々の父祖たちが祝福した栄光は、我々にとって恥辱となった』」。

Caput LIII

第LIII章
1

Πολλὰς μὲν οὖν καὶ ἑτέρας προφητείας ἔχοντες εἰπεῖν ἐπαυσάμεθα, αἰ τάρκεις καὶ ταύτας εἰς πεισμονὴν τοῖς τὰ ἀκουστικὰ καὶ νοερὰ ὦτα ἔχουσιν εἶναι λογισάμενοι, καὶ νοεῖν δύνασθαι αἰ τοὺς ἡγούμενοι, ὅτι οὐχ ὁμοίως τοῖς μυθοποιηθεῖσι περὶ τῶν νομισθέντων υἱῶν τοῖ Διὸς καὶ ἡμεῖς μόνον λέγομεν, ἀλλ᾿ οὐκ ἀποδεῖξαι ἔχομεν.

我々にはなお語りうる多くの他の預言があったが、それを語ることをやめた。聞く耳と理解する精神とを持つ者たちを説得するには、これまで語った預言だけで十分だと考え、また、彼らには次のことが理解できるはずだと考えたからである。すなわち、我々は、ゼウスの息子と目された者たちについて作られた神話と同じように、ただ語るだけで証明はできない、というのではない、ということである。

2

Τίνι γὸρ ἂν λόγῳ ἀνθρώπῳ σταυρωθέντι ἐπειθόμεθα, ἵ τι πρωτότοκος τῷ ἀγεννήτῳ θεῷ ἐστι καὶ αὐτὸς τὴν κρίσιν τοῦ παντὸς ἀνθρωπείου γένους ποιήσεται, εἰ μὴ μαρτύρια πρὶν ἢ ἐλθεῖν αὐτὸν ἄνθρωπον γενόμενον κεκηρυγμένα περὶ αὐτοῦ εὕρομεν καὶ οὕτως γενόμενα ἑωρῶμεν, γῆς μὲν Ἰουδαίων ἐρήμωσιν, καὶ τοὺς ἀπὸ παντὸς ἔθνους ἀνθρώπων διὰ τῆς παρὰ τῶν ἀποστόλων αὐτοῦ διδαχῆς πεισθέντας καὶ παραιτησαμένους τὰ παλαιά, ἐν οἷς πλανώμενοι ἀνεστράφησαν, ἔθη, ἑαυτοὺς ἡμᾶς ὁρῶντες, πλείονάς τε καὶ ἀληθεστέρους τοὺς ἐξ ἐθνῶν τῶν ἀπὸ Ἰουδαίων καὶ Σαμαρέων Χριστιανοὺς εἰδότες;

というのも、十字架にかけられたある人間について、その方が生まれざる神にとって長子であり、その方自身が全人類に対する裁きを行うことになる、と我々はどのような理屈によって信じたであろうか——もし、その方が人となって来られる前にその方について予告された証言の数々を見出すこともなく、それが現実にそのとおりになるのを見ることもなかったならば。すなわち、ユダヤ人の地の荒廃、そして、あらゆる国民から出た人々が、その方の使徒たちからの教えによって説得され、自分たちがそれまで迷いながら営んでいた古い慣習を捨て去ったということを。我々はこの自分たち自身を見つつ、諸国民から出たキリスト教徒のほうが、ユダヤ人やサマリア人から出た者たちよりも数多く、また真実であることを知っているのである。

3

Τὰ μὲν γὰρ ἄλλα πάντα γένη ἀνθρώπεια ὑπὸ τοῦ προφητικοῦ πνεύματος καλεῖται ἔθνη, τὸ δὲ ἰουδαϊκὸν καὶ σαμαρειτικὸν φῦλον Ἰσραὴλ καὶ οἶκος Ἰακὼβ κέκληνται.

というのも、その他のすべての人類の種族は預言の霊によって「諸国民」と呼ばれるが、ユダヤとサマリアの部族は「イスラエル」および「ヤコブの家」と呼ばれているからである。

4

Ὡς δὲ προεφητεύθη, ὅτι πλείονες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες τῶν ἀπὸ Ἰουδαίων καὶ Σαμαρέων, τὰ προφητευθέντα ἀπαγγελοῦμεν.

諸国民から出て信じる者たちのほうがユダヤ人やサマリア人から出た者たちよりも多くなる、と預言されたとおりに、我々は預言されたことを語り伝えよう。

5

Ἐλέχθη δὲ οὕτως· Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα. ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα“.

それはこう語られた。「喜べ、子を産まぬ不妊の女よ。声をあげて叫べ、産みの苦しみを知らぬ女よ。夫を持つ女の子らよりも、荒れ果てた女の子らのほうが多いからである。」

6

Ἔρημα γὰρ ἦν πάντα τὰ ἔθνη ἀληθινοῦ θεοῦ, χειρῶν ἔργοις λατρεύοντα· Ἰουδαῖοι δὲ καὶ Σαμαρεῖς, ἔχοντες τὸν παρὰ τοῦ θεοῦ λόγον διὰ τῶν προφητῶν παραδοθέντα αὐτοῖς καὶ ἀεὶ προσδοκήσαντες τὸν Χριστόν, παραγενόμενον ἠγνόησαν, πλὴν ὀλίγων τινῶν, οὓς προεῖπε τὸ ἅγιον προφητικὸν πνεῦμα διὰ Ἡσαΐου σωθήσεσθαι.

というのも、すべての諸国民は真の神を欠いて荒れ果てており、手の業に仕えていたからである。しかしユダヤ人とサマリア人は、預言者たちを通して神から与えられた言葉を持ち、つねにキリストを待ち望みながらも、その方が現れたときにこれを知らなかった。ただし、聖なる預言の霊がイザヤを通して救われると予告した少数の者たちを除いては。

7

Εἶπε δὲ ὡς ἀπὸ προσώπου αὐτῶν· Εἰ μὴ κύριος ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα καὶ Γόμοῤῥα ἂν ἐγενήθημεν“.

彼は、その者たちの人格から語るかのようにこう言った。「もし主が我々に種を残されなかったなら、我々はソドムとゴモラのようになっていたであろう。」

8

Σόδομα γὰρ καὶ Γόμοῤῥα πόλεις τινὲς ἀσεβῶν ἀνδρῶν. ἱστοροῦνται ὑπὸ Μωϋσέως γενόμεναι, ἃς πυρὶ καὶ θείῳ καύσας ὁ θεὸς κατέστρεψε, μηδενὸς τῶν ἐν αὐταῖς σωθέντος πλὴν ἀλλοεθνοῦς τινος Χαλδαίου τὸ γένος, ᾧ ὄνομα Λώτ· σὺν ᾧ καὶ θυγατέρες διεσώθησαν.

ソドムとゴモラとは、モーセによって記録されている、不敬虔な人々のある町々であって、神は火と硫黄によってこれを焼き滅ぼされ、その中にいた者のうち、ロトという名の、カルデア人の血を引く一人の異邦人のほかは、誰も救われなかった。彼とともに娘たちも救い出された。

9

Καὶ τὴν πᾶσαν αὐτῶν χώραν ἔρημον καὶ κεκαυμένην οὖσαν καὶ ἄγονον μένουσαν οἱ βουλόμενοι ὁρᾶν ἔχουσιν. Ὡς δὲ καὶ ἀληθέστεροι οἱ ἀπὸ τῶν ἐθνῶν καὶ πιστότεροι προεγινώσκοντο, ἀπαγγελοῦμεν τὰ εἰρημένα διὰ Ἡσαΐου τοῦ προφήτου.

そして、彼らの全土が荒れ果て、焼け尽くされ、実りなきままにとどまっているのを、見ようと欲する者は見ることができる。諸国民から出た者たちのほうがより真実で、より信実な者たちであると前もって知られていたとおりに、我々は預言者イザヤを通して語られたことを語り伝えよう。

10

Ἔφη δὲ οὕτως· „Ἰσραὴλ ἀπερίτμητος τὴν καρδίαν, τὰ δὲ ἔθνη τὴν ἀκροβυστίαν“. Τὰ τοσαῦτα γοῦν ὁρώμενα πειθὼ καὶ πίστιν τοῖς τἀληθὲς ἀσπαζομένοις καὶ μὴ φιλοδοξοῦσι μηδὲ ὑπὸ παθῶν ἀρχομένοις μετὰ λόγου ἐμφορῆσαι δύναται.

彼はこう言った。「イスラエルは心において割礼を受けておらず、諸国民は前の皮において割礼を受けていない。」これほど多くのことが実際に見られるのであるから、真理を愛し、栄誉を求めず、情念に支配されていない者たちに対しては、理性とともに、説得と信とを満たすことができるのである。

Caput LIV

第LIV章
1

Οἱ δὲ παραδιδόντες τὰ μυθοποιηθέντα ὑπὸ τῶν ποιητῶν οὐδεμίαν ἀπόδειξιν φέρουσι τοῖς ἐκμανθάνουσι νέοις, καὶ ἐπὶ ἀπάτῃ καὶ ἀπαγωγῇ τοῖ ἀνθρωπείου γένους εἰρῆσθαι ἀποδείκνυμεν κατ᾿ ἐνέργειαν τῶν φαύλων δαιμόνων.

詩人たちによって神話に作られたことを伝える者たちは、それを学び覚える若者たちに対して何の証明も差し出さない。それに対して我々は、それらが人類を欺き惑わすために、悪しきダエモーンの働きによって語られたのだと証明する。

2

Ἀκούσαντες γὰρ διὰ τῶν προφητῶν κηρυσσόμενον παραγενησόμενον τὸν Χριστόν, καὶ κολασθησομένους διὰ πυρὸς τοὺς ἀσεβεῖς τῶν ἀνθρώπων, προεβάλλοντο πολλοὺς λεχθῆναι γενομένους υἱοὺς τῷ Διῒ, νομίζοντες δυνήσεσθαι ἐνεργῆσαι τερατολογίαν ἡγήσασθαι τοὺς ἀνθρώπους τὰ περὶ τὸν Χριστὸν καὶ ὅμοια τοῖς ὑπὸ τῶν ποιητῶν λεχθεῖσι.

というのも、預言者たちを通して、キリストが来られること、そして不敬虔な人間たちが火によって罰せられることが告げ知らされているのを聞いて、ダエモーンたちは、ゼウスの息子となったと言われる者たちを数多く持ち出した。人々にキリストにまつわることを、詩人たちによって語られたことと似た怪異な作り話と思わせることができると考えたからである。

3

Καὶ ταῦτα δ᾿ ἐλέχθη καὶ ἐν Ἕλλησι καὶ ἐν ἔθνεσι πᾶσιν, ὅπου μᾶλλον ἐπήκουον τῶν προφητῶν πιστευθήσεσθαι τὸν Χριστὸν προκηρυσσόντων.

