ローマのクレメンスc. 35–c. 99

Epistula I ad Corinthios › 全文

Epistula I ad Corinthios 全文

Clement of Rome · 1 Clem. praef–65

Praefatio

前書き
1

Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Ῥώμην τῆ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Κόρινθον, κλητοῖς ἡγιασμένοις ἐν θελήματι θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ παντοκράτορος θεοῦ διὰ Ἰησοῦ Χριστοῦ πληθυνθείη.

ローマに寄留する神の教会より、コリントに寄留する神の教会へ、すなわち神の意志によって我々の主イエス・キリストを通して召され、聖なる者とされた者たちへ。全能者なる神からイエス・キリストを通して、恵みと平和が豊かにされるように。

Caput I

第I章
1

Διὰ τὰς αἰφνιδίους καὶ ἐπαλλήλους γενομένας ἡμῖν συμφορὰς καὶ περιπτώσεις, βράδιον νομίζομεν ἐπιστροφὴν πεποιῆσθαι περὶ τῶν ἐπιζητουμένων παῤ ὑμῖν πραγμάτων, ἀγαπητοί, τῆς τε ἀλλοτρίας καὶ ξένης τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, μιαρᾶς καὶ ἀνοσίου στάσεως ἣν ὀλίγα πρόσωπα προπετῆ καὶ αὐθάδη ὑπάρχοντα εἰς τοσοῦτον ἀπονοίας ἐξέκαυσαν, ὥστε τὸ σεμνὸν καὶ περιβόητον καὶ πᾶσιν ἀνθρώποις ἀξιαγάπητον ὄνομα ὑμῶν μεγάλως βλασφημηθῆναι.

我々に降りかかった突然の相次ぐ災いと苦難のために、愛する者たちよ、そちらで問題となっている事柄に目を向けるのが遅くなったと我々は考えている。それは、神に選ばれた者たちには縁遠く異質な、穢れた不敬な争いであって、わずかな軽率で高慢な人々がこれをこれほどの狂乱にまで焚きつけたために、尊く名高く、すべての人に愛されるにふさわしいその名が大いに冒瀆されるに至ったのである。

2

τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν ὑμῶν πίστιν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν;

そちらに客として滞在した者で、あらゆる徳に満ち揺るぎないその信仰を良しと認めずにいた者があろうか。キリストにある節度ある柔和な敬虔を驚嘆せずにいた者があろうか。もてなしの気高い気風を言い広めずにいた者があろうか。完全で確かなその知識を幸いなものと呼ばずにいた者があろうか。

3

ἀπροσωπολήμπτως γὰρ πάντα ἐποιεῖτε καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε, ὑποτασσόμενοι τοῖς ἡγουμένοις ὑμῶν, καὶ τιμὴν τὴν καθήκουσαν ἀπονέμοντες τοῖς παῤ ὑμῖν πρεσβυτέροις: νέοις τε μέτρια καὶ σεμνὰ νοεῖν ἐπετρέπετε: γυναιξίν τε ἐν ἀμώμῳ καὶ σεμνῇ καὶ ἁγνῇ συνειδήσει πάντα ἐπιτελεῖν παρηγγέλλετε, στεργούσας καθηκόντως τοὺς ἄνδρας ἑαυτῶν: ἔν τε τῷ κανόνι τῆς ὑποταγῆς ὑπαρχούσας τὰ κατὰ τὸν οἶκον σεμνῶς οἰκουργεῖν ἐδιδάσκετε, πάνυ σωφρονούσας.

えこひいきなく万事を行い、神の定めに従って歩み、その指導者たちに服し、そちらの長老たちにふさわしい敬意を払っていたからである。若い者たちには節度ある慎ましい思いを抱くよう言い聞かせ、女たちには、傷なく慎ましく清い良心をもってすべてを行うよう命じ、それぞれの夫をふさわしく愛することを命じた。服従の規範のうちにあって、家のことを慎ましく治めることを教え、大いに節度をわきまえさせていたのである。

Caput II

第II章
1

Πάντες τε ἐταπεινοφρονεῖτε μηδὲν ἀλαζονευόμενοι, ὑποτασσόμενοι μᾶλλον ἦ ὑποτάσσοντες, ἥδιον διδόντες ἢ λαμβάνοντες. τοῖς ἐφοδίοις τοῦ Χριστοῦ ἀρκούμενοι, καὶ προσέχοντες τοὺς λόγους αὐτοῦ ἐπιμελῶς ἐνεστερνισμένοι ἥτε τοῖς σπλάγχνοις, καὶ τὰ παθήματα αὐτοῦ ἦν πρὸ ὀφθαλμῶν ὑμῶν.

皆、何も誇ることなく謙遜であり、服従させるよりも進んで服従し、受けるよりも喜んで与えていた。キリストの糧をもって満ち足り、その言葉に心を留めて、これを心の奥深くに大切に抱き、その苦しみを目の前に置いていたのである。

2

οὕτως εἰρήνη βαθεῖα καὶ λιπαρὰ ἐδέδοτο πᾶσιν καὶ ἀκόρεστος πόθος εἰς ἀγαθοποιΐαν, καὶ πλήρης πνεύματος ἁγίου ἔκχυσις ἐπὶ πάντας ἐγίνετο:

こうして、深く豊かな平和がすべての者に与えられ、善を行うことへの飽くなき渇望があり、聖なる霊の満ちあふれる注ぎがすべての者の上に生じていた。

3

μεστοί τε ὁσίας βουλῆς, ἐν ἀγαθῇ προθυμίᾳ μετ’ εὐσεβοῦς πεποιθήσεως ἐξετείνετε τὰς χεῖρας ὑμῶν πρὸς τὸν παντοκράτορα θεόν, ἱκετεύοντες αὐτὸν ἵλέως γενέσθαι, εἴ τι ἄκοντες ἡμάρτετε.

聖なる決意に満ち、良き熱意と敬虔な確信をもって全能者なる神へ手を差し伸べ、もし心ならずも何か罪を犯していたなら、憐れみ深くあってくださるようにと懇願していた。

4

ἀγὼν ἦν ὑμῖν ἡμέρας τε καὶ νυκτὸς ὑπὲρ πάσης τῆς ἀδελφότητος, εἰς τὸ σώζεσθαι μετ’ ἐλέους καὶ συνειδήσεως τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν αὐτοῦ.

昼も夜も全同胞のために戦いがあり、それはその選ばれた者たちの数が、憐れみと良心をもって救われるためであった。

5

εἰλικρινεῖς καὶ ἀκέραιοι ἦτε καὶ ἀμνησίκακοι εἰς ἀλλήλους.

互いに対して純粋で汚れなく、恨みを抱くことがなかった。

6

πᾶσα στάσις καὶ πᾶν σχίσμα βδελυκτὸν ἦν ὑμῖν. ἐπὶ τοῖς παραπτώμασιν τῶν πλησίον ἐπενθεῖτε: τὰ ὑστερήματα αὐτῶν ἴδια ἐκρίνετε.

あらゆる争いとあらゆる分裂が、そちらにとって忌まわしいものであった。隣人の過ちを嘆き、彼らの欠けたところを自分のことと見なしていた。

7

ἀμεταμέλητοι ἦτε ἐπὶ πάσῃ ἀγαθοποιΐᾳ, ἕτοιμοι εἰς πᾶν ἔργον ἀγαθόν.

あらゆる善行において悔いることなく、あらゆる善き業に備えができていた。

8

τῇ παναρέτῳ καὶ σεβασμίῳ πολιτείᾳ κεκοσμημένοι πάντα ἐν τῷ φόβῳ αὐτοῦ ἐπετελεῖτε: τὰ προστάγματα καὶ τὰ δικαιώματα τοῦ κυρίου ἐπὶ τὰ πλάτη τῆς καρδίας ὑμῶν ἐγέγραπτο.

あらゆる徳に満ちた敬うべき生き方に飾られ、すべてをその畏れのうちに行っていた。主の命令と定めは、その心の広い所に書き記されていたのである。

Caput III

第III章
1

Πᾶσα δόξα καὶ πλατυσμὸς ἐδόθη ὑμῖν, καὶ ἐπετελέσθη τὸ γεγραμμένον: Ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπλατύνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.

あらゆる栄光と繁栄がそちらに与えられ、こう書かれていることが成就した。「愛された者は食べて飲み、肥え広がり、脂ぎって、踏み蹴った」。

2

ἐκ τούτου ζῆλος καὶ φθόνος, καὶ ἔρις, καὶ στάσις, διωγμὸς καὶ ἀκαταστασία, πόλεμος καὶ αἰχμαλωσία.

これゆえに、ねたみとそねみ、不和と争い、迫害と混乱、戦争と捕囚が生じた。

3

οὕτως ἐπηγέρθησαν οἱ ἄτιμοι ἐπὶ τοὺς ἐντίμους, οἱ ἄδοξοι ἐπὶ τοὺς ἐνδόξους, οἱ ἄφρονες ἐπὶ τοὺς φρονίμους, οἱ νέοι ἐπὶ τοὺς πρεσβυτέρους.

このようにして、栄誉なき者たちが栄誉ある者たちに逆らって立ち上がり、名誉なき者たちが名誉ある者たちに、愚かな者たちが思慮深い者たちに、若い者たちが長老たちに逆らって立ち上がったのである。

4

διὰ τοῦτο πόρρω ἄπεστιν ἡ δικαιοσύνη καὶ εἰρήνη, ἐν τῷ ἀπολιπεῖν ἕκαστον τὸν φόβον τοῦ θεοῦ καὶ ἐν τῇ πίστει αὐτοῦ ἀμβλυωπῆσαι, μηδὲ ἐν τοῖς νομίμοις τῶν προσταγμάτων αὐτοῦ πορεύεσθαι, μηδὲ πολιτεύεσθαι κατὰ τὸ καθῆκον τῷ Χριστῷ, ἀλλὰ ἕκαστον βαδίζειν κατὰ τὰς ἐπιθυμίας τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς, ζῆλον ἄδικον καὶ ἀσεβῆ ἀνειληφότας, δἰ οὖ καὶ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.

これゆえに、正義と平和は遠く離れている。それは各人が神への畏れを捨て、その信仰において目が霞み、その命令の定めに従って歩まず、キリストにふさわしく生きることもせず、かえって各人が自分の悪しき心の欲望のままに歩み、不義で不敬虔なねたみを抱くようになったからであり、それを通して死もまた世に入り込んだのである。

Caput IV

第IV章
1

Γέγραπται γὰρ οὕτως: Καὶ ἐγένετο μεθ̓ ἡμέρας, ἤνεγκεν Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ θεῷ, καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.

こう書かれているからである。「日を経て後のことであった。カインは地の実りから神に供え物を献げ、アベルもまた自分の羊の初子とその脂肉から献げた」。

2

καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.

「神はアベルとその贈り物に目を留めたが、カインとその供え物には心を留めなかった」。

3

καὶ ἐλυπήθη Κάϊν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ αὐτοῦ.

「カインは激しく悲しみ、顔を伏せた」。

4

καὶ εἶπεν ὁ θεὸς πρὸς Κάϊν: Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσεν τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;

「神はカインに言った。『なぜお前は深く悲しむのか、なぜお前の顔は伏せられたのか。正しく献げても、正しく分けなかったのなら、お前は罪を犯したのではないか』」。

5

ἡσύχασον: πρὸς σὲ ή ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

「『安んじよ。彼の向かうところはお前にあり、お前が彼を治めるであろう』」。

6

καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ: Διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.

「カインは兄弟アベルに言った。『野原に出て行こう』。そして彼らが野にいたとき、カインは兄弟アベルに立ち向かい、彼を殺した」。

7

ὁρᾶτε, ἀδελφοί, ζῆλος καὶ φθόνος ἀδελφοκτονίαν κατειργάσατο.

見よ、兄弟たちよ、ねたみとそねみが兄弟殺しをもたらした。

8

διὰ ζῆλος ὁ πατὴρ ἡμῶν Ἰακὼβ ἀπέδρα ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.

ねたみゆえに、我々の父ヤコブは兄弟エサウの前から逃げた。

9

ζῆλος ἐποίησεν Ἰωσὴφ μέχρι θανάτου διωχθῆναι καὶ μέχρι δουλείας εἰσελθεῖν.

ねたみは、ヨセフを死に至るまで追い立て、奴隷の身に落とすに至らせた。

10

ζῆλος φυγεῖν ἠνάγκασεν Μωϋσῆν ἀπὸ προσώπου Φαραὼ βασιλέως Αἰγύπτου ἐν τῷ ἀκοῦσαι αὐτὸν ἀπὸ τοῦ ὁμοφύλου: Τίς σε κατέστησεν κριτὴν ἢ δικαστὴν ἐφ̓ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Λἰγύπτιον;

ねたみは、同族の者から「誰がお前を我々の上に裁き人か審判者に立てたのか。お前は、昨日エジプト人を殺したように、私をも殺そうとしているのか」と言われるのを聞いたとき、モーセにエジプト王ファラオの前から逃げることを余儀なくさせた。

11

διὰ ζῆλος ʼΛαρὼν καὶ Μαριὰμ ἔξω τῆς παρεμβολῆς ηὐλίσθησαν.

ねたみゆえに、アロンとミリアムは陣営の外に宿ることとなった。

12

ζῆλος Δαθὰν καὶ Ἀβειρὼν ζῶντας κατήγαγεν εἰς ᾅδου διὰ τὸ στασιάσαι αὐτοὺς πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν.

ねたみは、ダタンとアビランを、神の僕モーセに対して争いを起こしたために、生きたまま黄泉に落とした。

13

διὰ ζῆλος Δαυεὶδ φθόνον ἔσχεν οὐ μόνον ὑπὸ τῶν ἀλλοφύλων, ἀλλὰ καὶ ὑπὸ Σαοὺλ βασιλέως Ἰσραὴλ ἐδιώχθη.

ねたみゆえに、ダビデは異邦人たちからそねみを受けただけでなく、イスラエルの王サウルからも追われた。

Caput V

第V章
1

Ἀλλ’ ἵνα τῶν ἀρχαίων ὑποδειγμάτων παυσώμεθα, ἔλθωμεν ἐπὶ τοὺς ἔγγιστα γενομένους ἀθλητάς: λάβωμεν τῆς γενεᾶς ἡμῶν τὰ γενναῖα ὑποδείγματα.

だが、古い時代の実例を離れて、我々に最も近い時代の競技者たちに移ろう。我々の世代の気高い実例を取り上げよう。

2

διὰ ζῆλον καὶ φθόνον οἱ μέγιστοι καὶ δικαιότατοι στύλοι ἐδιώχθησαν καὶ ἕως θανάτου ἤθλησαν.

ねたみとそねみのゆえに、最も偉大で最も正しい柱たちが迫害を受け、死に至るまで戦い抜いた。

3

λάβωμεν πρὸ ὀφθαλμῶν ἡμῶν τοὺς ἀγαθοὺς ἀποστόλους:

善き使徒たちを我々の目の前に置こう。

4

Πέτρον, ὅς διὰ ζῆλον ἄδικον οὐχ ἕνα οὐδὲ δύο, ἀλλὰ πλείονας ὑπήνεγκεν πόνους καὶ οὕτω μαρτυρήσας ἐπορεύθη εἰς τὸν ὀφειλόμενον τόπον τῆς δόξης.

ペトロである。彼は不義なねたみのゆえに、一つや二つではなく数多くの労苦に耐え、こうして証しを立てたのち、彼にふさわしい栄光の場所へと去って行った。

5

διὰ ζῆλον καὶ ἔριν Παῦλος ὑπομονῆς βραβεῖον ὑπέδειξεν,

ねたみと不和のゆえに、パウロは忍耐の褒賞を示した。

6

ἑπτάκις δεσμὰ φορέσας, φυγαδευθείς, λιθασθείς, κήρυξ γενόμενος ἔν τε τῇ ἀνατολῇ καὶ ἐν τῇ δύσει, τὸ γενναῖον τῆς πίστεως αὐτοῦ κλέος ἔλαβεν,

七度も鎖につながれ、追放され、石打たれ、東方にも西方にも宣教者となり、その信仰の気高い誉れを受けた。

7

δικαιοσύνην διδάξας ὅλον τὸν κόσμον, καὶ ἐπὶ τὸ τέρμα τῆς δύσεως ἐλθὼν καὶ μαρτυρήσας ἐπὶ τῶν ἡγουμένων, οὕτως ἀπηλλάγη τοῦ κόσμου καὶ εἰς τὸν ἅγιον τόπον ἀνελήμφθη, ὑπομονῆς γενόμενος μέγιστος ὑπογραμμός.

全世界に正義を教え、西方の果てにまで到達して支配者たちの前で証しを立て、こうして世を去り、聖なる場所へと上げられた。忍耐の最大の模範となったのである。

Caput VI

第VI章
1

Τούτοις τοῖς ἀνδράσιν ὁσίως πολιτευσαμένοις συνηθροίσθη πολὺ πλῆθος ἐκλεκτῶν, οἵτινες πολλαῖς αἰκίαις καὶ βασάνοις διὰ ζῆλος παθόντες ὑπόδειγμα κάλλιστον ἐγένοντο ἐν ἡμῖν.

