Caput I
第I章Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστοῦ, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν: καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν.
兄弟たちよ、我々はイエス・キリストについて、神について思うがごとく、生ける者と死せる者との審判者について思うがごとく、思わねばならない。そして我々は自分たちの救いについて些細に思ってはならない。
ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν: καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰς ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν.
我々が彼について些細に思うなら、受け取ることを望むものもまた些細である。それを些細な事柄として聞く者たちは罪を犯している。我々もまた罪を犯している。我々がどこから、誰によって、どの場所へと召されたかを知らず、イエス・キリストが我々のためにどれほどのことを忍んで苦しみを受けたかを知らないからである。
τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὖ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια;
それでは、我々は彼にどのような返礼を与えようか。あるいは、彼が我々に与えたものにふさわしい、どのような実を与えようか。我々は彼にどれほど多くの敬虔な務めを負っているだろうか。
τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγόρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν.
彼は我々に光を賜り、父が子らを呼ぶように我々を呼び、滅びゆく我々を救ったのである。
ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἡ μισθὸν ἀντιμισθίας ὦν ἐλάβομεν;
それでは、我々が受けたものへの返礼として、どのような賛美、あるいはどのような報いを彼に与えようか。
πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων: καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει.
我々は思いにおいて盲いていた。石や木や金や銀や青銅を、人間の手の業を拝んでいた。そして我々の生涯はすべて、死にほかならなかった。こうして我々は暗さに包まれ、視力にはそのような霧が満ちていたが、彼の意志によって、我々を包んでいた雲を脱ぎ捨て、目が開かれたのである。
ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παῤ αὐτοῦ.
彼は我々を憐れみ、深く憐れんで救ったのである。我々のうちに多くの迷いと滅びを見、我々が彼からの他には救いの望みを何一つ持っていないのを見たからである。
ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.
彼は存在していなかった我々を召し、無から我々を存在させることを望んだのである。
Caput II
第II章Εὐφράνθητι, στείρα ἦ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν: Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν: στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.
「喜べ、子を産まぬ不妊の女よ、声をあげて叫べ、産みの苦しみを知らぬ女よ。夫のある女の子らよりも、見捨てられた女の子らのほうが多いからである。」「喜べ、子を産まぬ不妊の女よ」と言われたのは、我々について言われたのである。我々の教会は、子らが与えられる前は不妊であったからである。
ὃ δὲ εἶπεν: Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει: τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν. μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,
「叫べ、産みの苦しみを知らぬ女よ」と言われたのは、次のことを言っている。我々の祈りを、ひたすら素直に神へ捧げるべきだということである。産みの苦しみに耐える女たちのように、力尽きてはならない。
δ δὲ εἶπεν: Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα: ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν. νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.
また「夫のある女の子らよりも、見捨てられた女の子らのほうが多い」と言われたのは、我々の民が神から見捨てられているように思われていたからである。しかし今や、信じた我々は、神を持っていると思われている者たちよりも多くなったのである。
καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς:
また別の聖書は、「私が来たのは、正しい者たちを召すためではなく、罪びとたちを召すためである」と言う。
τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.
これは、滅びゆく者たちを救わねばならない、ということを言っている。
ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.
なぜなら、大いなる驚くべきことは、立っている者たちを支えることではなく、倒れゆく者たちを支えることだからである。
οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.
このようにキリストも、滅びゆく者たちを救おうと望み、多くの者を救った。来たりて、すでに滅びゆく者であった我々を召したのである。
Caput III
第III章Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ οὖ ἔγνωμεν αὐτόν;
彼がこれほど大いなる憐れみを我々に施したからには、まず何よりも、生きている我々が死せる神々に犠牲を献げず、それらを拝まず、彼を通して真理の父を知ったのである。彼についての知識とは何か。それは、我々が彼を通して父を知った、その彼を否まないことにほかならない。
λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.
彼自身もこう言う。「人々の前で私を言い表した者、私もその者を私の父の前で言い表そう。」
οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.
我々を救ってくださったその方を我々が言い表すなら、これこそが我々の報いである。
ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.
しかし、我々は何によって彼を言い表すのか。彼の言うことを行い、その戒めに背かず、唇だけで彼を敬うのではなく、心を尽くし、思いを尽くして敬うことによってである。
λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ: Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
またイザヤにもこう言う。「この民は唇で私を敬うが、その心は私から遠く離れている。」
Caput IV
第IV章Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον: οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.
それゆえ、我々は彼をただ主と呼ぶだけであってはならない。それだけでは我々を救わないからである。
λέγει γάρ: Οὐ πᾶς ὁ λέγων μοι: Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν δικαιοσύνην.
彼はこう言う。「私に『主よ、主よ』と言う者がみな救われるのではなく、正義を行う者が救われる。」
ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς: καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις:
それゆえ、兄弟たちよ、我々は業によって彼を言い表そう。互いに愛し合うことによって、姦淫せず、互いに悪口を言わず、妬まず、むしろ自制し、憐れみ深く、善くあることによって。また我々は互いに苦しみを共にすべきであり、金銭を愛してはならない。これらの業によって我々は彼を言い表すべきであり、その反対の業によってではない。
καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.
また我々は、人間を恐れるよりもむしろ神を恐れねばならない。
διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος: Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν: Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.
それゆえ、諸君がこれらのことを行っているとき、主は言われた。「もし汝らが私と共に、私の懐に集められていながら、私の戒めを行わないなら、私は汝らを追い出し、汝らにこう言おう。『私から離れて行け。汝らがどこから来たか、私は知らない。不法を行う者たちよ。』」
Caput V
第V章Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιήσωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου.