そしてこれらのことは、ギリシャ人の間でも、あらゆる諸国民の間でも語られた。とりわけ彼らが、キリストが信じられるようになると予告する預言者たちの言葉を耳にした所においてである。

4

Ὅτι δὲ καὶ ἀκούοντες τὰ διὰ τῶν προφητῶν λεγόμενα οὐκ ἐνόουν ἀκριβῶς, ἀλλ᾿ ὡς πλανώμενοι ἐμιμήσαντο τὼ περὶ τὸν ἡμέτερον Χριστόν, διασαφήσομεν.

彼らが預言者たちを通して語られたことを聞きながら、それを正確には理解せず、迷いながら我々のキリストにまつわることを模倣したのだ、ということを、我々は明らかにしよう。

5

Μωϋσῆς οὖν ὁ προφῄτης, ὡς προέφημεν, πρεσβύτερος ἦν πόντων συγγραφέων, καὶ δι᾿ αὐτοῦ, ὡς προεμηνύσαμεν, προεφητεύθη οὕτως· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αἰτοῦ, πλύνων τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς“.

預言者モーセは、我々が先に述べたとおり、すべての著述家よりも古い者であった。そして、我々が先に示したとおり、彼を通してこう預言された。「支配者はユダから絶えることなく、指導者もその腰から絶えることなく、その方が来られるまで続くであろう。それは彼のために取っておかれた方であり、その方こそ諸国民の待ち望むところとなるであろう。その方はその仔をぶどうの木につなぎ、その衣をぶどうの血で洗うであろう。」

6

Τούτων οὖν τᾶν προφητικῶν λόγων ἀκούσαντες οἱ δαίμονες Διόνυσον μὲν ἔφασαν γεγονέναι υἱὸν τοῦ Διός, εὑρετὴν δὲ γενέσθαι ἀμπέλου παρέδωκαν, καὶ ὄνον ἐν τοῖς μυστηρίοις αἰτοῦ ἀναγράφουσι, καὶ διασπαραχθέντα αὐτὸν ἀνεληλυθέναι εἰς οὐρανὸν ἐδίδαξαν.

そこで、これらの預言の言葉を聞いたダエモーンたちは、ディオニュソスがゼウスの息子となったと言い、ぶどうの木の発見者となったと伝え、その秘儀の中にろばを書き記し、そして彼が引き裂かれて天に上ったと教えた。

7

Καὶ ἐπειδὴ διὰ τῆς Μωϋσέως προφητείας οὐ ῥητῶς ἐσημαίνετο, εἴτε υἱὸς τοῦ θεοῦ ὁ παραγενησόμενός ἐστι, καὶ εἰ ὀχούμενος ἐπὶ πώλου ἐπὶ γῆς μενεῖ ἢ εἰς οὐρανὸν ἀνελεύσεται, καὶ τὸ τοῦ πώλου ὄνομα καὶ ὄνου πᾶλον καὶ ἵππου σημαίνειν ἐδύνατο, μὴ ἐπιστάμενοι εἴτε ὄνου πῶλον ἄγων ἔσται σύμβολον τῆς παρουσίας αἰτοῖ εἴτε ἵππου ὁ προκηρυσσόμενος, καὶ υἱὸς θεοῖ ἐστιν, ὡς προέφημεν, ἢ ἀνθρώπου, τὸν Βελλεροφόντην καὶ αὐτὸν ἐφ᾿ ἵππου Πηγασου, ἄνθρωπον ἐξ ἀνθρώπων γενόμενον, εἰς οὐρανὸν ἔφασαν ἀνεληλυθέναι.

そして、モーセの預言によって、来られる方が神の息子であるのかどうか、また、その仔に乗ったまま地上にとどまるのか、それとも天に上るのか、ということが明確には示されておらず、また「仔」(ポーロス)という語がろばの仔をも馬の仔をも意味しうるものであったため、来るべきと告げ知らされていた方が、ろばの仔を引いてその到来の徴とするのか、それとも馬の仔を引くのか、また我々が先に述べたとおり神の息子であるのか、それとも人間の息子であるのか、彼らはこれを知らないまま、ベレロフォンもまた、人間から生まれた人間でありながら、馬ペガソスに乗って天に上ったと言った。

8

Ὅτι δὲ ἤκουσαν διὰ τοῦ ἄλλου προφήτου Ἡσαΐου λεχθέν, ὅτι διὰ παρθένου τεχθήσεται καὶ δι᾿ ἑαυτοῦ ἀνελεύσεται εἰς τὸν οὐρανόν, τὸν Περσέα λεχθῆναι προεβάλλοντο.

また、彼らはもう一人の預言者イザヤを通して語られた、その方が処女から生まれ、自らの力によって天に上るであろう、ということを聞いたので、ペルセウスについてそれが語られたのだと持ち出した。

9

Καὶ ὅτε ἔγνωσαν εἰρημένον, ὡς προλέλεκται ἐν ταῖς προγεγραμμέναις προφητείαις, Ἰσχυρὸς ἁ ς γίγας δραμεῖν ὁδόν“, τὸν Ἡρακλέα ἰσχυρὸν καὶ ἐκπερινοστήσαντα τὴν πᾶσαν γῆν ἔφασαν.

そして、先に書き記された数々の預言の中で予告されているとおり、「強き者は巨人のように道を走る」と語られていることを知ったとき、彼らはヘラクレスを強き者、全地をめぐり歩いた者だと言った。

10

Ὅτε δὲ πάλιν ἐμαθον προφητευθέντα θεραπεύσειν αὐτὸν πᾶσαν νόσον καὶ νεκροὺς ἀνεγερεῖν, τὶν Ἀσκληπιὸν παρήνεγκαν.

また、その方があらゆる病を癒し、死者たちを甦らせると預言されていることを再び学んだとき、彼らはアスクレピオスを持ち出した。

Caput LV

第LV章
1

Ἀλλ᾿ οὐδαμοῦ οἰδ᾿ ἐπί τινος τῶν λεγομένων υἱῶν τοῦ Διὸς τὸ σταυρωθῆναι ἐμιμήσαντο· οὐ γὰρ ἐνοεῖτο αὐτοῖς, συμβολικῶς, ὡς προδεδήλωται, τῶν εἰς τοῦτο εἰρημένων πάντων λελεγμένων.

しかし、いわゆるゼウスの息子たちのうち誰の場合においても、彼らは十字架にかけられることをどこにも模倣しなかった。というのも、先に示したとおり、これについて語られたすべてのことが象徴的に語られたということが、彼らには理解されていなかったからである。

2

Ὅπερ, ὡς προεῖπεν ὁ προφήτης, τὸ μέγιστον σύμβολον τῆς ἰσχύος καὶ ἀρχῆς αὐτοῦ ὑπάρχει, ὡς καὶ ἐκ τῶν ὑπ᾿ ὄψιν πιπτόντων δείκνυται· κατανοήσατε γὰρ πάντα τὰ ἐν τῷ κόσμῳ, εἰ ἄνευ τοῦ σχήματος τούτου διοικεῖται ἢ κοινωνίαν ἔχειν δύναται.

これは、預言者が先に語ったとおり、その方の力と支配の最大の象徴であって、目に映る事物からも示される。すなわち、この世界にあるすべてのものが、この形なしに治められうるか、あるいは互いに結びつきを持ちうるかどうかを、諸君は考えてみよ。

3

Θάλασσα μὲν γὰρ οὐ τέμνεται, ἢν μὴ τοῦτο τὸ τρόπαιον, ὃ καλεῖται ἱστίον, ἐν τῇ νηὶ σῶον μείνῃ· γῆ δὲ οὐκ ἀροῦται ἄνευ αὐτοῦ· σκαπανεῖς δὲ τὴν ἐργασίαν οὐ ποιοῦνται οὐδὲ βαναυσουργοὶ ὁμοίως, εἰ μὴ διὰ τῶν τὸ σχῆμα τοῦτο ἐχόντων ἐργαλείων.

海は、船の中でこの戦勝の標——帆と呼ばれるもの——が無傷のままとどまっているのでなければ切り開かれない。地はこれなしには耕されない。掘る者も、また同様に手仕事をする職人たちも、この形を持つ道具によらなければその仕事をなすことはない。

4

Τὸ δὲ ἀνθρώπειον σχῆμα οὐδενὶ ἄλλῳ τῶν ἀλόγων ζώων διαφέρει, ἢ τῷ ὀρθὸν τε εἶναι καὶ ἔκτασιν χειρῶν ἔχειν καὶ ἐν τῷ προσώπῳ ἀπὸ τοῦ μετωπίου τεταμένον τὸν λεγόμενον μυξωτῆρα φέρειν, δι᾿ οὗ ἥ τε ἀναπνοή ἐστι τῷ ζώῳ, καὶ οὐδὲν ἄλλο δείκνυσιν ἢ τὸ σχῆμα τοῦ σταυροῦ.

人間の形は、他の理性なき動物と、直立していることと、両手を伸ばして持つこと、そして顔において額から突き出た、いわゆる鼻を持つこと——それによって生き物は呼吸をする——以外の点では異ならず、それは十字架の形以外の何物をも示さない。

5

Καὶ διὸ τοῖ προφήτου δὲ ἐλέχθη οὕτως· Πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος“. Καὶ τὰ παρ᾿ ὑμῖν δὲ σύμβολα τὴν τοῦ σχήματος τούτου δύναμιν δηλοῖ, λέγω δὲ τὰ τῶν οὐηξίλλων καὶ τῶν τροπαίων, δι᾿ ὧν αἵ τε πρόοδοι ὑμῶν πανταχοῖ γίνονται, τῆς ἀρχῆς καὶ δυνάμεως τὰ σημεῖα ἐν τούτοις δεικνύντες, εἰ καὶ μὴ νοοῦντες τοῦτο πράττετε.

それゆえ、預言者を通してもこう語られた。「我々の顔の前にある息、それはキリストなる主である。」また、諸君のもとにある象徴も、この形の力を示している。すなわち、私が言うのは軍旗や戦勝の標の類である。それらを通して諸君の行進はいたるところで行われ、たとえ理解せずにそうしているとしても、支配と力の徴をそれらの中に示しているのである。

6

Καὶ τῶν παρ᾿ ὑμῖν ἀποθνησκόντων αὐτοκρατόρων τὰς εἰκόνας ἐπὶ τούτῳ τῷ σχήματι ἀνατίθετε, καὶ θεοὺς διὰ γραμμάτων ἐπονομάζετε.

