Caput I
第I章Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μια τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
二つの道がある。一つは命の道、一つは死の道である。二つの道の隔たりは大きい。
Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη: πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν: πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει.
さて、命の道とはこうである。第一に、お前を造られた神を愛せよ。第二に、お前自身のように隣人を愛せよ。そして、お前が自分にされたくないと望むことはすべて、お前も他人にしてはならない。
Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη: εὐλογεῖτε τοῦς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς: ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχθρόν.
これらの言葉の教えとはこうである。諸君を呪う者たちを祝福し、諸君の敵のために祈り、諸君を迫害する者たちのために断食せよ。諸君を愛する者たちを愛するだけなら、そこに何の功があろうか。異邦人たちもまた同じことをするのではないか。しかし諸君は、諸君を憎む者たちを愛せよ。そうすれば、諸君に敵はなくなるであろう。
ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν: ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος: ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο: ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου, δὸς αὐτῷ καὶ τὸν χιτῶνα: ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει: οὐδὲ γὰρ δύνασαι.
肉の欲望と肉体の欲望から離れよ。もし誰かがお前の右の頬を打つなら、彼にもう一方の頬をも向けよ。そうすればお前は全き者となるであろう。もし誰かがお前に一ミリオン行くよう強いるなら、彼と共に二ミリオン行け。もし誰かがお前の上着を奪うなら、下着も彼に与えよ。もし誰かがお前からお前のものを取るなら、取り返そうとするな。お前にはそれができないのだから。
παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει: πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν: ἀθῷος γάρ ἐστιν. οὐαὶ τῷ λαμβάνονται: εἰ μὲν γὰρ χρείαν ἔχων λαμβάνει τις, ἀθῷος ἔσται: ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην, ἱνατί ἔλαβε καὶ εἰς τί: ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην.
お前に求めるすべての者に与えよ。そして取り返そうとするな。父はご自身の賜物から、すべての者に与えることを望まれるからである。戒めに従って与える者は幸いである。その者は咎めなき者だからである。受け取る者には災いがある。もし必要があって受け取るなら、その者は咎めなき者となるであろう。しかし必要もなく受け取る者は、なぜ、何のために受け取ったのかについて、罰を受けるであろう。そして、捕らわれの身となり、自らが行ったことについて取り調べられ、最後の一コドラントを払い終えるまで、そこから出て来ることはないであろう。
ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται: Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου, μέχρις ἂν γνῷς, τίνι δῷς.
しかし、このことについてもこう言われている。「お前の施しを、誰に与えるかを知るまで、お前の手の中で汗をかかせよ。」
Caput II
第II章Δευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς:
さて、教えの第二の戒めは次のとおりである。
οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ μαγεύσεις, οὐ φαρμακεύσεις, οὐ φονεύσεις τέκνον ἐν φθορᾷ, οὐδὲ γεννηθὲν ἀποκτενεῖς, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον.
殺してはならない。姦淫してはならない。少年を犯してはならない。淫行をしてはならない。盗んではならない。魔術を行ってはならない。毒術を行ってはならない。堕胎して子を殺してはならない。また、生まれた子を殺してはならない。隣人のものを欲してはならない。
οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακολογήσεις, οὐ μνησικακήσεις.
偽りの誓いを立ててはならない。偽証してはならない。悪口を言ってはならない。恨みを抱いてはならない。
οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος: παγὶς γὰρ θανάτου ἡ διγλωσσία.
お前は二つの考えを持つ者にも二枚舌の者にもなるな。二枚舌は死の罠であるからである。
οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει,
お前の言葉は偽りであってはならず、空虚であってもならない。むしろ行いに満ちたものであれ。
οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου.
強欲な者にも、強奪する者にも、偽善者にも、悪意ある者にも、高慢な者にもなるな。隣人に対して悪しき謀りごとを企ててはならない。
οὐ μισήσεις πάντα ἄνθρωπον, ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ δὲ ὦν προσεύξῃ, οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.
すべての人を憎んではならない。むしろ、或る者たちは咎め、或る者たちのためには祈り、或る者たちは自分の魂以上に愛せよ。
Caput III
第III章Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ.