それゆえ、兄弟たちよ、我々はこの世における仮住まいを離れて、我々を召した方の意志を行おう。そして、この世から出て行くことを恐れないようにしよう。
λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων.
主は言われる。「汝らは狼たちの中の子羊のようになるだろう。」
ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει: Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία;
するとペトロは彼に答えて言う。「では、狼たちが子羊を引き裂いたらどうなるのですか。」
εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ: Μὴ φοβείσθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά: καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ τὸ ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός.
イエスはペトロに言われた。「子羊たちは、死んだ後には狼たちを恐れてはならない。汝らも、汝らを殺す者たちを恐れるな。彼らは汝らに対して何もできないからである。むしろ、汝らが死んだ後に、魂と肉体とを火のゲヘナに投げ込む権威を持つ方を恐れよ。」
καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐπαγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου.
そして知れ、兄弟たちよ、この世におけるこの肉の滞在は小さく、しばしの間のものであるが、キリストの約束は大いなる、驚くべきものであり、来たるべき王国と永遠の命の安息である。
τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν;
それでは、それらを得るために行うべきことは何であろうか。敬虔に、正しく生き、この世のものどもを他人のものと見なし、それらを欲しないことのほかにはない。
ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.
我々がこれらのものを得ようと欲するとき、我々は正しい道から落ちるのである。
Caput VI
第VI章Λέγει δὲ ὁ κύριος: Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν.
主は言われる。「いかなる僕も二人の主人に仕えることはできない。」もし我々が神にもマモンにも仕えることを望むなら、それは我々にとって益にならない。
τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ;
人が全世界を得ても、魂を失うなら、何の益があろうか。
ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί.
この世と来たるべき世とは、二つの敵である。
οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται.
この世は姦淫と堕落と金銭欲と欺きを説き、かの世はこれらを退ける。
οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι: δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι
それゆえ我々は、二つのものの友となることはできない。我々はこの世を退けて、かの世を用いねばならない。
οἰόμεθα. ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα.
我々は、ここにあるものは小さく、しばしのもので、朽ちるものであるから憎むべきであり、かの朽ちない善きものどもを愛すべきである、と考える。
ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν: εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως, ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ.
キリストの意志を行うなら、我々は安息を見出すだろう。しかし、そうでなければ、もし我々が彼の戒めに背くなら、何ものも我々を永遠の懲罰から救い出さないであろう。
λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ. ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ.
また聖書はエゼキエルの中でも言う。「たとえノアとヨブとダニエルが立ち上がっても、彼らは捕囚のうちにある自分の子らを救い出さないであろう。」
εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἣ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;
それほどの正しい者たちでさえ、自分自身の正義によって自分の子らを救い出すことができないとすれば、我々が洗礼を清く汚れなく守らなければ、どのような確信をもって神の王国に入って行くことができようか。また、我々が敬虔で正しい業を持つ者と見出されなければ、誰が我々の弁護者となるだろうか。
Caput VII
第VII章Ὥστε οὖν, ἀδελφοι μου, ἀγωνισώμεθα εἰδότες, ὅτι ἐν χερσὶν ὁ ἀγὼν καὶ ὅτι εἰς τοὺς φθαρτοὺς ἀγῶνας καταπλέουσα: πολλοί, ἀλλ’ οὐ πάντες στεφανοῦνται, εἰ μὴ οἱ πολλὰ κοπιάσαντες καὶ καλῶς ἀγωνισάμενοι.
それゆえ、我が兄弟たちよ、我々は戦おう。戦いはすでに目前にあり、朽ちる戦いへと乗り込んで行く者は多いが、すべての者が冠を得るのではなく、大いに労苦し、立派に戦った者たちだけが冠を得ることを知っているからである。
ἡμεῖς οὖν ἀγωνισώμεθα, ἵνα πάντες στεφανωθῶμεν.
それゆえ、我々はみなが冠を得るために戦おう。
ὥστε θέωμεν τὴν ὁδὸν τὴν εὐθείαν, ἀγῶνα τὸν ἄφθαρτον, καὶ πολλοὶ εἰς αὐτὸν καταπλεύσωμεν καὶ ἀγωνισώμεθα, ἵνα καὶ στεφανωθῶμεν: καὶ εἰ μὴ δυνάμεθα πάντες στεφανωθῆναι, κἂν ἐγγὺς τοῦ στεφάνου γενώμεθα.
それゆえ、我々は真っ直ぐな道を走ろう、朽ちない戦いを。我々のうちの多くがそこへ漕ぎ入り、戦おう。我々もまた冠を得るためである。もし我々のすべてが冠を得ることができないとしても、せめて冠の近くにまで至ろう。
εἰδέναι ἡμᾶς δεῖ, ὅτι ὁ τὸν φθαρτὸν ἀγῶνα ἀγωνιζόμενος, ἐὰν εὑρεθῇ φθείρων, μαστιγωθεὶς αἴρεται καὶ ἔξω βάλλεται τοῦ σταδίου.
我々は知らねばならない。朽ちる戦いを戦う者が、もし不正を犯していると見出されるなら、鞭打たれ、取り除かれ、競技場の外へ投げ出されることを。
τί δοκεῖτε; ὁ τὸν τῆς ἀφθαρσίας ἀγῶνα φθείρας τί παθεῖται;
諸君はどう思うか。不朽の戦いを汚した者は、どのような目に遭うだろうか。
τῶν γὰρ μὴ τηρησάντων, φησίν, τὴν σφραγῖδα ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
証印を守らなかった者たちについて、こう言われている。「彼らの虫は絶えることなく、彼らの火は消えることなく、すべての肉にとって見せしめとなるであろう。」
Caput VIII
第VIII章Ὡς οὖν ἐσμὲν ἐπὶ γῆς, μετανοήσωμεν.
