アンティオキアのイグナティオス?–110年頃

Epistulae septem › 全文

Epistulae septem 全文

Ignatius of Antioch · Ign. Eph.praef–Pol.8

Eph, Praefatio

エフェソス人へ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι, τῇ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς εἰς δόξαν παράμονον ἄτρεπτον, ἡνωμένῃ καὶ ἐκλελεγμένῃ ἐν πάθει ἀληθινῷ, ἐν θελήματι τοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, τῇ ἐκκλησίᾳ τῇ ἀξιομακαρίστῳ, τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας, πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν.

イグナティオス、すなわち神を担う者より——父なる神の充満によって大いなることのうちに祝福され、永遠の昔から、絶えることなく、とどまり続ける揺るがぬ栄光へとあるべく定められ、まことの受難のうちに、また父と我々の神イエス・キリストとの御心のうちに、一つに結ばれ選び出された、かのたたえられるにふさわしい教会、アシアのエフェソスにある教会へ。イエス・キリストにあって、また汚れなき喜びのうちに、この上ない挨拶を送る。

Eph, Caput I

エフェソス人へ 第I章
1

Ἀποδεξάμενος ἐν θεῷ τὸ πολυαγάπητόν σου ὀνομα, ὃ κέκτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ, τῷ σωτῆρι ἡμῶν: μιμηταὶ ὄντες θεοῦ, ἀναζωπυρήσαντες ἐν αἵματι θεοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε:

神にあって、諸君が正しい本性に従い、我々の救い主キリスト・イエスにある信仰と愛とによって手に入れている、その深く愛される名を、私は受け入れた。神に倣う者として、諸君は神の血によって同族としての務めを再び燃え立たせ、完全に果たし遂げたのである。

2

ἀκούσαντες γὰρ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ τοῦ κοινοῦ ὀνόματος καὶ ἐλπίδος, ἐλπίζοντα τῇ προσευχῇ ὑμῶν ἐπιτυχεῖν ἐν Ῥώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ ἐπιτυχεῖν δυνηθῶ μαθητὴς εἶναι, ἰδεῖν ἐσπουδάσατε:

というのも、諸君は、私が共通の名と希望のためにシリアより縛られている者であり、諸君の祈りによってローマで猛獣と闘うことへと到り着くことを望んでいる者、またその到り着くことを通して弟子となり得るようにと望んでいる者であると聞いて、私を見ようと熱心に努めたからである。

3

ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμῶν ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐν ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὄν εὔχομαι κατὰ Ἰησοῦν Χριστὸν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμᾶς αὐτῷ ἐν ὁμοιότητι εἶναι. εὐλογητὸς γὰρ ὁ χαρισάμενος ὑμῖν ἀξίοις οὖσι τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι.

それゆえ、私は、神の御名のもとに、諸君の群れの多さを、オネシモスにおいて受け取った。彼は言い尽くせぬ愛のうちにあり、諸君の監督である。私は、イエス・キリストに従って諸君が彼を愛し、諸君のすべてが彼に似た者となるようにと祈る。なぜなら、ふさわしい者である諸君に、かくのごとき監督を持つことを賜った方は祝されているからである。

Eph, Caput II

エフェソス人へ 第II章
1

Περὶ δὲ τοῦ συνδούλου μου Βούρρου, τοῦ κατὰ θεὸν διακόνου ὑμῶν ἐν πᾶσιν εὐλογημένου, εὔχομαι παραμεῖναι αὐτὸν εἰς τιμὴν ὑμῶν καὶ τοῦ ἐπισκόπου: καὶ Κρόκος δέ, ὁ θεοῦ ἄξιος καὶ ὑμῶν, ὅν ἐξεμπλάριον τῆς ἀφ̓ ὑμῶν ἀγάπης ἀπέλαβον, κατὰ πάντα με ἀνέπαυσεν, ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ Χριστοῦ ἀναψύξαι, ἅμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλῳ καὶ Φρόντωνι, δἰ ὦν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον.

私の僕仲間であるブルロスについて言えば——彼は神に従い、あらゆる点で祝された、諸君の奉仕者である——私は、彼が諸君の誉れのため、また監督の誉れのためにとどまるようにと祈る。また、神にふさわしく、諸君にもふさわしいクロコスについても言う。私は彼を、諸君からの愛の手本として迎え、彼はあらゆる点で私を憩わせてくれた——イエス・キリストの父が彼をも憩わせてくださるように。オネシモス、ブルロス、エウプロス、フロンとともに、彼らを通して私は愛によって諸君のすべてを見たのである。

2

ὀναίμην ὑμῶν διὰ παντός, ἐάνπερ ἄξιος ὦ. πρέπον οὗν ἐστὶν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς, ἵνα ἐν μιᾷ ὑποταγῇ κατηρτισμένοι, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, κατὰ πάντα ἦτε ἡγιασμένοι.

もし私がふさわしい者であるなら、私は諸君によっていつも益を得られるように。それゆえ、諸君を讃えたイエス・キリストを、あらゆる仕方で讃えることがふさわしい。それは、諸君が一つの服従において整えられ、監督と長老団とに服して、あらゆる点で聖なる者とされるためである。

Eph, Caput III

エフェソス人へ 第III章
1

Οὐ διατάσσομαι ὑμῖν ὡς ὤν τις. εἰ γὰρ καὶ δέδεμαι ἐν τῷ ὀνόματι, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ: νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι, καὶ προσλαλῶ ὑμῖν ὡς συνδιδασκαλίταις μου. ἐμὲ γὰρ ἔδει ὑφ̓ ὑμῶν ὑπαλειφθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίᾳ.

私は、何者かであるかのように諸君に指図しているのではない。たとえこの名のゆえに縛られていても、私はいまだイエス・キリストにあって全うされてはいないからである。今はまだ弟子となることの初めにあるにすぎず、私は諸君に、私と共に学ぶ者たちに語るように語りかけている。実に、私は諸君の手によって、信仰・訓戒・耐え忍び・忍耐という油を塗られるべきであった。

2

ἀλλ’ ἐπεὶ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστός, τὸ ἀδιάκριτον ἡμῶν ζῆν, τοῦ πατρὸς ἡ γνώμη, ὡς καὶ οἱ ἐπίσκοποι, οἱ κατὰ τὰ πέρατα ὁρισθέντες, ἐν Ἰησοῦ Χριστοῦ γνώμῃ εἰσίν.

しかし、愛が私を諸君について沈黙させないので、私はあらかじめ諸君に勧めることに取りかかった——諸君が神の考えに一致して進むように、と。実に、イエス・キリストは、我々の分かつことのできない命であり、父の考えである。ちょうど、地の果てに至るまで定められた監督たちもまた、イエス・キリストの考えのうちにあるのと同じである。

Eph, Caput IV

エフェソス人へ 第IV章
1

Ὅθεν πρέπει ὑμῖν συντρέχειν τῇ τοῦ ἐπισκόπου γνώμῃ, ὅπερ καὶ ποιεῖτε. τὸ γὰρ ἀξιονόμαστον ὑμῶν πρεσβυτέριον, τοῦ θεοῦ ἄξιον, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ. διὰ τοῦτο ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ συμφώνῳ ἀγάπῃ Ἰησοῦς Χριστὸς ᾅδεται.

それゆえ、諸君は監督の考えに一致して進むのがふさわしく、諸君は実際そうしている。というのも、諸君の、名にふさわしい長老団は、神にふさわしいものとして、竪琴に張られた弦のように監督と調和しているからである。それゆえ、諸君の一致と調和した愛のうちに、イエス・キリストが歌われるのである。

2

καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γίνεσθε, ἵνα σύμφωνοι ὄντες ἐν ὁμονοίᾳ, χρῶμα θεοῦ λαβόντες ἐν ἑνότητι, ᾅδητε ἐν φωνῇ μιᾷ διὰ Ἰησοῦ Χριστοῦ τῷ πατρί, ἵνα ὑμῶν καὶ ἀκούσῃ καὶ ἐπιγινώσκῃ, δἰ ὦν εὖ πράσσετε, μέλη ὄντας τοῦ υἱοῦ αὐτοῦ. χρήσιμον οὖν ἐστὶν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι εἶναι, ἵνα καὶ θεοῦ πάντοτε μετέχητε.

そして、諸君はひとりひとりが合唱団となれ。それは、一致のうちに声を合わせ、一体のうちに神の彩りを受けて、イエス・キリストを通して一つの声で父に向かって歌うためである。それは、父が諸君の声を聞き、また諸君が善く行っていることによって、諸君が御子の肢体であることを認めてくださるためである。それゆえ、諸君が汚れなき一体のうちにあることは益となる。それは、諸君がつねに神にあずかるためである。

Eph, Caput V

エフェソス人へ 第V章
1

Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἐγκεκραμένους οὕτως, ὡς ἡ ἐκκλησία Ἰησοῦ Χριστῷ, καὶ ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ;

もし私が、短い時のうちに、諸君の監督に対してこのような親しみを持つに至ったとすれば——それは人間的なものではなく、霊的なものであった——まして、教会がイエス・キリストに対して、またイエス・キリストが父に対してあるように、そのように混ざり合わされている諸君を、私はどれほど幸いな者と呼ぶことだろうか。それは、すべてが一体のうちに調和したものとなるためである。

2

μηδεὶς πλανάσθω: ἑὰν μή τις ᾖ ἐντὸς τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας;

誰も惑わされてはならない。もし誰かが祭壇の内にいないなら、その者は神のパンを欠くことになる。もし一人、また二人の祈りでさえこれほどの力を持つのであれば、まして監督と教会全体との祈りは、どれほどのものであろうか。

3

ὁ οὖν μὴ ἐρχόμενος ἐπὶ τὸ αὐτὸ οὗτος ἤδη ὑπερηφανεῖ καὶ ἑαυτὸν διέκρινεν. γέγραπται γάρ: Ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, σπουδάσωμεν οὖν μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ, ἵνα ὦμεν θεῷ ὑποτασσόμενοι.

それゆえ、同じ場に来ない者は、すでに高慢になっており、自らを分け隔てているのである。というのも、こう書かれているからである——「神は高慢な者に立ち向かわれる」。それゆえ、我々は監督に立ち向かわないよう努めよう。神に服する者であるために。

Eph, Caput VI

エフェソス人へ 第VI章
1

Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλειόνως αὐτὸν φοβείσθω: πάντα γάρ, ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ἡμᾶς αὐτὸν δέχεσθαι, ὡς αὐτὸν τὸν πέμψαντα, τὸν οὖν ἐπίσκοπον δῆλον ὅτι ὡς αὐτὸν κύριον δεῖ προσβλέπειν.

そして、沈黙している監督を見れば見るほど、その者をいっそう畏れよ。なぜなら、家の主人が自らの家の差配のために遣わすすべての者を、我々は遣わした当人であるかのように迎えねばならないからである。それゆえ、監督を、まさに主であるかのように見なさなければならないことは明らかである。

2

αὐτὸς μὲν οὖν Ὀνήσιμος ὑπερεπαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ: ἀλλ’ οὐδὲ ἀκούετέ τινος πλέον, ἢ περὶ Ἰησοῦ Χριστοῦ λαλοῦντος ἐν ἀληθείᾳ.

オネシモス自身は、諸君が神にあって整然としていることを大いに称賛している。諸君がみな真理に従って生き、諸君のうちには何の異端も宿っていないからである。それどころか、諸君は、真理においてイエス・キリストについて語る者以外の誰の言うことにも耳を傾けない。

Eph, Caput VII

エフェソス人へ 第VII章
1

Εἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ: οὕς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν: εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται: οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους.

というのも、ある者たちは悪しきたばかりによってその名を担って歩き回るのを常としており、神にふさわしくない別のことを行っているからである。彼らを、諸君は獣として避けねばならない。彼らは狂犬であり、忍び噛む者たちである。彼らは治しがたい者たちであるから、諸君は警戒せねばならない。

2

εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής. Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.

医者はただ一人である。肉的でありまた霊的な方、生まれた方でありまた生まれざる方、人のうちにいます神、死のうちにあるまことの命、マリアよりまた神より出た方、まず苦しみを受け得る方でありその後苦しみを受け得ない方——我々の主イエス・キリストである。

Eph, Caput VIII

エフェソス人へ 第VIII章
1

Μὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε, ὅλοι ὄντες θεοῦ. ὅταν γὰρ μηδεμία ἔρις ἐνήρεισται ἐν ὑμῖν ἡ δυναμένη ὑμᾶς βασανίσαι ἄρα κατὰ θεὸν ζῆτε. περίψημα ὑμῶν καὶ ἁγνίζομαι ὑμῶν Ἐφεσίων, ἐκκλησίας τῆς διαβοήτου τοῖς αἰῶσιν.

それゆえ、誰も諸君を欺いてはならない。諸君は、神のものである全き者として、欺かれることもないとおりである。諸君のうちに、諸君を苛むことのできるいかなる争いも根を下ろしていないなら、諸君は神に従って生きているのである。私は諸君の塵芥であり、代々にわたって名高い教会であるエフェソス人の諸君のために、自らを清める。

2

οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύνανται, οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥσπερ οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδε ἡ ἀπιστία τὰ τῆς πίστεως. ἃ δὲ καὶ κατὰ σάρκα πράσσετε, ταῦτα πνευματικά ἐστιν: ἐν Ἰησοῦ γὰρ Χριστῷ πάντα πράσσετε.

肉的な者たちは霊的なことを行うことができず、霊的な者たちも肉的なことを行うことができない。ちょうど、信仰が不信仰に属することを行わず、不信仰もまた信仰に属することを行わないのと同じである。しかし、諸君が肉に従って行うことも、それは霊的なことである。なぜなら、諸君はイエス・キリストにあってすべてを行っているからである。

Eph, Caput IX

エフェソス人へ 第IX章
1

Ἔγνων δὲ παροδεύσαντάς τινας ἐκεῖθεν, ἔχοντας κακὴν διδαχήν: οὓς οὐκ εἰάσατε σπεῖραι εἰς ὑμᾶς, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὰ σπειρόμενα ὑπ’ αὐτῶν, ὡς ὄντες λίθοι ναοῦ πατρός, ἡτοιμασμένοι εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερόμενοι εἰς τὰ ὕψη διὰ τῆς μηχανῆς Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σταυρός, σχοινίῳ χρώμενοι τῷ πνεύματι τῷ ἁγίῳ: ἡ δὲ πίστις ὑμῶν ἀναγωγεὺς ὑμῶν, ἡ δὲ ἀγάπη ὁδὸς ἡ ἀναφέρουσα εἰς θεόν.

ところで私は、ある者たちがそこから通り過ぎて来て、悪しき教えを携えていたことを知った。だが諸君は、耳を塞いで、彼らが諸君のうちに種を蒔くことを許さず、彼らによって蒔かれるものを受け入れなかった。諸君は父の神殿の石であり、父なる神の建物のために備えられ、イエス・キリストの起重機によって——それはすなわち十字架である——聖なる霊を綱として用いて、高みへと引き上げられる者たちであるからである。諸君の信仰は諸君を引き上げる巻き上げ機であり、愛は神へと運び上げる道である。

2

ἐστὲ οὖν καὶ σύνοδοι πάντες, θεοφόροι καὶ ναοφόροι, χριστοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐντολαῖς Ἰησοῦ Χριστοῦ: οἶς καὶ ἀγαλλιώμενος ἠξιώθην δἰ ὦν γράφω προσομιλῆσαι ὑμῖν καὶ συγχαρῆναι, ὅτι κατ’ ἀνθρώπων βίον οὐδὲν ἀγαπᾶτε εἰ μὴ μόνον τὸν θεόν.

それゆえ、諸君はみな同行者であり、神を担う者、神殿を担う者、キリストを担う者、聖なる者を担う者であり、イエス・キリストの戒めによってあらゆる点で飾られている。私はその諸君に喜びをもって、この手紙によって語りかけ、ともに喜ぶことにあずかる者とされた。それは、諸君が人間の生き方に従っては何も愛さず、ただ神のみを愛しているからである。

Eph, Caput X

エフェソス人へ 第X章
1

Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε, ἔστιν γὰρ ἐν αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. ἐπιτρέψατε οὖν αὐτοῖς κἂν ἐκ τῶν ἔργων ὑμῖν μαθητευθῆναι.

また、他の人々のためにも絶えず祈れ。彼らのうちにも悔い改めの希望があり、神に到り着くことができるからである。それゆえ、彼らが少なくとも業によって、諸君によって弟子とされることを許せ。

2

πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς πραεῖς, πρὸς τὰς μεγαλορημοσύνας αὐτῶν ὑμεῖς ταπεινόφρονες, πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς προσευχάς, πρὸς τὴν πλάνην αὐτῶν αὐτῶν ὑμεῖς ἑδραῖοι τῇ πίστει, πρὸς τὸ ἄγριον αὐτῶν ὑμεῖς ἥμεροι, μῆ σπουδάζοντες ἀντιμιμήσασθαι αὐτούς,

彼らの怒りに対して諸君は柔和な者であれ。彼らの大言壮語に対して諸君は謙遜な者であれ。彼らの冒瀆に対して諸君は祈りをもってあれ。彼らの惑わしに対して諸君は信仰に堅く立つ者であれ。彼らの荒々しさに対して諸君は穏やかな者であれ。彼らに倣い返そうと努めることなく、

3

ἀδελφοὶ αὐτῶν εὑρεθῶμεν τῇ ἐπιεικείᾳ: μιμηταὶ δὲ τοῦ κυρίου σπουδάζωμεν εἶναι, τίς πλέον ἀδικηθῇ, τίς ἀποστερηθῇ, τίς ἀθετηθῇ: ἵνα μὴ τοῦ διαβόλου βοτάνη τις εὑρεθῇ ἐν ὑμῖν, ἀλλ’ ἐν πάσῃ ἁγνείᾳ καὶ σωφροσύνῃ μένητε ἐν Ἰησοῦ Χριστῷ σαρκικῶς καὶ πνευματικῶς.