また、諸君のもとで亡くなった皇帝たちの像を、この形の上に据え、文字によって彼らを神々と名づけている。

7

Καὶ διὰ λόγου οὖν καὶ σχήματος τοῦ φαινομένου, ὅση δύναμις, προτρεψάμενοι ὑμᾶς ἀνεύθυνοι οἴδαμεν λοιπὸν ὄντες, κἂν ὑμεῖς ἀπιστῆτε· τὸ γὰρ ἡμέτερον γέγονε καὶ πεπέρανται.

そこで、我々にできる限り、言葉と、目に見える形とによって諸君に勧めた以上、たとえ諸君が信じなくとも、我々はもはや責めを負わない者であることを知っている。というのも、我々のなすべきことは既になされ、成し遂げられているからである。

Caput LVI

第LVI章
1

Οὐκ ἠρκέσθησαν δὲ οἱ φαῦλοι δαίμονες πρὸ τῆς φανερώσεως τοῦ Χριστοῦ εἰπεῖν τοὺς λεχθέντας υἱοὺς τῷ Διῒ γεγονέναι, ἀλλ᾿ ἐπειδή, φανερωθέντος αὐτοῦ καὶ γενομένου ἐν ἀνθρώποις, καὶ ὅπως διὰ τῶν προφητῶν προεκεκήρυκτο ἔμαθον καὶ ἐν παντὶ γένει πιστευόμενον καὶ προσδοκώμενον ἔγνωσαν, πάλιν, ὡς προεδηλώσαμεν, προεβάλλοντο ἄλλους, Σίμωνα μὲν καὶ Μένανδρον ἀπὸ Σαμαρείας, οἳ καὶ μαγικὰς δυνάμεις ποιήσαντες πολλοὺς ἐξηπάτησαν καὶ ἔτι ἀπατωμένους ἔχουσι.

悪しきダエモーンたちは、キリストが現れる前に、先に語られた者たちがゼウスの息子となったと言うだけでは満足しなかった。むしろ、その方が現れて人間たちの間に生まれ、預言者たちを通してどのように予告されていたかを彼らが知り、あらゆる種族の中で信じられ待ち望まれていることを知ったとき、再び、我々が先に示したとおり、彼らは他の者たちを持ち出した。すなわちサマリア出身のシモン・マグスとメナンドロスであり、彼らは魔術の力を行って多くの人々を欺き、今なお欺かれたままにしている。

2

Καὶ γὰρ παρ᾿ ὑμῖν, ὡς προέφημεν, ἐν τῇ βασιλίδι Ρώμῃ ἐπὶ Κλαυδίου Καίσαρος γενόμενος ὁ Σίμων καὶ τὴν ἱερὰν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων εἰς τοσοῦτο κατεπλήξατο, ὡς θεὸν νομισθῆναι καὶ ἀνδριάντι, ὡς τοὺς ἄλλους παρ᾿ ὑμῖν τιμωμένους θεούς, τιμηθῆναι.

というのも、我々が先に述べたとおり、諸君のもとでも、帝都ローマにおいて、クラウディウス・カエサルの時代に、そのシモンは神聖な元老院とローマの民衆をひどく驚かせ、その結果、神とみなされ、諸君のもとで敬われている他の神々と同じく、像によって敬われるまでになった。

3

Ὅθεν τήν τε ἱερὰν σύγκλητον καὶ τὸν δῆμον τὸν ὑμέτερον συνεπιγνώμονας ταύτης ἡμῶν τῆς ἀξιώσεως παραλαβεῖν αἰτοῦμεν, ἵν᾿, εἴ τις εἴη τοῖς ἀπ᾿ ἐκείνου διδάγμασι κατεχόμενος, τἀληθὲς μαθὼν τὴν πλάνην φυγεῖν δυνηθῇ. Καὶ τὸν ἀνδριάντα, εἰ βούλεσθε, καθαιρήσατε.

それゆえ我々は、神聖な元老院と諸君の民衆に、我々のこの要求を共に認めていただくよう願う。それは、もし誰かがあの者から出た教えに囚われているならば、真理を学び、その迷いから逃れることができるようにするためである。そして、あの像は、諸君が望むなら取り壊すがよい。

Caput LVII

第LVII章
1

Οὐ γὰρ μὴ γενέσθαι τὴν ἐκπύρωσιν ἐπὶ κολάσει τῶν ἀσεβῶν οἱ φαῦλοι δαίμονες πεῖσαι δύνανται, ὅνπερ τρόπον οὐδὲ λαθεῖν τὸν Χριστὸν παραγενόμενον ἴσχυσαν πρᾶξαι, ἀλλ᾿ ἐκεῖνο μόνον, τοὺς ἀλόγως βιοῦντας καὶ ἐμπαθῶς ἐν ἔθεσι φαύλοις τεθραμμένους καὶ φιλοδοξοῦντας ἀναιρεῖν ἡμᾶς καὶ μισεῖν, δύνανται ποιῆσαι· οὓς οὐ μόνον οὐ μισοῦμεν, ἀλλ᾿, ὡς δείκνυται, ἐλεοῦντες μεταθέσθαι πεῖσαι βουλόμεθα.

悪しきダエモーンたちは、不敬虔な者たちの懲罰のための大火が起こらないと説得することはできない。それは、キリストの到来を人知れぬものにすることができなかったのと同じである。しかし彼らにできることはただ一つ、理性なく生き、情念のままに悪しき習わしのうちに育てられ、栄誉を求める者たちに、我々を殺させ、また憎ませることだけである。我々はそのような者たちを憎むどころか、示されているとおり、彼らを憐れみ、翻意させようと説得することを願っている。

2

Οὐ γὰρ δεδοίκαμεν θάνατον, τοῦ πάντως ἀποθανεῖν ὁμολογουμένου, καὶ μηδενὸς ἄλλου καινοῖ ἀλλ᾿ ἢ τῶν αἰτῶν ἐν τῇδε τῇ διοικήσει ὄντων· ὧν εἰ μὴ κόρος τοὺς μετασχόντας κἂν ἐνιαυτοῦ ἔχῃ, ἵνα ἀεὶ ὦσι καὶ ἀπαθεῖς καὶ ἀνενδεεῖς, τοῖς ἡμετέροις διδάγμασι προσέχειν δεῖ.

というのも我々は死を恐れないからである。誰もが必ず死ぬということは認められており、この現在の秩序のうちにあるものと同じもののほかには、何ら新たなことはないからである。もし、これらに与った者たちを、たとえ一年のあいだでも飽きが捉えないのであれば、その者たちは、常に苦しみを受けることも欠乏することもない者であるために、我々の教えに心を留めなければならない。

3

Εἰ δ᾿ ἀπιστοῦσι μηδὲν εἶναι μετὰ θάνατον, ἀλλ᾿ εἰς ἀναισθησίαν χωρεῖν τοὺς ἀποθνήσκοντας ἀποφαίνονται, παθῶν τῶν ἐνταῦθα καὶ χρειῶν ἡμᾶς ῥυόμενοι εὐεργετοῦσιν, ἑαυτοὺς δὲ φαύλους καὶ μισανθρώπους καὶ φιλοδόξους δεικνύουσιν· οὐ γὰρ ὡς ἀπαλλάξοντες ἡμᾶς ἀναιροῦσιν, ἀλλ᾿ ὡς (??)ποστεροῦντες ζωῆς καὶ ἡδονῆς φονεύουσι.

しかし、もし彼らが、死後には何もなく、死ぬ者たちは無感覚の状態に至るのだと言い張って信じないのであれば、彼らはこの世の苦しみと欠乏から我々を解き放つことによって、我々に恩恵を施していることになる。だが彼ら自身は、悪しき者、人間を憎む者、栄誉を求める者であることを示している。というのも彼らは、我々を自由にしようとして殺すのではなく、命と快楽とを奪おうとして殺しているからである。

Caput LVIII

第LVIII章
1

Καὶ Μαρκίωνα δὲ τὸν ἀπὸ Πόντου, ἁ ς προέφημεν, προεβάλλοντο οἱ φαῦλοι δαίμονες, ὃς ἀρνεῖσθαι μὲν τὸν ποιητὴν τῶν οὐρανίων καὶ γηΐνων ἁπάντων θεὸν καὶ τὸν προκηρυχθέντα διὰ τῶν προφητῶν Χριστὸν υἱὸν αὐτοῦ καὶ νῦν διδάσκει, ἄλλον δέ τινα καταγγέλλει παρὰ τὸν δημιουργὸν τῶν πάντων θεὸν καὶ ὁμοίως ἕτερον υἱόν· ᾧ πολλοὶ πεισθέντες ὁ ς μόνῳ τἀληθῆ ἐπισταμένῳ ἡμῶν καταγελῶσιν, ἀπόδειξιν μηδεμίαν περὶ ὧν λέγουσιν ἔχοντες, ἀλλὰ ἀλόγως ὡς ὑπὸ λύκου ἄρνες συνηρπασμένοι βορὰ τῶν ἀθέων δογμάτων καὶ δαιμόνων γίνονται.

また悪しきダエモーンたちは、我々が先に述べたとおり、ポントス出身のマルキオンをも持ち出した。彼は、天上のものと地上のものすべての造り主である神を否定し、預言者たちを通して予告されたキリスト、すなわちその方の息子を否定することを、今もなお教えており、万物の造り主なる神とは別の、ある他の神を、また同様に別の息子を宣べ伝えている。多くの者が彼に説得され、彼のみが真理を知る者であるかのように、我々を嘲笑している。彼らは自分たちの語ることについて何の証明も持たないまま、まるで狼にさらわれた子羊のように理性を欠いたまま、無神論の教えとダエモーンたちの餌食となっているのである。

2

Οὐ γὰρ ἄλλο τι ἀγωνίζονται οἱ λεγόμενοι δαίμονες, ἢ ἀπάγειν τοὺς ἀνθρώπους ἀπὸ τοῦ ποιήσαντος θεοῦ καὶ τοῦ πρωτογόνου αὐτοῦ Χριστοῦ· καὶ τοὺς μὲν τῆς γῆς μὴ ἐπαίρεσθαι δυναμένους τοῖς γηΐνοις καὶ χειροποιήτοις προσήλωσαν καὶ προσηλοῦσι, τοὺς δὲ ἐπὶ θεωρίαν θείων ὁρμῶντας ὑπεκκρούοντες, ἢν μὴ λογισμὸν σώφρονα καὶ καθαρὸν καὶ ἀπαθῆ βίον ἔχωσιν, εἰς ἀσέβειαν ἐμβάλλουσιν.