それゆえ、我々が地上にある間に、悔い改めよう。
πηλὸς γάρ ἐσμεν εἰς τὴν χεῖρα τοῦ τεχνίτου: ὃν τρόπον γὰρ ὁ κεραμεύς, ἐὰν ποιῇ σκεῦος καὶ ἐν ταῖς χερσὶν αὐτοῦ διαστραφῇ ἣ συντριβῇ, πάλιν αὐτὸ ἀναπλάσσει, ἐὰν δὲ προφθάσῃ εἰς τὴν κάμινον τοῦ πυρὸς αὐτὸ βαλεῖν, οὐκέτι βοηθήσει αὐτῷ: οὕτως καὶ ἡμεῖς, ἕως ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, ἐν τῇ σαρκὶ ἃ ἐπράξαμεν πονηρὰ μετανοήσωμεν ἐξ ὅλης τῆς καρδίας, ἵνα σωθῶμεν ὑπὸ τοῦ κυρίου, ἕως ἔχομεν καιρὸν μετανοίας.
我々は職人の手にある粘土だからである。陶工が器を作るとき、その手の中で器が歪んだり壊れたりすれば、再びこれを作り直す。しかし、これを火の窯に投げ入れてしまえば、もはや助けることができない。同じように我々も、この世にある間に、肉において行った悪しきことを、心を尽くして悔い改めよう。悔い改めの機会があるうちに、主によって救われるためである。
μετὰ γὰρ τὸ ἐξελθεῖν ἡμᾶς ἐκ τοῦ κόσμον οὐκέτι δυνάμεθα ἐκεῖ ἐξομολογήσασθαι ἢ μετανοεῖν ἔτι.
我々がこの世から出て行った後には、もはやそこで告白することも、悔い改めることもできないからである。
ὥστε, ἀδελφοί, ποιήσαντες τὸ θέλημα τοῦ πατρὸς καὶ τὴν σάρκα ἁγνὴν τηρήσαντες καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάξαντες ληψόμεθα ζωὴν αἰώνιον.
それゆえ、兄弟たちよ、父の意志を行い、肉を清く保ち、主の戒めを守るなら、我々は永遠の命を得るであろう。
λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ: Εἰ τὸ μικρὸν οὐκ ἐτηρήσατε, τὸ μέγα τίς ὑμῖν δώσει; λέγω γὰρ ὑμῖν, ὅτι ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν.
主は福音の中で言われる。「もし汝らが小さなことを守らなかったなら、誰が汝らに大きなことを与えようか。私は汝らに言う。ごく小さなことに忠実な者は、多くのことにも忠実である。」
ἆρα οὖν τοῦτο λέγει: τηρήσατε τὴν σάρκα ἁγνὴν καὶ τὴν σφραγῖδα ἄσπιλον, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολάβωμεν.
それでは、これはこう言っているのである。肉を清く、証印を汚れなく守れ、我々が永遠の命を受け取るために。
Caput IX
第IX章Καὶ μὴ λεγέτω τις ὑμῶν, ὅτι αὕτη ἡ σὰρξ οὐ κρίνεται οὐδὲ ἀνίσταται.
また、諸君のうちの誰も、この肉は裁かれることも、甦ることもない、と言ってはならない。
γνῶτε: ἐν τίνι ἐσώθητε, ἐν τίνι ἀνεβλέψατε, εἰ μὴ ἐν τῇ σαρκὶ ταύτῃ ὄντες;
知れ。諸君がこの肉のうちにありながらでなければ、何によって救われ、何によって見えるようになったというのか。
δεῖ οὖν ἡμᾶς ὡς ναὸν θεοῦ φυλάσσειν τὴν σάρκα:
それゆえ、我々は神の神殿として、肉を守らねばならない。
ὃν τρόπον γὰρ ἐν τῇ σαρκὶ ἐκλήθητε, καὶ ἐν τῇ σαρκὶ ἐλεύσεσθε.
諸君は肉のうちにあって召されたのと同じように、肉のうちにあって来るのである。
εἰ Χριστός, ὁ κύριος ὁ σώσας ἡμᾶς, ὢν μὲν τὸ πρῶτον πνεῦμα, ἐγένετο σὰρξ καὶ οὕτως ἡμᾶς ἐκάλεσεν: οὕτως καὶ ἡμεῖς ἐν ταύτῃ τῇ σαρκὶ ἀποληψόμεθα τὸν μισθόν.
もし、我々を救ってくださった主キリストが、初めは霊であったのに、肉となり、そのようにして我々を召してくださったのであれば、我々もまた、この肉において報いを受け取るであろう。
ἀγαπῶμεν οὖν ἀλλήλους, ὅπως ἔλθωμεν πάντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
それゆえ、我々はみなが神の王国に入るために、互いに愛し合おう。
ὡς ἔχομεν καιρὸν τοῦ ἰαθῆναι, ἐπιδῶμεν ἑαυτοὺς τῷ θεραπεύοντι θεῷ, ἀντιμισθίαν αὐτῷ διδόντες.
癒される機会があるうちに、我々を癒してくださる神に自らを委ね、彼に返礼を捧げよう。
ποίαν; τὸ μετανοῆσαι ἐξ εἰλικρινοῦς καρδίας.
どのような返礼か。純粋な心から悔い改めることである。
προγνώστης γάρ ἐστιν τῶν πάντων καὶ εἰδὼς ἡμῶν τὰ ἐν καρδίᾳ.