我々は、寛容さによって彼らの兄弟であると見いだされるようにしよう。むしろ我々は、主に倣う者であろうと努めよう——誰がより多く不義を受けるか、誰が奪われるか、誰が拒まれるか、と。それは、諸君のうちに悪魔の草がひとつも見いだされることなく、諸君が肉においても霊においてもイエス・キリストにあって、あらゆる清さと節制のうちにとどまるためである。

Eph, Caput XI

エフェソス人へ 第XI章
1

Ἔσχατοι καιροί. λοιπὸν αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ἵνα μὴ ἡμῖν εἰς κρίμα γένηται. ἦ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἦ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν, ἒν τῶν δύο: μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινὸν ζῆν.

終わりの時である。それゆえ、我々は恥じ、神の忍耐を畏れよう。それが我々に対する裁きとならないために。まさに、来たるべき怒りを畏れるか、今ある恵みを愛するか、この二つのうちの一つである。ただキリスト・イエスにあってまことの命へと見いだされること、それだけである。

2

χωρὶς τούτου μηδὲν ὑμῖν πρεπέτω, ἐν ᾧ τὰ δεσμὰ περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι ἀναστῆναι τῆ προσευχῇ ὑμῶν, ἦς γένοιτό μοι ἀεὶ μέτοχον εἶναι, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἳ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῄνεσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ

これなくしては、諸君にとって何もふさわしいものとなってはならない。私はその方にあって鎖を身に帯びて歩いており、その鎖は霊的な真珠である。この鎖のうちにあって、諸君の祈りによって私が甦ることができるように。私はその祈りに常にあずかる者でありたい。それは、私がエフェソス人であるキリスト教徒たちの取り分のうちに見いだされるためである。彼らは、イエス・キリストの力のうちにあって、使徒たちにいつも心を合わせてきた者たちである。

Eph, Caput XII

エフェソス人へ 第XII章
1

Οἶδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ κατάκριτος, ὑμεῖς ἠλεημένοι: ἐγὼ ὑπὸ κίνδυνον, ὑμεῖς ἐστηριγμένοι:

私は、自分が何者であり、誰に書いているかを知っている。私は罪に定められた者、諸君は憐れみを受けた者。私は危険のもとにある者、諸君は堅く立てられた者。

2

πάροδός ἐστε τῶν εἰς θεὸν ἀναιρουμένων, Παύλου συμμύσται τοῦ ἡγιασμένου. τοῦ μεμαρτυρημένου, ἀξιομακαρίστου, οὖ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι, ὅταν θεοῦ ἐπιτύχω, ὃς ἐν πάσῃ ἐπιστολῇ μνημονεύει ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

諸君は、神へと殺されてゆく者たちの通り道である。聖別されたパウロの秘義にあずかる仲間であり、その方は殉教した、たたえられるにふさわしい方である。私が神に到り着くとき、その方の足跡のもとに見いだされることができるように。その方は、あらゆる手紙のうちで、キリスト・イエスにあって諸君を心に留めているのである。

Eph, Caput XIII

エフェソス人へ 第XIII章
1

Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ εἰς δόξαν. ὅταν γὰρ πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ Σατανᾶ, καὶ λύεται ὁ ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως.

それゆえ、諸君は、神への感謝と栄光とのために、より頻繁に集まることに努めよ。諸君が頻繁に同じ場に集まるとき、サタンの諸々の力は打ち崩され、その破滅は、諸君の信仰の一致のうちに解かれるからである。

2

οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἐπουρανίων καὶ ἐπιγείων.

平和にまさるものは何もない。その平和のうちに、天にあるものと地にあるものとのあらゆる戦いが廃される。

Eph, Caput XIV

エフェソス人へ 第XIV章
1

Ὦν οὐδὲν λανθάνει ὑμᾶς, ἐὰν τελείως εἰς Ἰησοῦν Χριστὸν ἔχητε τὴν πίστιν καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος: ἀρχὴ μὲν πίστις, τέλος δὲ ἀγάπη. τὰ δὲ δύο ἐν ἑνότητι γενόμενα θεός ἐστιν, τὰ δὲ ἄλλα πάντα εἰς καλοκἀγαθίαν ἀκόλουθά ἐστιν.

これらのうち何ひとつ諸君に隠れたものはない。もし諸君が、イエス・キリストへの信仰と愛とを完全に持っているなら。それは命の始まりであり終わりである。始まりは信仰、終わりは愛。この二つが一体となったものが神である。その他のすべては、善美へと至るものとして、これらに続くのである。

2

οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἁμαρτάνει, οὐδὲ ἀγάπην κεκτημένος μισεῖ. φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. οὕτως οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι δἰ ὧν πράσσουσιν ὀφθήσονται. οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλ’ ἐν δυνάμει πίστεως ἐάν τις εὑρεθῇ εἰς τέλος.

信仰を公言する者は誰も罪を犯さず、愛を身につけた者は誰も憎むことがない。木はその実によって明らかにされる。同様に、キリストのものであると公言する者たちは、その行うところによって現れるであろう。今、業は公言のうちにあるのではなく、信仰の力のうちにある——もし誰かが最後まで見いだされるならば。

Eph, Caput XV

エフェソス人へ 第XV章
1

Ἄμεινόν ἐστιν σιωπᾶν καὶ εἶναι, ἦ λαλοῦντα μὴ εἶναι. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. εἶς οὖν διδάσκαλος, ὃς εἶπεν, καὶ ἐγένετο: καὶ ἃ σιγῶν δὲ πεποίηκεν ἄξια τοῦ πατρός ἐστιν.

黙してあることは、語ってあらぬことにまさる。語る者がそのとおりに行うのであれば、教えることは良い。それゆえ、教師はただ一人である。その方は語り、そしてそのとおりになった。そして、その方が黙して行ったことどもも、父にふさわしいものである。

2

ὁ λόγον Ἰησοῦ κεκτημένος ἀληθῶς δύναται καὶ τῆς ἡσυχίας αὐτοῦ ἀκούειν, ἵνα τέλειος ᾖ, ἵνα δἰ ὦν λαλεῖ πράσσῃ καὶ δἰ ὦν σιγᾷ γινώσκηται.

イエスの言葉をまことに身につけている者は、その方の沈黙をも聞き取ることができる。それは、その者が全き者となり、語ることによって行い、黙することによって知られるためである。

3

οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεὸς ἡμῶν: ὅπερ καὶ ἔστιν καὶ φανήσεται πρὸ προσώπου ἡμῶν, ἐξ ὦν δικαίως ἀγαπῶμεν αὐτόν.

主から隠れているものは何もなく、我々の隠されたことどもさえも、その方には近くにある。それゆえ、我々は、その方が我々のうちに住まわれているかのように、すべてを行おう。それは、我々がその方の神殿となり、その方が我々のうちにあって我々の神であるためである。これは事実そうであり、また我々の面前に現れるであろう——そのことによって、我々は正しくその方を愛するのである。

Eph, Caput XVI

エフェソス人へ 第XVI章
1

Μὴ πλανᾶσθε, ἀδελφοί μου: οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

惑わされてはならない、私の兄弟たちよ。家を損なう者たちは神の王国を受け継ぐことはない。

2

εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πράσσοντες ἀπέθανον, πόσῳ μᾶλλον, ἐὰν πίστιν θεοῦ ἐν κακῇ διδασκαλίᾳ φθείρῃ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; ὁ τοιοῦτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ.

もし、肉に従ってこれらのことを行う者たちが死んだのであれば、まして、イエス・キリストがそのために十字架につけられた神への信仰を、悪しき教えによって損なう者は、なおさらのことではないか。そのような者は、汚れた者となり、消えることのない火へと行くであろう。彼に耳を傾ける者もまた同様である。

Eph, Caput XVII

エフェソス人へ 第XVII章
1

Διὰ τοῦτο μύρον ἔλαβεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὁ κύριος, ἵνα πνέῃ τῇ ἐκκλησίᾳ ἀφθαρσίαν, μὴ ἀλείφεσθε δυσωδίαν τῆς διδασκαλίας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μὴ αἰχμαλωτίσῃ ὑμᾶς ἐκ τοῦ προκειμένου ζῆν.

それゆえ、主はその頭に香油を受けられた。それは、教会に不朽を吹き込むためである。諸君は、この世の支配者の教えの悪臭を身に塗ってはならない。それが諸君を、目の前にある命から捕らえ去ることのないように。

2

διὰ τί δὲ οὐ πάντες φρόνιμοι γινόμεθα λαβόντες θεοῦ γνῶσιν, ὅ ἐστιν Ἰησοῦς Χριστός; τί μωρῶς ἀπολλύμεθα, ἀγνοοῦντες τὸ χάρισμα, ὃ πέπομφεν ἀληθῶς ὁ κύριος;

それなのに、なぜ我々はみな、神の知識を受け取りながら思慮ある者とならないのか。その知識とはイエス・キリストのことである。なぜ我々は愚かにも滅びゆくのか、主がまことに遣わされた賜物を知らずにいて。

Eph, Caput XVIII

エフェソス人へ 第XVIII章
1

Περίψημα τὸ ἐμὸν πνεῦμα τοῦ σταυροῦ, ὅ ἐστιν σκάνδαλον τοῖς ἀπιστοῦσιν, ἡμῖν δὲ σωτηρία καὶ ζωὴ αἰώνιος, ποῦ σοφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων συνετῶν;

十字架にとって、私の霊は塵芥である。十字架は、信じない者たちにはつまずきであるが、我々には救いであり永遠の生命である。知恵ある者はどこにいるか。論者はどこにいるか。理解ありと言われる者たちの誇りはどこにあるか。

2

ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ’ οἰκονομίαν θεοῦ ἐκ σπέρματος μὲν Δαυείδ, πνεύματος δὲ ἁγίου: ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τῷ πάθει τὸ ὕδωρ καθαρίσῃ.

なぜなら、我々の神イエス・キリストは、神の経綸に従って、マリアによって胎に宿された方だからである——一方ではダビデの裔より、他方では聖なる霊によって。その方は生まれ、また洗礼を受けられた。それは、その受難によって水を清めるためである。

Eph, Caput XIX

エフェソス人へ 第XIX章
1

Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου: τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ θεοῦ ἐπράχθη.

そして、マリアの処女性とその出産は、この世の支配者に隠れたままであった。主の死もまた同様である。これらは叫びの三つの秘義であって、神の沈黙のうちに行われたのである。

2

πῶς οὖν ἐφανερώθη τοῖς αἰῶσιν; ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς ἀστέρας, καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν ἡ καινότης αὐτοῦ, τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγένετο τῷ ἀστέρι, αὐτὸς δὲ ἦν ὑπερβάλλων τὸ φῶς αὐτοῦ ὑπὲρ πάντα: ταραχή τε ἦν, πόθεν ἡ καινότης ἡ ἀνόμοιος αὐτοῖς.

それでは、これらはどのように諸々の時代に現れたのか。一つの星が天に、すべての星にまさって輝いた。その光は語り尽くせぬものであり、その新しさは驚きをもたらした。そして、他のすべての星は、太陽や月とともに、その星のために合唱団となった。だが、その星自身は、その光をすべてにまさって放っていた。そして、そこには動揺があった——彼らに似つかない、この新しさはどこから来たのかと。

3

ὅθεν ἐλύετο πᾶσα μαγεία καὶ πᾶς δεσμὸς ἠφανίζετο κακίας: ἄγνοια καθῃρεῖτο, παλαιὰ βασιλεία διεφθείρετο θεοῦ ἀνθρωπίνως φανερουμένου εἰς καινότητα ἀϊδίου ζωῆς: ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον. ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.

そこから、あらゆる魔術は解かれ、悪のあらゆる縛めは消え去った。無知は打ち崩され、古き王国は朽ちていった。神が、永遠の命の新しさのために、人間として現れたからである。そして、神のもとで全うされていたものが、始まりを得た。そこから、死の廃棄が計画されることによって、すべてのものが共に動かされたのである。

Eph, Caput XX

エフェソス人へ 第XX章
1

Ἐάν με καταξιώσῃ Ἰησοῦς Χριστὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ θέλημα ᾖ, ἐν τῷ δευτέρῳ βιβλιδίῳ, ὃ μέλλω γράφειν ὑμῖν, προσδηλώσω ὑμῖν, ἦς ἠρξάμην οἰκονομίας εἰς τὸν καινὸν ἄνθρωπον Ἰησοῦν Χριστόν, ἐν τῇ αὐτοῦ πίστει καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει:

もしイエス・キリストが、諸君の祈りによって私をふさわしい者としてくださり、それが御心であるなら、私が諸君に書こうとしている第二の小冊子において、私が語り始めた経綸——新しき人イエス・キリストへと向かい、その方の信仰とその方の愛のうちに、その方の受難と復活のうちにある経綸——を、諸君にさらに明らかにするであろう。

2

μάλιστα ἐὰν ὁ κύριός μοι ἀποκαλύψῃ, ὅτι οἱ κατ’ ἄνδρα κοινῇ πάντες ἐν χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει καὶ ἐν Ἰησοῦ Χριστῷ. τῷ κατὰ σάρκα ἐκ γένους Δαυείδ, τῷ υἱῷ ἀνθρώπου καὶ υἱῷ θεοῦ, εἰς τὸ ὑπακούειν ὑμᾶς τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὅς ἐστιν φάρμακον ἀθανασίας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν Ἰησοῦ Χριστῷ διὰ παντός.

とりわけ、もし主が私に啓示してくださるなら——諸君がひとりひとり、共に、恵みのうちに、名指しをもって、一つの信仰のうちに、またイエス・キリストのうちに集まっていることを。肉によればダビデの家系より出た方、人の子であり神の子である方にあって。それは、諸君が気を散らすことのない思いをもって監督と長老団とに従うためであり、一つのパンを裂きつつ——それは不死の薬であり、死なずして絶えずイエス・キリストにあって生きるための解毒剤である。

Eph, Caput XXI

エフェソス人へ 第XXI章
1

Ἀντίψυχον ὑμῶν ἐγὼ καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς: μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς Χριστός.

私は、諸君の身代わりであり、また諸君が神の誉れのためにスミュルナへ遣わした者たちの身代わりでもある。そこから私は諸君に書き送っている。主に感謝を捧げつつ、諸君を愛するのと同じようにポリュカルポスを愛しつつ。私を心に留めよ、イエス・キリストが諸君を心に留めておられるように。

2

προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς Ῥώμην ἀπάγομαι, ἔσχατος ὢν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς τιμὴν θεοῦ εὑρεθῆναι. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.

シリアにある教会のために祈れ。私はそこから、縛られてローマへと連れて行かれている——かの地の信徒たちのうちの末の者でありながら、神の誉れのために見いだされるにふさわしいとされた者として。父なる神にあって、また我々の共通の希望であるイエス・キリストにあって、健やかであれ。

Magn, Praefatio

マグネシア人へ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ καὶ εὔχομαι ἐν θεῷ πατρὶ καῖ ἐν Ἰησοῦ Χριστῷ πλεῖστα χαίρειν.

イグナティオス、すなわち神を担う者より、我々の救い主キリスト・イエスにあって父なる神の恵みのうちに祝福されている者へ——この方にあって、私はマイアンドロス河畔のマグネシアにある教会に挨拶し、父なる神とイエス・キリストにあって大いに喜べと祈る。

Magn, Caput I

マグネシア人へ 第I章
1

Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλόμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν.

諸君の、神にかなう愛の秩序正しさを知り、喜び躍りつつ、私はイエス・キリストの信仰のうちに諸君に語りかけることを選んだ。

2

καταξιωθεὶς γὰρ ὀνόματος θεοπρεπεστάτου, ἐν οἷς περιφέρω δεσμοῖς ᾅδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν: εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, τοῦ διὰ παντὸς ἡμῶν ζῆν, πίστεώς τε καὶ ἀγάπης, ἡς οὐδὲν προκέκριται, τὸ δὲ κυριώτερον Ἰησοῦ καὶ πατρός: ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου καὶ διαφυγόντες θεοῦ τευξόμεθα.

最も神にふさわしい名にあずかるに値するとされたので、私は身に帯びるこの鎖のうちにあって、諸教会を歌う。その諸教会において私は、我々の常なる命であるイエス・キリストの肉と霊との結び合いを、また信仰と愛との結び合いを祈り求める。愛にまさるものは何もなく、いっそう主たるものはイエスと父との結び合いである。その方にあって、我々はこの世の支配者のあらゆる悪意に耐え忍び、逃れ出て、神に到り着くであろう。

Magn, Caput II

マグネシア人へ 第II章
1

Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων ἀξϊων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συνδούλου μου διακόνου Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ ὡς χάριτι θεοῦ καὶ τῷ πρεσβυτερίῳ ὡς νόμῳ Ἰησοῦ Χριστοῦ.