というのも、いわゆるダエモーンたちが努めていることは、人間たちを、造り主である神と、その長子であるキリストから引き離すこと以外の何物でもないからである。地上のものから身を起こすことのできない者たちを、彼らは地上のもの、手で作られたものに釘づけにしてきたし、今も釘づけにしている。他方、神的なものの観照へと向かおうとする者たちを妨げ、思慮ある理性と、清く情念を離れた生とを持たない限り、彼らを不敬虔へと投げ込むのである。

Caput LIX

第LIX章
1

Ἵνα δὲ καὶ παρὰ τῶν ἡμετέρων διδασκάλων, λέγομεν δὲ τοῦ λόγου τοῦ διὰ τῶν προφητῶν, λαβόντα τὸν Πλάτωνα μάθητε τὸ εἰπεῖν, ὕλην ἄμορφον οὖσαν στρέψαντα τὸν θεὸν κόσμον ποιῆσαι, ἀκούσατε τῶν αὐτολεξεὶ εἰρημένων διὰ Μωυσέως. τοῦ προδεδηλωμένου πρώτου προφήτου καὶ πρεσβυτέρου τῶν ἐν Ἐλλησι συγγραφέων, δι᾿ οὗ μηνύον τὸ προφητικὸν πνεῦμα, πῶς τὴν ἀρχὴν καὶ ἐκ τίνων ἐδημιούργησεν ὁ θεὸς τὸν κόσμον, ἔφη οὕτως· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

諸君が、プラトンもまた、我々の師たち——すなわち預言者たちを通して語られたロゴス——から受け取った上で、神が形なき質料を転じて世界を造られた、と語ったのだということを学ぶために、先に示されたとおり最初の預言者であり、ギリシャ人の間の著述家たちよりも古い者であるモーセを通して、文字どおりに語られたことを聞くがよい。彼を通して預言の霊は、神が初めにどのように、また何から世界を造られたかを示しつつ、こう語った。「初めに神は天と地とを造られた。」

2

Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων. Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. Καὶ ἐγένετο οὕτως“.

「地は目に見えず、整えられておらず、闇が深淵の上にあった。そして神の霊が水の上を動いていた。神は言われた。『光あれ。』すると、そのようになった。」

3

Ὥστε λόγῳ θεοῦ ἐκ τῶν ὑποκειμένων καὶ προδηλωθέντων διὰ Μωυσέως γεγενῆσθαι τὸν πάντα κόσμον. καὶ Πλάτων καὶ οἱ ταὐτὰ λέγοντες καὶ ἡμεῖς ἐμάθομεν, καὶ ὑμεῖς πεισθῆναι δύνασθε. Καὶ τὸ καλούμενον Ἔρεβος παρὰ τοῖς ποιηταῖς εἰρῆσθαι πρότερον ὑπὸ Μωϋσέως οἰδαμεν.

こうして、神のロゴスによって、モーセを通して先に明らかにされていた基体(下に横たわるもの)から全世界が生じたのだ、ということを、プラトンも、同じことを語る者たちも、そして我々自身も学んだ。諸君もまた、これを信じることができる。そして、詩人たちのもとで「エレボス」と呼ばれているものが、それより前にモーセによって語られていたことを我々は知っている。

Caput LX

第LX章
1

Καὶ τὸ ἐν τῷ παρὰ Πλάτωνι Τιμαίῳ φυσιολογούμενον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λέγει· „Ἐχίασεν αὐτὸν ἐν τᾷ παντί“, παρὰ Μωϋσέως λαβῶν ὁμοίως εἶπεν.

そして、プラトンの「ティマイオス」において、神の息子について自然学的に語られていること——彼が「これを全体の中でΧ(カイ)の形に置いた」と言うとき——も、モーセから取って、同じように語ったのである。

2

Ἐν γὰρ ταῖς Μωϋσέως γραφαῖς ἀναγέγραπται, ὡς κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, ὅτε ἐξῆλθον ἀπὸ Αἰγύπτου οἱ Ἰσραηλῖται καὶ γεγόνασιν ἐν τῇ ἐρήμῳ, ἀπήντησαν αὐτοῖς ἰοβόλα θηρία, ἔχιδναί τε καὶ ἀσπίδες καὶ ὄφεων πᾶν γένος, ὃ ἐθανάτου τὸν λαόν· καὶ κατ᾿ ἐπίπνοιαν καὶ ἐνέργειαν τὴν παρὰ τοῦ θεοῦ γενομένην λαβεῖν τὸν Μωϋσέα χαλκὸν καὶ ποιῆσαι τύπον σταυροῦ καὶ τοῦτον στῆσαι ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ εἰπεῖν τᾷ λαῷ· „Κὰν προσβλέπητε τῷ τύπῳ τούτῳ καὶ πιστεύητε, ἐν αὐτᾷ σωθήσεσθε“.

というのも、モーセの書には、イスラエル人がエジプトを出て荒れ野にいたその時、毒を持つ獣たち——まむしや、アスピス蛇や、あらゆる種類の蛇——が彼らに出会い、民を死なせていたこと、そして神からの霊感と働きによって、モーセが青銅を取り、十字架の型を作り、これを聖なる幕屋の上に立て、民にこう言ったことが記されているからである。「この型を見つめて信じるならば、それによって汝らは救われるであろう。」

3

Καὶ γενομένου τούτου τοὺς μὲν ὄφεις ἀποθανεῖν ἀνέγραψε, τὸν δὲ λαὸν ἐκφυγεῖν τὸν θάνατον οὕτως παρέδωκεν. Ἀ ἀναγνοὺς Πλάτων καὶ μὴ ἀκριβῶς ἐπιστάμενος. μηδὲ νοήσας τύπον εἶναι σταυροῦ ἀλλὰ χίασμα νοήσας, τὴν μετὰ τὸν πρῶτον θεὸν δύναμιν κεχιάσθαι ἐν τῷ παντὶ εἶπε.

そして、これが起こったとき、彼は蛇たちが死んだと書き記し、民は死を逃れたのだとこう伝えた。プラトンはこれを読みながらも、正確には理解せず、それが十字架の型であることを悟らず、カイ字形として理解し、第一の神に次ぐ力がこの全体の中でΧの形に置かれたのだと語った。

4

Καὶ τὶ εἰπεῖν αὐτὸν τρίτον, ἐπειδή, ὡς προείπομεν, ἐπάνω τῶν ὑδάτων ἀνέγνω ὑπὸ Μωϋσέως εἰρημένον ἐπιφέρεσθαι τὸ τοῦ θεοῦ πνεῦμα· δευτέραν μὲν γὰρ χώραν τᾷ παρὰ θεοῦ λόγῳ, ὃν κεχιάσθαι ἐν τᾷ παντὶ ἔφη, δίδωσι, τὴν δὲ τρίτην τῷ λεχθέντι ἐπιφέρεσθαι τῷ ὕδατι πνεῦματι, εἰπών· „Τὰ δὲ τρίτα περὶ τὸν τρίτον“.

そして彼が第三のものについて語ったのはなぜかといえば、我々が先に述べたとおり、彼は、モーセによって水の上を神の霊が運ばれていたと語られているのを読んだからである。すなわち、彼は、この全体の中でΧの形に置かれたと語った、神から出たロゴスに第二の位置を与え、水の上を運ばれると語られた霊に第三の位置を与え、こう言ったのである。「第三のものは第三の者に関わる。」

5

Καὶ ὡς ἐκπύρωσιν γενήσεσθαι διὰ Μωυσέως προεμήνυσε τὸ προφητικὸν πνεῦμα, ἀκούσατε. Ἔφη δὲ ούτως· „Καταβήσεται ἀείζωον πῦρ καὶ καταφάγεται μέχρι τῆς ἀβύσσου κάτω“. Οὐ τὰ αὐτὰ οὗν ἡμεῖς ἄλλοις δοξάζομεν, ἀλλ᾿ οἱ πάντες τὰ ἡμέτερα μιμούμενοι λέγουσι.

そして、預言の霊がモーセを通して、大火が起こることをどのように予告したか、聞くがよい。それはこう語った。「とこしえに生きる火が下り、深淵の底に至るまで焼き尽くすであろう。」それゆえ、我々は他の者たちと同じことを主張しているのではなく、むしろすべての者たちが、我々のものを模倣して語っているのである。

6

Παρ᾿ ἡμῖν οὖν ἔστι ταῦτα ἀκοῦσαι καὶ μαθεῖν παρὰ τῶν οὐδὲ τοὺς χαρακτῆρας τῶν στοιχείων ἐπισταμένων, ἰδιωτῶν μὲν καὶ βαρβάρων τὸ φθέγμα, σοφῶν δὲ καὶ πιστῶν τὸν νοῦν ὄντων, καὶ πηρᾶν καὶ χήρων τινῶν τὰς ὄψεις· ὡς συνεῖναι οὐ σοφίᾳ ἀνθρωπείᾳ ταῦτα γεγονέναι, ἀλλὰ δυνάμει θεοῦ λέγεσθαι.

したがって、これらのことを我々のもとで聞き学ぶことができるのは、文字の形すら知らない者たちからである。彼らは、話す言葉においては無学な者や異邦の言葉を話す者たちであるが、精神においては知恵ある者、信仰ある者たちであり、また、ある者たちは目を損ない、視力を奪われてさえいる。それゆえ、これらのことが人間の知恵によって生じたのではなく、神の力によって語られたのだ、ということが理解されるのである。

Caput LXI

第LXI章
1

Ὃν τρόπον δὲ καὶ ἀνεθήκαμεν ἑαυτοὺς τῷ θεῷ καινοποιηθέντες διὰ τοῦ Χριστοῦ, ἐξηγησόμεθα, ὅπως μὴ τοῦτο παραλιπόντες δόξωμεν πονηρεύειν τι ἐν τῇ ἐξηγήσει.

我々がキリストを通して新たにされ、自分自身を神に献げたその仕方についても、我々は説明しよう。これを省いてしまい、説明において何か悪しきことをなしているように思われないためである。

2

Ὅσοι ἂν πεισθῶσι καὶ πιστεύωσιν ἀληθῆ ταῦτα τὰ ὑφ᾿ ἡμῶν διδασκόμενα καὶ λεγόμενα εἶναι, καὶ βιοῦν οὕτως δύνασθαι ὑπισχνῶνται, εὔχεσθαί τε καὶ αἰτεῖν νηστεύοντες παρὰ τοῦ θεοῦ τῶν προημαρτημένων ἄφεσιν διδάσκονται, ἡμῶν συνευχομένων καὶ συννηστευόντων αὐτοῖς.