彼はすべてのことをあらかじめ知る方であり、我々の心のうちにあることを知っておられるからである。
δῶμεν οὖν αὐτῷ αἶνον, μὴ ἀπὸ στόματος μόνον, ἀλλὰ καὶ ἀπὸ καρδίας, ἵνα ἡμᾶς προσδέξηται ὡς υἱούς.
それゆえ、我々は彼に賛美を捧げよう。口先だけでなく、心からも。彼が我々を子として受け入れてくださるためである。
καὶ γὰρ εἶπεν ὁ κύριος: Ἀδελφοί μου οὗτοί εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
主も言われたからである。「私の父の意志を行う者たち、彼らこそ私の兄弟である。」
Caput X
第X章Ὥστε, ἀδελφοί μου, ποιήσωμεν τὸ θέλημα τοῦ πατρὸς τοῦ καλέσαντος ἡμᾶς, ἵνα ζήσωμεν, καὶ διώξωμεν μᾶλλον τὴν ἀρετήν, τὴν δὲ κακίαν καταλείψωμεν ὡς προοδοιπόρον τῶν ἁμαρτιῶν ἡμῶν, καὶ φύγωμεν τὴν ἀσέβειαν, μὴ ἡμᾶς καταλάβῃ κακά.
だから、私の兄弟たちよ、我々を召された父の御旨を行おう。生きるためである。そして徳をこそ追い求め、悪徳は我々の罪の先導者として捨て去り、不敬虔を逃れよう。悪が我々を捕らえることのないように。
ἐὰν γὰρ σπουδάσωμεν ἀγαθοποιεῖν, διώξεται ἡμᾶς εἰρήνη.
善を行うことに励むなら、平和が我々を追ってくるであろう。
διὰ ταύτην γὰρ τὴν αἰτίαν οὐκ ἔστιν εὑρεῖν ἄνθρωπον, οἵτινες παράγουσι φόβους ἀνθρωπίνους, προῃρημένοι μᾶλλον τὴν ἐνθάδε ἀπόλαυσιν ἡ τὴν μέλλουσαν ἐπαγγελίαν.
この理由のゆえに、人はそれを見出すことができないのである。彼らは人間的な恐れを言い立て、来たるべき約束よりもここでの快楽をこそ選び取っているからである。
ἀγνοοῦσιν γὰρ ἡλίκην ἔχει βάσανον ἡ ἐνθάδε ἀπόλαυσις, καὶ οἵαν τρυφὴν ἔχει ἡ μέλλουσα ἐπαγγελία.
彼らは、ここでの快楽がいかに大きな責め苦を持ち、来たるべき約束がいかなる悦びを持つかを知らないのである。
καὶ εἰ μὲν αὐτοὶ μόνοι ταῦτα ἔπρασσον, ἀνεκτὸν ἦν: νῦν δὲ ἐπιμένουσιν κακοδιδασκαλοῦντες τὰς ἀναιτίους ψυχάς, οὐκ εἰδότες, ὅτι δισσὴν ἕξουσιν τὴν κρίσιν, αὐτοί τε καὶ οἱ ἀκούοντες αὐτῶν.
もし彼らだけがこれを行っていたのであれば、まだ耐えられたであろう。しかし今、彼らは咎のない魂に悪しき教えを説き続けている。自分たちも、彼らに聞き従う者たちも、二重の裁きを受けることになると知らずに。
Caput XI
第XI章Ἡμεῖς οὖν ἐν καθαρᾷ καρδίᾳ δουλεύσωμεν τῷ θεῷ, καὶ ἐσόμεθα δίκαιοι: ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα.
だから我々は、清い心をもって神に仕えよう。そうすれば我々は正しい者となる。もし神の約束を信じないゆえに仕えないなら、我々は惨めな者となるであろう。
λέγει γὰρ καὶ ὁ προφητικὸς λόγος: Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες: Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν.
預言の言葉もまたこう言っている。「二心の者たちは惨めである。心に疑いを抱き、こう言う者たちは。『これらのことは昔、我々の父たちの時代にも聞いた。しかし我々は日々待ち望みながら、これらのことを何一つ見なかった』と。」
ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ: λάβετε ἄμπελον: πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα.
「愚かな者たちよ、自分自身を木にたとえてみよ。葡萄の木を取れ。まず葉が落ち、それから芽が生じ、そのあと酸っぱい実がなり、それから熟れた房が実る。」
οὕτως καὶ ὁ λαός μου ἀκαταστασίας καὶ θλίψεις ἔσχεν: ἔπειτα ἀπολήψεται τὰ ἀγαθά.
「同じように、私の民も混乱と苦難を経験した。しかしその後、善きものを受け取るであろう。」
ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα.
だから、私の兄弟たちよ、二心を抱くことなく、望みをもって耐え忍ぼう。それは報いを受け取るためである。
πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθίας ἀποδιδόναι ἐκάστῳ τῶν ἔργων αὐτοῦ.
報いをおのおのの業に応じて返すと約束された方は、真実である。
ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἅς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
だから我々が神の前に正義を行うなら、その王国に入り、約束のものを受け取るであろう。それは耳が聞いたこともなく、目が見たこともなく、人の心に上ったこともないものである。
Caput XII
第XII章Ἐκδεχώμεθα οὖν καθ̓ ῶραν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, ἐπειδὴ οὐκ οἴδαμεν τὴν ἡμέραν τῆς ἐπιφανείας τοῦ θεοῦ.
だから我々は、愛と正義のうちに、時ごとに神の王国を待ち望もう。神の顕現の日を、我々は知らないからである。
ἐπερωτηθεὶς γὰρ αὐτὸς ὁ κύριος ὑπό τινος, πότε ἥξει αὐτοῦ ἡ βασιλεία, εἶπεν: Ὅταν ἔσται τὰ δύο ἕν, καὶ τὸ ἔξω ὡς τὸ ἔσω, καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας οὔτε ἅρσεν οὔτε θῆλυ.