さて、私は、諸君の神にふさわしい監督ダマスと、ふさわしい長老たちバッソスおよびアポロニオス、そして私と共に僕である奉仕者ゾティオンを通して、諸君を見ることにあずかるに値するとされたのだから——このゾティオンによって私は益を得たいと願う。彼が監督に神の恵みとして、また長老団にイエス・キリストの法として従っているからである。

Magn, Caput III

マグネシア人へ 第III章
1

Καὶ ὑμῖν δὲ πρέπει μὴ συγχρᾶσθαι τῇ ἡλικίᾳ τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ δύναμιν θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ προσειληφότας τὴν φαινομένην νεωτερικὴν τάξιν, ἀλλ’ ὡς φρονίμους ἐν θεῷ συγχωροῦντας αὐτῷ, οὐκ αὐτῷ δέ, ἀλλὰ τῷ πατρὶ Ἰησοῦ Χριστοῦ, τῷ πάντων ἐπισκόπῳ.

諸君もまた、監督の若さを口実にしてはならず、父なる神の力に従ってあらゆる敬意を彼に払うべきである。私が知る限り、聖なる長老たちも、彼の見かけの若い身分につけ込むことなく、神にあって思慮深い者として彼に譲歩している——彼にではなく、万物の監督なるイエス・キリストの父に、である。

2

εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν: ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται. τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα.

それゆえ、我々を欲された方への敬意のために、いかなる偽善もなく従うことがふさわしい。この目に見える監督を欺いているのではなく、目に見えない方を欺こうとしているのだからである。この事柄は肉に対する話ではなく、隠されたことを知る神に対する話なのである。

Magn, Caput IV

マグネシア人へ 第IV章
1

Πρέπον οὖν ἐστιν μὴ μόνον καλεῖσθαι Χρις τιανούς, ἀλλὰ καὶ εἶναι: ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. οἱ τοιοῦτοι δὲ οὐκ εὐσυνείδητοί μοι εἶναι φαίνονται διὰ τὸ μὴ βεβαίως κατ’ ἐντολὴν συναθροίζεσθαι.

それゆえ、キリスト教徒と呼ばれるだけでなく、そうであることがふさわしい。ある者たちが監督と呼びながら、彼を抜きにしてすべてを行っているように。このような者たちは、戒めに従って確かに集まっていないゆえに、私には良心の正しくない者と思われる。

Magn, Caput V

マグネシア人へ 第V章
1

Ἐπεὶ οὖν τέλος τὰ πρώγματα ἔχει καὶ πρόκειται τὰ δύο ὁμοῦ, ὅ τε θάνατος καὶ ἡ ζωή, καὶ ἕκαστος εἰς τὸν ἴδιον τόπον μέλλει χωρεῖν:

さて、物事には終わりがあり、死と命という二つのものが共に目の前に置かれており、おのおのは自分の場所へと赴こうとしているのだから。

2

ὥσπερ γάρ ἐστιν νομίσματα δύο, ὃ μὲν θεοῦ, ὃ δὲ κόσμου, καὶ ἕκαστον αὐτῶν ἴδιον χαρακτῆρα ἐπικείμενον ἔχει, οἱ ἄπιστοι τοῦ κόσμου τούτου, οἱ δὲ πιστοὶ ἐν ἀγάπῃ χαρακτῆρα θεοῦ πατρὸς διὰ Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

ちょうど貨幣が二種あり、一方は神のもの、他方は世のものであって、それぞれが自分自身の刻印を帯びているように——不信仰な者たちはこの世の刻印を、信仰ある者たちは愛のうちに、イエス・キリストを通して父なる神の刻印を帯びている。もし我々が、この方を通して、自ら進んでその受難のうちに死ぬことを持たないなら、この方の命は我々のうちにはない。

Magn, Caput VI

マグネシア人へ 第VI章
1

Ἐπεὶ οὖν ἐν τοῖς προγεγραμμένοις προσώποις τὸ πᾶν πλῆθος ἐθεώρησα ἐν πίστει καὶ ἠγάπησα, παραινῶ, ἐν ὁμονοίᾳ θεοῦ σπουδάζετε πάντα πράσσειν, προκαθημένου τοῦ ἐπισκόπου εἰς τόπον θεοῦ καὶ τῶν πρεσβυτέρων εἰς τόπον συνεδρίου τῶν ἀποστόλων, καὶ τῶν διακόνων τῶν ἐμοὶ γλυκυτάτων πεπιστευμένων διακονίαν Ἰησοῦ Χριστοῦ, δς πρὸ αἰώνων παρὰ πατρὶ ἦν καὶ ἐν τέλει ἐφάνη.

さて、私は先に名を記した方々のうちに、群れの全体を信仰において見て、これを愛したので、勧める——神の一致のうちにすべてを行うよう努めよ。監督は神の場を占めて前に座し、長老たちは使徒たちの議会の場を占め、そして私にとって最も甘美な奉仕者たちは、世々の前に父のもとにあり終わりに現れられたイエス・キリストの奉仕をゆだねられている。

2

πάντες οὖν ὁμοήθειαν θεοῦ λαβόντες ἐντρέπεσθε ἀλλήλους καὶ μηδεὶς κατὰ σάρκα βλεπέτω τὸν πλησίον, ἀλλ’ ἐν Ἰησοῦ Χριστῷ ἀλλήλους διὰ παντὸς ἀγαπᾶτε. μηδὲν ἔστω ἐν ὑμῖν, ὃ δυνήσεται ὑμᾶς μερίσαι ἀλλ’ ἑνώθητε τῷ ἐπισκόπῳ καὶ τοῖς προκαθημένοις εἰς τύπον καὶ διδαχὴν ἀφθαρσίας.

それゆえ、諸君すべては神と同じ心を身につけて、互いを敬い、誰も肉に従って隣人を見てはならない。むしろ、イエス・キリストにあって、常に互いを愛せよ。諸君のうちに、諸君を分裂させうるものが何もないように。むしろ、監督と、前に座す方々とに結び合わされ、不朽の型また教えとなれ。

Magn, Caput VII

マグネシア人へ 第VII章
1

Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ἐποίησεν, ἡνωμένος ὤν, οὔτε δἰ ἑαυτοῦ οὔτε διὰ τῶν ἀποστόλων: οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων μηδὲν πράσσετε: μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν, ἀλλ’ ἐπὶ τὸ αὐτὸ μία προσευχή, μία δέησις, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν τῇ χαρᾷ τῇ ἀμώμῳ, ὅ ἐστιν Ἰησοῦς Χριστός, οὖ ἄμεινον οὐδέν ἐστιν.

ちょうど主が、父なくして何一つ行わなかった、結び合わされた方として、自らのみでも、使徒たちを通してでもなく——そのように諸君もまた、監督と長老たちなくして何一つ行ってはならない。諸君だけで何かがもっともらしく見えるようにしようと試みてもならない。むしろ、同じ一つの場所において、一つの祈り、一つの願い、一つの精神、愛のうちなる一つの望み、汚れなき喜び——それはイエス・キリストである——にあれ。これにまさるものは何もない。

2

πάντες ὡς εἰς ἕνα ναὸν συντρέχετε θεοῦ, ὡς ἐπὶ ἓν θυσιαστήριον, ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀφ̓ ἑνὸς πατρὸς προελθόντα καὶ εἰς ἕνα ὄντα καὶ χωρήσαντα.

諸君すべては、あたかも神の一つの神殿に、一つの祭壇の上に集うかのように、一人のイエス・キリストのもとに集え——この方は一人の父から出て、一人のもとにあり、その方のもとへと去って行かれた方である。

Magn, Caput VIII

マグネシア人へ 第VIII章
1

Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μυθεύμασιν τοῖς παλαιοῖς ἀνωφελέσιν οὖσιν. εἰ γὰρ μέχρι νῦν κατὰ Ἰουδαῖσμὸν ζῶμεν, ὁμολογοῦμεν χάριν μὴ εἰληφέναι.

異なる教えや、無益な古い作り話に惑わされてはならない。もし我々が今なおユダヤ教に従って生きているなら、恵みを受けていないことを認めることになる。

2

οἱ γὰρ θειότατοι προφῆται κατὰ Χριστὸν Ἰησοῦν ἔζησαν. διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐνπνεόμενοι ὑπὸ τῆς χάριτος αὐτοῦ, εἰς τὸ πληροφορηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἶς θεός ἐστιν, ὁ φανερώσας ἑαυτὸν διὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος ἁπὸ σιγῆς προελθών, ὃς κατὰ πάντα εὐηρέστησεν τῷ πέμψαντι αὐτόν.

最も神々しい預言者たちは、キリスト・イエスに従って生きたからである。それゆえ彼らは迫害された。彼の恵みによって霊感を吹き込まれ、従わない者たちが、神は唯一であり、その子イエス・キリストを通してご自身を現された方であることを確信するに至るためである。この方は、沈黙から出で来られた神のロゴスであって、あらゆる点において、遣わした方を喜ばせた。

Magn, Caput IX

マグネシア人へ 第IX章
1

Εἰ οὖν οἱ ἐν παλαιοῖς πράγμασιν ἀναστραφέντες εἰς καινότητα ἐλπίδος ἦλθον, μηκέτι σαββατίζοντες, ἀλλὰ κατὰ κυριακὴν ζῶντες, ἐν ᾗ καὶ ἡ ζωὴ ἡμῶν ἀνέτειλεν δἰ αὐτοῦ καὶ τοῦ θανάτου αὐτοῦ, ὅν τινες ἀρνοῦνται, δἰ οὗ μυστηρίου ἐλάβομεν τὸ πιστεύειν, καὶ διὰ τοῦτο ὑπομένομεν, ἵνα εὑρεθῶμεν μαθηταὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου διδασκάλου ἡμῶν:

そこで、もし古い事柄のうちに生きていた者たちが、望みの新しさへと至り、もはや安息日を守ることをせず、主日にのっとって生きるようになったのなら——その主日において、我々の命は、この方とその死とを通して昇った。この死をある者たちは否認する。この秘義によって我々は信じることを受けた。それゆえ我々は耐え忍ぶ。我々が、我々の唯一の教師であるイエス・キリストの弟子として見出されるためである。

2

πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται μαθηταὶ ὄντες τῷ πνεύματι ὡς διδάσκαλον αὐτὸν προσεδόκων; καὶ διὰ τοῦτο, ὃν δικαίως ἀνέμενον, παρὼν ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.

この方なくして、我々はどうして生きることができようか。預言者たちもまた、霊において彼の弟子でありながら、彼を教師として待ち望んでいたのである。それゆえ、彼らが正しく待ち望んでいた方が、来て、彼らを死者たちのうちから甦らせたのである。

Magn, Caput X

マグネシア人へ 第X章
1

Μὴ οὖν ἀναισθητῶμεν τῆς χρηστότητος αὐτοῦ. ἐὰν γὰρ ἡμᾶς μιμήσηται καθὰ πράσσομεν, οὐκέτι ἐσμέν. διὰ τοῦτο, μαθηταὶ αὐτοῦ γενόμενοι, μάθωμεν κατὰ Χριστιανισμὸν ζῆν. ὃς γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλέον τούτου, οὐκ ἔστιν τοῦ θεοῦ.

それゆえ、我々は彼の慈愛に対して無感覚になってはならない。もし彼が、我々の行いのままに我々を真似るなら、我々はもはや存在しない。それゆえ、彼の弟子となった我々は、キリスト教に従って生きることを学ぶべきである。この名より他の名で呼ばれる者は、神のものではないからである。

2

ὑπέρθεσθε οὖν τὴν κακὴν ζύμην, τὴν παλαιωθεῖσαν καὶ ἐνοξίσασαν, καὶ μεταβάλεσθε εἰς νέαν ζύμην, ὅ ἐστιν Ἰησοῦς Χριστός. ἁλίσθητε ἐν αὐτῷ, ἵνα μὴ διαφθαρῇ τις ἐν ὑμῖν, ἐπεὶ ἀπὸ τῆς ὀσμῆς ἐλεγχθήσεσθε.

それゆえ、古くなって酸っぱくなった悪しきパン種を取り除き、新しいパン種、すなわちイエス・キリストへと移れ。この方のうちで塩づけられよ。諸君のうちの誰かが腐敗することのないように。その匂いによって諸君は暴かれるであろうから。

3

ἄτοπόν ἐστιν, Ἰησοῦν Χριστὸν λαλεῖν καὶ ἰουδαΐζειν. ὁ γὰρ Χριστιανισμὸς οὐκ εἰς Ἰουδαῖσμὸν ἐπίστευσεν, ἀλλ’ Ἰουδαϊσμὸς εἰς Χριστιανισμόν, ᾧ πᾶσα γλῶσσα πιστεύσασα εἰς θεὸν συνήχθη.

イエス・キリストを語りながらユダヤ教にならうのは、道理に合わないことである。キリスト教がユダヤ教を信じたのではなく、ユダヤ教がキリスト教を信じたのであり、そのキリスト教へと、神を信じたあらゆる舌が集められたのである。

Magn, Caput XI

マグネシア人へ 第XI章
1

Ταῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπεὶ ἔγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλ’ ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν τῇ γεννήσει καὶ τῷ πάθει καὶ τῇ ἀναστάσει τῇ γενομένῃ ἐν καιρῷ τῆς ἡγεμονίας Ποντίου Πιλάτου: πραχθέντα ἀληθῶς καὶ βεβαίως ὑπὸ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἧς ἐκτραπῆναι μηδενὶ ὑμῶν γένοιτο.

私の愛する者たちよ、これらのことを私が言うのは、諸君のうちの誰かがそのような有り様であると知ったからではなく、諸君よりも小さき者として、諸君が空しい誉れの釣り針に落ち込むことのないよう、あらかじめ守りたいからである。むしろ、ポンティオ・ピラトの統治の時に起こった誕生と受難と復活とにおいて、確信させられていてほしい——これらは、我々の望みであるイエス・キリストによって、まことに、また確かに行われたのである。諸君のうちの誰も、この望みから逸れることのないように。

Magn, Caput XII

マグネシア人へ 第XII章
1

Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμί. οἶδα ὅτι οὐ φυσιοῦσθε: Ἰησοῦν γὰρ Χριστὸν ἔχετε ἐν ἑαυτοῖς: καὶ μᾶλλον, ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται, ὅτι ὀ δίκαιος ἑαυτοῦ κατήγορος.

もし私がふさわしい者であるなら、あらゆる点において諸君から益を得たいと願う。私は鎖につながれているとはいえ、諸君のうち解き放たれた者の誰一人にも及ばない。諸君が高ぶっていないことを私は知っている——諸君は自分自身のうちにイエス・キリストを持っているのだから。そしてなおのこと、私が諸君を褒めるとき、諸君が恥じ入ることを私は知っている。「正しい者は自分自身の告発者である」と書かれているとおりに。

Magn, Caput XIII

マグネシア人へ 第XIII章
1

Σπουδάζετε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθῆτε σαρκὶ καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, ἐν υἱῷ καὶ πατρὶ καὶ ἐν πνεύματι, ἐν ἀρχῇ καὶ ἐν τέλει, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων.

それゆえ、主と使徒たちの教説のうちに確固たるものとなるよう努めよ。諸君が行うすべてのことにおいて、肉と霊とにおいて、信仰と愛とにおいて、子と父と霊とにおいて、初めと終わりとにおいて、諸君のふさわしく威厳ある監督、また諸君の長老団というふさわしく編まれた霊的な冠、そして神にかなう奉仕者たちとともに、栄えるためである。

2

ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρὶ καὶ οἱ ἀπόστολοι τῷ Χριστῷ καὶ τῷ πατρὶ ἵνα ἕνωσις ᾖ σαρκική τε καὶ πνευματική.

監督に、また互いに従え。イエス・キリストが父に、使徒たちがキリストと父とに従ったように。肉における結び合いと霊における結び合いとが成り立つためである。

Magn, Caput XIV

マグネシア人へ 第XIV章
1

Εἰδώς, ὅτι θεοῦ γέμετε, συντόμως παρεκέλευσα ὑμᾶς. μνημονεύετέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν. ἵνα θεοῦ ἐπιτύχω, καὶ τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι καλεῖσθαι: ἐπιδέομαι γὰρ τῆς ἡνωμένης ὑμῶν ἐν θεῷ προσευχῆς καὶ ἀγάπης, εἰς τὸ ἀξιωθῆναι τὴν ἐν Συρίᾳ ἐκκλησίαν διὰ τῆς ἐκκλησίας ὑμῶν δροσισθῆναι.