我々によって教えられ語られていることが真実であると説得され信じ、そのように生きることができると約束する者たちは皆、断食しながら祈り、これまで犯した罪の赦しを神に願うよう教えられる。そして我々もまた、彼らとともに祈り、断食するのである。

3

Ἔπειτα ἄγονται ὑφ᾿ ἡμῶν, ἔνθα ὕδωρ ἐστί, καὶ τρόπον ἀναγεννήσεως, ὃν καὶ ἡμεῖς αὐτοὶ ἀνεγεννήθημεν, ἀναγεννῶνται· ἐπ᾿ ὀνόματος γὰρ τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ καὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πνεῦματος ἁγίου τὸ ἐν τῷ ὕδατι τότε λουτρὸν ποιοῦνται.

それから彼らは我々によって水のあるところへ導かれ、我々自身もまたそれによって新たに生まれた、その新生の仕方によって新たに生まれる。すなわち、万物の父にして主なる神と、我々の救い主イエス・キリストと、聖なる霊との名によって、水の中でその洗いを行うのである。

4

Καὶ γὰρ ὁ Χριστὸς εἶπεν· Ἂν μὴ ἀναγεννηθῆτε, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.“ Ὅτι δὲ καὶ ἀδύνατον εἰς τὰς μήτρας τῶν τεκουσῶν τοὺς ἅπαξ γεννωμένους ἐμβῆναι, φανερὸν πᾶσίν ἐστι.

というのも、キリストもこう言われたからである。「汝らが新たに生まれなければ、天の王国に入ることはない。」そして、一度生まれた者たちが再び産みの母の胎に入ることが不可能であるのは、すべての人に明らかである。

5

Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, ὡς προεγράψαμεν, εἴρηται, τίνα τρόπον φεύξονται τὰς ἁμαρτίας οἱ ἁμαρτήσαντες καὶ μετανοοῦντες.

そして、預言者イザヤを通して、我々が先に書いたとおり、罪を犯し、悔い改める者たちがどのようにしてその罪から逃れるかが語られている。

6

Ἐλέχθη δὲ οὕτως· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡσεὶ ἔριον λευκανῶ, καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ.

それはこう語られた。「洗え、清くなれ、汝らの魂から悪しき行いを取り除け、善をなすことを学べ、孤児のために裁き、やもめのために正しくせよ。そして来たれ、我々は論じ合おう、と主は言われる。たとえ汝らの罪が緋のようであっても、私は羊毛のように白くしよう。たとえ汝らの罪が紅のようであっても、私は雪のように白くしよう。」

7

Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα“. Καὶ λόγον δὲ εἰς τοῦτο παρὰ τῶν ἀποστόλων ἐμάθομεν τοῦτον.

「しかし、もし汝らが私に聞き従わないならば、剣が汝らを食い尽くすであろう。主の口がこれを語ったからである。」そして、このことについての次のような理由を、我々は使徒たちから学んだ。

8

Ἐπειδὴ τὴν πρώτην γένεσιν ἡμῶν ἀγνοοῦντες κατ᾿ ἀνάγκην γεγεννήμεθα ἐξ ὑγρᾶς σπορᾶς κατὰ μῖξιν τὴν τῶν γονέων πρὸς ἀλλήλους καὶ ἐν ἔθεσι φαύλοις καὶ πονηραῖς ἀναστροφαῖς γεγόναμεν, ὅπως μὴ ἀνάγκης τέκνα μηδὲ ἀγνοίας μένωμεν ἀλλὰ προαιρέσεως καὶ ἐπιστήμης, ἀφέσεώς ἁμαρτιῶν ὧν προημάρτομεν τύχωμεν, ἐν τῷ ὕδατι ἐπονομάζεται τῷ ἑλομένῳ ἀναγεννηθῆναι καὶ μετανοήσαντι ἐπὶ τοῖς ἡμαρτημένοις τὸ τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ ὄνομα, αὐτὸ τοῦτο μόνον ἐπιλέγοντος τοῦ τὸν λουσόμενον ἄγοντος ἐπὶ τὸ λουτρόν.

すなわち、我々は自分たちの最初の誕生については知らぬまま、必然によって、両親どうしの交わりによる湿った種から生まれ、悪しき習わしと邪悪な生き方のうちに育ったのであるが、我々が必然の子、無知の子のままにとどまることなく、自由な選びと知識の子となり、以前に犯した罪の赦しを得るために、新たに生まれることを選び、犯した罪を悔い改めた者の上に、水の中で万物の父にして主なる神の名が唱えられるのである。その者を洗いへと導く者は、ただこのことだけを、すなわちその名だけを唱えるのである。

9

Ὄνομα γὰρ τῷ ἀῤῥήτῳ θεῷ οὐδεὶς ἔχει εἰπεῖν· εἰ δέ τις τολμήσειεν εἶναι λέγειν, μέμηνε τὴν ἄσωτον μανίαν. Καλεῖται δὲ τοῦτο τὸ λουτρὸν φωτισμός, ὡς φωτιζομένων τὴν διάνοιαν τῶν ταῦτα μανθανόντων.

というのも、言い表しえぬ神には、誰もその名を語ることができないからである。もし誰かが、あえて名があると言うならば、その者は救いようのない狂気に取りつかれているのである。この洗いは「照らし」と呼ばれる。それは、これらのことを学ぶ者たちの思いが照らされるからである。

10

Καὶ ἐπ᾿ ὀνόματος δὲ Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, καὶ ἐπ᾿ ὀνόματος πνεύματος ἁγίου, ὃ διὰ τῶν προφητῶν προεκήρυξε τὰ κατὰ τὸν Ἰησοῦν πάντα, ὁ φωτιζόμενος λούεται.

そして、ポンティオ・ピラトのもとで十字架にかけられたイエス・キリストの名において、また、預言者たちを通してイエスにまつわるすべてのことを予告した聖なる霊の名において、照らされる者は洗われるのである。

Caput LXII

第LXII章
1

Καὶ τὸ λουτρὸν δὴ τοῦτο ἀκούσαντες οἱ δαίμονες διὰ τοῦ προφήτου κεκηρυγμένον ἐνήργησαν καὶ ῥαντίζειν ἑαυτοὺς τοὺς εἰς τὰ ἱερὰ αὐτῶν ἐπιβαίνοντας καὶ προσιέναι αὐτοῖς μέλλοντας, λοιβὰς καὶ κνίσας ἀποτελοῦντας· τέλεον δὲ καὶ λούεσθαι ἐπιόντας πρὶν ἐλθεῖν ἐπὶ τὰ ἱερά, ἔνθα ἵδρυνται, ἐνεργοῦσι.

そして、預言者を通して告げ知らされたこの洗いのことを聞いたダエモーンたちは、自分たちの神殿に踏み入り、そこに近づこうとする者たちに、献酒と犠牲の脂の焼香を行わせつつ、自らに水を振りかけさせるように仕向けた。さらに、彼らが安置されている神殿に来る前に、近づく者たちに完全に身を洗わせるようにも仕向けている。

2

Καὶ γὰρ τὸ ὑπολύεσθαι ἐπιβαίνοντας τοῖς ἱεροῖς καὶ τοῖς αὐτοῖς τοὺς θρησκεύοντας κελεύεσθαι ὑπὸ τῶν ἱερατευόντων ἐκ τῶν συμβάντων Μωϋσεῖ τῷ εἰρημένῳ προφήτῃ μαθόντες οἱ δαίμονες ἐμιμήσαντο.

というのも、ダエモーンたちは、先に述べた預言者モーセの身に起こったことから学んで、神殿に踏み入る者たちが履物を脱ぐこと、そしてそこで礼拝する者たちが祭司たちによってそれを命じられることを、模倣したのである。

3

Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ ὅτε Μωϋσῆς ἐκελεύσθη κατελθὼν εἰς Αἴγυπτον ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, ποιμαίνοντος αὐτοῦ ἐν τῇ ἀῤῥαβικῇ γῇ πρόβατα τοῦ πρὸς μητρὸς θείου, ἐν ἰδέᾳ πυρὸς ἐκ βάτου προσωμίλησεν αὐτῷ ὁ ἡμέτερος Χριστὸς καὶ εἶπεν· Ὑπόλυσαι τὰ ὑποδήματά σου καὶ προσελθὼν ἄκουσον“.

というのも、モーセがエジプトへ下り、そこにいたイスラエル人の民を導き出すよう命じられたその時、彼がアラビアの地で母方の叔父の羊の群れを飼っていたとき、我々のキリストが火の姿をとって柴の中から彼に語りかけ、こう言われたからである。「お前の履物を脱ぎ、近づいて聞くがよい。」

4

Ὁ δὲ ὑπολυσάμενος καὶ προσελθὼν ἀκήκοε κατελθεῖν εἰς Αἴγυπτον καὶ ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, καὶ δύναμιν ἰσχυρὰν ἔλαβε παρὰ τοῦ λαλήσαντος αὐτῷ ἐν ἰδέᾳ πυρὸς Χριστοῦ, καὶ κατελθὼν ἐξήγαγε τὸν λαὸν ποιήσας μεγάλα καὶ θαυμάσια, ἃ εἰ βούλεσθε μαθεῖν, ἐκ τῶν συγγραμμάτων ἐκείνου ἀκριβῶς μαθήσεσθε.

彼は履物を脱ぎ、近づいて、エジプトへ下りそこにいたイスラエル人の民を導き出すようにという命を聞き、火の姿をとって彼に語られたキリストから強い力を受け取った。そして彼は下って行き、偉大で驚くべきことを行いながら民を導き出したのであるが、それについて諸君が学びたいのであれば、彼自身の書き記したものから正確に学ぶことができるであろう。

Caput LXIII

第LXIII章
1

Ἰουδαῖοι δὲ πάντες καὶ νῦν διδάσκουσι τὸν ἀνωνόμαστον θεὸν λελαληκέναι τῷ Μωυσεῖ. Ὁθεν τὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τοῦ προμεμηνυμένου προφήτου ἐλέγχον αὐτούς, ὡς προεγράψαμεν, εἶπεν· „Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκε“.