聖く生きたこれらの人々のもとに、選ばれた者たちの大群衆が集まった。彼らはねたみのゆえに多くの虐待と拷問を受け、我々の間で最も美しい実例となった。

2

διὰ ζῆλος διωχθεῖσαι γυναῖκες Δαναΐδες καὶ Δίρκαι, αἰκίσματα δεινὰ καὶ ἀνόσια παθοῦσαι, ἐπὶ τὸν τῆς πίστεως βέβαιον δρόμον κατήντησαν καὶ ἔλαβον γέρας γενναῖον αἱ ἀσθενεῖς τῷ σώματι.

ねたみのゆえに追われた女たち、ダナイデスやディルケたちは、恐ろしく不敬な虐待を受けながらも、信仰の確かな走路に到達し、体は弱くとも気高い褒賞を受けた。

3

ζῆλος ἀπηλλοτρίωσεν γαμετὰς ἀνδρῶν καὶ ἠλλοίωσεν τὸ ῥηθὲν ὑπὸ τοῦ πατρὸς ἡμῶν Ἀδάμ: Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.

ねたみは夫たちから妻を疎遠にし、我々の父アダムによって語られた言葉を変えてしまった。「これこそ、私の骨からの骨、私の肉からの肉」。

4

ζῆλος καὶ ἔρις πόλεις μεγάλας κατέστρεψεν καὶ ἔθνη μεγάλα ἐξερίζωσεν.

ねたみと不和は大いなる都市を滅ぼし、大いなる民族を根こそぎにした。

Caput VII

第VII章
1

Ταῦτα, ἀγαπητοί, οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν, ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες: ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι, καὶ ὁ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται.

愛する者たちよ、これらのことを我々が書き送るのは、そちらを訓戒するためばかりでなく、我々自身に思い起こさせるためでもある。我々も同じ競技場におり、同じ戦いが我々に課せられているからである。

2

διὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας, καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα,

それゆえ、空しく無益な思い煩いを捨て去り、我々の言い伝えの輝かしく尊い規範に立ち返ろう。

3

καὶ ἴδωμεν, τί καλὸν καὶ τί τερπνὸν καὶ τί προσδεκτὸν ἐνώπιον τοῦ ποιήσαντος ἡμᾶς.

そして、我々を造られた方の御前で、何が善く、何が喜ばしく、何が受け入れられることかを見極めよう。

4

ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν, ὡς ἔστιν τίμιον τῷ πατρὶ αὐτοῦ, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑπήνεγκεν.

キリストの血を見つめ、それがその父にとってどれほど尊いかを知ろう。それは我々の救いのために流されて、全世界に悔い改めの恵みをもたらしたからである。

5

διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν ὀ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ’ αὐτόν.

あらゆる世代を経巡って、世代ごとに、主宰者が御自分に立ち返ろうと願う者たちに悔い改めの機会を与えてこられたことを、よく知ろう。

6

Νῶε ἐκήρυξεν μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν.

ノアは悔い改めを宣べ伝え、従った者たちは救われた。

7

Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν: οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καίπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες.

ヨナはニネベの人々に滅びを宣べ伝えたが、彼らは自分たちの罪を悔い改め、神に懇願してこれをなだめ、神に縁なき者でありながらも救いを受けた。

Caput VIII

第VIII章
1

Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν.

神の恵みの務めを行う者たちは、聖なる霊を通して悔い改めについて語った。

2

καὶ αὐτὸς δὲ ὁ δεσπότης τῶν ἁπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκου: Ζῶ γὰρ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, προστιθεὶς καὶ γνώμην ἀγαθήν:

そして万物の主宰者御自身も、誓いをもって悔い改めについて語られた。「私は生きている、と主は言われる。私は罪人の死ではなく、悔い改めを望む」。そして良き意向をも添えられた。

3

Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπὸ τῆς ἀνομίας ὑμῶν: εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ μου. Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου, καὶ ἐπιστραφῆτε πρός με ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε: Πάτερ: ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου.

「イスラエルの家よ、汝らの不法から悔い改めよ。わが民の子らに私は言った。たとえ汝らの罪が地から天にまで及び、緋よりも赤く、粗布よりも黒くとも、汝らが心を尽くして私に立ち返り『父よ』と言うならば、私は汝らを聖なる民として聞き入れよう」。

4

καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως: Λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου: παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ: καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος: καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ: ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ: καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε: ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται: τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.

また、他の箇所ではこう言われる。「洗え、清くなれ、我が目の前で、汝らの魂から悪しき業を取り除け。汝らの悪しき業をやめよ、善を行うことを学べ、公正を求めよ、虐げられている者を救い出せ、孤児のために裁き、やもめのために弁護せよ。さあ来たれ、論じ合おう、と主は言われる。たとえ汝らの罪が深紅のようであっても、雪のように白くしよう。たとえ緋のようであっても、羊毛のように白くしよう。汝らがもし望み、私に聞き従うならば、地の良き物を食べるであろう。もし望まず、私に聞き従わないならば、剣が汝らを食い尽くすであろう。主の口がこれを語ったからである」。

5

πάντας οὖν τοὺς ἀγαπητοὺς αὐτοῦ βουλόμενος μετανοίας μετασχεῖν ἐστήριξεν τῷ παντοκρατορικῷ βουλήματι αὐτοῦ.

こうして、御自分の愛する者たちすべてが悔い改めにあずかることを望み、その全能の意志によってこれを確かなものとされたのである。

Caput IX

第IX章
1

Διὸ ὑπακούσωμεν τῇ μεγαλοπρεπεῖ καὶ ἐνδόξῳ βουλήσει αὐτοῦ, καὶ ἱκέται γενόμενοι τοῦ ἐλέους καὶ τῆς χρηστότητος αὐτοῦ προσπέσωμεν καὶ ἐπιστρέψωμεν ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀπολιπόντες τὴν ματαιοπονίαν τήν τε ἔριν καὶ τὸ εἰς θάνατον ἄγον ζῆλος.

それゆえ、その荘厳で栄光ある御意志に従おう。その憐れみと慈しみにすがる者となってひれ伏し、無益な労苦と不和、そして死へと導くねたみを捨てて、その哀れみへと立ち返ろう。

2

ἀτενίσωμεν εἰς τοὺς τελείως λειτουργήσαντας τῇ μεγαλοπρεπεῖ δόξῃ αὐτοῦ.

その荘厳な栄光に完全に務めを果たした者たちを見つめよう。

3

λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ οὐχ εὑρέθη αὐτοῦ θάνατος.

エノクを取り上げよう。彼は従順のうちに正しい者と見出され、移された。彼の死は見出されなかった。

4

Νῶε πιστὸς εὑρεθεὶς διὰ τῆς λειτουργίας αὐτοῦ παλιγγενεσίαν κόσμῳ ἐκήρυξεν, καὶ διέσωσεν δἰ αὐτοῦ ὁ δεσπότης τὰ εἰσελθόντα ἐν ὁμονοίᾳ ζῶα εἰς τὴν κιβωτόν.

ノアは忠実な者と見出され、その務めを通して世に再生を宣べ伝えた。主宰者は彼を通して、一致のうちに箱舟に入った生き物たちを救われた。

Caput X

第X章
1

Ἀβραάμ, ὁ φίλος προσαγορευθείς, πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ θεοῦ.

友と呼ばれたアブラハムは、神の言葉に従順であることによって、忠実な者と見出された。

2

οὗτος δἰ ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ. λέγει γὰρ αὐτῷ:

彼は従順によって、自分の土地から、自分の親族から、自分の父の家から出て行った。それは、わずかな土地、弱小な親族、小さな家を捨てて、神の約束を受け継ぐためであった。神は彼にこう言われる。

3

Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω: καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος: καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ καταράσομαι τοὺς καταρωμένους σε, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

「お前の土地から、お前の親族から、お前の父の家から出て、私がお前に示す地へ行け。私はお前を大いなる民とし、お前を祝福し、お前の名を大いなるものとしよう。お前は祝福された者となる。私はお前を祝福する者たちを祝福し、お前を呪う者たちを呪おう。地のすべての部族は、お前によって祝福されるであろう」。

4

καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ θεός. Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὖ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.

そして再び、彼がロトと別れたとき、神は彼にこう言われた。「目を上げて、お前が今いる場所から、北と南、東と西を見よ。お前が見ているこの地はすべて、お前とお前の子孫とに、とこしえに与えよう」。

5

καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς: εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.

「私はお前の子孫を地の砂のようにしよう。もし誰かが地の砂を数え尽くせるなら、お前の子孫も数え尽くされるであろう」。

6

καὶ πάλιν λέγει: Ἐξήγαγεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ: Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς: οὕτως ἔσται τὸ σπέρμα σου. ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

また、こうも言われている。「神はアブラハムを連れ出して彼に言われた。『天を見上げて星を数えよ、数え尽くせるものなら数えよ。お前の子孫はそのようになる』。アブラハムは神を信じ、それは彼の正義と認められた」。

7

διὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ, καὶ δἰ ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς τὸ ὄρος ὃ ἔδειξεν αὐτῷ.

信仰ともてなしのゆえに、彼には老年において一人の子が与えられ、従順のゆえに、神が示された山で、その子を神への供え物として献げた。

Caput XI

第XI章
1

Διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων, τῆς περιχώρου πάσης κριθείσης διὰ πυρὸς καὶ θείου, πρόδηλον ποιήσας ὁ δεσπότης, ὅτι τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν οὐκ ἐγκαταλείπει, τοὺς δὲ ἑτεροκλινεῖς ὑπάρχοντας εἰς κόλασιν καὶ αἰκισμὸν τίθησιν.

もてなしと敬虔とのゆえに、ロトはソドムから救われた。周辺の地はことごとく火と硫黄とによって裁かれたが、主宰者は、御自身に望みをかける者たちを見捨てず、心の背いた者たちを懲罰と責め苦とに定めるということを、あらかじめ明らかにされたのである。

2

συνεξελθούσης γὰρ αὐτῷ τῆς γυναικὸς ἑτερογνώμονος ὑπαρχούσης καὶ οὐκ ἐν ὁμονοίᾳ, εἰς τοῦτο σημεῖον ἐτέθη, ὥστε γενέσθαι αὐτὴν στήλην ἁλὸς ἕως τῆς ἡμέρας ταύτης, εἰς τὸ γνωστὸν εἶναι πᾶσιν, ὅτι οἱ δίψυχοι καὶ οἱ διστάζοντες περὶ τῆς τοῦ θεοῦ δυνάμεως εἰς κρίμα καὶ εἰς σημείωσιν πάσαις ταῖς γενεαῖς γίνονται.

彼とともに出たその妻は、心を異にし、一致していなかったので、今日に至るまで塩の柱となるという徴として立てられた。それは、二心の者たちと、神の力について疑う者たちとが、あらゆる世代にとって裁きと徴となることを、すべての人に知らしめるためである。

Caput XII

第XII章
1

Διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη.

信仰ともてなしとによって、遊女ラハブは救われた。

2

ἐκπεμφθέντων γὰρ ὑπὸ Ἰησοῦ τοῦ τοῦ Ναυὴ κατασκόπων εἰς τὴν Ἱεριχώ, ἔγνω ὁ βασιλεὺς τῆς γῆς, ὅτι ἥκασιν κατασκοπεῦσαι τὴν χώραν αὐτῶν, καὶ ἐξέπεμψεν ἄνδρας τοὺς συλλημψομένους αὐτούς, ὅπως συλλημφθέντες θανατωθῶσιν.

ヌンの子ヨシュアによって斥候たちがエリコに遣わされたとき、その地の王は、彼らがこの国を偵察するために来たことを知り、彼らを捕らえるための人々を送り出した。捕らえられたのち、彼らが殺されるためであった。

3

ἡ οὖν φιλόξενος Ῥαὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν λινοκαλάμην.

そこで、もてなし深いラハブは彼らを迎え入れ、屋上の部屋の亜麻の茎の下に隠した。

4

ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων: Πρὸς σὲ εἰσῆλθον οἱ κατάσκοποι τῆς γῆς ἡμῶν: ἐξάγαγε αὐτούς, ὁ γὰρ βασιλεὺς οὕτως κελεύει, ἥδε ἀπεκρίθη: Εἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρός με, ἀλλ’ εὐθέως ἀπῆλθον καὶ πορεύονται τῇ ὁδῷ: ὑποδεικνύουσα αὐτοῖς ἐναλλάξ.

王の従者たちが立ち、「我々の国の斥候たちがお前のところに入った。彼らを引き出せ、王がそう命じているのだから」と言うと、彼女はこう答えた。「汝らが探し求めている男たちは、たしかに私のところへ入ったが、すぐに立ち去り、道を進んで行った」。そう言って、彼らに別の方向を示した。

5

καὶ εἶπεν πρὸς τοὺς ἄνδρας: Γινώσκουσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῖν τὴν γῆν ταύτην: ὁ γὰρ φόβος καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν τοῖς κατοικοῦσιν αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς, διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου.

そして彼女はその男たちに向かって言った。「私は確かに知っている。主なる神が汝らにこの地をお与えになることを。汝らへの恐れとおののきが、この地に住む者たちの上に落ちているからである。汝らがこの地を得ることになったなら、私と私の父の家とを救い出してほしい」。

6

καὶ εἶπαν αὐτῇ: Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν. ὡς ἐὰν οὖν γνῷς παραγινομένους ἡμᾶς, συνάξεις πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται: ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς οἰκίας, ἀπολοῦνται.

彼らは彼女に言った。「お前が我々に語ったとおりになるだろう。お前が我々の来るのを知ったなら、お前の身内の者たちを皆、お前の屋根の下に集めよ。そうすれば彼らは救われる。家の外で見つかる者は、誰であれ滅びるからである」。

7

καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αἵματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν.

さらに彼らは、彼女に一つの徴を与えることにし、彼女の家に緋色のものを掛けるようにと言った。それは、主の血によって、信じて神に望みをかけるすべての者に贖いがあることを、あらかじめ明らかにするためであった。

8

ὁρᾶτε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις, ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.

愛する者たちよ、見よ。この女には信仰だけでなく、預言もあったのである。

Caput XIII

第XIII章
1

Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί, ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καὶ ἀφροσύνην καὶ ὀργάς, καὶ ποιήσωμεν τὸ γεγραμμένον, λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον: Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἡ ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω, τοῦ ἐκζητεῖν αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην: μάλιστα μεμνημένοι τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, οὓς ἐλάλησεν διδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν.

兄弟たちよ、それゆえ我々は、あらゆる高慢と慢心と無分別と怒りとを脱ぎ捨てて謙遜になり、書かれていることを行おうではないか——聖なる霊は「知恵ある者は自分の知恵を誇ってはならない。力ある者は自分の力を誇ってはならない。富める者は自分の富を誇ってはならない。誇る者は主において誇り、彼を尋ね求め、裁きと正義とを行うべきである」と言っている——とりわけ、柔和と寛容とを教えて語られた主イエスの言葉を思い起こしながら。

2

οὕτως γὰρ εἶπεν: Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν: ὡς ποιεῖτε, οὕτω ποιηθήσεται ὑμῖν: ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν: ὡς κρίνετε, οὕτως κριθήσεσθε: ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν: ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν.

主はこう言われた。「汝ら憐れめ、そうすれば汝らも憐れみを受けるであろう。赦せ、そうすれば汝らも赦されるであろう。汝らが行うとおりに、汝らにも行われるであろう。汝らが与えるとおりに、汝らにも与えられるであろう。汝らが裁くとおりに、汝らも裁かれるであろう。汝らが親切にするとおりに、汝らにも親切にされるであろう。汝らが量るその量りで、汝らにも量られるであろう」。

3

ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες: φησὶν γὰρ ὁ ἅγιος λόγος:

この戒めと、これらの命令とによって、我々は自らを堅くし、聖にふさわしいその言葉に従順でありながら、謙遜な心をもって歩んで行こうではないか。聖なる言葉はこう述べている。

4

Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια.

「私は誰に目を留めようか。柔和で穏やかで、私の言葉に震え畏れる者のほかには」。

Caput XIV

第XIV章
1

Δίκαιον οὖν καὶ ὅσιον, ἄνδρες ἀδελφοί, ὑπηκόους ἡμᾶς μᾶλλον γενέσθαι τῷ θεῷ ἡ τοῖς ἐν ἀλαζονείᾳ καὶ ἀκαταστασίᾳ μυσεροῦ ζήλους ἀρχηγοῖς ἐξακολουθεῖν.

兄弟たる方々よ、それゆえ、高慢と無秩序とのうちにあって忌まわしいねたみの首謀者となっている者たちに従うよりも、むしろ我々が神に従順であることのほうが、正しく聖なることである。

2

βλάβην γὰρ οὐ τὴν τυχοῦσαν, μᾶλλον δὲ κίνδυνον ὑποίσομεν μέγαν, ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων, οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις, εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος.