諸君が神に満ちていることを知っているので、私は手短に勧めた。諸君の祈りのうちに私を覚えていてほしい。私が神に到り着くためである。また、私がそこに属すると呼ばれるにふさわしくない、シリアにある教会をも覚えていてほしい。私は、諸君の神における一つに結ばれた祈りと愛とを必要としている。シリアにある教会が、諸君の教会を通して露に潤されるにふさわしいとされるためである。

Magn, Caput XV

マグネシア人へ 第XV章
1

Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν καὶ γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ, ὥσπερ καὶ ὑμεῖς οἲ κατὰ πάντα με ἀνέπαυσαν ἅμα Πολυκάρπῳ, ἐπισκόπῳ Σμυρναίων. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάζονται ὑμᾶς. ἔρρωσθε ἐν ὁμονοίᾳ θεοῦ, κεκτημένοι ἀδιάκριτον πνεῦμα, ὅς ἐστιν Ἰησοῦς Χριστός.

エフェソス人たちが、私がこれを書いているスミュルナから、諸君に挨拶する。彼らは神の栄光のために、諸君と同じく、ここに居合わせている——スミュルナ人の監督ポリュカルポスとともに、あらゆる点において私を憩わせてくれた人々である。また他の諸教会も、イエス・キリストへの敬意のうちに諸君に挨拶する。神の一致のうちに健やかであれ。分かたれることのない霊——それはイエス・キリストである——を身につけて。

Trall, Praefatio

トラレス人へ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἠγαπημένῃ θεῷ, πατρὶ Ἰησοῦ Χριστοῦ, ἐκκλησίᾳ ἁγίᾳ τῇ οὔσῃ ἐν Τράλλεσιν τῆς Ἀσίας, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι τῷ πάθει Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν ἐν τῇ εἰς αὐτὸν ἀναστάσει: ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.

イグナティオス、すなわち神を担う者より、イエス・キリストの父なる神に愛され、アシアのトラレスにある聖なる教会へ——選ばれ、神にふさわしく、イエス・キリストの受難によって、また我々の望みであるこの方への復活によって、肉と霊とにおいて平和を保っている教会へ。私はこの教会に、満ちあふれるもののうちに、使徒的な刻印をもって挨拶し、大いに喜べと祈る。

Trall, Caput I

トラレス人へ 第I章
1

Ἄμωμον διάνοιαν καὶ ἀδιάκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν ἀλλὰ κατὰ φύσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ καὶ Ἰησοῦ Χριστοῦ ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρεῖσθαι.

諸君が、慣習によってではなく本性によって、汚れなき思いと、耐え忍びにおいて分かたれることのない思いとを持っていることを、私は知った。諸君の監督ポリュビオスがそれを私に明らかにしてくれたとおりである。彼は神とイエス・キリストとの御心によってスミュルナに来て、キリスト・イエスにあって鎖につながれている私とともに喜んでくれたので、私は彼のうちに諸君の群れ全体を見るほどであった。

2

ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν εὔνοιαν δἰ αὐτοῦ ἐδόξασα, εὑρὼν ὑμᾶς, ὡς ἔγνων, μιμητὰς ὄντας θεοῦ.

そこで、神にかなうこの厚意を受け入れて、私は彼を通して神を讃えた。諸君が、私の知ったとおり、神に倣う者であることを見出したのである。

Trall, Caput II

トラレス人へ 第II章
1

Ὅταν γὰρ τῷ ἐπισκόπῳ ὑποτάσσησθε ὡς Ἱησοῦ Χριστῷ, φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δἰ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύσαντες εἰς τὸν θάνατον αὐτοῦ τὸ ἀποθανεῖν ἐκφύγητε.

諸君が監督にイエス・キリストに従うように従うとき、諸君は私には、人に従って生きているのではなく、我々のために死なれたイエス・キリストに従って生きているように見える。この方の死を信じることによって、死ぬことを免れるためである。

2

ἀναγκαῖον οὖν ἐστίν, ὥσπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσειν ὑμᾶς, ἀλλ’ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, ἐν ᾦ διάγοντες εὑρεθησόμεθα.

それゆえ、諸君が現に行っているとおり、監督なくして何一つ行わず、むしろ、我々の望みであるイエス・キリストの使徒たちに従うように長老団にも従うことが必要である。この方のうちに生きる者として、我々は見出されるであろう。

3

δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον πᾶσιν ἀρέσκειν. οὐ γὰρ βρωμάτων καὶ ποτῶν εἰσιν διάκονοι, ἀλλ’ ἐκκλησίας θεοῦ ὑπηρέται: δέον οὖν αὐτοὺς φυλάσσεσθαι τὰ ἐγκλήματα ὡς πῦρ.

また、イエス・キリストの秘義に仕える奉仕者たちも、あらゆる仕方ですべての人を喜ばせなければならない。彼らは食物と飲み物の奉仕者ではなく、神の教会の下僕だからである。それゆえ、彼らは火を避けるように、非難を避けねばならない。

Trall, Caput III

トラレス人へ 第III章
1

Ὁμοίως πάντες ἐντρεπέσθωσαν τοὺς διακόνους ὡς Ἰησοῦν Χριστόν, ὡς καὶ τὸν ἐπίσκοπον ὄντα τύπον τοῦ πατρός. τοὺς δὲ πρεσβυτέρους ὡς συνέδριον θεοῦ καὶ ὡς σύνδεσμον ἀποστόλων. χωρὶς τούτων ἐκκλησία οὐ καλεῖται.

同様に、すべての者は奉仕者たちを、イエス・キリストであるかのように敬うべきである。また監督を、父の型であるとして敬うべきである。そして長老たちを、神の議会として、また使徒たちの結び目として敬うべきである。これらなくしては、教会とは呼ばれない。

2

περὶ ὧν πέπεισμαι ὑμᾶς οὕτως ἔχειν. τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ̓ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὖ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις: ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι.

これらのことについて、諸君がそのようであると私は確信している。私は諸君の愛の手本を受け取り、諸君の監督のうちにそれを自ら身につけて持っている。彼のたたずまいそのものが大いなる教えであり、その柔和さは力である。彼を、無神論者たちさえも敬うであろう、と私は思う。

3

ἀγαπῶν ὑμᾶς φείδομαι, συντονώτερον δυνάμενος γράφειν ὑπὲρ τούτου. οὐκ εἰς τοῦτο ᾠήθην, ἵνα ὤν κατάκριτος ὡς ἀπόστολος ὑμῖν διατάσσωμαι.

諸君を愛するがゆえに、私は控えている。この事について、もっと激しく書くこともできるのだが。私は、罪に定められた者でありながら、使徒であるかのように諸君に命令するとは考えなかった。

Trall, Caput IV

トラレス人へ 第IV章
1

Πολλὰ φρονῶ ἐν θεῷ, ἀλλ’ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. νῦν γάρ με δεῖ πλέον φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς φυσιοῦσίν με. οἱ γὰρ λέγοντές μοι μαστιγοῦσίν με.

私は神にあって多くのことを思うが、自分自身を量り、誇りのうちに滅びることのないようにしている。今こそ私はいっそう恐れ、私を高ぶらせる者たちに心を向けてはならないからである。私に語りかける者たちは、私を鞭打っているのである。

2

ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ’ οὐκ οἶδα, εἰ ἄξιός εἰμι. τὸ γὰρ ζῆλος πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πλέον πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου.

私は受難することを愛しているが、自分がそれにふさわしいかどうかは知らない。妬みは多くの者には見えないが、私をいっそう激しく攻め立てる。それゆえ私には柔和さが必要である。この世の支配者はその柔和さによって打ち倒されるのだから。

Trall, Caput V

トラレス人へ 第V章
1

Μὴ οὐ δύναμαι ὑμῖν τὰ ἐπουράνια γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶ: καὶ συγγνωμονεῖτέ μοι, μήποτε οὐ δυνηθέντες χωρῆσαι στραγγαλωθῆτε.

私が諸君に天上のことがらを書くことができないというのだろうか。そうではなく、私は、諸君がまだ幼子であるので、害を与えることを恐れているのだ。諸君がそれを受け入れることができず、窒息することのないように、私を許してほしい。

2

καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς τοποθεσίας τὰς ἀγγελικὰς καὶ τὰς συστάσεις τὰς ἀρχοντικάς, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἤδη καὶ μαθητής εἰμι. πολλὰ γὰρ ἡμῖν λείπει, ἵνα θεοῦ μὴ λειπώμεθα.

たとえ私が鎖につながれ、天上のことがら、天使たちの位、支配する者たちの秩序、見えるものと見えないものとを悟ることができるとしても、それだけで私がすでに弟子であるわけではない。我々に欠けているものは多い。神に欠けることのないためである。

Trall, Caput VI

トラレス人へ 第VI章
1

Παρακαλῶ οὖν ὑμᾶς, οὐκ ἐγώ, ἀλλ’ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ: μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε, ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε, ἥτις ἐστὶν αἵρεσις:

そこで私は諸君に勧める——私ではなく、イエス・キリストの愛が勧めるのである。ただキリスト教の食物だけを用い、他人の草からは離れよ。それは異端である。

2

οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν.

彼らは、自分を信頼させるために、自分自身にイエス・キリストを織り交ぜ込んでいる。ちょうど、蜜酒とともに死に至る毒薬を与えるかのように。それを知らない者は喜んで受け取る——悪しき快楽のうちに、死を受け取るのである。

Trall, Caput VII

トラレス人へ 第VII章
1

Φυλάττεσθε οὖν τοὺς τοιούτους. τοῦτο δὲ ἔσται ὑμῖν μὴ φυσιουμένοις καὶ οὖσιν ἀχωρίστοις θεοῦ Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἐπισκόπου καὶ τῶν διαταγμάτων τῶν ἀποστόλων.

それゆえ、このような者たちから身を守れ。これは、諸君が高ぶることなく、神イエス・キリストと監督と使徒たちの定めとから離れない者であるときに、諸君にとって実現するであろう。

2

ὁ ἐντὸς θυσιαστηρίου ὢν καθαρός ἐστιν: ὁ δὲ ἐκτὸς θυσιαστηρίου ὤν οὐ καθαρός ἐστιν. τοῦτ̓ ἔστιν, ὁ χωρὶς ἐπισκόπου καὶ πρεσβυτερίου καὶ διακόνων πράσσων τι, οὗτος οὐ καθαρός ἐστιν τῇ συνειδήσει.

祭壇の内にいる者は清い。祭壇の外にいる者は清くない。すなわち、監督と長老団と奉仕者たちなくして何かを行う者、この者は良心において清くないのである。

Trall, Caput VIII

トラレス人へ 第VIII章
1

Οὐκ ἐπεὶ ἔγνων τοιοῦτόν τι ἐν ὑμῖν, ἀλλὰ προφυλάσσω ὑμᾶς ὄντας μου ἀγαπητούς. προορῶν τὰς ἐνέδρας τοῦ διαβόλου. ὑμεῖς οὖν τὴν πραϋπάθειαν ἀναλαβόντες ἀνακτήσασθε ἑαυτοὺς ἐν πίστει ὅ ἐστιν σὰρξ τοῦ κυρίου, καὶ ἐν ἀγάπῃ, ὅ ἐστιν αἷμα Ἰησοῦ Χριστοῦ.

諸君のうちにそのようなことがあると知ったからではなく、私の愛する者である諸君を、あらかじめ守るのである。悪魔の待ち伏せを見越してのことである。それゆえ諸君は、柔和な心を身につけて、自らを立て直せ——信仰のうちに、それは主の肉であり、愛のうちに、それはイエス・キリストの血である。

2

μηδεὶς ὑμῶν κατὰ τοῦ πλησίον ἐχέτω. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δἰ ὀλίγους ἄφρονας τὸ ἐν θεῷ πλῆθος βλασφημῆται. Οὐαὶ γάρ, δἰ οὗ ἐπὶ ματαιότητι τὸ ὄνομά μου ἐπί τινων βλασφημεῖται.

諸君のうち誰も、隣人に対して悪意を抱くことのないように。異邦人に機会を与えてはならない。少数の愚かな者たちのゆえに、神にある群れ全体が冒涜されることのないように。「災いだ、その者を通して、私の名が空しさのゆえにある人々のもとで冒涜されるとは」。

Trall, Caput IX

トラレス人へ 第IX章
1

Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ ἐκ γένους Δαυείδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέν τε καὶ ἔπιεν, ἀληθῶς ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτον, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν, βλεπόντων τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ ὑποχθονίων.

それゆえ、誰かがイエス・キリスト抜きに諸君に語るときには、耳を塞げ——このイエス・キリストは、ダビデの血統から出て、マリアから生まれた方であって、まことに生まれ、食べ、また飲み、ポンティオ・ピラトのもとでまことに迫害され、まことに十字架につけられて死なれた。天上のもの、地上のもの、地下のものが見つめる中で。

2

ὃς καὶ ἀληθῶς ἠγέρθη ἀπὸ νεκρῶν. ἐγείραντος αὐτὸν τοῦ πατρὸς αὐτοῦ, κατὰ τὸ ὁμοίωμα ὃς καὶ ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ οὕτως ἐγερεῖ ὁ πατὴρ αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ, οὗ χωρὶς τὸ ἀληθινὸν ζῆν οὐκ ἔχομεν.

この方はまた、まことに死者たちのうちから甦らされた。その父が彼を甦らせたのである。そしてその同じ姿にならって、彼を信じる我々をも、その父はキリスト・イエスにあって同じように甦らせるであろう。この方なくして、我々は真の命を持たない。

Trall, Caput X

トラレス人へ 第X章
1

Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσιν, τὸ δοκεῖν πεπονθέναι αὐτόν, αὐτοὶ ὄντες τὸ δοκεῖν, ἐγὼ τί δέδεμαι, τί δὲ καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω. ἄρα οὖν καταψεύδομαι τοῦ κυρίου.

しかし、もし、ある無神論者たち、すなわち不信仰な者たちが言うように、彼が受難したのは見せかけである、というならば——彼ら自身が見せかけなのだ——私はなぜ鎖につながれているのか。なぜまた、猛獣と闘うことを祈り願っているのか。それでは、私は無駄に死ぬことになる。それでは、私は主について偽りを語っていることになる。

Trall, Caput XI

トラレス人へ 第XI章
1

Φεύγετε οὖν τὰς κακὰς παραφυάδας τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις, παῤ αὐτὰ ἀποθνήσκει. οὗτοι γὰρ οὔκ εἰσιν φυτεία πατρός, 2, εἰ γὰρ ἦσαν, ἐφαίνοντο ἂν κλάδοι τοῦ σταυροῦ, καὶ ἦν ἂν ὁ καρπὸς αὐτῶν ἄφθαρτος: δἰ οὗ ἐν τῷ πάθει αὐτοῦ προσκαλεῖταν ὑμᾶς ὄντας μέλη αὐτοῦ. οὐ δύναται οὖν κεφαλὴ χωρὶς γεννηθῆναι ἄνευ μελῶν, τοῦ θεοῦ ἕνωσιν ἐπαγγελλομένου, ὅ ἐστιν αὐτός.

それゆえ、死をもたらす実を結ぶ悪しき若枝から逃れよ。誰であれそれを味わう者は、たちどころに死ぬ。これらは父の植えられた木ではないからである。もしそうであったなら、十字架の枝として現れたはずであり、その実は朽ちないものであったはずである。その十字架を通して、この方はその受難のうちに、諸君をご自身の肢体として招いておられる。頭が、肢体なくして単独で生まれることはできない。神は結び合いを約束しておられるのであり、それはこの方ご自身のことである。

Trall, Caput XII

トラレス人へ 第XII章
1

Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, οἲ κατὰ πάντα με ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι.

私はスミュルナから、私とともにいる神の諸教会とともに、諸君に挨拶する。これらの教会は、肉においても霊においても、あらゆる点で私を憩わせてくれた。

2

παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν: διαμένετε ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ τῇ μετ’ ἀλλήλων προσευχῇ. πρέπει γὰρ ὑμῖν τοῖς καθ̓ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρός, Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων.

私がイエス・キリストのゆえに身に帯びているこの鎖が、神に到り着くことを求めつつ、諸君に勧めている——諸君の一致と、互いの祈りとのうちに留まれ。諸君おのおの、とりわけ長老たちには、父とイエス・キリストと使徒たちとへの敬意のために、監督を元気づけることがふさわしいのだから。

3

εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἶς μαρτύριον ὦ ἐν ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε, τῆς ἀφ̓ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὖ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ,

私は、諸君が愛のうちに私に耳を傾けてくれるよう祈り願う。私がこれを書いたことで、諸君のうちで証しとならないためである。また私についても祈ってほしい。私は、神の憐れみのうちに、諸君からの愛を必要としている——私が到り着くべく身に負うているこの分け前にあずかるにふさわしいとされ、失格の者と見出されることのないために、

Trall, Caput XIII

トラレス人へ 第XIII章
1

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος ἐκείνων.

スミュルナ人とエフェソス人の愛が、諸君に挨拶する。諸君の祈りのうちに、シリアにある教会を覚えていてほしい。私はその教会に属すると呼ばれるにふさわしくない者であり、彼らのうちで最も後の者だからである。

2

ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ, ὁμοίως καὶ τῷ πρεσβυτερίῳ. καὶ οἱ κατ’ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ.

イエス・キリストにあって健やかであれ。監督に、戒めに従うように従い、同様に長老団にも従え。そして、おのおの人ごとに、分かたれることのない心をもって互いを愛せよ。

3

ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι: ἀλλὰ πιστὸς ὁ πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείητε ἄμωμοι.