ユダヤ人は皆、今なお、名づけえぬ神がモーセに語ったと教えている。それゆえ預言の霊は、我々がすでに記したとおり、既述の預言者イザヤを通して彼らを論駁し、こう言った。「牛はその飼い主を知り、ろばはその主人の飼い葉桶を知る。しかしイスラエルは私を知らず、この民は悟らなかった」。

2

Καὶ Ἰησοῦς δὲ ὁ Χριστός, ότι οὐκ ἔγνωσαν Ἰουδαῖοι, τί πατὴρ καὶ τί υἱός, ὁμοίως ἐλέγχων αὐτοὺς καὶ αὐτὸς εἶπεν· „Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ἀποκαλύψῃ ὁ υἱός“. Ὁ λόγος δὲ τοῦ θεοῦ ἐστιν ὁ υἱὸς αὐτοῦ, ὡς προέφημεν.

またイエス・キリストも、ユダヤ人が父とは何か、子とは何かを知らなかったので、同様に彼らを論駁してこう言われた。「父を知る者は子のほかになく、子を知る者は父と、子が示そうと望む者のほかにない」。そして神のロゴスは、我々がすでに述べたとおり、神の子である。

3

Καὶ ἄγγελος δὲ καλεῖται καὶ ἀπόστολος· αὐτὸς γὰρ ἀπαγγέλλει, ὅσα δεῖ γνωσθῆναι, καὶ ἀποστέλλεται μηνύσων, ὅσα ἀγγέλλεται, ὡς καὶ αὐτὸς ἱ κύριος ἡμῶν εἶπεν· „Ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ ἀποστείλαντός με“. Καὶ ἐκ τῶν τοῦ Μωϋσέως δὲ συγγραμμάτων φανερὸν τοῦτο γενήσεται.

この方はまた天使とも使徒とも呼ばれる。知られるべきことをことごとく告げ知らせ、告げられることを示すために遣わされるからである。まさに我々の主ご自身がこう言われたとおりである。「私の言葉を聞く者は、私を遣わした方の言葉を聞くのである」。そしてこのことは、モーセの書からも明らかとなろう。

4

Λέλεκται δὲ ἐν αὐτοῖς οὕτως· „Καὶ ἐλάλησε Μωϋσεῖ ἄγγελος θεοῦ ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν, θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ, ὁ θεὸς τῶν πατέρων σου. Κάτελθε εἰς Αἰγυπτον καὶ ἐξάγαγε τὸν λαόν μου“.

それらの書にはこう記されている。「神の天使が柴の中の火の炎の内よりモーセに語り、言った。私はあるという者である。アブラハムの神、イサクの神、ヤコブの神、お前の父祖たちの神である。エジプトへ降って行き、私の民を導き出せ」。

5

Τὰ δ᾿ ἑπόμενα ἐξ ἐκείνων βουλόμενοι μαθεῖν δύνασθε· οὐ γὰρ δυνατὸν ἐν τούτοις ἀναγράψαι πάντα.

諸君は望むならば、それに続く事柄をそれらの書から学ぶことができる。すべてをここに書き記すことはできないからである。

6

Ἀλλ᾿ εἰς ἀπόδειξιν γεγόνασιν οἵδε οἱ λόγοι, ότι υἱὸς θεοῦ καὶ ἀπόστολος Ἰησοῦς ὁ Χριστός ἐστι, πρότερον λόγος ὤν, καὶ ἐν ἰδέᾳ πυρὶ ς ποτὲ φανείς, ποτὲ δὲ καὶ ἐν εἰκόνι ἀσωμάτῳ· νῦν δὲ διὰ θελήματος θεοῦ ὑπὲρ τοῦ ἀνθρωπείου γένους ἄνθρωπος γενόμενος ὑπέμεινε καὶ παθεῖν, ὅσα αὐτὸν ἐνήργησαν οἱ δαίμονες διατεθῆναι ὑπὸ τῶν ἀνοήτων Ἰουδαίων.

だがこれらの言葉は、イエス・キリストが神の子にして使徒であること――以前にはロゴスであり、あるときは火の形において、またあるときは肉体を持たぬ像において現れた方であること、そして今や神の意志によって人類のために人となり、思慮なきユダヤ人たちによってダエモーンの仕向けるかぎりの苦しみを受けることをも耐え忍んだこと――の証しとして述べられたのである。

7

Οἵτινες ἔχοντες ῥητῶς εἰρημένον ἐν τοῖς Μωϋσέως συντάγμασι· „Καὶ ἐλάλησεν ἄγγελος τοῦ θεοῦ τῷ Μωϋσεῖ ἐν πυρὶ φλογὸς ἐν βάτῳ καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν, ἱ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ“, τὸν τῶν όλων πατέρα καὶ δημιουργὸν τὸν ταῦτα εἰπόντα λέγουσιν εἶναι.

彼らは、モーセの書に明白に「神の天使が柴の中、炎の火の内よりモーセに語り、言った。私はあるという者である、アブラハムの神、イサクの神、ヤコブの神である」と記されているのを持ちながら、この言葉を語った方を万物の父にして造り主であると言う。

8

Ὅθεν καὶ τὸ προφητικὸν πνεῦμα ἐλέγχον αὐτοὺς εἶπεν· „Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε“. Καὶ πάλιν ὁ Ἰησοῦς, ὡς ἐδηλώσαμεν, παρ᾿ αὐτοῖς ἂν εἶπεν· „Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μἰ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ἱ υἱὸς ἀποκαλύψῃ“.

それゆえに預言の霊もまた、彼らを論駁してこう言った。「イスラエルは私を知らず、この民は悟らなかった」。そしてまたイエスも、我々がすでに示したとおり、彼らに向かってこう言われたであろう。「父を知る者は子のほかになく、子を知る者は父と、子が示そうと望む者のほかにない」。

9

Ἰουδαῖοι οὖν ἡγησάμενοι ἀεὶ τὸν πατέρα τᾶν ὅλων λελαληκέναι τῷ Μωϋσεῖ, τοῦ λαλήσαντος αὐτῷ ὄντος υἱοῦ τοῦ θεοῦ, ὃς καὶ ἄγγελος καὶ ἀπόστολος κέκληται, δικαίως ἐλέγχονται καὶ διὰ τοῦ προφητικοῦ πνεύματος καὶ δι᾿ αὐτοῦ τοῦ Χριστοῦ, ὡς οὔτε τὸν πατέρα οὔτε τὸν υἱὸν ἔγνωσαν.

それゆえユダヤ人は、モーセに語ったのは常に万物の父であると考えたが、実際にモーセに語った方は神の子であり、天使とも使徒とも呼ばれる方であったので、預言の霊によっても、キリストご自身によっても、父をも子をも知らなかった者として正当に論駁されるのである。

10

Οἱ γὰρ τὸν υἱὸν πατέρα φάσκοντες εἶναι ἐλέγχονται μήτε τὸν πατέρα ἐπιστάμενοι, μηθ᾿ ότι ἐστὶν υἱὸς τῷ πατρὶ τῶν ὅλων γινώσκοντες· ὃς λόγος καὶ πρωτότοκος ὢν τοῦ θεοῦ καὶ θεὶς ὑπάρχει.

子を父であると主張する者たちは、父を知らず、万物の父に子があることも知らない者として論駁される。この方はロゴスであり神の初子でありながら、神でもあるからである。

11

Καὶ πρότερον διὰ τῆς τοῦ πυρὸς μορφῆς καὶ εἰκόνος ἀσωμάτου τῷ Μωϋσεῖ καὶ τοῖς ἑτέροις προφήταις ἐφάνη· νῦν δ᾿ ἐν χρόνοις τῆς ὑμετέρας ἀρχῆς, ὡς προείπομεν, διὰ παρθένου ἄνθρωπος γενόμενος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ὑπὲρ σωτηρίας τῶν πιστευόντων αὐτῷ καὶ ἐξουθενηθῆναι καὶ παθεῖν ὑπέμενεν, ἵνα ἀποθανὼν καὶ ἀναστὰς νικήσῃ τὸν θάνατον.

以前には、この方は火の形と肉体を持たぬ像とをもってモーセや他の預言者たちに現れたが、今や、我々がすでに述べたとおり、諸君の治世の時代に、処女を通して人となり、父の意志に従い、ご自身を信じる者たちの救いのために、辱められることをも苦しむことをも耐え忍んだ。死んで甦り、死に勝つためである。

12

Τὶ δὲ εἰρημένον ἐκ βάτου τῷ Μωϋσεῖ· „Ἐγώ εἰμι ὁ ὤν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ καὶ ὁ θεὸς τῶν πατέρων σου“, σημαντικὸν τοῦ καὶ ἀποθανόντας ἐκείνους μένειν καὶ εἶναι αὐτοῦ τοῦ Χριστοῦ ἀνθρώπους· καὶ γὰρ πρῶτοι τῶν πάντων ἀνθρώπων ἐκεῖνοι περὶ θεοῦ ζήτησιν ἠσχολήθησαν, Ἀβραὰμ μὲν πατὴρ ὢν τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἰακώβ, ὡς καὶ Μωϋσῆς ἀνέγραψε.

また柴の中からモーセに語られた言葉――「私はあるという者である、アブラハムの神、イサクの神、ヤコブの神、お前の父祖たちの神である」――は、彼らが死んでもなお存在し続け、まさにこのキリストに属する人々であることを示している。彼らこそはすべての人間の中で最初に神について探求に携わった者たちであり、モーセ自身も書き記しているとおり、アブラハムはイサクの父、イサクはヤコブの父であった。

Caput LXIV

第LXIV章
1

Καὶ τὸ ἀνεγείρειν δὲ τὸ εἰδωλον τῆς λεγομένης Κ(??)ρης ἐπὶ ταῖς τῶν ὑδάτων πηγαῖς ἐνεργῆσαι τοὺς δαίμονας, λέγοντας θυγατέρα αὐτὴν εἶναι τοῦ Διός, μιμησαμένους τὸ διὰ Μωϋσέως εἰρημένον, ἐκ τῶν προειρημένων νοῆσαι δύνασθε.

また、水の源のほとりに「コレ」と呼ばれる者の像を立てることをダエモーンたちが行わせ、これをゼウスの娘であると言わせたのも、モーセを通して語られたことを模したものであることを、我々がすでに述べたことから諸君は理解できる。

2

Ἔφη γὰρ ὁ Μωϋσῆς, ὡς προεγράψαμεν· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων“.

モーセは、我々がすでに書いたとおり、こう言った。「初めに神は天と地とを造った。地は見えず、形もなかった。そして神の霊は水の上を漂っていた」。

3

Εἰς μίμησιν οὖν τοῦ λεχθέντος ἐπιφερομένου τῷ ύδατι πνεύματος θεοῦ τὴν Κόρην θυγατέρα τοῦ Διὸς ἐφασαν.