というのも、もし我々が向こう見ずに、みずから諍いと争いとに身を投じ、我々を善き状態から引き離そうとする人々の意のままに自らを委ねるならば、我々はひとかたならぬ害、否むしろ大きな危険を被ることになるからである。

3

χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ ποιήσαντος ἡμᾶς.

我々を造られた方の深い憐れみと優しさとにならって、我々は互いに親切であろうではないか。

4

γέγραπται γάρ: Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ αὐτῆς: οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται ἀπ’ αὐτῆς.

書かれているとおりである。「親切な者たちは地に住む者となり、悪意なき者たちはその上に残るであろう。しかし不法を行う者たちはそこから滅ぼし尽くされるであろう」。

5

καὶ πάλιν λέγει: Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου: καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὗρον. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.

また、こうも言っている。「私は不敬虔な者が高く上げられ、レバノンの杉のようにそびえ立つのを見た。しかし私が通り過ぎると、見よ、彼はいなかった。私はその場所を尋ね求めたが、見つけられなかった。悪意なきことを守り、正しさを見よ。平和を好む人には、遺されるものがあるからである」。

Caput XV

第XV章
1

Τοίνυν κολληθῶμεν τοῖς μετ’ εὐσεβείας εἰρηνεύουσιν, καὶ μὴ τοῖς μεθ̓ ὑποκρίσεως βουλομένοις εἰρήνην.

それゆえ、我々は敬虔をもって平和を保つ者たちに結びつこうではないか。偽善をもって平和を望む者たちにではなく。

2

λέγει γάρ που: Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.

ある箇所でこう言われているからである。「この民は唇で私を敬うが、その心は私から遠く離れている」。

3

καὶ πάλιν: Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο.

また、こうも。「彼らは口では祝福するが、心では呪っていた」。

4

καὶ πάλιν λέγει: Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

また、こうも言っている。「彼らは口では彼を愛したが、舌では彼を欺き、その心は彼とともにあって真っ直ぐではなく、その契約においても誠実ではなかった」。

5

διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείηλ τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν: Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας: Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παῤ ἡμῖν ἐστιν: τίς ἡμῶν κύριός ἐστιν;

「それゆえ、正しい者に逆らって不法を語る欺きの唇は、物言わぬものとなれ」。また、こうも言う。「主が、すべての欺きの唇と、大言壮語の舌と、『我々は自分の舌を誇り高くしよう。我々の唇は我々のものだ。誰が我々の主であろうか』と言う者たちとを、滅ぼし尽くしてくださるように」。

6

ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος: θήσομαι ἐν σωτηρίῳ,

「貧しい者たちの苦しみと、乏しい者たちの嘆きとのゆえに、私は今立ち上がる」と主は言われる。「彼を救いのうちに置こう」。

7

παρρησιάσομαι ἐν αὐτῷ.

「彼について、私は大胆に語ろう」。

Caput XVI

第XVI章
1

Ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ.

キリストは、謙遜な者たちのものであって、御自身の群れの上に高ぶる者たちのものではないからである。

2

τὸ σκῆπτρον τῆς μεγαλωσύνης τοῦ θεοῦ, ὁ κύριος Ἰησοῦς Χριστός, οὐκ ἦλθεν ἐν κόμπῳ ἀλαζονείας οὐδὲ ὑπερηφανίας, καίπερ δυνάμενος, ἀλλὰ ταπεινοφρονῶν, καθὼς τὸ πνεῦμα τὸ ἅγιον περὶ αὐτοῦ ἐλάλησεν: φησὶν γάρ:

神の威光の笏である主イエス・キリストは、そうすることもできたにもかかわらず、高慢や尊大さの誇示のうちに来られたのではなく、謙遜であられた。聖なる霊が彼について語ったとおりである。すなわちこう言う。

3

Κύριε. τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ: οὐκ ἔστιν αὐτῷ εἶδος οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τὸ εἶδος τῶν ἀνθρώπων: ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη:

「主よ、誰が我々の聞いたことを信じたか。主の御腕は誰に現されたか。我々は彼の前で、幼子のように、乾いた地における根のように告げ知らせた。彼には姿もなく、栄光もない。我々は彼を見たが、彼には姿も美しさもなく、その姿は卑しく、人間の姿に及ばないものであった。彼は打たれ苦しむ人であり、病を負うことを知る者であった。彼の顔は背けられ、彼は蔑まれ、顧みられなかった」。

4

οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει:

「この方は我々の罪を負い、我々のために苦しんでおられる。だが我々は、彼が苦しみと打たれることと責め苦とのうちにあると思った」。

5

αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν: τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

「しかし彼は、我々の罪のゆえに傷つけられ、我々の不法のゆえに病を負われた。我々の平和のための懲らしめは彼の上にあり、彼の受けた傷によって我々は癒された」。

6

πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη:

「我々は皆、羊のように迷い出た。人はおのおの自分の道に迷い出た」。

7

καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη.

「そして主は、我々の罪のために彼を引き渡された。彼は虐げられたゆえに口を開かない。屠り場に引かれる羊のように、毛を刈る者の前で物言わぬ子羊のように、彼は口を開かない。その低くされたさまのうちに、彼への裁きは取り去られた」。

8

τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

「彼の世代を誰が語り伝えるだろうか。彼の命は地から取り去られるからである」。

9

ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον.

「私の民の不法のゆえに、彼は死に至った」。

10

καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ: ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.

「私は、悪しき者たちを彼の埋葬の代わりに、富める者たちを彼の死の代わりに与えよう。彼は不法を行わず、その口に欺きは見出されなかったからである。そして主は、彼をその傷から清めることを望まれる」。

11

ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.

「汝らが罪のために献げ物をするなら、汝らの魂は命長き子孫を見るであろう」。

12

καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.

「そして主は、彼の魂の労苦から取り除くことを望まれ、彼に光を示し、知性によって形づくり、多くの人によく仕える正しい者を義とすることを望まれる。そして彼は、彼らの罪を自ら負うであろう」。

13

διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα: ἀνθ̓ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.

「それゆえ、彼は多くの人を受け継ぎ、強き者たちの分捕り物を分かち取るであろう。彼の魂が死に引き渡され、不法の者たちのうちに数えられたからである」。

14

καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

「そして彼は多くの人の罪を担い、彼らの罪のために引き渡された」。

15

καὶ πάλιν αὐτός φησιν: Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.

そして彼自身、またこうも言う。「私は虫けらであって人ではない。人々のそしり、民の蔑みである」。

16

πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν: Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.

「私を見る者は皆、私をあざけり、唇で語り、頭を振って言う。『彼は主に望みをかけた。主が彼を助け出すがよい。主が彼を救うがよい。主は彼を望んでおられるのだから』」。

17

ὁρᾶτε, ἅνδρες ἀγαπητοί, τίς ὁ ὑπογραμμὸς ὁ δεδομένος ἡμῖν: εἰ γὰρ ὁ κύριος οὕτως ἐταπεινοφρόνησεν, τί ποιήσωμεν ἡμεῖς οἱ ὑπὸ τὸν ζυγὸν τῆς χάριτος αὐτοῦ δἰ αὐτοῦ ἐλθόντες;

愛する方々よ、我々に与えられた模範がどのようなものか見よ。主がこれほどまでに謙遜であられたのなら、彼を通してその恩寵の軛のもとに来た我々は、何をなすべきであろうか。

Caput XVII

第XVII章
1

Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ: λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας: πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους.

我々は、山羊の皮や羊の皮をまとって歩み、キリストの到来を宣べ伝えたあの人々に倣う者となろう。すなわち、預言者エリヤとエリシャ、さらにエゼキエルのことを我々は言っている。そしてこれに加えて、証しされた人々にも倣う者となろう。

2

ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν: Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.

アブラハムは大いに証しされ、神の友と呼ばれた。彼は神の栄光を見つめながら、謙遜にこう言う。「私は土であり灰である」。

3

ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται: Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.

さらに、ヨブについてもこう書かれている。「ヨブは正しく、非のうちどころなく、真実で、神を敬い、あらゆる悪から遠ざかっていた」。

4

ἀλλ’ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων: Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.

しかし彼自身は、自らをこう責めて言う。「たとえその生涯が一日であっても、汚れから清い者は誰もいない」。

5

Μωυσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν ὁ θεὸς Λἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν: ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ’ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου: Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις ; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος.

モーセは、その家全体において忠実な者と呼ばれ、彼の奉仕を通して神はエジプトを、彼らへの鞭打ちと責め苦とによって裁かれた。しかし彼もまた、大いに栄光を受けながら、大言を語ることはなく、柴の中からのお告げが彼に与えられたとき、こう言った。「私は何者だというのですか。あなたが私を遣わされるとは。私は口が重く、舌の重い者です」。

6

καὶ πάλιν λέγει: Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.

また、こうも言う。「私は鍋から立つ湯気にすぎません」。

Caput XVIII

第XVIII章
1

Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ Δαυείδ; ἐφ̓ οὗ εἶπεν ὁ θεός: Εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν.

証しされたダビデについて、我々は何を言おうか。彼について神はこう言われた。「私は自分の心にかなう男を見出した。エッサイの子ダビデである。私は永遠の憐れみをもって彼に油を注いだ」。

2

ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θεόν: Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

しかし彼自身もまた、神に向かってこう言う。「神よ、あなたの大いなる憐れみによって私を憐れんでください。あなたの豊かな慈しみによって、私の不法を拭い去ってください」。

3

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με: ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶν διαπαντός.

「なおも私を私の不法から洗い、私の罪から私を清めてください。私は自分の不法を知っており、私の罪はいつも私の前にあるからです」。

4

σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

「あなたに対してのみ、私は罪を犯しました。あなたの前で悪を行いました。あなたが御言葉において義とされ、裁かれるときに勝たれるためです」。

5

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.

「見よ、私は不法のうちに宿され、罪のうちに私の母は私を身ごもったのです」。

6

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας: τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

「見よ、あなたは真理を愛されました。あなたの知恵の隠れた奥深いことを、私に示してくださいました」。

7

ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι: πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

「あなたはヒソプで私に振りかけてくださり、私は清められるでしょう。あなたは私を洗ってくださり、私は雪よりも白くなるでしょう」。

8

ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.

「あなたは私に喜びと楽しみとを聞かせてくださるでしょう。低くされた骨は喜び躍るでしょう」。

9

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

「あなたの御顔を私の罪から背け、私のあらゆる不法を拭い去ってください」。

10

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

「神よ、私のうちに清い心を創り、私の内なる部分に正しい霊を新たにしてください」。

11

μὴ ἀπορίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

「私をあなたの御顔から投げ捨てないでください。あなたの聖なる霊を私から取り去らないでください」。

12

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.

「あなたの救いの喜びを私に返してください。導きの霊によって私を支えてください」。

13

διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπιστρέψουσιν ἐπὶ σέ.

「私はあなたの道を不法の者たちに教えます。そうすれば不敬虔な者たちはあなたのもとに立ち帰るでしょう」。

14

ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεός, ὁ θεὸς τῆς σωτηρίας μου.

「神よ、私の救いの神よ、血の罪から私を助け出してください」。

15

ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. κύριε, τὸ στόμα μου ἀνοίξεις, καὶ τὰ χείλη μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

「私の舌はあなたの正義を喜び歌うでしょう。主よ、あなたは私の口を開いてくださり、私の唇はあなたの誉れを告げ知らせるでしょう」。

16

ὅτι εἰ ἠθέλησας θυσίαν. ἔδωκα ἄν: ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

「もしあなたがいけにえを望まれたなら、私はそれを献げたことでしょう。しかしあなたは全焼のいけにえを喜ばれません」。

17

θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον: καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει.

「神へのいけにえは打ち砕かれた霊です。打ち砕かれ、へりくだった心を、神は蔑まれません」。

Caput XIX

第XIX章
1

Τῶν τοσούτων οὖν καὶ τοιούτων οὕτως μεμαρτυρημένων τὸ ταπεινόφρον καὶ τὸ ὑποδεὲς διὰ τῆς ὑπακοῆς οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὰς πρὸ ἡμῶν γενεὰς βελτίους ἐποίησεν, τούς τε καταδεξαμένους τὰ λόγια αὐτοῦ ἐν φόβῳ καὶ ἀληθείᾳ.

このように証しされた、これほど多くの、これほどに大いなる人々の謙遜と控えめさとは、従順によって、我々だけでなく、我々に先立つ世代の者たち、すなわちその言葉を恐れと真理のうちに受け入れた者たちをも、より善き者とした。

2

πολλῶν οὖν καὶ μεγάλων καὶ ἐνδόξων μετειληφότες πράξεων ἐπαναδράμωμεν ἐπὶ τὸν ἐξ ἀρχῆς παραδεδομένον ἡμῖν τῆς εἰρήνης σκοπόν, καὶ ἀτενίσωμεν εἰς τὸν πατέρα καὶ κτίστην τοῦ σύμπαντος κόσμου καὶ ταῖς μεγαλοπρεπέσι καὶ ὑπερβαλλούσαις αὐτοῦ δωρεαῖς τῆς εἰρήνης εὐεργεσίαις τε κολληθῶμεν.

多くの、大いなる、栄えある行いにあずかったのだから、我々は、初めから我々に伝えられた平和の目標へと立ち返り、万物の父にして創造者である方を見つめ、その壮麗で並外れた平和の賜物と恵みとに固く結びつこうではないか。

3

ἴδωμεν αὐτὸν κατὰ διάνοιαν καὶ ἐμβλέψωμεν τοῖς ὄμμασιν τῆς ψυχῆς εἰς τὸ μακρόθυμον αὐτοῦ βούλημα: νοήσωμεν, πῶς ἀόργητος ὑπάρχει πρὸς πᾶσαν τὴν κτίσιν αὐτοῦ.

我々は思いをもって彼を見、魂の目でもってその忍耐強い意志を見つめようではないか。彼がそのすべての被造物に対していかに怒りを持たない方であるかを、悟ろうではないか。

Caput XX

第XX章
1

Οἱ οὐρανοὶ τῇ διοικήσει αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ.

諸天は、その統治のもとに動かされつつ、平和のうちに彼に服している。

2

ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπ’ αὐτοῦ δρόμον διανύουσιν, μηδὲν ἀλλήλοις ἐμποδίζοντα.

昼と夜は、彼によって定められた行程を歩み、互いを少しも妨げない。

3

ἥλιός τε καὶ σελήνη, ἀστέρων τε χοροὶ κατὰ τὴν διαταγὴν αὐτοῦ ἐν ὁμονοίᾳ δίχα πάσης παρεκβάσεως ἐξελίσσουσιν τοὺς ἐπιτεταγμένους αὐτοῖς ὁρισμούς.

太陽と月、そして星々の群舞は、彼の定めに従い、一致のうちに、いかなる逸脱もなく、自らに課せられた軌道を巡っている。

4

γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπ’ αὐτῆς ζώοις ἀνατέλλει τροφήν, μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπ’ αὐτοῦ.

大地は、彼の意志に従って身ごもり、それぞれの時に、人間にも獣にも、その上にあるすべての生き物にも満ち満ちた食物を生じさせ、彼によって定められたことに背くことも変えることもしない。

5

ἀβύσσων τε ἀνεξιχνίαστα καὶ νερτέρων ἀνεκδιήγητα κλίματα τοῖς αὐτοῖς συνέχεται προστάγμασιν.

深淵の測り知れぬところも、地の底の言い尽くせぬ領域も、同じ命令によって保たれている。

6

τὸ κύτος τῆς ἀπείρου θαλάσσης κατὰ τὴν δημιουργίαν αὐτοῦ συσταθὲν εἰς τὰς συναγωγὰς οὐ παρεκβαίνει τὰ περιτεθειμένα αὐτῇ κλεῖθρα, ἀλλὰ καθὼς διέταξεν αὐτῇ, οὕτως ποιεῖ.

果てしない海の広がりは、彼の造りの業によって水の集まりへと組み立てられ、自らに巡らされた閂を越えることなく、彼が定めたとおりに行っている。

7

εἶπεν γάρ: Ἕως ὧδε ἥξεις, καὶ τὰ κύματά σου ἐν σοὶ συντριβήσεται.

彼はこう言った。「お前はここまで来るであろう、そしてお前の波はお前自身のうちで砕かれるであろう」と。

8

ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ’ αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διευθύνονται.

人間にとって果てしない大洋も、その彼方にある諸世界も、主宰者の同じ定めによって導かれている。

9

καιροὶ ἐαρινοὶ καὶ θερινοὶ καὶ μετοπωρινοὶ καὶ χειμερινοὶ ἐν εἰρήνῃ μεταπαραδιδόασιν ἀλλήλοις.

春・夏・秋・冬の季節は、平和のうちに互いに引き継ぎ合う。

10

ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν: ἀέναοί τε πηγαί, πρὸς ἀπόλαυσιν καὶ ὑγείαν δημιουργηθεῖσαι, δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρώποις μαζούς: τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται.