私の霊は、今だけでなく、私が神に到り着くときにも、諸君のために清められる。私はなお危険のうちにあるからである。しかし、父はイエス・キリストにあって、私の願いと諸君の願いとを満たすことに真実であられる。その方にあって、諸君が汚れなき者と見出されるように。

Rom, Praefatio

ローマ人へ 前書き
1

Ἰγνατιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ ἐν μεγαλειότητι πατρὸς ὑψίστου καὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου υἱοῦ αὐτοῦ ἐκκλησίᾳ ἠγαπημένῃ καὶ πεφωτισμένῃ ἐν θελήματι τοῦ θελήσαντος τὰ πάντα, ἃ ἔστιν, κατὰ ἀγάπην Ἰησοῦ Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἥτις καὶ προκάθηται ἐν τόπῳ χωρίου Ῥωμαίων, ἀξιόθεος, ἀξιοπρεπής, ἀξιομακάριστος, ἀξιέπαινος, ἀξιεπίτευκτος, ἀξίαγνος καὶ προκαθημένη τῆς ἀγάπης, χριστώνυμος, πατρώνυμος, ἣν καὶ ἀσπάζομαι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, υἱοῦ πατρός: κατὰ σάρκα καὶ πνεῦμα ἡνωμένοις πάσῃ ἐντολῇ αὐτοῦ, πεπληρωμένοις χάριτος θεοῦ ἀδιακρίτως καὶ ἀποδιυλισμένοις ἀπὸ παντὸς ἀλλοτρίου χρώματος πλεῖστα ἐν Ἰησοῦ Χριστῷ, τῷ θεῷ ἡμῶν, ἀμώμως χαίρειν.

イグナティオス、すなわち神を担う者より、至高なる父とその独り子イエス・キリストの大いなる威光のうちに憐れみを受け、存在するすべてのものを望まれた方の御心によって、我々の神イエス・キリストへの愛のままに愛され照らされた教会へ——ローマ人の地の場所に首座を占め、神にふさわしく、品位にふさわしく、幸いにふさわしく、称賛にふさわしく、到り着くにふさわしく、清さにふさわしく、また愛の首座を占め、キリストの名を負い、父の名を負う教会へ。私はこの教会に、父の子イエス・キリストの名において挨拶する。肉と霊とにおいてその方のすべての戒めに結び合わされ、揺らぐことなく神の恵みに満たされ、あらゆる異質な色合いから濾し分けられた者たちに、我々の神イエス・キリストにあって、汚れなく、大いに喜びあれ。

Rom, Caput I

ローマ人へ 第I章
1

Ἐπεὶ εὐξάμενος θεῷ ἐπέτυχον ἰδεῖν ὑμῶν τὰ ἀξιόθεα πρόσωπα, ὡς καὶ πλέον ᾐτούμην λαβεῖν: δεδεμένος γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐλπίζω ὑμᾶς ἀσπάσασθαι, ἐάνπερ θέλημα ᾖ τοῦ ἀξιωθῆναί με εἰς τέλος εἶναι.

神に祈って諸君の、神にふさわしい顔を見ることに到り着いたのであるが、その上、なお多くを得ようとさえ願っていた。キリスト・イエスにあって縛られている私は、もし私が最後まで至ることにふさわしいとされるのが御心であるならば、諸君に挨拶したいと望んでいるのである。

2

ἡ μὲν γὰρ ἀρχὴ εὐοικονόμητός ἐστιν, ἐάνπερ χάριτος ἐπιτύχω εἰς τὸ τὸν κλῆρόν μου ἀνεμποδίστως ἀπολαβεῖν. φοβοῦμαι γὰρ τὴν ὑμῶν ἀγάπην, μὴ αὐτή με ἀδικήσῃ. ὑμῖν γὰρ εὐχερές ἐστιν, ὃ θέλετε, ποιῆσαι: ἐμοὶ δὲ δύσκολόν ἐστιν τοῦ θεοῦ ἐπιτυχεῖν, ἐάνπερ ὑμεῖς μὴ φείσησθέ μου.

事の始まりはうまく運ばれている、もし私が、妨げられることなく自分の分け前を受け取るための恵みに到り着くならば。私は諸君の愛を恐れる、それが私を不当に扱うことのないようにと。諸君にとっては、望むことを行うのはたやすいが、私にとって神に到り着くのは難しい、もし諸君が私を容赦してくれないならば。

Rom, Caput II

ローマ人へ 第II章
1

Οὐ γὰρ θέλω ὑμᾶς ἀνθρωπαρεσκῆσαι, ἀλλὰ θεῷ ἀρέσαι, ὥσπερ καὶ ἀρέσκετε. οὔτε γὰρ ἐγώ ποτε ἕξω καιρὸν τοιοῦτον θεοῦ ἐπιτυχεῖν, οὔτε ὑμεῖς, ἐὰν σιωπήσητε, κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι. ἐὰν γὰρ σιωπήσητε ἀπ’ ἐμοῦ, ἐγὼ λόγος θεοῦ: ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου. πάλιν ἕσομαι φωνή.

私は諸君に人に喜ばれる者となってほしいのではなく、神に喜ばれる者となってほしい、諸君がすでにそうしているように。私が神に到り着くこのような機会を二度と得ることはないだろうし、諸君も、もし黙っているなら、これ以上によい業に名を刻まれることはないだろう。もし諸君が私について黙っているなら、私は神の言葉となる。しかし、もし諸君が私の肉を愛するなら、私は再び声となるだろう。

2

πλέον μοι μὴ παράσχησθε τοῦ σπονδισθῆναι θεῷ, ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν, ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾅσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὸν ἐπίσκοπον Συρίας ὁ θεὸς κατηξίωσεν εὑρεθῆναι εἰς δύσιν ἀπὸ ἀνατολῆς μεταπεμψάμενος. καλὸν τὸ δῦναι ἀπὸ κόσμου πρὸς θεόν, ἵνα εἰς αὐτὸν ἀνατείλω.

諸君は、私が神へと注ぎ出されること以上のものを私に与えないでほしい。祭壇はなお用意されているのだから。それは、諸君が愛のうちに一つの合唱隊となり、キリスト・イエスにあって父に向かって歌うためである——神がシリアの監督を、日の昇る所から日の沈む所へと呼び寄せて見出すにふさわしいとされたのだから。世から神へと沈むのは善いことである、それは私が神へと昇るためである。

Rom, Caput III

ローマ人へ 第III章
1

Οὐδέποτε ἐβασκάνατε οὐδενί, ἄλλους ἐδιδάξατε. ἐγὼ δὲ θέλω, ἵνα κἀκεῖνα βέβαια ᾖ ἃ μαθητεύοντες ἐντέλλεσθε.

諸君は誰をも妬んだことなく、他の者たちを教えてきた。しかし私が望むのは、諸君が弟子とする際に命じている事柄もまた、確かなものであることである。

2

μόνον μοι δύναμιν αἰτεῖσθε ἔσωθέν τε καὶ ἔξωθεν, ἵνα μὴ μόνον λέγω ἀλλὰ καὶ θέλω, ἵνα μὴ μόνον λέγωμαι Χριστιανὸς ἀλλὰ καὶ εὑρεθῶ. ἐὰν γὰρ εὑρεθῶ, καὶ λέγεσθαι δύναμαι, καὶ τότε πιστὸς εἶναι, ὅταν κόσμῳ μὴ φαίνωμαι.

ただ私のために、内よりまた外より力を求めてほしい。それは、私が言うだけでなく望みもし、キリスト教徒と呼ばれるだけでなく、実にそうと見出されるためである。もし私がそう見出されるなら、そう呼ばれることもでき、その時こそ、世に対して現れない時にこそ、忠実な者となる。

3

οὐδὲν φαινόμενον καλόν: ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πατρὶ ὢν μᾶλλον φαίνεται. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός, ὅταν μισῆται ὑπὸ κόσμου.

現れているものは何一つ善いものではない。我々の神イエス・キリストは、父のうちにあってこそ、いっそう現れるのである。キリスト教は説得の業ではなく、偉大さの業である、世から憎まれるときにこそ。

Rom, Caput IV

ローマ人へ 第IV章
1

Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις, καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βοράν, δἰ ὦν ἔνεστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι θεοῦ καὶ δἰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ Χριστοῦ.

私はすべての教会に書き送り、すべての者に命じる、私は神のために自ら望んで死ぬ、もし諸君が妨げないならば。私は諸君に懇願する、諸君が私にとって時ならぬ好意となってくれるな。私が猛獣の餌食となることを許してほしい、それによって私は神に到り着くことができるのだから。私は神の麦であり、猛獣の歯によって挽かれる、キリストの清いパンとして見出されるために。

2

μᾶλλον κολακεύσατε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρύς τινι γένωμαι. τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θυσία εὑρεθῶ.

むしろ猛獣におもねってほしい、それらが私の墓となり、私の肉体について何も残さないように、それは私が眠りについたのちに誰かの重荷とならないためである。その時こそ、世が私の肉体さえ見ないときにこそ、私はまことにイエス・キリストの弟子となるだろう。私のためにキリストに祈願してほしい、これらの道具を通して私が犠牲として見出されるために。

3

οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν. ἐκεῖνοι ἀπόστολοι, ἐγὼ κατάκριτος: ἐκεῖνοι ἐλεύθεροι, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλ’ ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω δεδεμένος μηδὲν ἐπιθυμεῖν.

私はペトロやパウロのように諸君に命じるのではない。彼らは使徒であり、私は罪に定められた者である。彼らは自由な者であり、私は今なお僕である。しかし、もし私が苦しみを受けるなら、私はイエス・キリストの解放された者となり、その方にあって自由な者として甦るだろう。今、私は縛られながら、何も欲しないことを学んでいる。

Rom, Caput V

ローマ人へ 第V章
1

Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἧμερας, δεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα: οἲ καὶ εὐεργετούμενοι χείρους γίνονται. ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλ’ οὐ παρὰ τοῦτο δεδικαίωμαι.

シリアからローマまで、陸と海を通り、夜も昼も、私は十頭の豹に縛られながら猛獣と闘っている——それは一隊の兵士のことである。彼らは善くしてやってもかえって悪くなる。だが、彼らの不正の中でこそ、私はいっそう弟子とされている。とはいえ、それによって私が義とされているわけではない。

2

ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι: ἃ καὶ κολακεύσω, συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. κἂν αὐτὰ δὲ ἄκοντα μὴ θελήσῃ, ἐγὼ προσβιάσομαι.

私のために用意されている猛獣たちから益を得たいものだ。そして、それらが私に対して手早いものと見出されることを祈る。私はそれらにおもねりさえしよう、速やかに私を食い尽くすようにと——ある者たちに対しては怖気づいて手をつけなかったのとは違って。もしそれらが、いやがって、望まないとしても、私は無理にでも強いよう。

3

συγγνώμην μοι ἔχετε: τί μοι συμφέρει, ἐγὼ γινώσκω, νῦν ἄρχομαι μαθητὴς εἶναι. μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπὴ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος, κακαὶ κολάσεις τοῦ διαβόλου ἐπ’ ἐμὲ ἐρχέσθωσαν, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.

私を許してほしい。何が私に益となるか、私は知っている。今、私は弟子となり始めている。見えるものも見えないものも、何ひとつ私を妬まぬように、それはただイエス・キリストに到り着くためである。火も十字架も、獣の群れも、切り裂きも、引き裂きも、骨の散乱も、肢体の切断も、全身の挽き砕きも、悪魔の悪しき責め苦も、私の上に来るがよい——ただイエス・キリストに到り着くためだけに。

Rom, Caput VI

ローマ人へ 第VI章
1

Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα: ἐκεῖνον θέλω, τὸν δἰ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται.

世界の果てもこの時代の王国も、私に何の益もならない。地の果てを支配するよりも、キリスト・イエスへと死ぬことのほうが私にとって善い。私が求めるのは、我々のために死なれた方である。私が望むのは、我々のために甦られた方である。今、私に産みの苦しみが迫っている。

2

σύγγνωτέ μοι, ἀδελφοί: μὴ ἐμποδίσητέ μοι ζῆσαι, μὴ θελήσητε με ἀποθανεῖν: τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε: ἄφετέ με καθαρὸν φῶς λαβεῖν: ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι.

許してほしい、兄弟たちよ。私が生きることを妨げないでほしい。私が死ぬことを望まないでほしい。神のものであろうと望む者を、世に譲り渡さないでほしい。物質によって欺かないでほしい。私が清い光を受け取ることを許してほしい。かしこに至った時、私は人間となるだろう。

3

ἐπιτρέψατέ μοι μιμητὴν εἶναι τοῦ πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.

私が我が神の受難に倣う者となることを許してほしい。もし誰かがその方を自らのうちに持っているなら、私が何を望んでいるかを悟り、私を捕らえているものを知って、私とともに苦しんでほしい。

Rom, Caput VII

ローマ人へ 第VII章
1

Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ: μᾶλλον ἐμοῦ γίνεσθε, τουτέστιν τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ ἐπιθυμεῖτε.

この世の支配者は、私を奪い去り、神に向かう私の思いを腐らせようと望んでいる。それゆえ、そこに居合わせる諸君のうちの誰も、彼を助けてはならない。むしろ私のものとなってほしい、すなわち神のものと。イエス・キリストを語りながら、世を欲しがってはならない。

2

βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδ’ ἂν ἐγὼ παρὼν παρακαλῶ ὑμᾶς, πείσθητέ μοι: τούτοις δὲ μᾶλλον πείσθητε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόυλον: ὕδωρ δὲ ζῶν καὶ λαλοῦν ἐν ἐμοί, ἔσωθέν μοι λέγον: Δεῦρο πρὸς τὸν πατέρα.

諸君のうちに妬みが住まうことのないように。たとえ私が居合わせて諸君に懇願しても、私に説き伏せられないでほしい。むしろ私が諸君に書き送ることにこそ、より強く説き伏せられてほしい。私は生きながら諸君に書いている、死ぬことを恋い慕いながら。私の恋情は十字架につけられた。私のうちには物質を愛する火はない。むしろ生きて語る水が私のうちにあり、内側から私に語りかけている——「父のもとに来たれ」と。

3

οὐχ ἥδομαι τροφῇ φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον θεοῦ θέλω, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ σπέρματος Δαυείδ, καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος.

私は腐敗の食物にも、この世の生の快楽にも喜びを見出さない。私が望むのは神のパンである、それはダビデの種から出たイエス・キリストの肉である。そして私が望む飲み物はその方の血である、それは朽ちない愛である。

Rom, Caput VIII

ローマ人へ 第VIII章
1

Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θελήσητε. θελήσατε, ἵνα καὶ ὑμεῖς θεληθῆτε.

私はもはや人間に従って生きることを望まない。だが、それが実現するのは、諸君が望むならばのことである。望んでほしい、諸君もまた望まれるように。

2

δἰ ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς: πιστεύσατέ μοι. Ἰησοῦς δὲ Χριστὸς ὑμῖν ταῦτα φανερώσει, ὅτι ἀληθῶς λέγω: τὸ ἀψευδὲς στόμα, ἐν ᾧ ὁ πατὴρ ἐλάλησεν ἀληθῶς.

わずかな文字によって、私は諸君に求める。私を信じてほしい。そしてイエス・キリストが、私がまことに語っていることを諸君に明らかにされるだろう。その方は偽りなき口であり、その口をとおして父はまことに語られたのである。

3

αἰτήσασθε περὶ ἐμοῦ, ἵνα ἐπιτύχω. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠθελήσατε: ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.

私のために願い求めてほしい、私が到り着くことができるように。私は肉に従って諸君に書いたのではなく、神の思いに従って書いた。もし私が苦しみを受けるなら、諸君は望んだことになる。もし私が退けられるなら、諸君は憎んだことになる。

Rom, Caput IX

ローマ人へ 第IX章
1

Μνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη.

諸君の祈りのうちに、シリアにある教会を心に留めてほしい。その教会は、私に代わって神を牧者としている。ただイエス・キリストと、諸君の愛だけが、その教会を監督するだろう。

2

ἐγὼ δὲ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι: οὐδὲ γὰρ ἄξιός εἰμι, ὣν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα: ἀλλ’ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.

私は、彼らのうちの一人と呼ばれることを恥じている。私はふさわしい者ではなく、彼らのうちの最も小さい者、月足らずで生まれた者だからである。しかし私は、神に到り着くならば、何者かであるようにと、すでに憐れみを受けているのである。

3

ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.

私の霊が諸君に挨拶する。またイエス・キリストの名において私を迎え入れた諸教会の愛も、諸君に挨拶する——通りすがりの者としてではなく。というのも、肉によれば私の道筋に当たらない教会でさえ、町ごとに私を先導してくれたのだから。

Rom, Caput X

ローマ人へ 第X章
1

Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης δἰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστιν δὲ καὶ ἅμα ἐμοὶ σὺν ἄλλοις πολλοῖς καὶ Κρόκος, τὸ ποθητόν μοι ὄνομα.

私はこれらのことを、スミュルナから、幸いにふさわしいエフェソス人たちを通して、諸君に書き送る。私とともに、他の多くの者たちに加えて、クロコスもいる。その名は私にとって慕わしいものである。

2

περὶ τῶν προελθόντων με ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν τοῦ θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι, οἷς καὶ δηλώσατε ἐγγύς με ὄντα. πάντες γάρ εἰσιν ἄξιοι τοῦ θεοῦ καὶ ὑμῶν: οὕς πρέπον ὑμῖν ἐστὶν κατὰ πάντα ἀναπαῦσαι.