我が子よ、あらゆる悪しきものから、またそれに似たすべてのものから逃れよ。
μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός: ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται.
怒りっぽい者になるな。怒りは殺人へ導くからである。また、妬み深い者にも、争い好きな者にも、激しやすい者にもなるな。これらすべてから殺人が生まれるからである。
τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος: ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται.
我が子よ、欲望を抱く者になるな。欲望は淫行へ導くからである。また、みだらな言葉を語る者にも、目を高くする者にもなるな。これらすべてから姦淫が生まれるからである。
τέκνον μου, μὴ γίνου οἰωνοσκόπος. ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν: ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται.
我が子よ、鳥占いをする者になるな。それは偶像礼拝へ導くからである。また、呪文を唱える者にも、占星術師にも、祓い清めをする者にもなるな。それらを見ることさえ望むな。これらすべてから偶像礼拝が生まれるからである。
τέκνον μου, μὴ γίνου ψεύστης. ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος: ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται.
我が子よ、偽り者になるな。偽りは盗みへ導くからである。また、金銭を愛する者にも、虚栄心のある者にもなるな。これらすべてから盗みが生まれるからである。
τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων: ἐκ γὰρ τούτων ἀπάντων βλασφημίαι γεννῶνται,
我が子よ、不平を言う者になるな。それは冒瀆へ導くからである。また、強情な者にも、悪しき思いを抱く者にもなるな。これらすべてから冒瀆が生まれるからである。
ἴσθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν:
むしろ柔和な者であれ。柔和な者は地を受け継ぐからである。
γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας.
忍耐強く、憐れみ深く、無邪気で、物静かで、善き者となり、そして聞いた言葉につねに震えおののく者であれ。
οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ.
自らを高くしてはならない。また、お前の魂に厚かましさを与えてはならない。お前の魂は高ぶる者たちと結びついてはならず、むしろ正しい者たち、謙遜な者たちと共に歩め。
τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.
お前に起こる出来事を、神を離れては何も起こらないと知って、善きものとして受け入れよ。
Caput IV
第IV章Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ αὐτὸν ὡς κύριον: ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν.
我が子よ、お前に神の言葉を語る者を、夜も昼も覚えていよ。そして、その者を主として敬え。主権が語られるところ、そこに主がおられるからである。
ἐκζητήσεις δὲ καθ̓ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν.
日ごとに、聖なる者たちの顔を尋ね求めよ。彼らの言葉に安らぎを得るためである。
οὐ ποθήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους: κρινεῖς δικαίως, οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν.
分裂を望んではならない。争う者たちの間を平和にせよ。正しく裁け。過ちを咎めるにあたって人を分け隔てしてはならない。
οὐ διψυχήσεις, πότερον ἔσται ἢ οὔ.
それが起こるか起こらないか、二心を抱いてはならない。
Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν.
受け取ることには手を伸ばし、与えることには手を引っ込める者になるな。
ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δώσεις λύτρωσιν ἁμαρτιῶν σου.
お前の手を通して持っているなら、それをお前の罪の贖いとして与えよ。
οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις: γνώσῃ γάρ, τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης.
与えることをためらってはならず、与えながら不平を言ってもならない。報いの善き払い手が誰であるかを、お前は知るであろうから。
οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σοῦ καὶ οὐκ ἐρεῖς ἴδια εἶναι: εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς θνητοῖς;
乏しい者から顔を背けてはならない。むしろ、すべてのものを兄弟と分かち合い、それらを自分のものだと言ってはならない。もし不死なるものにおいて共同者であるなら、死すべきものにおいてはなおさらではないか。
Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις τὸν φόβον τοῦ θεοῦ.
お前の息子や娘からお前の手を引いてはならない。むしろ、幼い時から神への畏れを教えよ。
οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ σου, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις θεόν: οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ̓ οὕς τὸ πνεῦμα ἡτοίμασεν.