風の持ち場は、それぞれの時に従って自らの務めをつまずくことなく果たす。楽しみと健康のために造られた絶えざる泉は、欠けることなく、人間に命のための乳房を与える。最も小さな生き物たちも、その集いを一致と平和のうちに行う。

11

ταῦτα πάντα ὁ μέγας δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι, εὐεργετῶν τὰ πάντα, ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγότας τοῖς οἰκτιρμοῖς αὐτοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

これらすべてを、万物の偉大な造り主にして主宰者は、平和と一致のうちにあるよう定め、万物に恵みを施している。しかも我々、すなわち我々の主イエス・キリストを通してその憐れみのもとに逃れ来た者たちには、なおいっそう豊かに。

12

ᾧ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

その方に、栄光と威光とが、世々限りなくあるように。アーメン。

Caput XXI

第XXI章
1

Ὁρᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα ἡμῖν, ἐὰν μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθ̓ ὁμονοίας.

愛する者たちよ、気をつけよ。我々が彼にふさわしく生き、善きこと、彼の前に喜ばれることを一致のうちに行わないなら、彼の多くの恵みが我々への裁きとなりかねない。

2

λέγει γάρ που: Πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμιεῖα τῆς γαστρός:

彼はどこかでこう言っている。「主の霊は、腹の奥処を探る灯である」。

3

ἴδωμεν. πῶς ἐγγύς ἐστιν, καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ἡμῶν οὐδὲ τῶν διαλογισμῶν ὧν ποιούμεθα:

見ようではないか、彼がいかに近くにおられるか、また我々の思いも、我々が行う思案も、何一つ彼に隠れていないことを。

4

δίκαιον οὖν ἐστὶν μὴ λειποτακτεῖν ἡμᾶς ἀπὸ τοῦ θελήματος αὐτοῦ.

それゆえ、我々が彼の意志という持ち場を離れないことこそ正しい。

5

μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαζονείᾳ τοῦ λόγου αὐτῶν προσκόψωμεν ἢ τῷ θεῷ.

むしろ我々は、思慮なく、無分別で、高ぶり、自らの言葉の高慢のうちに誇る人間たちに躓きを与えようではないか、神にではなく。

6

τὸν κύριον Ἰησοῦν Χριστόν, οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἐδόθη, ἐντραπῶμεν, τοὺς προηγουμένους ἡμῶν αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ, τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα.

我々のために血を流された主イエス・キリストを敬い、我々を導く指導者たちを慎み敬い、長老たちを尊び、若者たちには神を恐れる訓育をもって教育し、我々の妻たちを善へと正そうではないか。

7

τὸ ἀξιαγάπητον τῆς ἁγνείας ἦθος ἐνδειξάσθωσαν, τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν, τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν.

彼女らは、愛すべき純潔の品性を示し、その温和な意志の汚れなきさまを明らかにし、その舌の穏やかさを沈黙によって顕し、その愛を偏りによってではなく、神を恐れるすべての者に敬虔に等しく施すように。

8

τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν: μαθέτωσαν, τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος αὐτοῦ καλὸς καὶ μέγας καὶ σώζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ διανοίᾳ.

我々の子らは、キリストにある訓育にあずかるように。謙遜が神のもとでいかに力あるものであるか、清い愛が神のもとで何をなしうるか、彼への恐れがいかに善く、大いなるものであり、清い思いのうちに彼のうちで敬虔にふるまうすべての者を救うものであるかを、学ぶように。

9

ἐρευνητὴς γάρ ἐστιν ἐννοιῶν καὶ ἐνθυμήσεων: οὗ ἡ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστίν, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.

彼は思いと考えの探り主だからである。彼の息吹は我々のうちにあり、彼が望むときには、それを取り去るであろう。

Caput XXII

第XXII章
1

Ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις: καὶ γὰρ αὐτὸς διὰ τοῦ πνεύματος τοῦ ἁγίου οὕτως προσκαλεῖται ἡμᾶς: Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.

しかし、これらすべてを、キリストにある信仰が確かにする。事実、彼自身が聖なる霊を通して、このように我々を招いている。「来たれ、子らよ、私に聞け、私は汝らに主への恐れを教えよう」。

2

τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς ;

「命を欲し、善き日々を見ることを愛する人間とは誰か。」

3

παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.

「お前の舌を悪から止めよ、お前の唇を欺きを語らぬようにせよ。」

4

ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.

「悪から離れ、善を行え。」

5

ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν:

「平和を求め、それを追い求めよ。」

6

ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ πρὸς δέησιν αὐτῶν: πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

「主の目は正しい者たちの上にあり、その耳は彼らの願いに向かっている。しかし主の顔は悪を行う者たちの上にあり、彼らの記憶を地から絶やすためにある。」

7

ἐκέκραξεν ὁ δίκαιος, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν.

「正しい者は叫び、主は彼に耳を傾け、そのすべての苦難から彼を救い出された。」

8

Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.

「罪人には多くの鞭打ちがあるが、主に望みを置く者たちを憐れみが取り囲むであろう。」

Caput XXIII

第XXIII章
1

Ὁ οἰκτίρμων κατὰ πάντα καὶ εὐεργετικὸς πατὴρ ἔχει σπλάγχνα ἐπὶ τοὺς φοβουμένους αὐτόν, ἠπίως τε καὶ προσηνῶς τὰς χάριτας αὐτοῦ ἀποδιδοῖ τοῖς προσερχομένοις αὐτῷ ἁπλῇ διανοιᾳ.

すべてにおいて憐れみ深く恵み深い父は、彼を恐れる者たちに対して深い慈しみを持ち、単純な思いをもって彼に近づく者たちに、穏やかに、優しく、その恵みを施す。

2

διὸ μὴ διψυχῶμεν, μηδὲ ἰνδαλλέσθω ἡ ψυχὴ ἡμῶν ἐπὶ ταῖς ὑπερβαλλούσαις καὶ ἐνδόξοις δωρεαῖς αὐτοῦ.

それゆえ、我々は心を二つに分けまい。また我々の魂が、彼の並外れた栄えある賜物について、疑い惑うことのないように。

3

πόρρω γενέσθω ἀφ̓ ἡμῶν ἡ γραφὴ αὕτη, ὅπου λέγει: Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ ψυχῇ, οἱ λέγοντες: Ταῦτα ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, καὶ ἰδού, γεγηράκαμεν, καὶ οὐδὲν ἡμῖν τούτων συνβέβηκεν.

この聖句が我々から遠ざかるように。そこにはこう言われている。「心の二つに分かれた者たち、魂において疑う者たちは哀れである。彼らは言う、『我々はこれらのことを我々の父祖たちの時にも聞いた。しかし見よ、我々は年老いた。これらのことは我々に何一つ起こらなかった』」と。

4

ὧ ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ: λάβετε ἄμπελον: πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, εἶτα φύλλον, εἶτα ἄνθος, καὶ μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα. ὁρᾶτε, ὅτι ἐν καιρῷ ὀλίγῳ εἰς πέπειρον καταντᾷ ὁ καρπὸς τοῦ ξύλου.

「愚かな者たちよ、自分自身を木にたとえてみよ。ぶどうの木を取れ。まず葉を落とし、それから芽が出て、それから葉が出て、それから花が咲き、その後に酸っぱい房ができ、そしてやがて熟したぶどうの房が立つ。見よ、木の実は短い間に熟したものへと至る。」

5

ἐπ’ ἀληθείας ταχὺ καὶ ἐξαίφνης τελειωθήσεται τὸ βούλημα αὐτοῦ, συνεπιμαρτυρούσης καὶ τῆς γραφῆς, ὅτι ταχὺ ἥξει καὶ οὐ χρονιεῖ, καὶ ἐξαίφνης ἥξει ὁ κύριος εἰς τὸν ναὸν αὐτοῦ, καὶ ὁ ἅγιος, ὃν ὑμεῖς προσδοκᾶτε.

まことに、速やかに、突然に、彼の意志は成し遂げられるであろう。聖句もまたこれを共に証ししている。「主は速やかに来たり、遅れることはない。主はその神殿へと突然に来られるであろう、汝らが待ち望んでいる聖なる方も」と。

Caput XXIV

第XXIV章
1

Κατανοήσωμεν, ἀγαπητοί, πῶς ὁ δεσπότης ἐπιδείκνυται διηνεκῶς ἡμῖν τὴν μέλλουσαν ἀνάστασιν ἔσεσθαι, ἧς τὴν ἀπαρχὴν ἐποιήσατο τὸν κύριον Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ἀναστήσας.

愛する者たちよ、主宰者が、来たるべき復活があることを、我々にたえず示しておられることを、よく考えようではないか。彼はその初穂として、我々の主イエス・キリストを死者たちの中から甦らせられた。

2

ἴδωμεν, ἀγαπητοί. τὴν κατὰ καιρὸν γινομένην ἀνάστασιν.

愛する者たちよ、時に応じて起こる復活を見ようではないか。

3

ἡμέρα καὶ νὺξ ἀνάστασιν ἡμῖν δηλοῦσιν: κοιμᾶται ἡ νύξ, ἀνίσταται ἡ ἡμέρα: ἡ ἡμέρα ἄπεισιν, νὺξ ἐπέρχεται.

昼と夜とは、我々に復活を示している。夜は眠りに就き、昼は甦る。昼は去り、夜が来る。

4

λάβωμεν τοὺς καρπούς: ὁ σπόρος πῶς καὶ τίνα τρόπον γίνεται;

実りを取り上げようではないか。種はどのように、いかなる仕方で生じるのか。

5

ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἕκαστον τῶν σπερμάτων, ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται: εἶτ̓ ἐκ τῆς διαλύσεως ἡ μεγαλειότης τῆς προνοίας τοῦ δεσπότου ἀνίστησιν αὐτά, καὶ ἐκ τοῦ ἑνὸς πλείονα αὔξει καὶ ἐκφέρει καρπόν.

種蒔く者が出て行き、それぞれの種を地に投げた。それらは地に落ち、乾いて裸のまま朽ち崩れる。それから、その崩壊の中から、主宰者の摂理の壮大さがそれらを甦らせ、一つのものから多くのものを育て、実りをもたらす。

Caput XXV

第XXV章
1

Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τόποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν.

東方の地、すなわちアラビアの周辺で起こっている、あの不思議な徴を見ようではないか。

2

ὄρνεον γάρ ἐστιν, ὃ προσονομάζεται φοῖνιξ: τοῦτο μονογενὲς ὑπάρχον ζῇ ἔτη πεντακόσια, γενόμενόν τε ἤδη πρὸς ἀπόλυσιν τοῦ ἀποθανεῖν αὐτό, σηκὸν ἑαυτῷ ποιεῖ ἐκ λιβάνου καὶ σμύρνης καὶ τῶν λοιπῶν ἀρωμάτων, εἰς ὃν πληρωθέντος τοῦ χρόνου εἰσέρχεται καὶ τελευτᾷ.

それは不死鳥と呼ばれる鳥である。これは唯一無二の存在であって、五百年生きる。そして死へと解き放たれる時が近づくと、乳香と没薬とその他の香料とで自らのために巣を作り、その中に、時が満ちると入って、そこで息絶える。

3

σηπομένης δὲ τῆς σαρκὸς σκώληξ τις γεννᾶται, ὃς ἐκ τῆς ἰκμάδος τοῦ τετελευτηκότος ζώου ἀνατρεφόμενος πτεροφυεῖ: εἶτα γενναῖος γενόμενος αἴρει τὸν σηκὸν ἐκεῖνον, ὅπου τὰ ὀστᾶ τοῦ προγεγονότος ἐστίν, καὶ ταῦτα βαστάζων διανύει ἀπὸ τῆς Ἀραβικῆς χώρας ἕως τῆς Αἰγύπτου εἰς τὴν λεγομένην Ἡλιούπολιν,

その肉が朽ちると、一匹の虫が生まれる。それは死んだ生き物の湿り気から養われて羽を生じ、やがて力強くなると、先の者の骨がある例の巣を持ち上げ、それを背負ってアラビアの地からエジプトの、ヘリオポリスと呼ばれる所まで進んでいく。

4

καὶ ἡμέρας, βλεπόντων πάντων, ἐπιπτὰς ἐπὶ τὸν τοῦ ἡλίου βωμὸν τίθησιν αὐτὰ καὶ οὕτως εἰς τοὐπίσω ἀφορμᾷ.

そして昼日中に、皆が見ている前で、太陽の祭壇の上に飛び降りてそれらを置き、そのようにして再び戻っていく。

5

οἱ οὖν ἱερεῖς ἐπισκέπτονται τὰς ἀναγραφὰς τῶν χρόνων καὶ εὑρίσκουσιν αὐτὸν πεντακοσιοστοῦ ἔτους πεπληρωμένου ἐληλυθέναι.

そこで祭司たちは、年月の記録を調べ、その鳥が五百年目の満ちたときに来たことを見出す。

Caput XXVI

第XXVI章
1

Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δἰ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ;

それでは、万物の造り主が、善き信仰の確信のうちに敬虔に彼に仕えた者たちの復活をなされるとしても、それを我々は大いなる驚くべきことと考えるべきだろうか——一羽の鳥によってさえ、彼はその約束の壮大さを我々に示しておられるのに。

2

λέγει γάρ που: Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί: Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.

彼はどこかでこう言っている。「お前は私を甦らせるであろう、そして私はお前をほめたたえるであろう」、また「私は眠りに就き、まどろんだ。私は目覚めた、お前が私と共にいるからである」と。

3

καὶ πάλιν Ἰὼβ λέγει: Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.

そしてまたヨブはこう言っている。「お前は、これらすべてを堪え忍んだこの私の肉を、甦らせるであろう」と。

Caput XXVII

第XXVII章
1

Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν αἱ ψυχαὶ ἡμῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ δικαίῳ ἐν τοῖς κρίμασιν.

それゆえ、この望みによって、我々の魂は、約束において信実であり、裁きにおいて正しい方に、固く結びつけられるように。

2

ὁ παραγγείλας μὴ ψεύδεσθαι, πολλῷ μᾶλλον αὐτὸς οὐ ψεύσεται: οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι.

偽ることのないようにと命じられた方が、なおいっそう自ら偽ることはないだろう。神のもとでは、偽ること以外に不可能なことは何もないからである。

3

ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν.

それゆえ、彼への信仰が我々のうちで再び燃え立つように。そして、すべてが彼に近いということを悟ろうではないか。

4

ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα, καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι.

彼はその威光の言葉によって万物を建てられた。そして言葉によってそれらを覆すこともできる。

5

Τίς ἐρεῖ αὐτῷ: Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ; ὅτε θέλει καὶ ὡς θέλει ποιήσει πάντα, καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδογματισμένων ὑπ’ αὐτοῦ.

誰が彼に「お前は何をしたのか」と言うだろうか。誰が彼の力の強さに立ち向かうことができるだろうか。彼が欲する時に、欲するとおりに、すべてを行うであろう。そして彼によって定められたことは何一つ過ぎ去ることがない。

6

πάντα ἐνώπιον αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουλὴν αὐτοῦ,

すべては彼の前にあり、何一つ彼の意志から隠れていない。

7

εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα: ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν: καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

「天は神の栄光を語り告げ、大空はその御手の業を告げ知らせる。昼は昼に言葉を送り出し、夜は夜に知識を告げる。声の聞こえない言葉も語りも存在しない」のであるから。

Caput XXVIII

第XXVIII章
1

Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων, φοβηθῶμεν αὐτόν, καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας, ἵνα τῷ ἐλέει αὐτοῦσκεπασθῶμεν ἀπὸ τῶν μελλόντων κριμάτων.

すべてが見られ、聞かれているのだから、我々は彼を恐れ、卑しい行いの汚れた欲望を捨てよう。彼の憐れみによって、来たるべき裁きから覆われて守られるためである。

2

ποῦ γάρ τις ἡμῶν δύναται φυγεῖν ἀπὸ τῆς κραταιᾶς χειρὸς αὐτοῦ; ποῖος δὲ κόσμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ’ αὐτοῦ;

我々のうちの誰であれ、彼の強き手から、どこへ逃れることができようか。彼のもとから逃げ去る者を、いったいどのような世界が受け入れるであろうか。

3

λέγει γάρ που τὸ γραφεῖον: Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ: ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς γῆς. ἐκεῖ ἡ δεξιά σου: ἐὰν καταστρώσω εἰς τὰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου.

書かれたものはどこかでこう言っている。「わたしはどこへ行き、あなたの顔からどこに隠れようか。もし天に上るなら、そこにあなたがいる。もし地の果てに行くなら、そこにあなたの右手がある。もし淵に横たわるなら、そこにあなたの霊がある。」

4

ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος;

それでは、すべてを包み込む方から、人はどこへ立ち去り、どこへ逃れることができようか。

Caput XXIX

第XXIX章
1

Προσέλθωμεν οὖν αὐτῷ ἐν ὁσιότητι ψυχῆς, ἁγνὰς καὶ ἀμιάντους χεῖρας αἴροντες πρὸς αὐτόν, ἀγαπῶντες τὸν ἐπιεικῆ καὶ εὔσπλαγχνον πατέρα ἡμῶν, ὃς ἐκλογῆς μέρος ἡμᾶς ἐποίησεν ἑαυτῷ.