私に先立ってシリアからローマへ、神の栄光のために赴いた者たちについては、諸君がすでに知っていることと信じている。彼らに、私が近くにいることを知らせてほしい。彼らは皆、神と諸君にふさわしい者たちである。諸君は、あらゆる点で彼らを安んじさせるべきである。

3

ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.

私はこれらのことを、九月のカレンダエより九日前に、諸君に書いた。イエス・キリストの耐え忍びのうちに、最後まで健やかであれ。

Philad, Praefatio

フィラデルフィア人へ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας, ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος, μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ Ἰησοῦ Χριστοῦ, οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ ἁγίῳ αὐτοῦ πνεύματι.

イグナティオス、すなわち神を担う者より、アジアのフィラデルフィアにある、父なる神と主イエス・キリストの教会へ——神の一致のうちに憐れみを受け、据えられ、我々の主の受難のうちに揺らぐことなく喜び躍り、その復活のうちにあらゆる憐れみによって確信を満たされた教会へ。私はこの教会に、イエス・キリストの血において挨拶する。この教会は永遠にして絶えることのない喜びである、とりわけ、監督と、彼とともにいる、イエス・キリストの思いによって任じられた長老たちおよび奉仕者たちとが、一つに結ばれているならば——彼らを、御自身の意志のままに、その聖なる霊によって確固たるものとして堅く立てられたのである。

Philad, Caput I

フィラデルフィア人へ 第I章
1

Ὃν ἐπίσκοπον ἔγνων οὐκ ἀφ̓ ἑαυτοῦ οὐδὲ δἰ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν οὐδὲ κατὰ κενοδοξίαν, ἀλλ’ ἐν ἀγάπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ: οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλείονα δύναται τῶν μάταια λαλούντων.

その監督について、私は知っている——彼が自分自身によってでも、人々を通してでもなく、また虚栄によってでもなく、父なる神と主イエス・キリストの愛のうちにあって、共同のことに属する奉仕を得たのだということを。私は彼の温和さに驚嘆している。彼は黙っていながら、むなしいことを語る者たちよりも多くのことをなし得るのである。

2

συνευρύθμισται γαρ ταῖς ἐντολαῖς ὡς χορδαῖς κιθάρα. διὸ μακαρίζει μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον αὐτοῦ ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.

彼は、弦に竪琴が合わせられるように、もろもろの戒めに調べを合わせられている。それゆえ私の魂は、彼の神へと向かう思いを幸いとたたえる。それが徳に満ち、全きものであると知り、生ける神のあらゆる温和さのうちにある、その揺るぎなさと怒らぬこととを認めたからである。

Philad, Caput II

フィラデルフィア人へ 第II章
1

Τέκνα οὖν φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας: ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε.

それゆえ、真理の光の子らよ、分裂と悪しき教えとを逃れよ。牧者のいるところ、そこに羊のように従え。

2

πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους: ἀλλ’ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον.

信用に値する狼どもが多くいて、悪しき快楽によって神への走者たちを捕虜にするからである。しかし、諸君の一体のうちには、彼らの居場所はないであろう。

Philad, Caput III

フィラデルフィア人へ 第III章
1

Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ἅστινας οὐ γεωργεῖ Ἰησοῦς Χριστός, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός: οὐχ ὅτι παῤ ὑμῖν μερισμὸν εὗρον, ἀλλ’ ὰποδιῡλισμόν.

悪しき草から離れよ。それらはイエス・キリストが育てたもうものではない。父の植えたものではないからである。諸君のもとに分裂を見出したというのではなく、むしろ濾し分けを見出したのである。

2

ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ Χριστοῦ, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν. καὶ ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, καὶ οὗτοι θεοῦ ἔσονται, ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες.

神のものであり、イエス・キリストのものである者たちは皆、監督とともにいる。そして、悔い改めて教会の一体へと立ち帰る者たちも皆、神のものとなるであろう、イエス・キリストに従って生きる者となるために。

3

μὴ πλανᾶσθε, ἀδελφοί μου: εἴ τις σχίζοντι ἀκολουθεῖ. βασιλείαν θεοῦ οὐ κληρονομεῖ: εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος τῷ πάθει οὐ συγκατατίθεται.

欺かれてはならない、私の兄弟たちよ。もし誰かが分裂させる者に従うなら、その者は神の王国を受け継がない。もし誰かが異なる思いのうちを歩むなら、その者は受難に同意していないのである。

Philad, Caput IV

フィラデルフィア人へ 第IV章
1

Σπουδάσατε οὖν μιᾷ εὐχαριστίᾳ χρῆσθαι: μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕνωσιν τοῦ αἵματος αὐτοῦ, ἓν θυσιαστήριον, ὡς εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου: ἵνα, ὃ ἐὰν πράσσητε, κατὰ θεὸν πράσσητε.

それゆえ、ただ一つのエウカリスティア(感謝)を用いるよう努めよ。我々の主イエス・キリストの肉はただ一つであり、その血に結び合わされる杯もただ一つ、祭壇もただ一つである——ちょうど監督がただ一人であり、長老団と、私と共に僕である奉仕者たちとともにあるように。それは、諸君が何を行うにせよ、神に従って行うためである。

Philad, Caput V

フィラデルフィア人へ 第V章
1

Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς: οὐκ ἐγὼ δέ, ἀλλ’ Ἰησοῦς Χριστός, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος: ἀλλ’ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας.

私の兄弟たちよ、私は諸君を愛するあまり甚だしく注ぎ出されており、大いに喜び躍りながら諸君を堅く保とうとしている。だが、それをなすのは私ではなく、イエス・キリストである。その方にあって縛られている私は、いまだ全うされていない者として、むしろ恐れている。しかし、諸君の祈りが、神へ向けて私を全うするであろう——それは、私が憐れみを受けたその分け前に到り着くためであり、福音にイエスの肉として逃れ込み、使徒たちに教会の長老団として逃れ込みながら。

2

καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ᾦ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες, ἀξιαγαπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος.

また我々は預言者たちをも愛する。彼らもまた福音を告げ知らせ、その方に望みを置き、その方を待ち望んだからである。彼らはその方を信じることによって救われ、イエス・キリストの一体のうちにあった者たちであり、愛するにふさわしく、驚嘆するにふさわしい聖なる者たちであって、イエス・キリストによって証しされ、共通の希望の福音のうちに数え入れられた者たちである。

Philad, Caput VI

フィラデルフィア人へ 第VI章
1

Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, ἢ παρὰ ἀκροβύστου ἰουδαῖσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ̓ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων.

もし誰かがユダヤ教を諸君に説き聞かせるなら、その者に耳を貸してはならない。割礼を受けた男からキリスト教を聞くほうが、無割礼の者からユダヤ教を聞くよりも良いからである。しかし、もし両者ともイエス・キリストについて語らないのであれば、彼らは私にとって、死者の石碑や墓にほかならず、その上にはただ人間の名前だけが記されているのである。

2

φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ: ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ.

それゆえ、この世の支配者の悪しき企みと待ち伏せから逃れよ。彼の思いによって苦しめられ、愛のうちで弱ることのないように。むしろ、皆が一つとなり、分かたれない心のうちにあれ。

3

εὐχαριστῶ δὲ τῷ θεῷ μου, ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἐν μικρῷ ἢ ἐν μεγάλῳ. καὶ πᾶσι δέ, ἐν οἷς ἐλάλησα, εὔχομαι, ἵνα μὴ εἰς μαρτύριον αὐτὸ κτήσωνται.

私は我が神に感謝を捧げる。私が諸君のうちにあって恥じることのない良心を保っており、誰も、ひそかにであれ公然とであれ、私が誰かを大小を問わず重荷にしたと誇ることができないことのゆえに。そして、私が語りかけたすべての者についても、私は祈る、それが彼らに対する証しとならないようにと。

Philad, Caput VII

フィラデルフィア人へ 第VII章
1

Εἰ γὰρ καὶ κατὰ σάρκα μέ τινες ἠθέλησαν πλανῆσαι, ἀλλὰ τὸ πνεῦμα οὐ πλανᾶται ἀπὸ θεοῦ ὄν. οἶδεν γάρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει, καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ, θεοῦ φωνῇ: Τῷ ἐπισκοπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ διακόνοις.

たとえ肉によれば、ある者たちが私を欺こうとしたとしても、霊は欺かれない。神から出ているものだからである。霊は、どこから来てどこへ行くかを知っており、隠れたことを暴く。私はそこに居合わせながら叫び、大きな声で、神の声で語った。「監督に、また長老団と奉仕者たちに、心を向けよ。」

2

οἱ δὲ ὑποπτεύσαντές με ὡς προειδότα τὸν μερισμόν τινων λέγειν ταῦτα: μάρτυς δέ μοι, ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυσσεν λέγον τάδε: Χωρὶς τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε, τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς καὶ αὐτὸς τοῦ πατρὸς αὐτοῦ.

しかし、私を疑った者たちは、私が誰かの分裂を予め知っていて、これらのことを語ったのだと考えた。だが、私が縛られているその方が私の証人である——私は人間の肉から知ったのではないということの。むしろ霊が、こう告げ知らせて語ったのである。「監督なしには何もするな。諸君の肉を神の神殿として守れ。結び合いを愛せよ。分裂から逃れよ。イエス・キリストに倣う者となれ、その方御自身がその父に倣われたように。」

Philad, Caput VIII

フィラデルフィア人へ 第VIII章
1

Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν καὶ ὀργή. θεὸς οὐ κατοικεῖ. πᾶσιν οὖν μετανοοῦσιν ἀφίει ὁ κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφ̓ ὑμῶν πάντα δεσμόν.

そこで私は、結び合いへと整えられた人として、自分の務めを果たした。しかし、分裂と怒りのあるところには、神は住まわれない。それゆえ主は、悔い改めるすべての者を赦される、もし彼らが神の一体と監督の議会とへと悔い改めるならば。私はイエス・キリストの恵みを信じる。その方は、諸君からあらゆる縛めを解かれるであろう。

2

παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατ’ ἐριθείαν πράσσειν, ἀλλὰ κατὰ χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ εὐαγγελίῳ οὐ πιστεύω: καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ δἰ αὐτοῦ, ἐν οἶς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι.

私は諸君に懇願する、何ごとも利己心によってではなく、キリストに学ぶことに従って行うようにと。というのも、私は、ある者たちがこう言うのを聞いたからである。「私は、古文書の中に見出さないなら、福音を信じない」と。そして私が彼らに「そのことは書かれている」と言うと、彼らは私に「それこそが問題なのだ」と答えた。しかし私にとっては、イエス・キリストこそが古文書であり、その方の十字架と死と復活、そしてその方を通しての信仰とが、触れることのできない古文書である。これらのことにおいて、私は諸君の祈りによって義とされることを望んでいる。

Philad, Caput IX

フィラデルフィア人へ 第IX章
1

Καλοὶ καὶ οἱ ἱερεῖς, κρεῖσσον δὲ ὁ ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ: αὐτὸς ὢν θύρα τοῦ πατρός, δἰ ἧς εἰσέρχονται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται καὶ ἀπόστολοι καὶ ἡ ἐκκλησία. πάντα ταῦτα εἰς ἑνότητα θεοῦ.

祭司たちも善い者たちであるが、至聖所を委ねられた大祭司はさらに勝る。その方だけが神の隠れたことを委ねられているのである。その方こそ父の門であり、その門を通ってアブラハムとイサクとヤコブ、そして預言者たちと使徒たちと教会とが入って行く。これらすべては神の一体へと至るのである。

2

ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ σωτῆρος, κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος αὐτοῦ, καὶ τὴν ἀνάστασιν. οἱ γὰρ ἀγαπητοὶ προφῆται κατήγγειλαν εἰς αὐτόν: τὸ δὲ εὐαγγέλιον ἀπάρτισμά ἐστιν ἀφθαρσίας. πάντα ὁμοῦ καλά ἐστιν, ἐὰν ἐν ἀγάπῃ πιστεύητε.

しかし福音は、何か特別なものを持っている——我々の救い主、主イエス・キリストの到来、その受難、そして復活である。愛される預言者たちは、その方について告げ知らせたが、福音は不朽性を全うするものである。もし諸君が愛のうちに信じるなら、すべては共に善いものである。

Philad, Caput X

フィラデルフィア人へ 第X章
1

Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα.

諸君の祈りにより、また諸君がキリスト・イエスにあって抱いている慈しみの心により、シリアのアンティオキアにある教会が平和を得たと私に告げられたので、諸君が神の教会として、神の使節の務めをそこで果たすべく、一人の奉仕者を選び立てることがふさわしい。それは、彼らが一つに集められたことを共に喜び、御名を讃えるためである。

2

μακάριος ἐν Ἰησοῦ Χριστῷ, ὃς καταξιωθήσεται τῆς τοιαύτης διακονίας, καὶ ὑμεῖς δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.

このような奉仕にふさわしいとされる者は、イエス・キリストにあって幸いであり、諸君もまた栄光を受けるであろう。諸君が望むなら、神の御名のために不可能なことは何もない。近隣の諸教会もまた、ある教会は監督を、ある教会は長老たちと奉仕者たちを遣わしたようにである。

Philad, Caput XI

フィラデルフィア人へ 第XI章
1

Περὶ δὲ Φίλωνος τοῦ διακόνου ἀπὸ Κιλικίας, ἀνδρὸς μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ θεοῦ ὑπηρετεῖ μοι ἅμα Ῥέῳ Ἀγαθόποδι, ἀνδρὶ ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ ἀποταξάμενος τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, ὅτι ἐδέξασθε αὐτούς, ὡς καὶ ὑμᾶς ὁ κύριος: οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι τοῦ Ἰησοῦ Χριστοῦ.

キリキア出身の奉仕者フィロンについて——彼は良く証しされた人物であり、今なお神の言葉のうちに、選ばれた人物レオス・アガトプスとともに私に仕えている。この人はシリアから、その生を捨てて私に従っている——彼らは諸君について証ししている。私もまた、諸君のために神に感謝を捧げる、諸君が彼らを迎え入れたことのゆえに、主が諸君を迎え入れられたように。だが彼らを辱めた者たちは、イエス・キリストの恵みによって贖われるように。

2

ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι: ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου πεμφθέντος ἄμα ἐμοὶ ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς. τιμήσει αὐτοὺς ὁ κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίστει, ἀγάπῃ, ὁμονοίᾳ, ἔρρωσθε ἐν Χριστῷ Ἰησοῦ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.

トロアスにいる兄弟たちの愛が諸君に挨拶する。それゆえ私は、エフェソス人とスミュルナ人とから、誉れのしるしとして私とともに遣わされたブルロスを通して、諸君に書き送る。主イエス・キリストが彼らに誉れを与えられるであろう。彼らはその方に、肉において、魂において、霊において、信仰において、愛において、一致において、望みを置いているのである。我々の共通の希望であるキリスト・イエスにあって、健やかであれ。

Smyrn, Praefatio

スミュルナ人へ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ τοῦ ἠγαπημένου Ἰησοῦ Χριστοῦ, ἠλεημένῃ ἐν παντὶ χαρίσματι, πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ, ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος, θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ, τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας. ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν.

イグナティオス、すなわち神を担う者から、父なる神と愛される者イエス・キリストの教会へ——あらゆる賜物において憐れみを受け、信仰と愛とに満たされ、いかなる賜物にも欠けることなく、いと神にふさわしく、聖なる者を担う者であり、アシアのスミュルナにある教会へ。汚れなき霊と神の言葉とにあって、大いなる挨拶を送る。

Smyrn, Caput I

スミュルナ人へ 第I章
1

Δοξάζω Ἰησοῦν Χριστὸν τὸν θεὸν τὸν οὕτως ὑμᾶς σοφίσαντα: ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι Χριστοῦ, πεπληροφορημένους εἰς τὸν κύριον ἡμῶν, ἀληθῶς ὄντα ἐκ γένους Δαυεὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θέλημα καὶ δύναμιν θεοῦ, γεγεννημένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ’ αὐτοῦ:

私はイエス・キリスト、すなわち神を讃える。この方は諸君をこのように賢くされた。私は諸君が、動かぬ信仰のうちに整えられ、あたかも主イエス・キリストの十字架に肉においても霊においても釘づけられているかのようであり、キリストの血における愛のうちに据えられ、我々の主へと確信を満たされているのを知ったからである——その主とは、肉によってはまことにダビデの血統より出で、神の意志と力とによって神の子であり、まことに処女より生まれ、ヨハネによって洗礼を受けられた、それはあらゆる正義がその方によって満たされるためであった。

2

ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκί, ἀφ̓ οὖ καρποῦ ἡμεῖς ἀπὸ τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.