お前の僕や仕え女に、同じ神に望みを置く者たちであるのに、苦々しさをもって命じてはならない。彼らが、双方の上にいます神を畏れなくなるといけないからである。神は人を分け隔てて招くのではなく、霊が備えた者たちのところへ来られるからである。
ὑμεῖς δὲ οἱ δοῦλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ.
諸君、僕たる者たちよ、諸君の主人たちに神の型として、恥じらいと畏れをもって従え。
Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ πᾶν ὃ μὴ ἀρεστὸν τῷ κυρίῳ.
あらゆる偽善を、また主に喜ばれないすべてのことを憎め。
οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν.
主の戒めを決して見捨ててはならない。むしろ、受け取ったことを、付け加えることも取り去ることもせずに守れ。
ἐν ἐκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾷ: αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.
教会において、お前の過ちを告白せよ。そして、悪しき良心を抱いたまま、お前の祈りに進み出てはならない。これが命の道である。
Caput V
第V章ʽΠ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη: πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή: φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία.
死の道はこうである。何よりもまず、それは悪しく、呪いに満ちている。すなわち、殺人、姦淫、欲望、淫行、盗み、偶像礼拝、魔術、毒術、強奪、偽証、偽善、二重の心、たばかり、高慢、悪意、強情、強欲、みだらな言葉、妬み、厚かましさ、高ぶり、自慢である。
διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ’ εἰς τὸ πονηρόν ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι: ῥυσθείητε, τέκνα, ἀπὸ τούτωι ἁπάντων.
善きものを迫害する者たち、真理を憎み偽りを愛する者たち、正義の報いを知らない者たち、善きものにも正しい裁きにも結びつかない者たち、善へではなく悪へ向けて目覚めている者たち——彼らから柔和と耐え忍びは遠い——空しいものを愛し、応報を追い求め、貧しい者を憐れまず、虐げられている者のために労せず、自分たちを造られた方を知らない者たち、子らを殺す者たち、神が形づくったものを堕落させる者たち、乏しい者から顔を背け、苦難にある者をなお虐げ、富める者たちの弁護人、貧しい者たちの不法な裁き手、あらゆる罪に満ちた者たちである。子らよ、これらすべてから救い出されよ。
Caput VI
第VI章Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει.
気をつけよ、誰もお前をこの教えの道から迷わせないように。なぜなら、そうする者は神から離れてお前を教えるからである。
εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ: εἰ δ’ οὐ δύνασαι, ὅ δύνῃ, τοῦτο ποίει.
もし主のくびき全体を負うことができるなら、お前は全き者となるであろう。もしできないなら、できることを行え。
περὶ δὲ τῆς βρώσεως, ὅ δύνασαι βάστασον: ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε λατρεία γάρ ἐστι θεῶν νεκρῶν.
食物については、できることを負え。ただし、偶像に献げられたものからは大いに用心せよ。それは死せる神々への礼拝であるからである。
Caput VII
第VII章Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε: ταῦτα πάντα προειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι.
洗礼については、このように洗礼を授けよ。これらすべてをあらかじめ語ったうえで、父と子と聖なる霊の名において、生ける水で洗礼を授けよ。
ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον: εἰ δ’ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ.
もし生ける水がなければ、他の水で洗礼を授けよ。冷たい水でできなければ、温かい水で授けよ。
ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
もしそのいずれもなければ、父と子と聖なる霊の名において、頭に三度水を注げ。
πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύνανται: κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς ἢ δύο.
洗礼の前に、洗礼を授ける者と洗礼を受ける者、また、できる者があれば他の者たちも、あらかじめ断食せよ。洗礼を受ける者には、一日か二日前から断食するように命じよ。
Caput VIII
第VIII章Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ: ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν.
諸君の断食は、偽善者たちと共にあってはならない。彼らは週の二日目と五日目に断食するからである。諸君は、四日目と備えの日に断食せよ。
μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ’ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτω προσεύχεσθε: Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς: τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὴν ὀφειλὴν ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ: ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
偽善者たちのように祈ってはならない。むしろ、主がその福音の中で命じられたとおりに、このように祈れ。「天にいます我々の父よ、汝の名が聖とされますように。汝の王国が来ますように。汝の御心が、天におけるように地の上にも行われますように。我々の日ごとのパンを、今日我々に与えたまえ。そして、我々が我々に負い目ある者たちを赦すように、我々の負い目をも赦したまえ。我々を試みに導き入れず、悪しき者から我々を救い出したまえ。力と栄光は世々にわたって汝のものだからです。」
τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε.