それゆえ我々は、魂の清さのうちに彼に近づき、清く汚れのない手を彼に向かって挙げ、柔和で情け深い我々の父を愛そう。この方は、我々を選びの分け前として御自分のものとされた。

2

οὕτω γὰρ γέγραπται: Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

このように書かれている。「いと高き方が諸国民を分けたとき、アダムの子らを散らしたとき、神の天使たちの数にしたがって諸国民の境を定めた。主の分け前はその民ヤコブとなり、その相続の測り縄はイスラエルとなった。」

3

καὶ ἐν ἑτέρῳ τόπῳ λέγει: Ἰδού, κύριος λαμβάνει ἑαυτῷ ἔθνος ἐκ μέσου ἐθνῶν, ὥσπερ λαμβάνει ἄνθρωπος τὴν ἀπαρχὴν αὐτοῦ τῆς ἅλω: καὶ ἐξελεύσεται ἐκ τοῦ ἔθνους ἐκείνου ἅγια ἁγίων.

また別の箇所でこう言う。「見よ、主は諸国民の中から一つの国民を御自分のために取る。人が打ち場の初物を取るのと同じように。そしてその国民の中から、聖なるものの中の聖なるものが出て来るであろう。」

Caput XXX

第XXX章
1

Αγίου οὖν μερὶς ὑπάρχοντες ποιήσωμεν τὰ τοῦ ἁγιασμοῦ πάντα, φεύγοντες καταλαλιάς, μιαράς τε καὶ ἀνάγνους συμπλοκάς, μέθας τε καὶ νεωτερισμοὺς καὶ βδελυκτὰς ἐπιθυμίας, μυσερὰν μοιχείαν, βδελυκτὴν ὑπερηφανίαν.

我々は聖なる方の分け前であるからには、そしり、汚れた不浄な交わり、酩酊、新奇な企て、忌むべき欲望、忌まわしい姦淫、忌むべき高慢から遠ざかり、聖化に関わることをすべて行おう。

2

Θεὸς γάρ, φησίν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.

「神は高慢な者に敵対し、へりくだる者には恵みを与える」と言われているからである。

3

κολληθῶμεν οὖν ἐκείνοις, οἷς ἡ χάρις ἀπὸ τοῦ θεοῦ δέδοται: ἐνδυσώμεθα τὴν ὁμόνοιαν ταπεινοφρονοῦντες, ἐγκρατευόμενοι, ἀπὸ παντὸς ψιθυρισμοῦ καὶ καταλαλιᾶς πόρρω ἑαυτοὺς ποιοῦντες, ἔργοις δικαιούμενοι, μὴ λόγοις.

それゆえ、神から恵みを与えられた者たちに結びつこう。思いを低くし、節制し、あらゆるささやきとそしりから自分自身を遠ざけ、言葉によってではなく行いによって義とされつつ、一致を身にまとおう。

4

λέγει γάρ: Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται: ἢ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;

こう言われている。「多くを語る者は、それに応じて聞くことにもなる。あるいは、口達者な者は自分が正しいと思うのか。」

5

εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. μὴ πολὺς ἐν ῥήμασιν γίνου.

「祝福されているのは、女から生まれた、命の短い者である。言葉数の多い者となるな。」

6

ὁ ἔπαινος ἡμῶν ἔστω ἐν θεῷ καὶ μὴ ἐξ αὐτῶν: αὐτεπαινέτους γὰρ μισεῖ ὁ θεός.

我々の誉れは神のうちにあるべきであり、自分自身から出るものであってはならない。自分を誉める者を神は憎まれるからである。

7

ἡ μαρτυρία τῆς ἀγαθῆς πράξεως ἡμῶν διδόσθω ὑπ’ ἄλλων, καθὼς ἐδόθη τοῖς πατράσιν ἡμῶν τοῖς δικαίοις.

我々の善い行いの証しは、他の者たちによって与えられるべきである。正しい我々の父祖たちに与えられたとおりに。

8

θράσος καὶ αὐθάδεια καὶ τόλμα τοῖς κατηραμένοις ὑπὸ τοῦ θεοῦ: ἐπιείκεια καὶ ταπεινοφροσύνη καὶ πραΰτης παρὰ τοῖς ηὐλογημένοις ὑπὸ τοῦ θεοῦ.

厚かましさと片意地と向こう見ずは、神に呪われた者たちに属し、柔和と謙遜と穏やかさは、神に祝福された者たちのもとにある。

Caput XXXI

第XXXI章
1

Κολληθῶμεν οὖν τῇ εὐλογίᾳ αὐτοῦ καὶ ἴδωμεν, τίνες αἱ ὁδοὶ τῆς εὐλογίας. ἀνατυλίξωμεν τὰ ἀπ’ ἀρχῆς γενόμενα.

それゆえ、彼の祝福に結びつき、祝福の道がいかなるものかを見よう。初めから起こったことを繙こう。

2

τίνος χάριν ηὐλογήθη ὁ πατὴρ ἡμῶν Ἀβραάμ, οὐχὶ δικαιοσύνην καὶ ἀλήθειαν διὰ πίστεως ποιήσας;

我々の父アブラハムは何ゆえに祝福されたのか。信仰によって正義と真理を行ったからではないか。

3

Ἰσαὰκ μετὰ πεποιθήσεως γινώσκων τὸ μέλλον ἡδέως προσήγετο θυσία.

イサクは、信頼をもって、これから起こることを知りながら、喜んでいけにえとして差し出された。

4

Ἰακὼβ μετὰ ταπεινοφροσύνης ἐξεχώρησεν τῆς γῆς αὐτοῦ δἰ ἀδελφὸν καὶ ἐπορεύθη πρὸς Λαβὰν καὶ ἐδούλευσεν, καὶ ἐδόθη αὐτῷ τὸ δωδεκάσκηπτρον τοῦ Ἰσραήλ.

ヤコブは謙遜のうちに、兄弟のゆえに自分の地を去り、ラバンのもとへ行って仕え、彼にイスラエルの十二部族が与えられた。

Caput XXXII

第XXXII章
1

Ὃ ἐάν τις καθ̓ ἓν ἕκαστον εἰλικρινῶς κατανοήσῃ, ἐπιγνώσεται μεγαλεῖα τῶν ὑπ’ αὐτοῦ δεδομένων δωρεῶν.

誰であれ、これらのことを一つ一つ誠実に考察するならば、彼によって与えられた賜物の偉大さを知るであろう。

2

ἐξ αὐτοῦ γὰρ ἱερεῖς καὶ Λευῖται πάντες οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ τοῦ θεοῦ: ἐξ αὐτοῦ ὁ κύριος Ἰησοῦς τὸ κατὰ σάρκα. ἐξ αὐτοῦ βασιλεῖς καὶ ἄρχοντες καὶ ἡγούμενοι κατὰ τὸν Ἰούδαν: τὰ δὲ λοιπὰ σκῆπτρα αὐτοῦ οὐκ ἐν μικρᾷ δόξῃ ὑπάρχουσιν, ὡς ἐπαγγειλαμένου τοῦ θεοῦ, ὅτι ἔσται τὸ σπέρμα σου ὡς οἱ ἀστέρες τοῦ οὐρανοῦ.

彼から、祭司たちとレビ人たち、すなわち神の祭壇で務めを果たすすべての者が出た。彼から、肉によれば主イエスが出た。彼から、ユダの系統にしたがって王たちと支配者たちと指導者たちが出た。そして彼の残りの部族も、小さからぬ栄光のうちにある。神が「お前の子孫は天の星のようになる」と約束されたとおりである。

3

πάντες οὖν ἐδοξάσθησαν καὶ ἐμεγαλύνθησαν οὐ δἰ αὐτῶν ἢ τῶν ἔργων αὐτῶν ἢ τῆς δικαιοπραγίας ἧς κατειργάσαντο, ἀλλὰ διὰ τοῦ θελήματος αὐτοῦ.

こうして皆は、自分自身によっても、自分の行いによっても、成し遂げた正しい行いによっても栄光を受け、大いなる者とされたのではなく、彼の意志によって栄光を受け、大いなる者とされたのである。

4

καὶ ἡμεῖς οὖν, διὰ θελήματος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ κληθέντες, οὐ δἰ ἑαυτῶν δικαιούμεθα, οὐδὲ διὰ τῆς ἡμετέρας σοφίας ἢ συνέσεως ἢ εὐσεβείας ἢ ἔργων ὦν κατειργασάμεθα ἐν ὁσιότητι καρδίας, ἀλλὰ διὰ τῆς πίστεως, δἰ ἦς πάντας τοὺς ἀπ’ αἰῶνος ʽ??ʼ παντοκράτωρ θεὸς ἐδικαίωσεν: ᾧ ἔστω ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

そして我々も、彼の意志によってキリスト・イエスにあって召された者として、自分自身によって義とされるのではなく、我々の知恵や理解力や敬虔さによっても、心の清さのうちに成し遂げた行いによっても義とされるのではなく、信仰によって義とされるのである。この信仰によって、全能の神は、永遠の昔からのすべての者を義とされた。彼に栄光が世々限りなくあるように。アーメン。

Caput XXXIII

第XXXIII章
1

Τί οὖν ποιήσωμεν, ἀδελφοί; ἀργήσωμεν ἀπὸ τῆς ἀγαθοποιΐας καὶ ἐγκαταλίπωμεν τὴν ἀγάπην; μηθαμῶς τοῦτο ἐάσαι ὁ δεσπότης ἐφ̓ ἡμῖν γε γενηθῆναι, ἀλλὰ σπεύσωμεν μετὰ ἐκτενείας καὶ προθυμίας πᾶς ἔργον ἀγαθὸν ἐπιτελεῖν.

それでは、兄弟たちよ、我々は何をなすべきか。善い行いを怠り、愛を捨て去るべきか。主宰者が、そのようなことを我々のうちに決してお許しになりませんように。むしろ我々は、熱心と意欲をもって、あらゆる善い行いを成し遂げることを急ごう。

2

αὐτὸς γὰρ ὁ δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγαλλιᾶται.

万物の造り主にして主宰者である方御自身が、御自分の業を喜び楽しまれるからである。

3

τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήρισεν καὶ τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς: γῆν τε διεχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου βουλήματος θεμέλιον: τά τε ἐν αὐτῇ ζῶα φοιτῶντα τῇ ἑαυτοῦ διατάξει ἐκέλευσεν εἶναι: θάλασσαν καὶ τὰ ἐν αὐτῇ ζῶα προετοιμάσας ἐνέκλεισεν τῇ ἑαυτοῦ δυνάμει.

すなわち、その方はきわめて大いなる力によって天を据え、その計り知れない英知によってこれを整えられた。また地をこれを取り巻く水から分かち、御自身の意志という揺るがぬ土台の上に据えられた。地の上を行き交う生き物たちを、御自身の定めによって存在するよう命じられた。海と、その中の生き物たちをあらかじめ備え、御自身の力によって閉じ込められた。

4

ἐπὶ πᾶσι τὸ ἐξοχώτατον καὶ παμμέγεθες κατὰ διάνοιαν, ἄνθρωπον, ταῖς ἱεραῖς καὶ ἀμώμοις χερσὶν ἔπλασεν τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα.

そしてすべてのものの上に、思慮において最も卓越し最も偉大なもの、すなわち人間を、その聖なる汚れなき手によって、御自分の像の刻印として形づくられた。

5

οὕτως γάρ φησιν ὁ θεός: Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν: καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

神はこう言われるからである。「我々の像にしたがい、我々の似姿にしたがって、人を造ろう。」そして神は人を造られた。男と女とに彼らを造られた。

6

ταῦτα οὖν πάντα τελειώσας ἐπῄνεσεν αὐτὰ καὶ ηὐλόγησεν καὶ εἶπεν: Αὐξάνεσθε καὶ πληθύνεσθε.

こうしてこれらすべてを完成された後、これを称賛し、祝福して言われた。「育ち、増えよ。」

7

ἴδωμεν, ὅτι ἐν ἔργοις ἀγαθοῖς πάντες ἐκοσμήθησαν οἱ δίκαιοι, καὶ αὐτὸς δὲ ὁ κύριος ἔργοις ἀγαθοῖς ἑαυτὸν κοσμήσας ἐχάρη.

見よう、正しい者たちは皆、善い行いによって飾られたのであり、主御自身もまた、善い行いによって御自分を飾り、喜ばれたのである。

8

ἔχοντες οὖν τοῦτον τὸν ὑπογραμμὸν ἀόκνως προσέλθωμεν τῷ θελήματι αὐτοῦ: ἐξ ὅλης τῆς ἰσχύος ἡμῶν ἐργασώμεθα ἔργον δικαιοσύνης.

それゆえ、この模範を持つ我々は、ためらうことなく彼の意志に近づき、我々の力を尽くして正義の業をなそう。

Caput XXXIV

第XXXIV章
1

Ὁ ἀγαθὸς ἐργάτης μετὰ παρρησίας λαμβάνει τὸν ἄρτον τοῦ ἔργου αὐτοῦ, ὁ νωθρὸς καὶ παρειμένος οὐκ ἀντοφθαλμεῖ τῷ ἐργοπαρέκτῃ αὐτοῦ,

善い働き手は、確信をもって自分の働きのパンを受け取る。怠惰で気力を失った者は、自分に仕事を与える者の前に顔向けできない。

2

δέον οὖν ἐστὶν προθύμους ἡμᾶς εἶναι εἰς ἀγαθοποιΐαν: ἐξ αὐτοῦ γάρ ἐστιν τὰ πάντα.

それゆえ、我々は善い行いに対して意欲的であるべきである。すべては彼から出るからである。

3

προλέγει γὰρ ἡμῖν: Ἰδοὺ ὁ κύριος, καὶ ὁ μισθὸς αὐτοῦ πρὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.

彼は我々にあらかじめこう告げているからである。「見よ、主、そしてその報いが御前にある。おのおのにその行いにしたがって報いるためである。」

4

προτρέπεται οὖν ἡμᾶς πιστεύοντας ἐξ ὅλης τῆς καρδίας ἐπ’ αὐτῷ, μὴ ἀργοὺς μηδὲ παρειμένους εἶναι ἐπὶ πᾶν ἔργον ἀγαθόν.

それゆえ彼は、心を尽くして彼を信じつつ、あらゆる善い行いに対して怠惰でも気力を失った者でもないようにと、我々を勧めている。

5

τὸ καύχημα ἡμῶν καὶ ἡ παρρησία ἔστω ἐν αὐτῷ: ὑποτασσώμεθα τῷ θελήματι αὐτοῦ: κατανοήσωμεν τὸ πᾶν πλῆθος τῶν ἀγγέλων αὐτοῦ, πῶς τῷ θελήματι αὐτοῦ λειτουργοῦσιν παρεστῶτες.

我々の誇りと確信は彼のうちにあるべきである。我々は彼の意志に従おう。彼の天使たちの全群が、御前に立ちながら、いかに彼の意志にしたがって務めを果たしているかを考察しよう。

6

λέγει γὰρ ἡ γραφή: Μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ ἐκέκραγον, Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ κτίσις τῆς δόξης αὐτοῦ.

聖書はこう言っているからである。「万の万倍の者たちが御前に立ち、千の千倍の者たちが御前で務めを果たし、『聖なるかな、聖なるかな、聖なるかな、主サバオト、全被造物は御栄光に満ちている』と叫んだ。」

7

καὶ ἡμεῖς, οὖν, ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ συναχθέντες τῇ συνειδήσει, ὡς ἐξ ἑνὸς στόματος βοήσωμεν πρὸς αὐτὸν ἐκτενῶς εἰς τὸ μετόχους ἡμᾶς γενέσθαι τῶν μεγάλων καὶ ἐνδόξων ἐπαγγελιῶν αὐτοῦ.

それゆえ我々も、一致のうちに心を合わせて共に集まり、一つの口から出るかのように、彼の大いなる栄光に満ちた約束にあずかる者となるために、彼に向かって熱心に叫ぼう。

8

λέγει γάρ: Ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὕς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν κύριος τοῖς ὑπομένουσιν αὐτόν.

こう言われているからである。「目が見ず、耳が聞かず、人の心に思い浮かばなかったもの、それを主は御自分を待ち望む者たちのために備えられた。」

Caput XXXV

第XXXV章
1

Ὡς μακάρια καὶ θαυμαστὰ τὰ δῶρα τοῦ θεοῦ, ἀγαπητοί.

神の賜物は、愛する者たちよ、何と幸いで驚くべきものであろうか。

2

ζωὴ ἐν ἀθανασίᾳ, λαμπρότης ἐν δικαιοσύνῃ, ἀλήθεια ἐν παρρησίᾳ, πίστις ἐν πεποιθήσει, ἐγκράτεια ἐν ἁγιασμῷ: καὶ ταῦτα ὑπέπιπτεν πάντα ὑπὸ τὴν διάνοιαν ἡμῶν.