主自身、ある人に、その王国はいつ来るのかと問われたとき、こう言われた。「二つのものが一つとなり、外なるものが内なるもののようになり、男が女とともにあって男でも女でもなくなるとき」と。
τὰ δύο δὲ ἕν ἐστιν, ὅταν λαλῶμεν ἑαυτοῖς ἀλήθειαν καὶ ἐν δυσὶ σώμασιν ἀνυποκρίτως εἴη μία ψυχή.
「この二つが一つとなるとは、我々が互いに真理を語り合い、二つの肉体に偽りなく一つの魂があるときのことである。」
καὶ τὸ ἔξω ὡς τὸ ἔσω, τοῦτο λέγει: τὴν ψυχὴν λέγει τὸ ἕσω, τὸ δὲ ἔξω τὸ σῶμα λέγει. ὃν τρόπον οὖν σου τὸ σῶμα φαίνεται, οὕτως καὶ ἡ ψυχή σου δῆλος ἔστω ἐν τοῖς καλοῖς ἔργοις.
「そして『外なるものが内なるもののようになる』とは、こう言うのである。内なるものとは魂を言い、外なるものとは肉体を言う。だから、お前の肉体が現れて見えるとおりに、お前の魂もまた善い行いにおいて明らかであれ。」
καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας, οὔτε ἄρσεν οὔτε θῆλυ, τοῦτο λέγει: ἵνα ἀδελφὸς ἰδὼν ἀδελφὴν οὐδὲν φρονῇ περὶ αὐτῆς θηλυκόν, μηδὲ φρονῇ τι περὶ αὐτοῦ ἀρσενικόν.
「そして『男が女とともにあって男でも女でもない』とは、こう言うのである。兄弟が姉妹を見ても、彼女について女性的な思いを何ら抱かず、彼女もまた彼について男性的な思いを抱かない、ということである。」
ταῦτα ὑμῶν ποιούντων, φησίν, ἐλεύσεται ἡ βασιλεία τοῦ πατρός μου.
「汝らがこれを行うなら(と言われる)、私の父の王国が来るであろう。」
Caput XIII
第XIII章Ἀδελφοὶ οὖν, ἤδη ποτὲ μετανοήσωμεν, νήψωμεν ἐπὶ τὸ ἀγαθόν: μεστοὶ γάρ ἐσμεν πολλῆς ἀνοίας καὶ πονηρίας. ἐξαλείψωμεν ἀφ̓ ἡμῶν τὰ πρότερα ἁμαρτήματα καὶ μετανοήσαντες ἐκ ψυχῆς σωθῶμεν, καὶ μὴ γινώμεθα ἀνθρωπάρεσκοι μηδὲ θέλωμεν μόνον ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ καὶ τοῖς ἔξω ἀνθρώποις ἐπὶ τῇ δικαιοσύνῃ, ἵνα τὸ ὄνομα δἰ ἡμᾶς μὴ βλασφημῆται.
兄弟たちよ、今こそ悔い改めよう、善に向かって目を覚まそう。我々は多くの愚かさと邪悪に満ちているからである。以前の罪過を我々から拭い去り、心から悔い改めて救われよう。人にへつらう者とならず、自分自身に気に入られることだけを願うのでもなく、外なる人々にも正義によって気に入られるようにしよう。それは、御名が我々のゆえに冒瀆されないためである。
λέγει γὰρ ὁ κύριος: Διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν: Οὐαὶ δἰ ὃν βλασφημεῖται τὸ ὄνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι.
主はこう言われる。「私の名は絶えず、あらゆる異邦人の中で冒瀆されている」と。また、「私の名が冒瀆される因となる者は禍いである。何によって冒瀆されるのか。汝らが私の望むことを行わないことによってである」と。
τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει: ἔπειτα καταμαθόντα τὰ ἔργα ἡμῶν ὅτι οὐκ ἔστιν ἄξια τῶν ῥημάτων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην.
異邦人は、我々の口から神の御言葉を聞くとき、それを善く偉大なものとして驚嘆する。しかしその後、我々の行いが我々の語る言葉にふさわしくないと知ると、そこから冒瀆へと転じ、それを何かの作り話であり迷妄であると言うのである。
ὅταν γὰρ ἀκούσωσιν παῤ ἡμῶν, ὅτι λέγει ὁ θεός: Οὐ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς: ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν τὴν ὑπερβολὴν τῆς ἀγαθότητος: ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλ’ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.
彼らが我々から、神がこう言われるのを聞くときである。「汝らを愛する者たちを汝らが愛しても、それは汝らに恵みとはならない。しかし汝らの敵を、汝らを憎む者たちを愛するなら、それは汝らに恵みとなる」と。これを聞くとき、彼らは善性のあまりの大きさに驚嘆する。しかし、我々が、我々を憎む者たちを愛さないだけでなく、愛してくれる者たちさえ愛していないのを見るとき、彼らは我々を嘲笑い、御名は冒瀆される。
Caput XIV
第XIV章Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης: Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν.
だから、兄弟たちよ、我々の父なる神の御旨を行うなら、我々は最初の教会、霊的な教会、日と月より前に造られた教会に属する者となるであろう。しかし主の御旨を行わないなら、我々は「私の家は盗賊の巣となった」と言う聖書の側に属する者となるであろう。だから我々は、救われるために、命の教会に属する者であることを選び取ろう。
οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ: λέγει γὰρ ἡ γραφή: Ἐποίησεν ὁ θεὸς τὸν ἅνθρωπον ἅρσεν καὶ θῆλυ: τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία: καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.