一日に三度、このように祈れ。
Caput IX
第IX章Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε:
エウカリスティア(感謝)については、このように感謝を捧げよ。
πρῶτον περὶ τοῦ ποτηρίου: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
まず、杯については、こう言え。「我々の父よ、汝の子ダビデの聖なる葡萄の樹のゆえに、汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」
περὶ δὲ τοῦ κλάσματος: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
また、裂かれたパンについては、こう言え。「我々の父よ、命と知識のゆえに、汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」
ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.
「この裂かれたパンが山々の上に散らされていたのに、集められて一つになったように、汝の教会も地の果てから汝の王国へと集められますように。栄光と力は、イエス・キリストを通して世々にわたって汝のものだからです。」
μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ’ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου: καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος: Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσί.
誰も、諸君のエウカリスティアから食べたり飲んだりしてはならない。主の名において洗礼を受けた者たちのほかは。このことについて、主もこう言われたからである。「聖なるものを犬に与えてはならない。」
Caput X
第X章Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὕτως εὐχαριστήσατε:
満ち足りた後には、このように感謝を捧げよ。
Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
「聖なる父よ、汝の聖なる名のゆえに、汝に感謝を捧げます。汝はその名を我々の心のうちに住まわせてくださいました。また、知識と信仰と不死のゆえにも汝に感謝を捧げます。それを汝は、汝の子イエスを通して我々に知らせてくださいました。栄光は世々にわたって汝のものです。」
σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου.
「汝、全能の主宰者よ、汝の名のために万物を創造されました。人々に食物と飲み物を享受のために与え、彼らが汝に感謝を捧げるようにされました。しかし我々には、汝の子を通して、霊的な食物と飲み物、そして永遠の生命を賜りました。」
πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ; σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
「何よりもまず、汝が力ある方であることのゆえに、汝に感謝を捧げます。栄光は世々にわたって汝のものです。」
μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ: ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
「主よ、汝の教会を覚えたまえ。これをあらゆる悪しきものから救い出し、汝の愛のうちに全うし、聖とされたこの教会を、四方の風から、汝が備えられた汝の王国へと集めたまえ。力と栄光は世々にわたって汝のものだからです。」
ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαυείδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω: εἴ τις οὐκ ἔστι, μετανοείτω: μαρὰν ἀθά: ἀμήν.
「恩寵は来たれ、そしてこの世は過ぎ去れ。ダビデの神にホサナ。もし聖なる者があれば、来たれ。もしそうでなければ、悔い改めよ。マラナ・タ。アーメン。」
τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν ὅσα θέλουσιν.
預言者たちには、望むだけ感謝を捧げることを許せ。
Caput XI
第XI章Ὃς ἂν οὑν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν:
そこで、来て、先に述べたこれらすべてのことを諸君に教える者があれば、その者を受け入れよ。
ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε: εἰς δὲ τὸ προσθεῖναι δικαιοσύνην καὶ γνῶσιν κυρίου, δέξασθε αὐτὸν ὡς κύριον.
しかし、その教える者自身が背き、これを覆すために別の教えを説くなら、彼の言うことを聞いてはならない。だが、正義と主の知識を増し加えるためであれば、その者を主として受け入れよ。
Περὶ δὲ τῶν ἀποστόλων καὶ προφητῶν, κατὰ τὸ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε.
使徒と預言者たちについては、福音の教説に従って、このようにせよ。
πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος:
諸君のもとに来るすべての使徒を、主として受け入れよ。
οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν: ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἄλλην: τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν.
ただし、一日を超えて留まってはならない。必要があれば、もう一日も留まってよい。三日留まるなら、彼は偽預言者である。
ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὖ αὐλισθῇ: ἐὰν δὲ ἀργύριον αἰτῇ, ψευδοπροφήτης ἐστί.