すなわち、水の上を漂うと語られた神の霊を模して、彼らはコレをゼウスの娘であると言ったのである。

4

Καὶ τὴν Ἀθηνᾶν δὲ ὁμοίως πονηρευόμενοι θυγατέρα τοῦ· Διὸς ἔφασαν, οὐκ ἀπὸ μίξεως, ἀλλ᾿, ἐπειδὴ ἐννοηθέντα τὸν θεὸν διὰ λόγου τὸν κόσμον ποιῆσαι ἔγνωσαν, ὡς τὴν πρώτην ἔννοιαν ἔφασαν τὴν Ἀθηνᾶν· ὅπερ γελοιότατον ἡγούμεθα εἶναι, τῆς ἐννοίας εἰκόνα παραφέρειν θηλειῶν μορφήν. Καὶ ὁμοίως τοὺς ἄλλους λεγομένους υἱοὺς τοῦ Λιὸς αἱ πράξεις ἐλέγχουσιν.

また同様に、悪だくみによって、アテナもゼウスの娘であると彼らは言った。それは交わりによってではなく、神が思念(エンノイア)し、ロゴスを通して世界を造ったと知っていたので、その最初の思念(エンノイア)としてアテナを語ったのである。だが思念の像として女の姿を持ち出すとは、我々にはこの上なく滑稽なことだと思われる。同様に、ほかにゼウスの息子だと言われる者たちについても、その行いそのものが彼らを論駁している。

Caput LXV

第LXV章
1

Ἡμεῖς δὲ μετὰ τὸ οὕτως λοῦσαι τὸν πεπεισμένον καὶ συγκατατεθειμένον ἐπὶ τοὺς λεγομένους ἀδελφοὺς ἄγομεν, ἔνθα συνηγμένοι εἰσί, κοινὰς εὐχὰς ποιησόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τοῦ φωτισθέντος καὶ ἄλλων πανταχοῦ πάντων εὐτόνως, ὅπως καταξιωθῶμεν τὰ ἀληθῆ μαθόντες καὶ δι᾿ ἔργων ἀγαθοὶ πολιτευταὶ καὶ φύλακες τῶν ἐντεταλμένων εὑρεθῆναι, ὅπως τὴν αἰώνιον σωτηρίαν σωθῶμεν.

我々は、こうして信じ同意した者を洗ってのち、「兄弟たち」と呼ばれる者たちのもとへ、彼らが集まっている場所へと導く。そこで我々自身のため、また照らされた者のため、そしていたるところのほかのすべての人々のために、心を込めて共同の祈りを献げる。それは、真理を学んだ我々が、行いによっても善き市民、また命じられたことを守る者と見出されるに値する者とされ、こうして永遠の救いに救われるためである。

2

Ἀλλήλους φιλήματι ἀσπαζόμεθα παυσάμενοι τῶν εὐχῶν. Ἔπειτα προσφέρεται τῷ προεστῶτι τῶν ἀδελφῶν ἄρτος καὶ ποτήριον ὕδατος καὶ κράματος, καὶ οὗτος λαβὼν αἶνον καὶ δόξαν τῷ πατρὶ τῶν ὅλων διὰ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἀναπέμπει καὶ εὐχαριστίαν ὑπὲρ τοῦ κατηξιῶσθαι τούτων παρ᾿ αὐτοῦ ἐπὶ πολὺ ποιεῖται· οὗ συντελέσαντος τὰς εὐχὰς καὶ τὴν εὐχαριστίαν πᾶς ὁ παρὼν λαὸς ἐπευφημεῖ λέγων· Ἀμήν.

祈りを終えると、我々は互いに接吻をもって挨拶する。それから兄弟たちの司式者に、パンと、水と混ぜ酒との入った杯とが献げられ、司式者はこれを受け取り、子の名と聖なる霊の名とによって万物の父に讃美と栄光とを献げ、これらのものにあずかるに値するとされたことについて長く感謝を捧げる。司式者が祈りと感謝とを終えると、その場に居合わせたすべての民は「アーメン」と唱えて応える。

3

Τὸ δὲ ἀμὴν τῇ ἑβραΐδι φωνῇ τὸ γένοιτο σημαίνει. Εὐχαριστήσαντος δὲ τοῦ προεστῶτος καὶ ἐπευφημήσαντος παντὸς τοῦ λαοῦ οἱ καλούμενοι παρ᾿ ἡμῖν διάκονοι διδόασιν ἑκάστῳ τῶν παρόντων μεταλαβεῖν ἀπὸ τοῦ εὐχαριστηθέντος ἄρτου καὶ οἴνου καὶ ὕδατος καὶ τοῖς οὐ παροῦσιν ἀποφέρουσι.

この「アーメン」とは、ヘブライの言葉で「そのようになりますように」を意味する。司式者が感謝を捧げ、すべての民が唱え終えると、我々のもとで執事と呼ばれる者たちが、その場にいる各人に、感謝を捧げられたパンと葡萄酒と水とにあずからせ、居合わせない者たちにはそれを持ち運ぶ。

Caput LXVI

第LXVI章
1

Καὶ ἡ τροφὴ αὕτη καλεῖται παρ᾿ ἡ μῖν εὐχαριστία, ἧς οὐδενὶ ἄλλῳ μετασχεῖν ἐξόν ἐστιν ἢ τῷ πιστεύοντι ἀληθῆ εἶναι τὰ δεδιδαγμένα ὑφ᾿ ἡμῶν, καὶ λουσαμένῳ τὸ ὑπὲρ ἀφέσεως ἁμαρτιῶν καὶ εἰς ἀναγέννησιν λουτρόν, καὶ οὕτως βιοῦντι ὡς ὁ Χριστὸς παρέδωκεν.

そしてこの食物は、我々のもとでエウカリスティア(感謝)と呼ばれる。これにあずかることが許されているのは、我々によって教えられたことが真理であると信じ、罪の赦しのため、また新生のための洗いを受け、そしてキリストが伝えられたとおりに生きる者のほかにはない。

2

Οὐ γὰρ ὡς κοινὸν ἄρτον οὐδὲ κοινὸν πόμα ταῦτα λαμβάνομεν· ἀλλ᾿ ὃν τρόπον διὰ λόγου θεοῦ σαρκοποιηθεὶς Ἰησοῦς Χριστὸς ὁ σωτὴρ ἡμῶν καὶ σάρκα καὶ αἷμα ὑπὲρ σωτηρίας ἡμῶν ἔσχεν, οὕτως καὶ τὴν δι᾿ εὐχῆς λόγου τοῦ παρ᾿ αὐτοῦ εὐχαριστηθεῖσαν τροφήν, ἐξ ἠς αἷμα καὶ σάρκες κατὰ μεταβολὴν τρέφονται ἡμῶν, ἐκείνου τοῦ σαρκοποιηθέντος Ἰησοῦ καὶ σάρκα καὶ αἷμα ἐδιδάχθημεν εἶναι.

我々はこれらを、普通のパンとしても普通の飲み物としても受け取っているのではない。我々の救い主イエス・キリストが、神のロゴスによって肉となり、我々の救いのために肉と血とを持たれたのと同じように、彼から出た祈りの言葉を通して感謝を捧げられたこの食物――それによって我々の血と肉とが変化を通して養われる――もまた、かの肉となられたイエスの肉であり血であると、我々は教えられているのである。

3

Οἱ γὰρ ἀπόστολοι ἐν τοῖς γενομένοις ὑπ᾿ αὐτῶν ἀπομνημονεύμασιν, ἃ καλεῖται εὐαγγέλια, οὕτως παρέδωκαν ἐντετάλθαι αὐτοῖς, τὸν Ἰησοῦν λαβόντα ἄρτον εὐχαριστήσαντα εἰπεῖν· „Τοῦτο ποιεῖτε εἰς τὴν ἀνάμνησίν μου, τοῦτό ἐστι τὸ σῶμά μου“· καὶ τὸ ποτήριον ὁμοίως λαβόντα καὶ εὐχαριστήσαντα εἰπεῖν· Τοῦτό ἐστι τὸ αἷμά μου“· καὶ μόνοις αὐτοῖς μεταδοῦναι.

使徒たちは、彼ら自身によって作られた回想録――それは「福音」と呼ばれる――の中で、次のように、イエスが命じられたことを伝えている。すなわち、イエスがパンを取り、感謝を捧げて言われた。「これを私の記念として行え。これは私の肉体である」。同様に杯をも取り、感謝を捧げて言われた。「これは私の血である」。そして彼らだけにお与えになった。

4

Ὅπερ καὶ ἐν τοῖς τοῖ Μίθρα μυστηρίοις παρέδωκαν γίνεσθαι μιμησάμενοι οἱ πονηροὶ δαίμονες· ὅτι γὰρ ἄρτος καὶ ποτήριον ὕδατος τίθεται ἐν ταῖς τοῦ μυουμένου τελεταῖς μετ᾿ ἐπιλόγων τινῶν, ἢ ἐπίστασθε ἢ μαθεῖν δύνασθε.

これを邪悪なダエモーンたちも模倣し、ミトラスの秘儀の中でも行われるように仕向けた。すなわち、入信者の秘儀の中で、いくつかの言葉とともにパンと水の杯とが置かれることを、諸君は知っているか、あるいは知ることができよう。

Caput LXVII

第LXVII章
1

Ἡμεῖς δὲ μετὰ ταῦτα λοιπὸν ἀεὶ τούτων ἀλλήλους ἀναμιμνήσκομεν· καὶ οἱ ἔχοντες τοῖς λειπομένοις πᾶσιν ἐπικουροῦμεν, καὶ σύνεσμεν ἀλλήλοις ἀεί.

そして我々は、これらのことがあってのち、その後は常にこれらのことを互いに思い起こし合う。持てる者は乏しいすべての者を助け、我々は常に互いに共にある。

2

Ἐπὶ πᾶσί τε οἷς προσφερόμεθα εὐλογοῦμεν τὸν ποιητὴν τῶν πάντων διὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ διὰ πνεύματος τοῦ ἁγίου.

そして我々が献げるすべてのものについて、万物の造り主を、その子イエス・キリストによって、また聖なる霊によってたたえる。

3

Καὶ τῇ τοῦ ἡλίου λεγομένῃ ἡμέρᾳ πάντων κατὰ πόλεις ἢ ἀγροὺς μενόντων ἐπὶ τὸ αὐτὸ συνέλευσις γίνεται, καὶ τὰ ἀπομνημονεύματα τῶν ἀποστόλων ἢ τὰ συγγράμματα τῶν προφητῶν ἀναγινώσκεται, μέχρις ἐγχωρεῖ.