まことにポンティオ・ピラトとヘロデ国主のもとで、我々のために肉において釘づけられた方——その実から我々は〔生まれた〕、すなわち彼のいと神に祝された受難から——それは、代々にわたる標を、復活によって、彼の聖なる信ずる者たちのために掲げるためであった、ユダヤ人の中であれ異邦人の中であれ、彼の教会のただ一つの肉体のうちに。

Smyrn, Caput II

スミュルナ人へ 第II章
1

Ταῦτα γὰρ πάντα ἔπαθεν δἰ ἡμᾶς, ἵνα σωθῶμεν: καὶ ἀληθῶς ἔπαθεν, ὡς καὶ ἀληθῶς ἀνέστησεν ἑαυτόν, οὐχ ὥσπερ ἄπιστοί τινες λέγουσιν, τὸ δοκεῖν αὐτὸν πεπονθέναι, αὐτοὶ το δοκεῖν ὄντες: καὶ καθὼς φρονοῦσιν, καὶ συμβήσεται αὐτοῖς, οὖσιν ἀσωμάτοις καὶ δαιμονικοῖς.

これらすべてを彼は我々のために受難した、我々が救われるためである。そしてまことに受難し、まことに自らを甦らせた——ある不信の者たちが言うように、彼が受難したのは見せかけだ、というのではない。彼ら自身が見せかけなのである。そして、彼らが考えているとおりのことが、彼らにも起こるであろう、肉体なき者、悪霊のような者として。

Smyrn, Caput III

スミュルナ人へ 第III章
1

Ἐγὼ γὰρ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα.

私は、復活の後もなお、彼が肉において存在すると知り、また信じているからである。

2

καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς: Λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον. καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν, κραθέντες τῇ σαρκὶ αὐτοῦ καὶ τῷ πνεύματι. διὰ τοῦτο καὶ θανάτου κατεφρόνησαν, ηὑρέθησαν δὲ ὑπὲρ θάνατον.

彼がペトロたちのもとに来られたとき、彼らに言われた。「取って、私に触れて見よ、私は肉体なき悪霊ではない」と。すると彼らはただちに彼に触れ、信じた。彼の肉と霊とに交わって。それゆえ彼らは死をも軽んじ、死を超える者と見出された。

3

μετὰ δὲ τὴν ἀνάστασιν συνέφαγεν αὐτοῖς καὶ συνέπιεν ὡς σαρκικός, καίπερ πνευματικῶς ἡνωμένος τῷ πατρί.

復活の後、彼は肉なる者として彼らと共に食べ、共に飲んだ。霊的には父と結ばれていたにもかかわらず。

Smyrn, Caput IV

スミュルナ人へ 第IV章
1

Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδὼς ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον δεῖ ὑμᾶς μὴ παραδέχεσθαι, ἀλλ’ εἰ δυνατὸν μηδὲ συναντᾶν, μόνον δὲ προσεύχεσθε ὑπὲρ αὐτῶν, ἐάν πως μετανοήσωσιν, ὅπερ δύσκολον, τούτου δὲ ἔχει ἐξουσίαν Ἰησοῦς Χριστός, τὸ ἀληθινὸν ἡμῶν ζῆν. 2, εἰ γὰρ τὸ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ τοῦ κυρίου ἡμῶν, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἑαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ’ ἐγγὺς μαχαίρας ἐγγὺς θεοῦ, μεταξὺ θηρίων μεταξὺ θεοῦ: μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συμπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος τοῦ τελείου ἀνθρώπου.

愛する者たちよ、私はこれらのことを諸君に勧める。諸君もまたそうであることを知っているからである。私は諸君を、人の形をした獣どもから前もって守る。諸君は彼らを受け入れてはならないだけでなく、できるならば出会うことさえしてはならない。ただ彼らのために祈れ、もし彼らが何とか悔い改めるなら——それは困難なことであるが。しかしこれについての権能を持つのはイエス・キリスト、我々のまことの命である。もしこれらのことが我々の主によって見せかけで行われたのなら、私が縛られているのも見せかけである。それなら私は何のために、自らを死に、火に、剣に、猛獣に引き渡したのか。しかし剣の近くにあることは神の近くにあることであり、猛獣のただ中にあることは神のただ中にあることである。ただイエス・キリストの名において、彼と共に苦しむために、私はすべてを耐え忍ぶ——彼、全き人が私を強めてくださるので。

Smyrn, Caput V

スミュルナ人へ 第V章
1

Ὅν τινες ἀγνοοῦντες ἀρνοῦνται, μᾶλλον δὲ ἠρνήθησαν ὑπ’ αὐτοῦ, ὄντες συνήγοροι τοῦ θανάτου μᾶλλον ἢ τῆς ἀληθείας: οὓς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδὲ ὁ νόμος Μωύσεως, ἀλλ’ οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, οὐδὲ τὰ ἡμέτερα τῶν κατ’ ἄνδρα παθήματα.

この方を、ある者たちは知らずして否認する。いや、むしろ彼らは彼によって否認されたのである。彼らは真理の弁護者というよりは死の弁護者である。彼らを説得しなかったのは預言でもモーセの律法でもなく、いや今に至るまで福音でもなく、我々各自の受難でもない。

2

καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσιν. τί γάρ με ὠφελεῖ τις, εἰ ἐμὲ ἐπαινεῖ, τὸν δὲ κύριόν μου βλασφημεῖ, μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον; ὁ δὲ τοῦτο λέγων τελείως αὐτὸν ἀπήρνηται, ὢν νεκροφόρος.

彼らは我々についても同じように考えているからである。誰かが私を益するといっても何になろうか——もしその者が私を讃えながら、私の主を冒瀆し、彼を肉を担う方であると告白しないなら。そしてこう言う者は、彼を全く否認したのであり、自ら死体を担う者である。

3

τὰ δὲ ὀνόματα αὐτῶν, ὄντα ἄπιστα, οὐκ ἔδοξέν μοι ἐγγράψαι. ἀλλὰ μηδὲ γένοιτό μοι αὐτῶν μνημονεύειν, μέχρις οὗ μετανοήσωσιν εἰς τὸ πάθος, ὅ ἐστιν ἡμῶν ἀνάστασις.

彼らの名は、不信なるものであるから、私はそれを書き記すのがよいとは思わなかった。いや、彼らのことを思い起こすことさえ、私には起こらぬように——彼らが受難へと悔い改めるまでは。受難こそ我々の復活だからである。

Smyrn, Caput VI

スミュルナ人へ 第VI章
1

Μηδεὶς πλανάσθω: καὶ τὰ ἐπουράνια καὶ ἡ δόξα τῶν ἀγγέλων καὶ οἱ ἄρχοντες ὁρατοί τε καὶ ἀόρατοι, ἐὰν μὴ πιστεύσωσιν εἰς τὸ αἷμα Χριστοῦ, κἀκείνοις κρίσις ἐστίν: ὁ χωρῶν χωρείτω. τόπος μηδένα φυσιούτω: τὸ γὰρ ὅλον ἐστὶν πίστις καὶ ἀγάπη, ὧν οὐδὲν προκέκριται.

誰も惑わされてはならない。天上のものも、天使たちの栄光も、見える支配者たちも見えない支配者たちも、もしキリストの血を信じないならば、彼らにも裁きがある。受け入れうる者は受け入れよ。地位は誰をも高ぶらせてはならない。全ては信仰と愛だからである。それらに優るものは何一つない。

2

καταμάθετε δὲ τοὺς ἑτεροδοξοῦντας εἰς τὴν χάριν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἡμᾶς ἐλθοῦσαν, πῶς ἐναντίοι εἰσὶν τῇ γνώμῃ τοῦ θεοῦ. περὶ ἀγάπης οὐ μέλει αὐτοῖς, οὐ περὶ χήρας, οὐ περὶ ὀρφανοῦ, οὐ περὶ θλιβομένου, οὐ περὶ δεδεμένου ἢ λελυμένου, οὐ περὶ πεινῶντος ἢ διψῶντος.

諸君は、我々に臨んだイエス・キリストの恵みについて異なる教えを抱く者たちが、いかに神の思いに逆らっているかを、よくよく見極めよ。彼らは愛について心を留めない、やもめについても、みなしごについても、苦しめられている者についても、繋がれている者についても解かれている者についても、飢えている者についても渇いている者についても。

Smyrn, Caput VII

スミュルナ人へ 第VII章
1

Εὐχαριστίας καὶ πρυσευχῆς ἀπέχονται, διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν, ἣν τῇ χρηστότητι ὁ πατὴρ ἤγειρεν. οἱ οὖν ἀντιλέγοντες τῇ δωρεᾷ τοῦ θεοῦ συζητοῦντες ἀποθνήσκουσιν: συνέφερεν δε αὐτοῖς ἀγαπᾶν, ἵνα καὶ ἀναστῶσιν.

彼らはエウカリスティアと祈りから遠ざかる。エウカリスティアが我々の救い主イエス・キリストの肉であることを告白しないからである——その肉は我々の罪のために受難し、父がその慈しみによって甦らせたものである。それゆえ神の賜物に反対して論争する者たちは死んでゆく。彼らにとっては愛することの方が益であったろう、彼らもまた甦るために。

2

πρέπον ἐστὶν ἀπέχεσθαι τῶν τοιούτων καὶ μήτε κατ’ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ τοῖς προφήταις, ἐξαιρέτως δὲ τῷ εὐαγγελίῳ, ἐν ᾧ τὸ πάθος ἡμῖν δεδήλωται καὶ ἡ ἀνάστασις τετελείωται. τοὺς δὲ μερισμοὺς φεύγετε ὡς ἀρχὴν κακῶν.

このような者たちから離れているのがふさわしい。彼らについて私的にも公にも語らず、むしろ預言者たちに、とりわけ福音に心を留めよ。その福音において受難は我々に明らかにされ、復活は成し遂げられている。分裂を、諸悪の始まりとして避けよ。

Smyrn, Caput VIII

スミュルナ人へ 第VIII章
1

Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις. τοὺς δὲ διακόνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολήν. μηδεὶς χωρὶς τοῦ ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ ἐπίσκοπον οὖσα ἢ ᾧ ἄν αὐτὸς ἐπιτρέψῃ.

皆、監督に従え。イエス・キリストが父に従われたように。また長老団に、使徒たちに対するように従え。奉仕者たちを、神の戒めとして敬え。監督なしには、誰も教会に属する事柄を何一つ行ってはならない。確かなるエウカリスティアと見なされるべきは、監督のもとにあるもの、あるいは監督が委ねた者のもとにあるものである。

2

ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, ὥσπερ ὅπου ἂν ᾖ Ἰησοῦς Χριστός, ἐκεῖ ἡ καθολικὴ ἐκκλησία. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε ἀγάπην ποιεῖν: ἀλλ’ ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ θεῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσετε.

監督が現れるところ、そこに群れがあれ。ちょうどイエス・キリストがおられるところ、そこに公同の教会があるように。監督なしには、洗礼を授けることも愛餐を行うことも許されていない。しかし、かの監督が是認することは何であれ、それは神にも喜ばれることである。それは、諸君が行うすべてのことが安全で確かなものとなるためである。

Smyrn, Caput IX

スミュルナ人へ 第IX章
1

Εὔλογόν ἐστιν λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. καλῶς ἔχει, θεὸν καὶ ἐπίσκοπον εἰδέναι. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τετίμηται: ὁ λάθρα ἐπισκόπου τι πράσσων τῷ διαβόλῳ λατρεύει.

それゆえ、我々がなお神へと悔い改める時を持っている以上、我々が我に返るのは理にかなったことである。神と監督とを知ることは善いことである。監督を敬う者は神によって敬われている。監督に隠れて何かを行う者は悪魔に仕えているのである。

2

πάντα οὖν ὑμῖν ἐν χάριτι περισσευέτω: ἄξιοι γάρ ἐστε. κατὰ πάντα με ἀνεπαύσατε, καὶ ὑμᾶς Ἰησοῦς Χριστός. ἀπόντα με καὶ πάροντα ἠγαπήσατε. ἀμοιβὴ ὑμῖν ὁ θεός, δἰ ὃν πάντα ὑπομένοντες αὐτοῦ τεύξεσθε.

それゆえ、諸君にあってすべてのことが恵みのうちに満ち溢れるように。諸君はそれにふさわしい者だからである。諸君はあらゆる点で私を安んじた。イエス・キリストも諸君を安んじられるように。諸君は、私が不在の時も臨席の時も私を愛した。神が諸君への報いとなられるように。彼のためにすべてを耐え忍ぶ諸君は、彼を得るであろう。

Smyrn, Caput X

スミュルナ人へ 第X章
1

Φίλωνα καὶ Ῥέον Ἀγαθόπουν, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους θεοῦ: οἳ καὶ εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. οὐδὲν ὑμῖν οὐ μὴ ἀπολεῖται.

フィロンとレオス・アガトプスは、私に従って神の言葉のために来た者たちであるが、諸君は彼らを神の奉仕者として立派に迎え入れた。彼らもまた、諸君のことで主に感謝を捧げている。諸君が彼らをあらゆる仕方で安んじたからである。諸君に何一つ失われることはないであろう。

2

ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανήσατε οὐδὲ ἐπῃσχύνθητε. οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπίς, Ἰησοῦς Χριστός.

私の霊と私の鎖とは、諸君の身代わりである。諸君はそれを見下すことも恥じることもしなかった。完全なる希望であるイエス・キリストも、諸君を恥じることはないであろう。

Smyrn, Caput XI

スミュルナ人へ 第XI章
1

Ἡ προσευχὴ ὑμῶν ἀπῆλθεν ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ὅθεν δεδεμένος θεοπρεπεστάτοις δεσμοῖς πάντας ἀσπάζομαι, οὐκ ὢν ἄξιος ἐκεῖθεν εἶναι, ἔσχατος αὐτῶν ὤν: κατὰ θέλημα δὲ κατηξιώθην, οὐκ ἐκ συνειδότος ἀλλ’ ἐκ χάριτος θεοῦ: ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν τῇ προσευχῇ ὑμῶν θεοῦ ἐπιτύχω.

諸君の祈りはシリアのアンティオキアにある教会にまで届いた。そこから、いと神にふさわしい鎖に繋がれて、私は皆に挨拶する——私はそこの出身であるにふさわしい者ではなく、彼らのうちで最も小さい者でありながら。しかし私は御心によって、良心からではなく神の恵みから、それにふさわしいとされた。その恵みが私に完全に与えられるように祈る。それは、諸君の祈りによって私が神に到り着くためである。

2

ἵνα οὖν ὑμῶν τέλειον γένηται τὸ ἔργον καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ, πρέπει εἰς τιμὴν θεοῦ χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβεύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσιν καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωματεῖον.

それゆえ、諸君の業が地においても天においても完全なものとなるために、諸君の教会が、神への誉れのために、神の使節を選び立てるのがふさわしい。シリアで起こったことのために彼らと共に喜ぶために——彼らが平和になり、彼ら固有の偉大さを取り戻し、彼ら本来の体が彼らに回復されたことのために。

3

ἐφάνη μοι οὖν θεοῦ ἄξιον πρᾶγμα, πέμψαι τινὰ τῶν ὑμετέρων μετ’ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος ἤδη ἐτύγχανον τῇ προσευχῇ ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε. θέλουσιν γὰρ ὑμῖν εὖ πράσσειν θεὸς ἕτοιμος εἰς τὸ παρέχειν.

それゆえ私には、諸君のうちの誰かを手紙とともに遣わすことが、神にふさわしい事柄と思われた。それは、神に従って彼らに臨んだ凪を共に讃えるためであり、また、諸君の祈りによって私がすでに港に行き着いていたことのためである。完全な者であるなら、完全なことを考えよ。善く行おうと望む諸君に、神はそれを与える用意ができているからである。

Smyrn, Caput XII

スミュルナ人へ 第XII章
1

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου, ὅν ἀπεστείλατε μετ’ ἐμοῦ ἅμα Ἐφεσίοις, τοῖς ἀδελφοῖς ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα.

トロアスにいる兄弟たちの愛が、諸君に挨拶する。そこから私は、ブルロスを通して諸君に書き送っている。彼は、諸君の兄弟であるエフェソス人たちと共に、諸君が私に同行させて遣わした者であり、あらゆる点で私を安んじてくれた。すべての者が彼に倣うことを願う——彼は神への奉仕の手本である。恵みは、あらゆる点で彼に報いるであろう。

2

ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ’ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει σαρκικῇ τε καὶ πνευματικῇ, ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἕλεος, εἰρήνη, ὑπομονὴ διὰ παντός.

私は、神に値する監督と、神にふさわしい長老団と、私と共に僕である奉仕者たちと、一人ひとりの者たちにも共同の者たち皆にも、イエス・キリストの名において、また彼の肉と血とにおいて、肉的かつ霊的な受難と復活とにおいて、神と諸君との一体のうちに挨拶する。恵みが、憐れみが、平和が、耐え忍びが、諸君に常にあるように。

Smyrn, Caput XIII

スミュルナ人へ 第XIII章
1

Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶ καὶ τέκνοις καὶ τὰς παρθένους τὰς λεγομένας χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πατρός. ἀσπάζεται ὑμᾶς Φίλων σὺν ἐμοὶ ὤν.

私は、私の兄弟たちの家々を、妻たちと子どもたちと共に、また、やもめと呼ばれている乙女たちを、挨拶する。父の力のうちに、私のために健やかであれ。私と共にいるフィロンが、諸君に挨拶する。

2

ἀσπάζομαι τὸν οἶκον Ταουΐας, ἣν εὔχομαι ἑδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ’ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ.