使徒は、出て行くとき、次に宿るところまでのパンのほかは何も受け取ってはならない。もし金銭を求めるなら、彼は偽預言者である。
Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε: πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται.
霊において語るすべての預言者を、試してはならず、識別してもならない。あらゆる罪は赦されるが、この罪だけは赦されないからである。
οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ’ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης.
霊において語る者がみな預言者であるのではなく、主の振る舞いを備えている場合にそうである。それゆえ、振る舞いによって偽預言者と預言者とが知られる。
καὶ πᾶς προφήτης ὁρίζων τράπεζαν ἐν πνεύματι οὐ φάγεται ἀπ’ αὐτῆς, εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί.
また、霊において食卓を定めるすべての預言者は、それから食べてはならない。それに反するなら、彼は偽預言者である。
πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν, εἰ ἃ διδάσκει οὐ ποιεῖ. ψευδοπροφήτης ἐστί.
真理を教えるすべての預言者も、自ら教えることを行わないなら、偽預言者である。
πᾶς δὲ προφήτης δεδοκιμασμένος, ἀληθινός, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ̓ ὑμῶν: μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν: ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται.
見分けられた真正の預言者が、教会の世的な秘義のために行い、しかし自分の行うことを行えとは教えないとしても、その者は諸君のもとで裁かれてはならない。神とともに裁きを持つからである。昔の預言者たちも同じように行ったのである。
ὃς δ’ ἂν εἴπῃ ἐν πνεύματι: δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ: ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.
霊において「私に金銭か、他の何かを与えよ」と言う者があれば、諸君は彼の言うことを聞いてはならない。しかし、乏しい他の者たちのために与えるようにと言うのであれば、誰も彼を裁いてはならない。
Caput XII
第XII章Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχθήτω: ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν.
主の名において来るすべての者を受け入れよ。そのうえで、彼を見分けて知るがよい。諸君は右と左を分かつ理解を持つであろうから。
εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε: οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἡ τρεῖς ἡμέρας, ἑὰν ᾖ ἀνάγκη.
もし来る者が旅の途中の者であれば、できる限り彼を助けよ。必要があっても、二日か三日を超えて諸君のもとに留まってはならない。
εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω.
もし彼が諸君のもとに住み着くことを望み、職人であるなら、働いて食べるがよい。
εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ̓ ὑμῶν ζήσεται Χριστιανός.
もし彼が技術を持たないなら、諸君の理解に従って、キリスト教徒が諸君のもとで怠惰に生きることのないように配慮せよ。
εἰ δ’ οὐ θέλει οὕτω ποιεῖν, χριστέμπορός ἐστι: προσέχετε ἀπὸ τῶν τοιούτων.
もし彼がそのようにすることを望まないなら、彼はキリスト商人である。そのような者たちから気をつけよ。
Caput XIII
第XIII章Πᾶς δὲ προφήτης ἀληθινὸς θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ.
諸君のもとに住み着くことを望むすべての真正な預言者は、自らの食物を受けるにふさわしい。
ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
同様に、真正な教師も、労働者と同じく自らの食物を受けるにふさわしい。
πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τὴν ἀπαρχὴν τοῖς προφήταις: αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν.
それゆえ、酒ぶねと打ち場の産物の初穂、また牛と羊の初穂を取って、これを預言者たちに与えよ。彼らこそ諸君の大祭司であるからである。
ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς.
もし諸君に預言者がいなければ、貧しい者たちに与えよ。
ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν.
もしパンを焼くなら、初穂を取って、戒めに従って与えよ。
ὡσαύτως κεράμιον οἴνου ἡ ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις:
同様に、葡萄酒あるいは油の甕を開けたなら、初穂を取って預言者たちに与えよ。
ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχήν, ὡς ἄν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν.
金銭と衣服、そしてあらゆる財産についても、初穂を取り、お前が良いと思うままに、戒めに従って与えよ。
Caput XIV
第XIV章Κατὰ κυριακὴν δὲ κυρίου συναχθέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε, προεξομολογησάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καθαρὰ ἡ θυσία ὑμῶν ᾖ.