不死のうちにある命、正義のうちにある輝き、確信のうちにある真理、信頼のうちにある信仰、聖化のうちにある節制——これらはすべて、我々の思いの及ぶところにあった。

3

τίνα οὖν ἄρα ἐστὶν τὰ ἑτοιμαζόμενα τοῖς ὑπομένουσιν; ὁ δημιουργὸς καὶ πατὴρ τῶν αἰώνων ὁ πανάγιος αὐτὸς γινώσκει τὴν ποσότητα καὶ τὴν καλλονὴν αὐτῶν.

それでは、待ち望む者たちのために備えられているものは、いったい何であろうか。世々の造り主にして父であるいと聖なる方御自身が、それらの量と美しさを知っておられる。

4

ἡμεῖς οὖν ἀγωνισώμεθα εὑρεθῆναι ἐν τῷ ἀριθμῷ τῶν ὑπομενόντων, ὅπως μεταλάβωμεν τῶν ἐπηγγελμένων δωρεῶν.

それゆえ我々は、待ち望む者たちの数のうちに見いだされるよう努めよう。約束された賜物にあずかるためである。

5

πῶς δὲ ἔσται τοῦτο, ἀγαπητοί; ἐὰν ἐστηριγμενη ᾖ ἡ διάνοια ἡμῶν πιστῶς πρὸς τὸν θεόν, ἐὰν ἐκζητῶμεν τὰ εὐάρεστα καὶ εὐπρόσδεκτα αὐτῷ, ἐὰν ἐπιτελέσωμεν τὰ ἀνήκοντα τῇ ἀμώμῳ βουλήσει αὐτοῦ, καὶ ἀκολουθήσωμεν τῇ ὁδῷ τῆς ἀληθείας, ἀπορρίψαντες ἀφ̓ ἑαυτῶν πᾶσαν ἀδικίαν καὶ πονηρίαν, πλεονεξίαν, ἔρεις, κακοηθείας τε καὶ δόλους, ψιθυρισμούς τε καὶ καταλαλιάς, θεοστυγίαν, ὑπερηφανίαν τε καὶ ἀλαζονείαν, κενοδοξίαν τε καὶ ἀφιλοξενίαν.

では、どのようにしてそうなるのか、愛する者たちよ。我々の思いが神に向かって信をもって堅く立つならば、彼に喜ばれ受け入れられることを求めるならば、彼の汚れなき意志にふさわしいことを成し遂げるならば、そして真理の道に従い、あらゆる不義と悪、貪欲、争い、悪意と欺き、ささやきとそしり、神を憎むこと、高慢と傲慢、虚栄と、もてなしを拒むことを自分から捨て去るならば。

6

ταῦτα γὰρ οἱ πράσσοντες στυγητοὶ τῷ θεῷ ὑπάρχουσιν: οὐ μόνον δὲ οἱ πράσσοντες αὐτά, ἀλλά καὶ οἱ συνευδοκοῦντες αὐτοῖς.

これらのことを行う者たちは、神に憎まれる者だからである。しかもこれらを行う者たちだけでなく、それらに同意する者たちもまた同様である。

7

λέγει γὰρ ἡ γραφή: Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός: Ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου;

聖書はこう言っているからである。「罪人に対して、神はこう言われた。『なぜお前はわたしの掟を語り、わたしの契約を口にするのか。』」

8

σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. εἰ ἐθεώρεις κλέπτην. συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ή γλῶσσα σου περιέπλεκεν δολιότητα. καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

「お前は諭しを憎み、わたしの言葉を背後に投げ捨てた。お前は盗人を見ると、これと共に走り、姦淫する者たちと自分の分け前を共にした。お前の口は悪を増し加え、お前の舌は欺きを織り交ぜた。お前は座って自分の兄弟をそしり、自分の母の子に対してつまずきを置いた。」

9

ταῦτα ἐποίησας, καὶ ἐσίγησα: ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος.

「お前はこれらのことを行い、わたしは黙っていた。不法な者よ、お前はわたしがお前に似た者であると思い込んだ。」

10

ἐλέγξω σε καὶ παραστήσω σε κατὰ προσωπόν σου.

「わたしはお前を責め、お前をお前自身の面前に立たせよう。」

11

σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ. μήποτε ἁρπάσῃ ὡς λέων, καὶ μὴ ᾖ ὁ ῥυόμενος.

「神を忘れる者たちよ、さあ、これらのことを悟れ。さもなければ、彼が獅子のように引き裂き、救い出す者はいなくなるであろう。」

12

θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.

「賛美のいけにえは、わたしに栄光を帰する。そこにこそ道があり、その道によって、わたしは彼に神の救いを示すであろう。」

Caput XXXVI

第XXXVI章
1

Αὕτη ἡ ὁδός, ἀγαπητοί, ἐν ᾖ εὕρομεν τὸ σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν, τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν.

これが、愛する者たちよ、我々がその中で我々の救いなるイエス・キリストを見いだした道である。彼は我々の献げ物の大祭司であり、我々の弱さの守り手にして助け手である。

2

διὰ τούτου ἀτενίζομεν εἰς τὰ ὕψη τῶν οὐρανῶν, διὰ τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ ὑπερτάτην ὄψιν αὐτοῦ, διὰ τούτου ἠνεῴχθησαν ἡμῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας, διὰ τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς, διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι, ὃς ὦν ἀπαύγασμα τῆς μεγαλωσύνης αὐτοῦ, τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὄνομα κεκληρονόμηκεν.

この方によって、我々は天の高みを見つめ、この方によって、彼の汚れなく至高の御姿を鏡に映すように見る。この方によって、我々の心の目が開かれ、この方によって、我々の無知で暗くなった思いは光へと萌え出る。この方によって、主宰者は、我々に不死の知識を味わわせようと望まれた。この方は彼の大いなる威光の輝きであり、いっそうすぐれた名を受け継いだ分だけ、天使たちよりも偉大な方である。

3

γέγραπται γὰρ οὕτως: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

こう書かれているからである。「御自分の天使たちを霊とし、御自分に仕える者たちを火の炎とされる方。」

4

ἐπὶ δὲ τῷ υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε: αἴτησαι παῤ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

しかし御自分の子については、主宰者はこう言われた。「お前はわたしの子である。わたしは今日お前を生んだ。わたしに求めよ。そうすればわたしはお前に諸国民をお前の相続財産として与え、地の果てをお前の所有として与えよう。」

5

καὶ πάλιν λέγει πρὸς αὐτόν: Κάθον ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

また彼にこう言われる。「わたしの右に座れ。わたしがお前の敵をお前の足の台とするまで。」

6

τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασσομενοι τῷ θελήματι αὐτοῦ.

それでは敵とは誰か。彼の意志に逆らう卑しい者たちである。

Caput XXXVII

第XXXVII章
1

Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφοί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστώγμασιν αὐτοῦ.

そこで、兄弟たちよ、我々はその非のうちどころのない命令に、全き熱心をもって兵として仕えよう。

2

κατανοήσωμεν τοὺς στρατευομένους τοῖς ἡγουμένοις ἡμῶν, πῶς εὐτάκτως, πῶς ἑκτικῶς, πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα.

我々の指揮官たちのもとで兵として仕える者たちが、命じられたことをいかに秩序正しく、いかに手際よく、いかに服従して果たしているかを、よく見よう。

3

οὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχαι οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξῆς, ἀλλ’ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ.

皆が長官であるわけではなく、千人隊長でも、百人隊長でも、五十人隊長でも、それ以下の階級でもない。むしろ各自が自分の持ち場にあって、王と指揮官たちから命じられたことを果たすのである。

4

οἱ μεγάλοι δίχα τῶν μικρῶν οὐ δύνανται εἶναι, οὔτε οἱ μικροὶ δίχα τῶν μεγάλων: σύγκρασίς τίς ἐστιν ἐν πᾶσιν, καὶ ἐν τούτοις χρῆσις.

大いなる者たちは小さき者たちなしにはあり得ず、小さき者たちも大いなる者たちなしにはあり得ない。すべてのものの間にはある種の混和があり、そこには用がある。

5

λάβωμεν τὸ σῶμα ἡμῶν: ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν ἐστιν, οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς: τὰ δὲ ἐλάχιστα μέλη τοῦ σώματος ἡμῶν ἀναγκαῖα καὶ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώμᾳτι: ἀλλὰ πάντα συνπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα.

我々の肉体を例に取ろう。頭は足なしには何ものでもなく、同じく足も頭なしには何ものでもない。我々の肉体の最も小さな肢体でさえ、肉体全体にとって必要であり、有用である。むしろすべてが共に息をし、肉体全体が救われるために、ひとつの服従を用いる。

Caput XXXVIII

第XXXVIII章
1

Σωζέσθω οὖν ἡμῶν ὅλον τὸ σῶμα ἐν Χριστῷ Ἰησοῦ, καὶ ὑποτασσέσθω ἕκαστος τῷ πλησίον αὐτοῦ, καθὼς ἐτέθη ἐν τῷ χαρίσματι αὐτοῦ.

そこで、我々の肉体全体がキリスト・イエスにあって救われるように。そして各自が、自分の賜物のうちに置かれたとおりに、隣人に服従するように。

2

ὁ ἰσχυρὸς τημελείτω τὸν ἀσθενῆ, ὁ δὲ ἀσθενὴς ἐντρεπέσθω τὸν ἰσχυρόν: ὁ πλούσιος ἐπιχορηγείτω τῷ πτωχῷ, ὁ δὲ πτωχὸς εὐχαριστείτω τῷ θεῷ, ὅτι ἔδωκεν αὐτῷ, δἰ οὗ ἀναπληρωθῇ αὐτοῦ τὸ ὑστέρημα: ὁ σοφὸς ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ ἐν λόγοις, ἀλλ’ ἐν ἔργοις ἀγαθοῖς: ὁ ταπεινοφρονῶν μὴ ἑαυτῷ μαρτυρείτω, ἀλλ’ ἐάτω ὑφ̓ ἑτέρου ἑαυτὸν μαρτυρεῖσθαι: ὁ ἁγνὸς ἐν τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν.

強い者は弱い者を世話するように。弱い者は強い者を敬うように。富める者は貧しい者に供給するように。貧しい者は、自分の欠乏を満たしてくれる者を神が自分に与えてくださったことについて、神に感謝を捧げるように。知恵ある者は自分の知恵を言葉においてではなく、善き行いにおいて示すように。謙遜な者は自分で自分について証しせず、他人によって自分が証しされるにまかせるように。肉において清い者は誇らず、自分に自制を与えてくださる方が他におられることを知るように。

3

ἀναλογισώμεθα οὖν, ἀδελφοί, ἐκ ποίας ὕλης ἐγενήθημεν, ποῖοι καὶ τίνες εἰσήλθαμεν εἰς τὸν κόσμον, ἐκ ποίου τάφου καὶ σκότους ὁ πλάσας ἡμᾶς καὶ δημιουργήσας εἰσήγαγεν εἰς τὸν κόσμον αὐτοῦ, προετοιμάσας τὰς εὐεργεσίας αὐτοῦ, πρὶν ἡμᾶς γεννηθῆναι.

そこで、兄弟たちよ、我々がどのような材料から生じたのか、どのような者として、いかなる者としてこの世に入って来たのか、そして我々を形づくり造り上げた方が、いかなる墓と闇から、我々が生まれる前にご自分の恩恵をあらかじめ備えて、ご自分の世界へと我々を導き入れられたのかを、思いめぐらそう。

4

ταῦτα οὖν πάντα ἐξ αὐτοῦ ἔχοντες ὀφείλομεν κατὰ πάντα εὐχαριστεῖν αὐτῷ: ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

そこで、これらすべてを彼から受けているのだから、我々はすべてにおいて彼に感謝を捧げるべきである。彼に、世々限りなく栄光あれ。アーメン。

Caput XXXIX

第XXXIX章
1

Ἅφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν.

思慮なき者、無分別な者、愚かな者、無知な者たちは我々を嘲り、鼻であしらう。自分の思いによって高ぶろうと望んでのことである。

2

τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς;

死すべき者に何ができようか。地に生まれた者にどのような力があろうか。

3

γέγραπται γάρ: Οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ’ ἢ αὔραν καὶ φωνὴν ἤκουον:

こう書かれているからである。「私の目の前に形はなかったが、そよ風と声を聞いた。」

4

Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ, εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν;

「では、どうか。死すべき者が主の前で清くありえようか。あるいは、その業のゆえに、人が咎めなき者であろうか。もしその僕らをすら信ぜず、その天使らについてすら曲がったことを考えたのであれば。」

5

οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ: ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν: ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν: παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.

「天でさえ、その方の前では清くない。まして、泥の家に住まう者たちはなおのことである。我々自身もまた、その同じ泥から成っているのだから。彼は彼らを蛾のように打たれた。そして朝から夕べまでの間に、彼らはもはや存在しない。自分自身を助けることができないために、彼らは滅んだ。」

6

ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.

「彼は彼らに息を吹きかけられ、彼らは知恵を持たなかったために死んだ。」

7

ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἤ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ: καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. πεπλανημένον δὲ θανατοῖ ζῆλος.

「呼びかけてみよ、誰かが汝に聞き従うだろうか。あるいは、聖なる天使たちの誰かを汝が見るであろうか。まことに、思慮なき者を滅ぼすのは怒りであり、迷える者を死なせるのはねたみである。」

8

ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.

「私は、思慮なき者たちが根を張るのを見たが、彼らの住まいはたちまち食い尽くされた。」

9

πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας: κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος: ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.

「その子らは救いから遠く離れるように。彼らは、より劣った者たちの門前で踏みにじられ、助け出す者はいないであろう。彼らのために備えられたものを、正しい者たちが食らい、彼ら自身は災いから逃れる者とはならないであろう。」

Caput XL

第XL章
1

Προδήλων οὖν ἡμῖν ὄντων τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως. πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν κατὰ καιροὺς τεταγμένους.

こうしたことが我々にとって明白である以上、また神的な知識の深みに分け入っている以上、我々は、主宰者が定められた時に応じて果たすようにと命じられたすべてのことを、秩序をもって行うべきである。

2

τάς τε προσφορὰς καὶ λειτουργίας ἐπιτελεῖσθαι, καὶ οὐκ εἰκῆ ἢ ἀτάκτως ἐκέλευσεν γίνεσθαι, ἀλλ’ ὡρισμένοις καιροῖς καὶ ὥραις.

捧げ物と務めが果たされること、それをでたらめに、また無秩序に行われるようにとは命じられず、定められた時と時刻に行われるようにと命じられた。

3

ποῦ τε καὶ διὰ τίνων ἐπιτελεῖσθαι θέλει, αὐτὸς ὥρισεν τῇ ὑπερτάτῳ αὐτοῦ βουλήσει. ἵν’ ὁσίως πάντα γινόμενα ἐν εὐδοκήσει εὐπρόσδεκτα εἴη τῷ θελήματι αὐτοῦ.

どこで、また、どのような者たちを通して果たされることを望まれるのか、それをご自身の至高の意志によって定められた。すべてのことが敬虔に、みこころにかなって行われ、その御意志に受け入れられるものとなるためである。

4

οἱ οὖν τοῖς προστεταγμένοις καιροῖς ποιοῦντες τὰς προσφορὰς αὐτῶν εὐπρόσδεκτοί τε καὶ μακάριοι: τοῖς γὰρ νομίμοις τοῦ δεσπότου ἀκολουθοῦντες οὐ διαμαρτάνουσιν.

そこで、定められた時に自分たちの捧げ物をなす者たちは、受け入れられ、かつ幸いである。主宰者の掟に従う者たちは、過ちを犯さないからである。

5

τῷ γὰρ ἀρχιερεῖ ἴδιαι λειτουργίαι δεδομέναι εἰσίν, καὶ τοῖς ἱερεῦσιν ἴδιος ὁ τόπος προστέτακται, καὶ Λευΐταις ἴδιαι διακονίαι ἐπίκεινται: ὁ λαϊκὸς ἄνθρωπος τοῖς λαῖκοῖς προστάγμασιν δέδεται.

大祭司には固有の務めが与えられており、祭司たちには固有の場所が定められており、レビ人たちには固有の奉仕が課せられている。俗人は俗人向けの規定に縛られている。

Caput XLI

第XLI章
1

Ἕκαστος ἡμῶν, ἀδελφοί, ἐν τῷ ἰδίῳ τάγματι εὐαριστείτω τῷ θεῷ ἐν ἀγαθῇ συνειδήσει ὑπάρχων, μὴ παρεκβαίνων τὸν ὡρισμένον τῆς λειτουργίας αὐτοῦ κανόνα, ἐν σεμνότητι.