生ける教会がキリストの肉体であることを、諸君が知らずにいるとは思わない。聖書はこう言っている。「神は人を男と女とに造られた」と。男とはキリストのことであり、女とは教会のことである。そしてさらに、諸書と使徒たちは、教会が今あるのではなく、初めからあると言っている。教会は霊的なものであったが、我々のイエスと同じく、終わりの日々に現れたのである。我々を救うためである。
ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν, ὅτι ἐάν τις ἡμῶν τηρήσῃ αὐτὴν ἐν τῇ σαρκὶ καὶ μὴ φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ ἁγίῳ: ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος: οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί: τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε.
教会は霊的なものでありながら、キリストの肉において現れた。それは我々に示すためである。すなわち、我々のうちの誰かがこれを肉において保ち、損なわないなら、聖なる霊においてこれを受け取るであろう、ということを。この肉は霊の型だからである。だから、その型を損なった者は、本体にあずかることはない。だから、これはこう言っているのである、兄弟たちよ。「肉を保て、それは霊にあずかるためである」と。
εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν. ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὅ ἐστιν ὁ Χριστός.
そして、肉が教会であり、霊がキリストであると我々が言うのであれば、肉を辱めた者は教会を辱めたことになる。このような者は、キリストである霊にあずかることはない。
τοσαύτην δύναται ἡ σὰρξ αὕτη μεταλαβεῖν ζωὴν καὶ ἀφθαρσίαν κολληθέντος αὐτῇ τοῦ πνεύματος τοῦ ἁγίου, οὔτε ἐξειπεῖν τις δύναται οὔτε λαλῆσαι ἃ ἡτοίμασεν ὁ κύριος τοῖς ἐκλεκτοῖς αὐτοῦ.
この肉は、聖なる霊がこれに結び合わされることで、それほど大きな命と不朽とにあずかることができる——主がその選ばれた者たちのために備えられたことを、誰一人語り尽くすことも言い表すこともできないほどに。
Caput XV
第XV章Οὐκ οἴομαι δέ, ὅτι μικρὰν συμβουλίαν ἐποιησάμην περὶ ἐγκρατείας, ἣν ποιήσας τις οὐ μετανοήσει, ἀλλὰ καὶ ἑαυτὸν σώσει κἀμὲ τὸν συμβουλεύσαντα. μισθὸς γὰρ οὔκ ἐστιν μικρὸς πλανωμένην ψυχὴν καὶ ἀπολλυμένην ἀποστρέψαι εἰς τὸ σωθῆναι.
私は、節制について小さくない勧めをしたと思っている。これを行う者は悔いることなく、自分自身をも、勧めた私自身をも救うことになるであろう。迷い、滅びゆく魂を引き戻して救うことは、小さくない報いだからである。
ταύτην γὰρ ἔχομεν τὴν ἀντιμισθίαν ἀποδοῦναι τῷ θεῷ τῷ κτίσαντι ἡμᾶς, ἐὰν ὁ λέγων καὶ ἀκούων μετὰ πίστεως καὶ ἀγάπης καὶ λέγῃ καὶ ἀκούῃ.
我々を造られた神に、この報いを返すべきなのは、語る者も聞く者も、信仰と愛とをもって語り、また聞くときである。
ἐμμείνωμεν οὖν ἐφ̓ οἷς ἐπιστεύσαμεν δίκαιοι καὶ ὅσιοι, ἵνα μετὰ παρρησίας αἰτῶμεν τὸν θεὸν τὸν λέγοντα: Ἔτι λαλοῦντός σου ἐρῶ: ἰδοὺ πάρειμι.
だから我々は、正しく敬虔な者として信じてきたことにとどまろう。それは、こう言われる神に、大胆をもって願い求めるためである。「お前がなお語っている間に、私は言うであろう。見よ、ここにいる」と。
τοῦτο γὰρ τὸ ῥῆμα μεγάλης ἐστιν ἐπαγγελίας σημεῖον: ἑτοιμότερον γὰρ ἑαυτὸν λέγει ὁ κύριος εἰς τὸ διδόναι τοῦ αἰτοῦντος.
この言葉は、大いなる約束のしるしである。主はご自分について、求める者よりもなお進んで与える方であると言われるからである。
τοσαύτης οὖν χρηστότητος μεταλαμβάνοντες μὴ φθονήσωμεν ἑαυτοῖς τυχεῖν τοσούτων ἀγαθῶν. ὅσην γὰρ ἡδονὴν ἔχει τὰ ῥήματα ταῦτα τοῖς ποιήσασιν αὐτά, τοσαύτην κατάκρισιν ἔχει τοῖς παρακούσασιν.
だからこれほど大きな慈しみにあずかりながら、これほど大きな善きものを自分自身が得ることを惜しんではならない。これらの言葉が、それを行う者たちにこれほどの喜びをもたらすのと同じだけ、聞き従わない者たちには、それほどの断罪をもたらすのである。
Caput XVI
第XVI章Ὥστε, ἀδελφοί, ἀφορμὴν λαβόντες οὐ μικρὰν εἰς τὸ μετανοῆσαι, καιρὸν ἔχοντες ἐπιστρέψωμεν ἐπὶ τὸν καλέσαντα ἡμᾶς θεόν, ἕως ἔτι ἔχομεν τὸν παραδεχόμενον ἡμᾶς.