そして「太陽の日」と呼ばれる日には、都市であれ田舎であれ、そこにとどまるすべての者が同じ場所に集会をなし、使徒たちの回想録、あるいは預言者たちの書が、時間の許すかぎり朗読される。

4

Εἶτα παυσαμένου τοῦ ἀναγινώσκοντος ὁ προεστὼς διὰ λόγου τὴν νουθεσίαν καὶ πρόκλησιν τῆς τῶν καλῶν τούτων μιμήσεως ποιεῖται.

それから朗読者が終えると、司式者は言葉によって、これらの善き事柄に倣うようにとの勧めと呼びかけとを行う。

5

Ἔπειτα ἀνιστάμεθα κοινῇ πάντες καὶ εὐχὰς πέμπομεν· καὶ, ὡς προέφημεν, παυσαμένων ἡμῶν τῆς εὐχῆς ἄρτος προσφέρεται καὶ οἶνος καὶ ὕδωρ, καὶ ὁ προεστὼς εὐχὰς ὁμοίως καὶ εὐχαριστίας, ὅση δύναμις αὐτῷ, ἀναπέμπει, καὶ ὁ λαὸς ἐπευφημεῖ λέγων τὸ Ἀμήν, καὶ ἡ διάδοσις καὶ ἡ μετάληψις ἀπὸ τῶν εὐχαριστηθέντων ἑκάστῳ γίνεται, καὶ τοῖς οὐ παροῦσι διὰ τῶν διακόνων πέμπεται.

それから我々は共に皆立ち上がり、祈りを献げる。そして、我々がすでに述べたとおり、祈りを終えると、パンと葡萄酒と水とが献げられ、司式者は同様に祈りと感謝とを、その力の限り献げる。すると民は「アーメン」と唱えて応え、感謝を捧げられたものからの分配と、各人がそれにあずかることとがなされ、居合わせない者たちには執事たちを通して送り届けられる。

6

Οἱ εὐποροῦντες δὲ καὶ βουλόμενοι κατὰ προαίρεσιν ἕκαστος τὴν ἑαυτοῦ ὃ βούλεται δίδωσι, καὶ τὸ συλλεγόμενον παρὰ τῷ προεστῶτι ἀποτίθεται, καὶ αὐτὸς ἐπικουρεῖ ὀρφανοῖς τε καὶ χήραις, καὶ τοῖς διὰ νόσον ἢ δι᾿ ἄλλην αἰτίαν λειπομένοις, καὶ τοῖς ἐν δεσμοῖς οὖσι, καὶ τοῖς παρεπιδήμοις οὖσι ξένοις, καὶ ἁπλῶς πᾶσι τοῖς ἐν χρείᾳ οὖσι κηδεμὼν γίνεται.

富める者たちで望む者は、それぞれ自らの選びに従って、望むものを与え、集められたものは司式者のもとに置かれる。そして司式者自身が、みなしごと寡婦、また病その他の理由で乏しい者たち、獄につながれている者たち、寄留している旅の者たちを助け、要するに困窮しているすべての者の世話をする者となる。

7

Τὴν δὲ τοῦ ἡλίου ἡμέρα κοινῇ πάντες τὴν συνέλευσιν ποιούμεθα, ἐπειδὴ πρώτη ἐστὶν ἡμέρα, ἐν ᾗ ὁ θεὸς τὸ σκότος καὶ τὴν ὕλην τρέψας κόσμον ἐποίησε, καὶ Ἰησοῦς Χριστὸς ὁ ἡμέτερος σωτὴρ τῇ αὐτῇ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη· τῇ γὰρ πρὸ τῆς κρονικῆς ἐσταύρωσαν αὐτόν, καὶ τῇ μετὰ τὴν κρονικήν, ἥτις ἐστὶν ἡλίου ἡμέρα, φανεὶς τοῖς ἀποστόλοις αὐτοῦ καὶ μαθηταῖς ἐδίδαξε ταῦτα, ἅπερ εἰς ἐπίσκεψιν καὶ ὑμῖν ἀνεδώκαμεν.

我々が「太陽の日」に共に皆で集会をなすのは、それが最初の日であり、その日に神は闇と質料とを転じて世界を造られたからであり、また我々の救い主イエス・キリストが同じ日に死者の中から甦られたからである。すなわち、「土星の日」の前日に彼らは彼を十字架につけ、「土星の日」の後の日、すなわち「太陽の日」に、彼はご自身の使徒たちと弟子たちに現れ、これらのことを教えられた。それを我々は諸君にも検討のために提出したのである。

Caput LXVIII

第LXVIII章
1

Καὶ εἰ μὲν δοκεῖ ὑμῖν λόγου καὶ ἀληθείας ἔχεσθαι, τιμήσατε αὐτά· εἰ δὲ λῆρος ὑμῖν δοκεῖ, ὡς ληρωδῶν πραγμάτων καταφρονήσατε, καὶ μὴ ὡς κατ᾿ ἐχθρῶν κατὰ τῶν μηδὲν ἀδικούντων θάνατον ὁρίζετε.

もしこれらのことが道理と真理とを保っていると諸君に思われるなら、それらを尊重せよ。だがもし戯言と思われるなら、戯言めいたことどもとして軽んじるがよい。そして、何も不正を行っていない者たちに対して、敵に対するかのように死を定めることのないようにせよ。

2

Προλέγομεν γὰρ ὑμῖν, ὅτι οὐκ ἐκφεύξεσθε τὴν ἐσομένην τοῦ θεοῦ κρίσιν, ἐὰν ἐπιμένητε τῇ ἀδικίᾳ· καὶ ἡμεῖς ἐπιβοήσομεν· Ὃ φίλον τῷ θεῷ, τοῦτο γενέσθω!

我々は諸君に予告しておく。諸君が不正にとどまり続けるならば、来たるべき神の裁きを免れることはないであろう。そして我々自身はこう叫ぶであろう。「神に喜ばれることが、そのとおりに成るように」と。

3

Καὶ ἐξ ἐπιστολῆς δὲ τοῦ μεγίστου καὶ ἐπιφανεστάτου Καίσαρος Ἀδριανοῦ, τοῦ πατρὸς ὑμῶν, ἔχοντες ἀπαιτεῖν ὑμᾶς καθὰ ἠξιώσαμεν κελεῦσαι τὰς κρίσεις γενέσθαι, οὐκ ἐκ τοῦ κεκρῖσθαι τοῦτο ὑπὸ Ἀδριανοῦ μᾶλλον ἠξιώσαμεν, ἀλλ᾿ ἐκ τοῦ ἐπίστασθαι δίκαια ἀξιοῦν τὴν προσφώνησιν καὶ ἐξήγησιν πεποιήμεθα.

そして、諸君の父である、至大にして最も高名なカエサル、ハドリアヌスの書簡によっても、我々が求めたとおりに裁判が行われるよう命じることを諸君に要求する根拠を我々は持っている。だが我々がこれを求めたのは、これがハドリアヌスによって裁定されたからというよりも、むしろ、正しいことを求めていると知っているからこそであり、そこでこの上奏と説明とを行ったのである。

4

Ὑπετάξαμεν δὲ καὶ τῆς ἐπιστολῆς Ἀδριανοῦ τὸ ἀντίγραφον, ἵνα καὶ κατὰ τοῦτο ἀληθεύειν ἡμᾶς γνωρίζητε. Καὶ ἔστι τὸ ἀντίγραφον τοῦτο. Μινουκίῳ Φουνδανῷ. Ἐπιστολὴν ἐδεξάμην γραφεῖσάν μοι ἀπὸ Σερηνίου Γρανιανοῦ, λαμπροτάτου ἀνδρός, ὅντινα σὺ διεδέξω.

また我々は、ハドリアヌスの書簡の写しをも添えておいた。これによっても我々が真理を語っていることを諸君が知るためである。そしてその写しはこうである。「ミヌキウス・フンダヌスへ。私は、お前が後を継いだ、最も卓越した人物セレニウス・グラニアヌスから私に宛てて書かれた書簡を受け取った。」

5

Οὐ δοκεῖ οὖν μοι τὸ πρᾶγμα ἀζήτητον καταλιπεῖν, ἵνα μήτε οἱ ἄνθρωποι ταράττωνται καὶ τοῖς συκοφάνταις χορηγία κακουργίας παρασχεθῇ.

「それゆえ、私にはこの件を未調査のままに放置しておくことはよいとは思われない。人々が動揺させられることも、讒訴者たちに悪事を働く手立てが与えられることもないようにするためである。」

6

Ἄν οὖν σαφῶς εἰς ταύτην τὴν ἀξίωσιν οἱ ἐπαρχιῶται δύνωνται διϊσχυρίζεσθαι κατὰ τῶν Χριστιανῶν, ὡς καὶ πρὸ βήματος ἀποκρίνεσθαι, ἐπὶ τοῦτο μόνον τραπῶσιν, ἀλλ οὐκ ἀξιώσεσιν οὐδὲ μόναις βοαῖς.

「それゆえ、もし属州の民がこの要求に関して、キリスト教徒たちに対して、法廷の前でも答弁しうるほどに、明確に強く主張することができるのであれば、彼らはこの一点にのみ向かうべきであって、単なる要求や叫び声だけによってではない。」

7

Πολλῷ γὰρ μᾶλλον προσῆκεν, εἴ τις κατηγορεῖν βούλοιτο, τοῦτό σε διαγινώσκειν. Εἴ τις οὖν κατηγορεῖ καὶ δείκνυσί τι παρὰ τοὺς νόμους πράττοντας, οὕτως διόριζε κατὰ τὴν δύναμιν τοῦ ἁμαρτήματος· ὡς μὰ τὸν Ἡρακλέα, εἴ τις συκοφαντίας χάριν τοῦτο προτείνοι, διαλάμβανε ὑπὲρ τῆς δεινότητος καὶ φρόντιζε ὅπως ἂν ἐκδικήσειας.

「というのも、もし誰かが告発しようと望むならば、お前がそのことを吟味することのほうが、はるかにふさわしいからである。それゆえ、もし誰かが告発し、法に反することを行っている者があることを示すならば、その罪の程度に応じてお前は裁定せよ。だが、ヘラクレスに誓って言うが、もし誰かが讒訴のためにこれを申し立てるならば、その悪辣さに応じて厳しく取り扱い、お前がいかにこれを罰するかに心を配れ」。