我々各自は、兄弟たちよ、自分の持ち場にあって、善い良心を保ちながら、神に喜ばれるように。自分の務めについて定められた規範を踏み越えることなく、慎み深くあるように。

2

οὐ πανταχοῦ, ἀδελφοί, προσφέρονται θυσίαι ἐνδελεχισμοῦ ἢ εὐχῶν ἢ περὶ ἁμαρτίας καὶ πλημμελείας, ἀλλ’ ἢ ἐν Ἱερουσαλὴμ μόνῃ: κἀκεῖ δὲ οὐκ ἐν παντὶ τόπῳ προσφέρεται, ἀλλ’ ἔμπροσθεν τοῦ ναοῦ πρὸς τὸ θυσιαστήριον, μωμοσκοπηθὲν τὸ προσφερόμενον διὰ τοῦ ἀρχιερέως καὶ τῶν προειρημένων λειτουργῶν.

兄弟たちよ、常供の犠牲も、誓願の犠牲も、罪と過ちのための犠牲も、いたるところで捧げられるのではなく、ただエルサレムにおいてのみである。しかもそこにおいてすら、あらゆる場所で捧げられるのではなく、神殿の前、祭壇に向かって捧げられ、捧げられるものは大祭司と先に述べた務め人たちによって、傷の有無を検められた上でのことである。

3

οἱ οὖν παρὰ τὸ καθῆκον τῆς βουλήσεως αὐτοῦ ποιοῦντές τι θάνατον τὸ πρόστιμον ἔχουσιν.

そこで、その意志にかなうべきことに反して何かをなす者たちは、死をその罰として受ける。

4

ὁρᾶτε, ἀδελφοί: ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ μᾶλλον ὑποκείμεθα κινδύνῳ.

見よ、兄弟たちよ。我々がより多くの知識にあずかるに値するとされたほど、それだけいっそう、我々はより大きな危険にさらされているのである。

Caput XLII

第XLII章
1

Οἱ ἀπόστολοι ἡμῖν εὐηγγελίσθησαν ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, Ἰησοῦς ὁ Χριστὸς ἀπὸ τοῦ θεοῦ ἐξεπέμφθη.

使徒たちは、主イエス・キリストから、我々のために福音を告げ知らされた。そしてイエス・キリストは、神から遣わされた。

2

ὁ Χριστος οὖν ἀπὸ τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι ἀπὸ τοῦ Χριστοῦ: ἐγένοντο οὖν ἀμφότερα εὐτάκτως ἐκ θελήματος θεοῦ.

こうして、キリストは神から、使徒たちはキリストから出た。それゆえ、この両者はいずれも、神の意志によって秩序正しく生じたのである。

3

παραγγελίας οὖν λαβόντες καὶ πληροφορηθέντες διὰ τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πιστωθέντες ἐν τῷ λόγῳ τοῦ θεοῦ, μετὰ πληροφορίας πνεύματος ἁγίου ἐξῆλθον εὐαγγελιζόμενοι, τὴν βασιλείαν τοῦ θεοῦ μέλλειν ἔρχεσθαι,

そこで、使徒たちは命令を受け、我々の主イエス・キリストの復活を通して確信を与えられ、神の言葉によって確証を得た上で、聖なる霊の確信に満ちて出て行き、神の王国が来ようとしていることを福音として告げ知らせた。

4

κατὰ χώρας οὖν καὶ πόλεις κηρύσσοντες καθίστανον τὰς ἀπαρχὰς αὐτῶν, δοκιμάσαντες τῷ πνεύματι, εἰς ἐπισκόπους καὶ διακόνους τῶν μελλόντων πιστεύειν.

こうして彼らは、地方や町々で宣べ伝えながら、霊によって吟味した上で、自分たちの初穂を、やがて信じる者たちのための監督や執事として立てていった。

5

καὶ τοῦτο οὐ καινῶς: ἐκ γὰρ δὴ πολλῶν χρόνων ἐγέγραπτο περὶ ἐπισκόπων καὶ διακόνων. οὕτως γάρ που λέγει ἡ γραφή: Καταστήσω τοὺς ἐπισκόπους αὐτῶν ἐν δικαιοσύνῃ καὶ τοὺς διακόνους αὐτῶν ἐν πίστει.

そして、これは新しいことではない。実に、監督と執事については、はるか昔から書かれていたからである。実際、聖書はどこかでこう言っている。「私は彼らの監督たちを正義のうちに、彼らの執事たちを信仰のうちに立てるであろう。」

Caput XLIII

第XLIII章
1

Καὶ τί θαυμαστόν, εἰ οἱ ἐν Χριστῷ πιστευθέντες παρὰ θεοῦ ἔργον τοιοῦτο κατέστησαν τοὺς προειρημένους; ὅπου καὶ ὁ μακάριος πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ Μωϋσῆς τὰ διατεταγμένα αὐτῷ πάντα ἐσημειώσατο ἐν ταῖς ἱεραῖς βίβλοις, ᾧ καὶ ἐπηκολούθησαν οἱ λοιποὶ προφῆται, συνεπιμαρτυροῦντες τοῖς ὑπ’ αὐτοῦ νενομοθετημένοις.

キリストにあって神からこのような業を託された者たちが、先に述べた者たちを立てたとしても、何の驚くべきことがあろうか。かの祝福された、家全体において忠実な僕であったモーセでさえ、彼に命じられたことをすべて聖なる書物のうちに記しており、他の預言者たちも彼に従い、彼によって立法されたことに共に証しを立てているのだから。

2

ἐκεῖνος γάρ, ζήλου ἐμπεσόντος περὶ τῆς ἱερωσύνης καὶ στασιαζουσῶν τῶν φυλῶν, ὁποία αὐτῶν εἴη τῷ ἐνδόξῳ ὀνόματι κεκοσμημένη, ἐκέλευσεν τοὺς δώδεκα φυλάρχους προσενεγκεῖν αὐτῷ ῥάβδους ἐπιγεγραμμένας ἑκάστης φυλῆς κατ’ ὄνομα: καὶ λαβὼν αὐτὰς ἔδησεν καὶ ἐσφράγισεν τοῖς δακτυλίοις τῶν φυλάρχων, καὶ ἀπέθετο αὐτὰς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὴν τράπεζαν τοῦ θεοῦ.

というのも彼は、祭司職をめぐってねたみが生じ、部族らが、そのうちのどれがその栄えある名をもって飾られるべきかで争ったとき、十二部族の長たちに、各部族の名を書き記した杖を自分のもとに持って来るよう命じたからである。そして彼はそれらを受け取ると、束ねて部族長たちの指輪で封印し、証しの幕屋の中、神の机の上に置いた。

3

καὶ κλείσας τὴν σκηνὴν ἐσφράγισεν τὰς κλεῖδας ὡσαύτως καὶ τὰς ῥάβδους,

そして幕屋を閉じると、鍵も同じく杖も封印した。

4

καὶ εἶπεν αὐτοῖς: Ἅνδρες ἀδελφοί, ἦς ἂν φυλῆς ἡ ῥάβδος βλαστήσῃ, ταύτην ἐκλέλεκται ὁ θεὸς εἰς τὸ ἱερατεύειν καὶ λειτουργεῖν αὐτῷ.

そして彼らにこう言った。「兄弟たちよ、いずれかの部族の杖が芽を出したなら、神はその部族を、ご自分のために祭司として仕え、務めを果たすよう選ばれたのである。」

5

πρωΐας δὲ γενομένης συνεκάλεσεν πάντα τὸν Ἰσραήλ, τὰς ἑξακοσίας χιλιάδας τῶν ἀνδρῶν, καὶ ἐπεδείξατο τοῖς φυλάρχοις τὰς σφραγῖδας, καὶ ἤνοιξεν τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ προεῖλεν τὰς ῥάβδους: καὶ εὑρέθη ἡ ῥάβδος Ἀαρὼν οὐ μόνον βεβλαστηκυῖα, ἀλλὰ καὶ καρπὸν ἔχουσα.

朝になると、彼はイスラエルの全会衆、すなわち六十万人の男たちを呼び集め、部族長たちに封印を示し、証しの幕屋を開いて杖を取り出した。すると、アロンの杖は芽を出しているだけでなく、実をつけてさえいることが分かった。

6

τί δοκεῖτε, ἀγαπητοί; οὐ προῄδει Μωϋσῆς τοῦτο μέλλειν ἔσεσθαι; μάλιστα ᾔδει: ἀλλ’ ἵνα μὴ ἀκαταστασία γένηται ἐν τῷ Ἰσραήλ, οὕτως ἐποίησεν, εἰς τὸ δοξασθῆναι τὸ ὄνομα τοῦ ἀληθινοῦ καὶ μόνου θεοῦ: ᾦ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

愛する者たちよ、どう思うか。モーセは、これがそうなることを前もって知らなかったのだろうか。おおいに知っていた。しかし、イスラエルのうちに無秩序が起こらないように、彼はこのように行ったのである。真なる唯一の神の御名が栄光を受けるためである。彼に、世々限りなく栄光あれ。アーメン。

Caput XLIV

第XLIV章
1

Καὶ οἱ ἀπόστολοι ἡμῶν ἔγνωσαν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔρις ἔσται ἐπὶ τοῦ ὀνόματος τῆς ἐπισκοπῆς.

また我々の使徒たちは、我々の主イエス・キリストを通して、監督職の名をめぐって諍いが起こるであろうことを知っていた。

2

διὰ ταύτην οὖν τὴν αἰτίαν πρόγνωσιν εἰληφότες τελείαν κατέστησαν τοὺς προειρημένους, καὶ μπταξὺ ἐπινομὴν δεδωκασιν, ὅπως, ἐὰν κοιμηθῶσιν, διαδέξωνται ἕτεροι δεδοκιμασμὲνοι ἅνδρες τὴν λειτουργίαν αὐτῶν.

それゆえ、この理由のために、完全な予知を得ていた彼らは、先に述べた者たちを立て、その後、彼らが眠りについたなら、他の吟味された人々が彼らの務めを継ぐようにと、規定を与えたのである。

3

τοὺς οὖν κατασταθέντας ὑπ’ ἐκείνων ἢ μεταξὺ ὑφ̓ ἑτέρων ἐλλογίμων ἀνδρῶν συνενδοκησάσης τῆς ἐκκλησίας πάσης, καὶ λειτουργήσαντας ἀμέμπτως τῷ ποιμνίῳ τοῦ Χριστοῦ μετὰ ταπεινοφροσύνης, ἡσύχως καὶ ἀβαναύσως, μεμαρτυρημένους τε πολλοῖς χρόνοις ὑπὸ πάντων, τούτους οὐ δικαίως νομίζομεν ἀποβάλλεσθαι τῆς λειτουργίας.

そこで、彼らによって立てられた者たち、あるいはその後、他の名だたる人々によって、教会全体の同意のもとに立てられた者たちであって、キリストの群れに、謙遜をもって、静かに、卑しからぬしかたで、非のうちどころなく務めを果たし、多くの年月にわたってすべての人々から証しされてきた者たち——このような者たちが務めから退けられるのは正しくないと、我々は考える。

4

ἁμαρτία γὰρ οὐ μικρὰ ἡμῖν ἔσται, ἐὰν τοὺς ἀμέμπτως καὶ ὁσίως προσενεγκόντας τὰ δῶρα τῆς ἐπισκοπῆς ἀποβάλωμεν.

というのも、非のうちどころなく、また敬虔に監督職の捧げ物を献げてきた者たちを、我々が退けるならば、それは我々にとって小さからぬ罪となるからである。

5

μακάριοι οἱ προοδοιπορήσαντες πρεσβύτεροι, οἵτινες ἔγκαρπον καὶ τελείαν ἔσχον τὴν ἀνάλυσιν: οὐ γὰρ εὐλαβοῦνται μή τις αὐτοὺς μεταστήσῃ ἀπὸ τοῦ ἱδρυμένου αὐτοῖς τόπου.

先立って歩んだ長老たちは幸いである。彼らは実り豊かで完全な旅立ちを得たからである。彼らは、誰かが自分たちを、据えられた場所から移そうとするのではないかと、恐れることがないからである。

6

ὁρῶμεν γάρ, ὅτι ἐνίους ὑμεῖς μετηγάγετε καλῶς πολιτευομένους ἐκ τῆς ἀμέμπτως αὐτοῖς τετιμημένης λειτουργίας.

実に我々は見ている。諸君が、立派にふるまっていた幾人かの者たちを、彼らが非のうちどころなく尊んできた務めから、退けてしまったことを。

Caput XLV

第XLV章
1

Φιλόνεικοι ἔστε, ἀδελφοί, καὶ ζηλωταὶ περὶ τῶν ἀνηκόντων εἰς σωτηρίαν.

諸君は、兄弟たちよ、争い好きであり、救いに関わる事柄について熱心な者たちである。

2

ἐγκεκύφατε εἰς τὰς ἱερὰς γραφάς, τὰς ἀληθεῖς, τὰς διὰ τοῦ πνεύματος τοῦ ἁγίου.

諸君は、聖なる書物に、すなわち真なる書物、聖なる霊を通して与えられた書物に、分け入っている。

3

ἐπίστασθε, ὅτι οὐδὲν ἄδικον οὐδὲ παραπεποιημένον γέγραπται ἐν αὐταῖς. οὐχ εὑρήσετε δικαίους ἀποβεβλημένους ἀπὸ ὁσίων ἀνδρῶν.

諸君は知っている、それらのうちには不正なことも、歪められたことも、何も書かれていないということを。諸君は、正しい者たちが敬虔な人々によって退けられた例を見出さないであろう。

4

ἐδιώχθησαν δίκαιοι, ἀλλ’ ὑπὸ ἀνόμων: ἐφυλακίσθησαν, ἀλλ’ ὑπὸ ἀνοσίων: ἐλιθάσθησαν ὑπὸ παρανόμων: ἀπεκτάνθησαν ὑπὸ τῶν μιαρὸν καὶ ἄδικον ζῆλον ἀνειληφότων.

正しい者たちは迫害されたが、それは法なき者たちによってであった。彼らは投獄されたが、それは不敬虔な者たちによってであった。彼らは法に背く者たちによって石打ちにされた。彼らは、けがれた不正なねたみを抱いた者たちによって殺された。

5

ταῦτα πάσχοντες εὐκλεῶς ἤνεγκαν.

彼らはこれらのことを被りながら、それを立派に耐え忍んだ。

6

τί γὰρ εἴπωμεν, ἀδελφοί; Δανιὴλ ὑπὸ τῶν φοβουμένων τὸν θεὸν ἐβλήθη εἰς λάκκον λεόντων;

兄弟たちよ、我々は何を言おうか。ダニエルは、神を畏れる者たちによって獅子の穴に投げ込まれたのだろうか。

7

ἢ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὸ τῶν θρησκευόντων τὴν μεγαλοπρεπῆ καὶ ἔνδοξον θρησκείαν τοῦ ὑψίστου κατείρχθησαν εἰς κάμινον πυρός; μηθαμῶς τοῦτο γένοιτο. τίνες οὖν οἱ ταῦτα δράσαντες; οἱ στυγητοὶ καὶ πάσης κακίας πλήρεις εἰς τοσοῦτο ἐξήρισαν θυμοῦ, ὥστε τοὺς ἐν ὁσίᾳ καὶ ἀμώμῳ προθέσει δουλεύοντας τῷ θεῷ εἰς αἰκίαν περιβαλεῖν, μὴ εἰδότες ὅτι ὁ ὕψιστος ὑπέρμαχος καὶ ὑπερασπιστής ἐστιν τῶν ἐν καθαρᾷ συνειδήσει λατρευόντων τῷ παναρέτῳ ὀνόματι αὐτοῦ: ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

あるいは、アナニヤとアザルヤとミシャエルは、いと高き方の壮麗にして栄えある礼拝を行う者たちによって、火の炉に閉じ込められたのだろうか。断じてそうではない。では、これらのことを行ったのは誰であったのか。忌むべき者たち、あらゆる悪に満ちた者たちである。彼らは激情をかくも甚だしいまでに燃え上がらせ、敬虔にして非のうちどころのない志をもって神に仕える者たちを、虐待のうちに投げ入れるに至った。いと高き方が、清い良心のうちにその全き徳の御名に仕える者たちの、擁護者にして守護者であることを知らずに。彼に、世々限りなく栄光あれ。アーメン。

8

οἱ δὲ ὑπομένοντες ἐν πεποιθήσει δόξαν καὶ τιμὴν ἐκληρονόμησαν, ἐπήρθησάν τε καὶ ἔγγραφοι ἐγένοντο ἀπὸ τοῦ θεοῦ ἐν τῷ μνημοσύνῳ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

しかし、確信をもって耐え忍んだ者たちは、栄光と誉れを受け継いだ。そして彼らは高く挙げられ、神によって、その記念のうちに、世々限りなく書き記された者となった。アーメン。

Caput XLVI

第XLVI章
1

Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί.

そこで、兄弟たちよ、我々もまた、このような模範に固く結びつくべきである。

2

γέγραπται γάρ: Κολλᾶσθε τοῖς ἁγίοις, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται.

こう書かれているからである。「聖なる者たちに固く結びつけ。彼らに結びつく者たちは、聖とされるからである。」

3

καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει: Μετὰ ἀνδρὸς ἀθῷον ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ. καὶ μετὰ στρεβλοῦ διαστρέψεις.