だから、兄弟たちよ、悔い改めるための小さくない機縁を得た我々は、時のある間に、我々を召された神へと立ち返ろう。我々を受け入れてくださる方をなお持っている間に。
ἐὰν γὰρ ταῖς ἡδυπαθείαις ταύταις ἀποταξώμεθα καὶ τὴν ψυχὴν ἡμῶν νικήσωμεν ἐν τῷ μὴ ποιεῖν τὰς ἐπιθυμίας αὐτῆς τὰς πονηράς, μεταληψόμεθα τοῦ ἐλέους Ἰησοῦ.
もしこれらの快楽に別れを告げ、悪しき欲望を行わないことによって我々の魂に打ち勝つなら、我々はイエスの憐れみにあずかるであろう。
γινώσκετε δέ, ὅτι ἔρχεται ἤδη ἡ ἡμέρα τῆς κρίσεως ὡς κλίβανος καιόμενος, καὶ τακήσονταί τινες τῶν οὐρανῶν καὶ πᾶσα ἡ γῆ ὡς μόλιβος ἐπὶ πυρὶ τηκόμενος: καὶ τότε φανήσεται τὰ κρύφια καὶ φανερὰ ἔργα τῶν ἀνθρώπων.
知れ。裁きの日はすでに、燃える炉のように来る。もろもろの天のいくつかは溶け去り、全地は火の上で溶ける鉛のようになる。そのとき、人々の隠れた業も、あらわな業も現れるであろう。
καλὸν οὖν ἐλεημοσύνη ὡς μετάνοια ἁμαρτίας: κρείσσων νηστεία προσευχῆς, ἐλεημοσύνη δὲ ἀμφοτέρων: ἀγάπη δὲ καλύπτει πλῆθος ἁμαρτιῶν, προσευχὴ δὲ ἐκ καλῆς συνειδήσεως ἐκ θανάτου ῥύεται. μακάριος πᾶς ὁ εὑρεθεὶς ἐν τούτοις πλήρης: ἐλεημοσύνη γὰρ κούφισμα ἁμαρτίας γίνεται.
だから施しは、罪の悔い改めとして善いものである。断食は祈りよりも優れており、施しはそのどちらよりも優れている。愛は多くの罪を覆い、良い良心から出る祈りは死から救い出す。これらのことに満ちている者として見出される者は、幸いである。施しは罪の軽減となるからである。
Caput XVII
第XVII章Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας, ἵνα μή τις ἡμῶν παραπόληται. εἰ γὰρ ἐντολὰς ἔχομεν ἵνα καὶ τοῦτο πράσσωμεν, ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν, πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι;
だから我々は、心を尽くして悔い改めよう。我々のうちの誰も滅びることのないためである。もし我々に、偶像から人を引き離し、教え導くというこの務めを行うべき命令があるのなら、すでに神を知っている魂が滅びてはならないことは、なおさらではないか。
συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν, ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν.
だから我々は互いに助け合い、弱っている者たちをも善へと導き上げよう。我々すべてが救われ、互いに立ち返らせ、戒め合うためである。
καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων, ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν, μνημονεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν, ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίον. ἵνα πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν:
また、長老たちから戒められている間だけ、信じ、心を留めているように見せかけるのではなく、家に帰ったときにも、主の戒めを思い起こし、世俗の欲望に引き戻されることなく、むしろより頻繁に集まりつつ、主の戒めにおいて進歩することを努めよう。それは、我々すべてが同じ思いを抱いて、命に向かって集められた者となるためである。
εἶπεν γὰρ ὁ κύριος: Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, φυλὰς καὶ γλώσσας: τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς, ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ.
主はこう言われた。「私は、あらゆる国民、部族、言語を集めるために来る」と。これは、主の顕現の日のことを言っているのである。そのとき主は来て、我々のおのおのを、その行いに応じて贖われるであろう。
καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι, καὶ ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ, λέγοντες: Οὐαὶ ἡμῖν, ὅτι σὺ ἦς, καὶ οὐκ ᾔδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν. καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί,
そして不信の者たちは、その栄光と力を見るであろう。そしてイエスのうちに世界の王国を見て驚き、こう言うであろう。「我々は禍いだ。あなたがおられたのに、我々は知らず、信じず、我々の救いについて告げ知らせる長老たちに従わなかった」と。彼らの蛆は絶えることなく、彼らの火は消えることなく、彼らはすべての肉の見せしめとなるであろう。
τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως, ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ Χριστοῦ.
これは、裁きのかの日のことを言っているのである。そのとき、彼らは我々のうちで不敬虔を行い、イエス・キリストの戒めを曲げ用いた者たちを見るであろう。
οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ἡδυπαθείας τῆς ψυχῆς, ὅταν θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν, ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ, ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες, ὅτι ἔσται ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας.
しかし正しい者たちは、善く行い、責め苦に耐え、魂の快楽を憎んだ者として、道を外れ、言葉によっても行いによってもイエスを否んだ者たちが、消えない火の恐ろしい責め苦によって罰せられるのを見るとき、自分たちの神に栄光を帰しつつ、心を尽くして神に仕えた者には希望があるであろう、と言うであろう。
Caput XVIII
第XVIII章Καὶ ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαριστούντων, δεδουλευκότων τῷ θεῷ, καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν.
だから我々も、神に仕え、感謝を捧げる者たちのうちに数えられよう。裁かれる不敬虔な者たちのうちにではなく。
καὶ γὰρ αὐτὸς πανθαμαρτωλὸς ὢν καὶ μήπω φυγὼν τὸν πειρασμόν, ἀλλ’ ἔτι ὢν ἐν μέσοις τοῖς ὀργάνοις τοῦ διαβόλου σπουδάζω τὴν δικαιοσύνην διώκειν, ὅπως ἰσχύσω κἂν ἐγγὺς αὐτῆς γενέσθαι, φοβούμενος τὴν κρίσιν τὴν μέλλουσαν.