主の主日ごとに集まり、パンを裂いて感謝を捧げよ。あらかじめ諸君の過ちを告白し、諸君の犠牲が清いものとなるようにせよ。
πᾶς δὲ ἔχων τὴν ἀμφιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελθέτω ὑμῖν, ἕως ὁ??ʼ διαλλαγῶσιν, ἵνα μὴ κοινωθῇ ἡ θυσία ὑμῶν.
仲間との間に諍いを抱く者は、和解するまで、諸君と共に集まってはならない。諸君の犠牲が汚されないためである。
αὕτη γάρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ κυρίον: Ἐν παντὶ τόπῳ καὶ χρόνῳ προσφέρειν μοι θυσίαν καθαράν. ὅτι βασιλεὺς μέγας εἰμί, λέγει κύριος, καὶ τὸ ὄνομά μου θαυμαστὸν ἐν τοῖς ἔθνεσι.
これこそ、主によって語られたことだからである。「あらゆる場所と時において、私に清い犠牲を献げよ。私は大いなる王であるからだ、と主は言われる。そして私の名は諸国民の間で驚くべきものである。」
Caput XV
第XV章Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους: ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προφητῶν καὶ διδασκάλων.
それゆえ、諸君は自分たちのために、主にふさわしい監督たちと奉仕者たちを選び立てよ。柔和で、金銭を愛さず、真実で、見分けられた者たちを。彼らもまた、預言者と教師たちの勤めを、諸君のために果たすからである。
μὴ οὖν ὑπερίδητε αὐτούς: αὐτοὶ γάρ εἰσιν οἱ τετιμημένοι ὑμῶν μετὰ τῶν προφητῶν καὶ διδασκάλων.
それゆえ、彼らを軽んじてはならない。彼らこそ、預言者と教師たちと共に、諸君の間で尊ばれるべき者たちであるからだ。
Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ, ἀλλ’ ἐν εἰρήνῃ ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ: καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παῤ ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσῃ.
互いに、怒りによってではなく、福音にあるとおり平和のうちに咎め合え。また、他の者に対して誤りを犯した者には、悔い改めるまで、誰も語りかけてはならず、彼も諸君から何一つ聞いてはならない。
τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτω ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν.
諸君の祈りと施しと、あらゆる行いを、我々の主の福音にあるとおりに行え。
Caput XVI
第XVI章Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν: οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι: οὐ γὰρ οἴδατε τὴν ὤραν, ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται.
諸君の命のために目を覚ましていよ。諸君の灯は消えてはならず、諸君の腰は緩んではならない。むしろ、備えていよ。我々の主が来られる時を、諸君は知らないからである。
πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν: οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.
たびたび集まり、諸君の魂にふさわしいことを求めよ。もし最後の時に全うされないなら、諸君の信仰のすべての時も、諸君の益とはならないからである。
ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος.
終わりの日々には、偽預言者たちと堕落させる者たちが増え、羊は狼に変わり、愛は憎しみに変わるであろう。
αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸς θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἅ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.
不法が増し加わるにつれて、彼らは互いに憎み合い、迫害し、引き渡すであろう。そしてその時、世を惑わす者が神の子として現れ、しるしと不思議を行い、地はその手に引き渡され、彼は世々かつて起こったことのない、許されないことを行うであろう。
τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ’ αὐτοῦ τοῦ καταθέματος.
その時、人という被造物は試練の火に至り、多くの者がつまずいて滅びるであろう。しかし、自らの信仰において耐え忍んだ者たちは、まさにその呪われたものによって救われるであろう。
καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας: πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν.
そしてその時、真理のしるしが現れるであろう。第一に、天における広がりのしるし。次に、ラッパの声のしるし。そして第三に、死者の復活である。
οὐ πάντων δέ, ἀλλ’ ὡς ἐρρέθη: Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.
しかし、すべての者の復活ではない。むしろ、こう言われたとおりである。「主が来られる、そしてすべての聖なる者たちが彼と共に。」
τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ.
その時、世は、天の雲の上に来られる主を見るであろう。