私は、タウィアの家に挨拶する。彼女が、肉的にも霊的にも信仰と愛とに据えられているように祈る。私は、私にとって愛しい名であるアルケに挨拶し、比類なきダフノスとエウテクノスに、また名を挙げて皆に挨拶する。神の恵みのうちに健やかであれ。

Pol, Praefatio

ポリュカルポスへ 前書き
1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, Πολυκάρπῳ ἐπισκόπῳ ἐκκλησίας Σμυρναίων, μᾶλλον ἐπισκοπημένῳ ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, πλεῖστα χαίρειν.

イグナティオス、すなわち神を担う者から、スミュルナ人の教会の監督ポリュカルポスへ、いやむしろ、父なる神と主イエス・キリストによって監督されている者へ、大いなる挨拶を送る。

Pol, Caput I

ポリュカルポスへ 第I章
1

Ἀποδεχόμενός σου τὴν ἐν θεῷ γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω, καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὗ ὀναίμην ἐν θεῷ.

お前の、神にあっての思いが、動かぬ岩の上にあるかのように据えられているのを受け入れて、私はいや増して讃える。お前の汚れなき顔を見るに値する者とされたことを。その顔によって、神のうちに私が喜びを得ますように。

2

παρακαλῶ σε ἐν χάριτι ᾗ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον, πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος: πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς.

私はお前に、お前がまとっている恵みによって勧める。お前の走路にさらに加え、すべての人に、彼らが救われるようにと勧めよ。お前の地位を、肉的にも霊的にもあらゆる配慮をもって守り抜け。結び合いに心を配れ——それに優るものはない。すべての人を担え、主がお前を担われるように。すべての人を愛のうちに忍べ、お前が現にそうしているように。

3

προσευχαῖς σχόλαζε ἀδιαλείπτοις: αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις: γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατ’ ἄνδρα κατὰ ὁμοήθειαν θεοῦ λάλει: πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής. ὅπου πλείων κόπος, πολὺ κέρδος.

絶え間ない祈りに専念せよ。お前が持っている以上の理解を求めよ。眠らぬ霊を身に着けて、目を覚ましていよ。各人には、神にならった気質をもって語れ。すべての人の病を、全き競技者として担え。労苦が多いところには、益もまた多い。

Pol, Caput II

ポリュカルポスへ 第II章
1

Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν: μᾶλλον τοὺς λοιμοτέρους ἐν πραότητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε.

善い弟子たちを愛するだけならば、それはお前の功とはならない。むしろ、より手に負えない者たちを柔和のうちに服させよ。すべての傷が同じ膏薬で癒やされるわけではない。発作は湿布で鎮めよ。

2

φρόνιμος γίνου ὡς ὁ ὄφις ἐν ἅπασιν καὶ ἀκέραιος εἰς ἀεὶ ὡς ἡ περιστερά. διὰ τοῦτο σαρκικὸς εἶ καὶ πνευματικός, ἵνα τὰ φαινόμενά σου εἰς πρόσωπον κολακεύῃς: τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ὅπως μηδενὸς λείπῃ καὶ παντὸς χαρίσματος περισσεύῃς, 3, ὁ καιρὸς ἀπαιτεῖ σε, ὡς κυβερνῆται ἀνέμους καὶ ὡς χειμαζόμενος λιμένα, εἰς τὸ θεοῦ ἐπιτυχεῖν. νῆφε, ὡς θεοῦ ἀθλητής: τὸ θέμα ἀφθαρσία καὶ ζωὴ αἰώνιος, περὶ ἧς καὶ σὺ πέπεισαι. κατὰ πάντα σου ἀντίψυχον ἐγὼ καὶ τὰ δεσμά μου, ἃ ἠγάπησας.

あらゆる点において蛇のように賢く、いつまでも鳩のように純真であれ。それゆえお前は肉的でもあり霊的でもある。それは、お前の面前に現れるものを宥めすかすためである。見えないものについては、それがお前に現されるよう求めよ。何ものにも欠けることなく、あらゆる賜物に満ち溢れるためである。時はお前を求めている——舵取りが風を求め、嵐に遭う者が港を求めるように——神に到り着くために。神の競技者として、身を慎め。賭け金は不朽と永遠の生命である。それについてはお前も確信している。あらゆる点において、私はお前の身代わりであり、お前が愛したこの私の鎖もまたそうである。

Pol, Caput III

ポリュカルポスへ 第III章
1

Οἱ δοκοῦντες ἀξιόπιστοι εἶναι καὶ ἑτεροδιδασκαλοῦντες μή σε καταπλησσέτωσαν. στῆθι ἑδραῖος ὡς ἄκμων τυπτόμενος. μεγάλου ἐστιν ἀθλητοῦ τὸ δέρεσθαι καὶ νικᾶν. μάλιστα δὲ ἕνεκεν θεοῦ πάντα ὑπομένειν ἡμᾶς δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομείνῃ.

信頼に値すると見えながら異なる教えを説く者たちに、お前は驚かされてはならない。打たれる鉄床のように、しっかりと立て。偉大な競技者とは、打たれてもなお勝つ者のことである。とりわけ神のために、我々はすべてを耐え忍ばねばならない。神ご自身も我々を耐え忍んでくださるように。

2

πλέον σπουδαῖος γίνου οὗ εἶ. τοὺς καιροὺς καταμάνθανε. τὸν ὑπὲρ καιρὸν προσδόκα, τὸν ἄχρονον, τὸν ἀόρατον, τὸν δἰ ἡμᾶς ὁρατόν, τὸν ἀψηλάφητον, τὸν ἀπαθῆ, τὸν δἰ ἡμᾶς παθητόν, τὸν κατὰ πάντα τρόπον δἰ ἡμᾶς ὑπομείναντα.

お前は今よりもさらに熱心な者となれ。もろもろの時をよく見極めよ。時を超える方を待ち望め——時をもたぬ方、見えざる方、我々のために見える方となられた方、触れえぬ方、受苦しえぬ方、我々のために受苦する方となられた方、あらゆる仕方で我々のために耐え忍ばれた方を。

Pol, Caput IV

ポリュカルポスへ 第IV章
1

Χῆραι μὴ ἀμελείσθωσαν: μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ γνώμης σου γινέσθω μηδὲ σὺ ἄνευ θεοῦ τι πρᾶσσε, ὅπερ οὐδὲ πράσσεις: εὐστάθει.

やもめたちが放っておかれてはならない。主に次いで、お前が彼女らの世話人であれ。お前の考えなしには何事も行われてはならない。また、お前自身も神なしには何も行うな——もっとも、お前はそのようなことはしていないが。揺るがずにあれ。

2

πυκνότερον συναγωγαὶ γινέσθωσαν: ἐξ ὀνόματος πάντας ζήτει.

集会はより頻繁に開かれよ。すべての人を名を挙げて捜し求めよ。

3

δούλους καὶ δούλας μὴ ὑπερηφάνει: ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ’ εἰς δόξαν θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπὸ θεοῦ τύχωσιν. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.

男女の僕たちを見下すな。しかし彼ら自身もまた高ぶってはならない。むしろ神の栄光のために、いっそう仕えるがよい。それは、彼らが神からより優れた自由を得るためである。彼らは共同の費えによって自由の身にされることを求めてはならない。それは、彼らが欲望の僕として見出されないためである。

Pol, Caput V

ポリュカルポスへ 第V章
1

1, Τὰς κακοτεχνίας φεῦγε, μᾶλλον δὲ περὶ τούτων ὁμιλίαν ποιοῦ. ταῖς ἀδελφαῖς μου προσλάλει, ἀγαπᾶν τὸν κύριον καὶ τοῖς συμβίοις ἀρκεῖσθαι σαρκὶ καὶ πνεύματι. ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παράγγελλε ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἀγαπᾶν τὰς συμβίους ὡς ὁ κύριος τὴν ἐκκλησίαν.

悪しき企みから逃れよ。むしろ、それらについて論じ聞かせよ。私の姉妹たちには、主を愛し、肉においても霊においても自分の伴侶に満ち足りるようにと語りかけよ。同じように私の兄弟たちにも、イエス・キリストの名において、主が教会を愛されたように自分の伴侶を愛するようにと命じよ。

2

εἵ τις δύναται ἐν ἁγνείᾳ μένειν εἰς τιμὴν τῆς σαρκὸς τοῦ κυρίου, ἐν ἀκαυχησίᾳ μενέτω. ἐὰν καυχήσηται, ἀπώλετο, καὶ ἐὰν γνωσθῇ πλέον τοῦ ἐπισκόπου, ἔφθαρται. πρέπει δὲ τοῖς γαμοῦσι καὶ ταῖς γαμουμέναις μετὰ γνώμης τοῦ ἐπισκόπου τὴν ἕνωσιν ποιεῖσθαι, ἵνα ὁ γάμος ᾖ κατὰ κύριον καὶ μὴ κατ’ ἐπιθυμίαν. πάντα εἰς τιμὴν θεοῦ γινέσθω.

もし誰かが、主の肉への誉れのために純潔のうちに留まることができるなら、誇ることなく留まらせよ。もし彼が誇るなら、彼は滅んでいる。また、もし監督より多く知られる者となるなら、彼は腐敗している。結婚する男女は、監督の同意を得て結び合いをなすのがふさわしい。それは、結婚が主に従ってのものであり、欲望に従ってのものとならないためである。すべてのことは神への誉れのために行われよ。

Pol, Caput VI

ポリュカルポスへ 第VI章
1

Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὁ θεὸς ὑμῖν. ἀντίψυχον ἐγὼ τῶν ὑποτασσομένων τῷ ἐπισκόπῳ, πρεσβυτέροις, διακόνοις: καὶ μετ’ αὐτῶν μοι τὸ μέρος γένοιτο σχεῖν ἐν θεῷ. συγκοπιᾶτε ἀλλήλοις, συναθλεῖτε, συντρέχετε, συμπάσχετε, συγκοιμᾶσθε. συνεγείρεσθε ὡς θεοῦ οἰκονόμοι καὶ πάρεδροι καὶ ὑπηρέται.

諸君は監督に心を留めよ、神も諸君に心を留められるように。監督に、長老たちに、奉仕者たちに服する者たちの身代わりとなるのは私である。彼らと共に、神のうちにその分け前を持つことが私に許されるように。互いに共に労苦せよ、共に競技せよ、共に走れ、共に苦しめ、共に休め。神の家令として、陪席者として、下僕として、共に起き上がれ。

2

ἀρέσκετε ᾧ στρατεύεσθε, ἀφ̓ οὖ καὶ τὰ ὀψώνια κομίζεσθε: μή τις ὑμῶν δεσέρτωρ εὑρεθῇ. τὸ βάπτισμα ὑμῶν μενέτω ὡς ὅπλα, ἡ πίστις ὡς περικεφαλαία, ἡ ἀγάπη ὡς δόρυ. ἡ ὑπομονὴ ὡς πανοπλία. τὰ δεπόσιτα ὑμῶν τὰ ἔργα ὑμῶν, ἵνα τὰ ἄκκεπτα ὑμῶν ἄξια κομίσησθε. μακροθυμήσατε οὖν μετ’ ἀλλήλων ἐν πραότητι, ὡς ὁ θεὸς μεθ̓ ὑμῶν, ὀναίμην ὑμῶν διὰ παντός.

諸君が兵役に就いているその方を喜ばせよ——そこから諸君は給金をも受け取っているのだから。諸君のうち誰も脱走兵と見出されることのないように。諸君の洗礼は武具として、信仰は兜として、愛は槍として留まれ。耐え忍びは全身の武具として。諸君の積み立ては諸君の業であり、それは諸君がふさわしい受け取り分を受け取るためである。それゆえ、柔和のうちに互いに忍耐強くあれ、神が諸君と共にあるように。私は諸君によっていつも喜びを得ますように。

Pol, Caput VII

ポリュカルポスへ 第VII章
1

Ἐπειδὴ ἡ ἐκκλησία ἡ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰρηνεύει, ὡς ἐδηλώθη μοι, διὰ τὴν προσευχὴν ὑμῶν, κἀγὼ εὐθυμότερος ἐγενόμην ἐν ἀμεριμνίᾳ θεοῦ, ἐάνπερ διὰ τοῦ παθεῖν θεοῦ ἐπιτύχω, εἰς τὸ εὑρεθῆναί με ἐν τῇ ἀναστάσει ὑμῶν μαθητήν.

シリアのアンティオキアにある教会が、私に知らされたとおり、諸君の祈りによって平和になったので、私もまた、神のうちに思い煩いなく、いっそう晴れやかな心となった——もし受難を通して私が神に到り着くならば、復活において私が諸君の弟子として見出されるために。

2

πρέπει, Πολύκαρπε θεομακαριστότατε, συμβούλιον ἀγαγεῖν θεοπρεπέστατον καὶ χειροτονῆσαί τινα, ὃν ἀγαπητὸν λίαν ἔχετε καὶ ἄοκνον, ὃς δυνήσεται θεοδρόμος καλεῖσθαι: τοῦτον καταξιῶσαι, ἵνα πορευθεὶς εἰς Συρίαν δοξάσῃ ὑμῶν τὴν ἄοκνον ἀγάπην εἰς δόξαν θεοῦ:

いと神に祝されたるポリュカルポスよ、神にいとふさわしい会議を開き、諸君が非常に愛しており、労を惜しまぬ者として、神への走者と呼ばれうる者を選び立てることがふさわしい。この者を、シリアへ赴いて、神の栄光のために諸君の労を惜しまぬ愛を讃えるにふさわしい者とせよ。

3

Χριστιανὸς ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ θεῷ σχολάζει. τοῦτο τὸ ἔργον θεοῦ ἐστιν καὶ ὑμῶν, ὅταν αὐτὸ ἀπαρτίσητε. πιστεύω γὰρ τῇ χάριτι, ὅτι ἕτοιμοί ἐστε εἰς εὐποιΐαν θεῷ ἀνήκουσαν. εἰδὼς ὑμῶν τὸ σύντονον τῆς ἀληθείας, δἰ ὀλίγων ὑμᾶς γραμμάτων παρεκάλεσα.

キリスト教徒は自分自身に対する権能を持たず、神に専念する。これは神の業であり、また諸君の業でもある——諸君がそれを成し遂げるときに。私は恵みを信じている、諸君が神に属する善行への備えができていることを。諸君の真理への熱心を知っているので、短い手紙によって諸君に勧めたのである。

Pol, Caput VIII

ポリュカルポスへ 第VIII章
1

Ἐπεὶ πάσαις ταῖς ἐκκλησίαις οὐκ ἠδυνήθην γράψαι διὰ τὸ ἐξαίφνης πλεῖν με ἀπὸ Τρωάδος εἰς Νεάπολιν, ὡς τὸ θέλημα προστάσσει, γράψεις ταῖς ἔμπροσθεν ἐκκλησίαις, ὡς θεοῦ γνώμην κεκτημένος, εἰς τὸ καὶ αὐτοὺς τὸ αὐτὸ ποιῆσαι, ʽοἱ μὲν δυνάμενοι πεζοὺς πέμψαι, οἱ δὲ ἐπιστολὰς διὰ τῶν ὑπό σου πεμπομένων. ἵνα δοξασθῆτε αἰωνίῳ ἔργῳ.ʼ ὡς ἄξιος ὤν.

すべての教会に書き送ることが、御心の命じるとおり私が突然トロアスからネアポリスへ船出することになったためにできなかったので、お前は、先にある教会々に書き送れ、神の思いを身に着けた者として。彼らもまた同じことを行うために——ある者たちは徒歩の使者を遣わすことができ、他の者たちはお前によって遣わされる者たちを通して手紙を送ることができるように。それは、諸君が永遠の業によって栄光を受けるためである——ふさわしい者として。

2

ἀσπάζομαι πάντας ἐξ ὀνόματος καὶ τὴν τοῦ Ἐπιτρόπου σὺν ὅλῳ τῷ οἴκῳ αὐτῆς καὶ τῶν τέκνων. ἀσπάζομαι Ἄτταλον τὸν ἀγαπητόν μου. ἀσπάζομαι τὸν μέλλοντα καταξιοῦσθαι τοῦ εἰς Συρίαν πορεύεσθαι. ἔσται ἡ χάρις μετ’ αὐτοῦ διὰ παντὸς καὶ τοῦ πέμποντος αὐτὸν Πολυκάρπου.

私はすべての人に名を挙げて挨拶し、またエピトロポスの妻に、その家全体と子どもたちと共に挨拶する。私の愛するアッタロスに挨拶する。シリアへ赴くにふさわしい者とされようとしている者に挨拶する。恵みが常に彼と共に、また彼を遣わすポリュカルポスと共にあるように。

3

ἐρρῶσθαι ὑμᾶς διὰ παντὸς ἐν θεῷ ἡμῶν Ἰησοῦ Χριστῷ εὔχομαι, ἐν ᾧ διαμείνητε ἐν ἑνότητι θεοῦ καὶ ἐπισκοπῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα. ἔρρωσθε ἐν κυρίῳ.

諸君が我々の神イエス・キリストのうちに常に健やかであるように祈る。その方のうちにあって、諸君が神の一体と監督の務めとのうちに留まり続けますように。私にとって愛しい名であるアルケに挨拶する。主にあって健やかであれ。