というのも、私自身、すべての罪にまみれた者であり、いまだ試練を逃れておらず、なお悪魔の道具の只中にありながら、正義を追い求めることに努めている。来たるべき裁きを恐れ、せめてそれに近い者となることができるように。
Caput XIX
第XIX章Ὥστε, ἀδελφοὶ καὶ ἀδελφαί, μετὰ τὸν θεὸν τῆς ἀληθείας ἀναγινώσκω ὑμῖν ἔντευξιν εἰς τὸ προσέχειν τοῖς γεγραμμένοις, ἵνα καὶ ἑαυτοὺς σώσητε καὶ τὸν ἀναγινώσκοντα ἐν ὑμῖν. μισθὸν γὰρ αἰτῶ ὑμᾶς τὸ μετανοῆσαι ἐξ ὅλης καρδίας, σωτηρίαν ἑαυτοῖς καὶ ζωὴν διδόντας. τοῦτο γὰρ ποιήσαντες σκοπὸν πᾶσιν τοῖς νέοις θήσομεν, τοῖς βουλομένοις περὶ τὴν εὐσέβειαν καὶ τὴν χρηστότητα τοῦ θεοῦ φιλοπονεῖν.
だから、兄弟たち、姉妹たちよ、真理の神に続いて、書かれたことに心を留めるようにとの勧めを諸君に読み聞かせる。それは、諸君自身と、諸君のうちで読む者とを救うためである。私が諸君に求める報いは、心を尽くして悔い改め、自分自身に救いと命を与えることである。これを行うことによって、敬虔と神の慈しみとのために励もうとするすべての若者たちに、目標を立てることになるであろう。
καὶ μὴ ἀηδῶς ἔχωμεν καὶ ἀγανακτῶμεν οἱ ἄσοφοι, ὅταν τις ἡμᾶς νουθετῇ καὶ ἐπιστρέφῃ ἀπὸ τῆς ἀδικίας εἰς τὴν δικαιοσύνην. ἐνίοτε γὰρ πονηρὰ πράσσοντες οὐ γινώσκομεν διὰ τὴν διψυχίαν καὶ ἀπιστίαν τὴν ἐνοῦσαν ἐν τοῖς στήθεσιν ἡμῶν, καὶ ἐσκοτίσμεθα τὴν διάνοιαν ὑπὸ τῶν ἐπιθυμιῶν τῶν ματαίων.
愚かな我々は、誰かが我々を戒め、不正から正義へと立ち返らせるとき、不快に思い、憤ることのないようにしよう。というのも、我々は時に悪しきことを行いながら、それに気づかないことがある。我々の胸のうちにある二心と不信仰のゆえに、そして虚しい欲望によって我々の思いは暗くされているからである。
πράξωμεν οὖν τὴν δικαιοσύνην, ἵνα εἰς τέλος σωθῶμεν. μακάριοι οἱ τούτοις ὑπακούοντες τοῖς προστάγμασιν: κἂν ὀλίγον χρόνον κακοπαθήσωσιν ἐν τῷ κόσμῳ τούτῳ, τὸν ἀθάνατον τῆς ἀναστάσεως καρπὸν τρυγήσουσιν.
だから我々は正義を行おう。終わりまで救われるためである。これらの命令に従う者たちは幸いである。たとえこの世界でしばらくの間苦しみを受けようとも、彼らは復活の不死なる実りを収穫することになるであろう。
μὴ οὖν λυπείσθω ὁ εὐσεβής. ἐὰν ἐπὶ τοῖς νῦν χρόνοις ταλαιπωρῇ: μακάριος αὐτὸν ἀναμένει χρόνος: ἐκεῖνος ἄνω μετὰ τῶν πατέρων ἀναβιώσας εὐφρανθήσεται εἰς τὸν ἀλύπητον αἰῶνα.
だから、敬虔な者は、たとえ今の時に苦しみを受けようとも、悲しんではならない。幸いな時が彼を待っている。彼は上で父祖たちとともに甦り、悲しみのない世に喜びを得るであろう。
Caput XX
第XX章Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους.
しかし、不正な者たちが富み、神の僕たちが苦しめられているのを我々が見ることも、諸君の思いを乱すことがあってはならない。
πιστεύωμεν οὖν, ἀδελφοὶ καὶ ἀδελφαί: θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ, ἵνα τῷ μέλλοντι στεφανωθῶμεν.
だから、兄弟たち、姉妹たちよ、信じよう。我々は生ける神の試練において戦い、今のこの生において鍛えられている。それは、来たるべき世において冠を受けるためである。
οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ’ ἐκδέχεται αὐτόν.
正しい者は誰も、速やかな実りを受けたことはなく、それを待ち望んでいる。
εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου, εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν: ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὃν δίκαιον, καὶ ἐβάρυνεν δεσμοῖς.
もし神が正しい者たちの報いを速やかに返しておられたなら、我々はただちに敬神ではなく商いを行っていたであろう。というのも、我々は敬虔ではなく利益を追い求めながら、正しい者であるように見えていたであろうから。それゆえ、神の裁きは、正しくない霊を害し、枷をもって重くしたのである。
Τῷ μόνῳ θεῷ ἀοράτῳ, πατρὶ τῆς ἀληθείας, τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας, δἰ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Κλήμεντος πρὸς Κορινθίους ἐπιστολὴ β.
唯一の見えざる神に、真理の父に、我々に救い主、不朽の導き手を遣わされた方に、そしてこの方を通して我々に真理と天上の命とを顕された方に——この方に、世々限りなく栄光あれ。アーメン。クレメンスからコリントの人々へ、第二の書簡。