また、他の箇所でこう言っている。「潔白な人と共にあれば、汝も潔白な者となり、選ばれた者と共にあれば、汝も選ばれた者となる。そして、曲がった者と共にあれば、汝も曲がった者となるであろう。」

4

κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις: εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ.

そこで、我々は潔白な者たち、正しい者たちに固く結びつこう。彼らこそ神に選ばれた者たちである。

5

ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν;

諸君のうちに、なぜ諍いや激情や仲違いや分裂、そして戦いさえあるのか。

6

ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἔνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ̓ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ;

それとも、我々は一なる神を持たず、一なるキリストを持たず、我々の上に注がれた一なる恵みの霊を持たないのか。またキリストにある一なる召しを持たないのか。

7

ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ.

なぜ我々は、キリストの肢体を引き裂き、分かち、自分自身の肉体に対して争い、これほどまでの狂気に至って、我々が互いの肢体であることを忘れてしまうのか。主イエスの言葉を思い起こせ。

8

εἶπεν γάρ: Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ: καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἦ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι κρεῖττον ἢν αὐτῷ περιτεθῆναι μύλον καὶ καταπον τισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι.

主はこう言われたからである。「あの人にとっては禍いである。彼が、私の選ばれた者たちの一人をつまずかせるくらいなら、生まれなかった方が彼にとって良かった。ひき臼をかけられて海に沈められる方が、私の選ばれた者たちの一人を曲がらせるよりは、彼にとってましであった。」

9

τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς: εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην: καὶ ἐπίμονος ἀμῶν ἐστιν ἡ στάσις.

諸君の分裂は、多くの者たちを曲がらせ、多くの者たちを落胆に陥れ、多くの者たちを疑いに陥れ、我々すべてを悲しみに陥れた。そして、諸君の争いはしつこく続いている。

Caput XLVII

第XLVII章
1

Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου.

祝福された使徒パウロの手紙を手に取れ。

2

τί πρῶτον ὑμῖν ἐν ἀρχῇ τοῦ εὐαγγελίου ἔγραψεν ;

彼は福音の初めに、まず諸君に何を書き送ったか。

3

ἐπ’ ἀληθείας πνευματικῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ, διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι.

実に彼は、当時すでに諸君が偏りを生じさせていたがゆえに、自分自身とケファとアポロについて、霊にかなう仕方で諸君に書き送った。

4

ἀλλ’ ἡ πρόσκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν: προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παῤ αὐτοῖς.

しかし、あの偏りが諸君にもたらした罪は、より軽いものであった。というのも、諸君が心を寄せたのは、証しを立てられた使徒たちと、彼らのもとで認められた一人の人物とに対してだったからである。

5

νυνὶ δὲ κατανοήσατε, τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδελφίας ὑμῶν ἐμείωσαν.

しかし今、諸君を惑わし、諸君の名高い兄弟愛の尊厳を損なった者たちが誰であるか、よく考えよ。

6

αἰσχρά, ἀγαπητοί, καὶ λίαν αἰσχρά, καὶ ἀνάξια τῆς ἐν Χριστῷ ἀγωγῆς ἀκούεσθαι, τὴν βεβαιοτάτην καὶ ἀρχαίαν Κορινθίων ἐκκλησίαν δἰ ἓν ἢ δύο πρόσωπα στασιάζειν πρὸς τοὺς πρεσβυτέρους:

愛する者たちよ、恥ずべきことであり、まことに恥ずべきことであり、キリストにある生き方にふさわしくないことである。すなわち、あの最も確固たる、由緒あるコリント人の教会が、一人か二人の者のゆえに長老たちに対して争いを起こしていると聞かれることは。

7

καὶ αὕτη ἡ ἀκοὴ οὐ μόνον εἰς ἡμᾶς ἐχώρησεν, ἀλλὰ καὶ εἰς τοὺς ἑτεροκλινεῖς ὑπάρχοντας ἀφ̓ ἡμῶν, ὥστε καὶ βλασφημίας ἐπιφέρεσθαι τῷ ὀνόματι κυρίου διὰ τὴν ὑμετέραν ἀφροσύνην, ἑαυτοῖς δὲ κίνδυνον ἐπεξεργάζεσθαι.

そしてこの噂は、我々のもとに届いただけでなく、我々とは考えを異にする者たちのもとにまで及び、その結果、諸君の愚かさゆえに主の御名に冒瀆がもたらされ、諸君自身にも危険を招くこととなった。

Caput XLVIII

第XLVIII章
1

Ἐξαρωμεν οὖν τοῦτο ἐν τάχει καὶ προσπεσωμεν τῷ δεσπότῃ καὶ κλαύσωμεν ἱκετεύοντες αὐτόν, ὅπως ἵλεως γενόμενος ἐπικαταλλαγῇ ἡμῖν καὶ ἐπὶ τὴν σεμνὴν τῆς φιλαδελφίας ἡμῶν ἁγνὴν ἀγωγὴν ἀποκαταστήσῃ ἡμᾶς.

それゆえ、我々はこれを速やかに取り除き、主宰者のもとにひれ伏し、涙して彼に懇願しよう。彼が寛大になって我々と和解し、我々の兄弟愛の尊く清らかな生き方へと我々を立ち戻らせてくださるように。

2

πύλη γὰρ δικαιοσύνης ἀνεῳγυῖα εἰς ζωὴν αὕτη, καθὼς γέγραπται: Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, ἵνα εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ.

これこそ命へと開かれた正義の門である。かく記されているとおりである。「我がために正義の門を開け。私はそれらを通って入り、主に告白しよう。」

3

αὕτη ἡ πύλη τοῦ κυρίου: δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

「これは主の門である。義人たちはその内へと入るであろう。」

4

πολλῶν οὖν πυλῶν ἀνεῳγυιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἀταράχως πάντα ἐπιτελοῦντες.

さて、多くの門が開かれている中で、この正義における門こそキリストにある門であって、その内へと入り、清さと正義とをもって自らの歩みをまっすぐに導き、すべてを乱れなく成し遂げる者たちは皆、幸いである。

5

ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω ἁγνὸς ἐν ἔργοις.

人は信仰篤い者であれ、知識を語り出す力ある者であれ、言葉の吟味において知恵ある者であれ、行いにおいて清らかな者であれ。

6

τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι, καὶ ζητεῖν τὸ κοινωφελὲς πᾶσιν, καὶ μὴ τὸ ἑαυτοῦ.

なぜなら、自らがより偉大であると見えれば見えるほど、それだけ一層謙遜であるべきであり、また己一人の益ではなく、すべての人に共通の益を求めるべきだからである。

Caput XLIX

第XLIX章
1

Ὁ ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα.

キリストにあって愛を持つ者は、キリストの命令を行え。

2

τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύναται ἐξηγήσασθαι;

神の愛の絆を、誰が説き明かすことができようか。

3

τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν;

その美しさの偉大さを、誰が語り尽くすに足りるであろうか。

4

τὸ ὕψος, εἰς ὃ ἀνάγει ἡ ἀγάπη, ἀνεκδιήγητόν ἐστιν.

愛が引き上げる高さは、語り尽くしえないものである。

5

ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ: οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον: ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ: ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ.

愛は我々を神に結びつける。愛は多くの罪を覆う。愛はすべてを耐え忍び、すべてに寛容である。愛のうちには何ら粗野なところはなく、何ら高慢なところもない。愛は分裂を持たず、愛は争わない。愛はすべてを一致のうちに行う。愛のうちにこそ、神に選ばれたすべての者たちは完全にされた。愛なくしては、何ものも神の御心にかなわない。

6

ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς ὁ δεσπότης: διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

主宰者は愛によって我々を迎え入れられた。我々に対して抱かれた愛のゆえに、我々の主イエス・キリストは、神の御心に従って、その血を我々のために与え、その肉を我々の肉のために、その魂を我々の魂のために与えられた。

Caput L

第L章
1

Ὁρᾶτε, ἀγαπητοι, πῶς μεγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις.

見よ、愛する者たちよ、愛がいかに偉大で驚くべきものであるかを。そしてその完全さについては説き明かすことができない。

2

τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν καταξιώσῃ ὁ θεός; δεώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ, ἵνα ἐν ἀγάπῃ εὑρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίνης, ἄμωμοι.

神が価するとお認めになった者たちでなければ、誰がその内に見出されるに足りようか。それゆえ我々は、その憐れみから乞い求め、願い求めよう。人間的な偏りなく、汚れなき者として、愛の内に見出されるように。

3

αἱ γενεαὶ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον, ἀλλ’ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν, οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.

アダムからこの日に至るまで、すべての世代は過ぎ去った。しかし、神の恩寵によって愛のうちに完全にされた者たちは、敬虔な者たちの場所を持ち、彼らはキリストの王国の訪れにおいて現されるであろう。

4

γέγραπται γάρ: Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον, ἕως οὖ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός μου, καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς, καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν.

かく記されているとおりである。「わずかの間、しばらくの間、汝らの奥まった部屋に入っておれ。我が怒りと憤りが過ぎ去るまで。そして私は善き日を思い起こし、汝らをその墓所より甦らせるであろう。」

5

μακάριοί ἐσμεν, ἀγαπητοί, εἰ τὰ προστάγματα τοῦ θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης, εἰς τὸ ἀφεθῆναι ἡμῖν δἰ ἀγάπης τὰς ἁμαρτίας.

愛する者たちよ、我々が神の命令を愛の一致のうちに行うならば、我々は幸いである。それは、愛によって我々の罪が赦されるためである。

6

γέγραπται γάρ: Μακάριοι, ὦν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι: μακάριος ἀνήρ, οὖ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος:

かく記されているとおりである。「幸いなるかな、その不法を赦された者たち、その罪を覆われた者たち。幸いなるかな、主がその罪を認めることなく、その口に欺きのない人。」

7

οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

この祝福の言葉は、我々の主イエス・キリストによって神に選び出された者たちの上に成った。彼に栄光が世々限りなくあるように。アーメン。

Caput LI

第LI章
1

Ὅσα οὖν παρεπέσαμεν καὶ ἐποιήσαμεν δια τινας παρεμπτώσεις τοῦ ἀντικειμένου, ἀξιώσωμεν ἀφεθῆναι ἡμῖν. καὶ ἐκεῖνοι δέ, οἵτινες ἀρχηγοὶ στάσεως καὶ διχοστασίας ἐγενήθησαν, ὀφείλουσιν τὸ κοινὸν τῆς ἐλπίδος σκοπεῖν.

それゆえ、敵対する者の何らかの働きかけによって我々が過ち、行ったすべてのことについて、それが我々に赦されるよう願い求めよう。そして、争いと分裂の首謀者となった者たちもまた、共通の望みに目を向けるべきである。

2

οἱ γὰρ μετὰ φόβου καὶ ἀγάπης πολιτευόμενοι ἑαυτοὺς θέλουσιν μᾶλλον αἰκίαις περιπίπτειν ἢ τοὺς πλησίον: μᾶλλον δὲ ἑαυτῶν κατάγνωσιν φέρουσιν ἢ τῆς παραδεδομένης ἡμῖν καλῶς καὶ δικαίως ὁμοφωνίας,

というのも、畏れと愛とをもって生きる者たちは、隣人よりもむしろ自分自身が虐待に遭うことを望むからである。そして彼らは、我々に美しく正しく伝えられた協和が責めを負うよりも、むしろ自ら断罪を受けることを選ぶ。

3

καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων ἢ σκληρῦναι τὴν καρδίαν αὐτοῦ, καθὼς ἐσκληρύνθη ἡ καρδία τῶν στασιαζόντων πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν, ὧν τὸ κρίμα πρόδηλον ἐγενήθη,

人にとっては、自分の過ちについて告白する方が、心を頑なにするよりも善いことである。神の僕モーセに対して争った者たちの心が頑なになったように。彼らへの裁きは明らかとなった。

4

κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, καὶ θάνατος ποιμανεῖ αὐτούς.

彼らは生きたまま冥界に下った。そして死が彼らを牧するであろう。

5

Φαραὼ καὶ ἡ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Αἰγύπτου, τά τε ἅρματα καὶ οἱ ἀνάβαται αὐτῶν οὐ δἰ ἄλλην τινὰ αἰτίαν ἐβυθίσθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο, ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτου διὰ τοῦ θεράποντος τοῦ θεοῦ Μωῦσέως.

ファラオとその軍勢、そしてエジプトの指導者たち皆、その戦車と乗り手たちは、他の何らの理由によってでもなく、神の僕モーセを通してエジプトの地にしるしと不思議が起こった後もなお、その分別なき心を頑なにしたがゆえに、紅海に沈められ、滅び去ったのである。

Caput LII

第LII章
1

Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων: οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ.

兄弟たちよ、主宰者はすべてのものについて何一つ必要としない方である。彼が求めるのは、彼に対して告白すること、それ以外の何ものでもない。

2

φησὶν γὰρ ὁ ἐκλεκτὸς Δαυείδ: Ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς: ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.

選ばれたダビデはこう言っている。「私は主に告白しよう。それは角と蹄を具えた若い雄牛にもまさって彼を喜ばせるであろう。貧しい者たちはこれを見て喜べ。」

3

καὶ πάλιν λέγει: Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου: καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

そして彼はまたこう言っている。「神に賛美の生贄を捧げ、いと高き者に汝の誓いを果たせ。そして汝の苦難の日に私を呼び求めよ。そうすれば私は汝を救い出し、汝は私に栄光を帰するであろう。」

4

θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.

神への生贄とは、打ち砕かれた霊だからである。

Caput LIII

第LIII章
1

Ἐπίστασθε γὰρ καὶ καλῶς ἐπίστασθε τὰς ἱερὰς γραφάς, ἀγαπητοί, καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ θεοῦ. πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν.

愛する者たちよ、諸君は聖なる書物を知っている、しかもよく知っている。そして神の御言葉の数々に身をかがめて見入ってきた。それゆえ、我々はこれらのことを思い起こさせるために書くのである。

2

Μωῦσέως γὰρ ἀναβάντος εἰς τὸ ὄρος καὶ ποιήσαντος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐν νηστείᾳ καὶ ταπεινώσει, εἶπεν πρὸς αὐτὸν ὁ θεός: Κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου: παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, ἐποίησαν ἑαυτοῖς χωνεύματα.

モーセが山に上り、四十日四十夜を断食とへりくだりのうちに過ごしたとき、神は彼に言われた。「速やかにここから下れ。汝がエジプトの地から導き出した汝の民は不法を行ったからである。彼らは汝が命じた道より速やかに逸れ、自分たちのために鋳物の像を造った。」

3

καὶ εἶπεν κύριος πρὸς αὐτόν: Λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων: Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστιν σκληροτράχηλος: ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.

そして主は彼に言われた。「私は汝に一度ならず二度までも語って言った。私はこの民を見た。見よ、彼らは項強い民である。私が彼らを滅ぼし尽くすに任せよ。そして私は天の下からその名を消し去り、汝をこれよりもはるかに大いなる、驚くべき民とするであろう。」

4

καὶ εἶπεν Μωϋσῆς: Μηδαμῶς, κύριε: ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.

そしてモーセは言った。「決してそうなさいませぬように、主よ。この民の罪をお赦しください。さもなくば、私をも生ける者たちの書から消し去ってください。」

5

ὢ μεγάλης ἀγάπης, ὢ τελειότητος ἀνυπερβλήτου. παρρησιάζεται θεράπων πρὸς κύριον, αἰτεῖται ἄφεσιν τῷ πλήθει, ἢ καὶ ἑαυτὸν ἐξαλειφθῆναι μετ’ αὐτῶν ἀξιοῖ.

おお、何と大いなる愛であろうか、おお、何と超えることのできない完全さであろうか。僕は主に対して率直に語り、群衆のために赦しを求め、あるいは自らも彼らとともに消し去られることを願い出るのである。

Caput LIV

第LIV章
1

Τίς οὖν ἐν ὑμῖν γενναῖος, τίς εὔσπλαγχνος, τίς πεπληροφορημένος ἀγάπης;

それゆえ、諸君のうちで、誰が高貴な者か、誰が情け深い者か、誰が愛に満たされた者か。

2

εἰπάτω: Εἰ δἰ ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα, ἐκχωρῶ, ἄπειμι, οὗ ἐὰν βούλησθε, καὶ ποιῶ τὰ προστασσόμενα ὑπὸ τοῦ πλήθους: μόνον τὸ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων.

その者はこう言え。「もし私のゆえに争いと不和と分裂があるのなら、私は退き、諸君の望むところへ去って行き、群衆の命じるところを行う。ただ、キリストの群れが、立てられた長老たちとともに平和のうちにあれ。」

3

τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται, καὶ πᾶς τόπος δέξεται αὐτόν, τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

これを行った者は、キリストにあって自らのために大いなる誉れを得るであろう。そしてあらゆる場所が彼を受け入れるであろう。地とそれに満ちるものは主のものだからである。

4

ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ θεοῦ ἐποίησαν καὶ ποιήσουσιν.

神の悔いのない生き方を生きる者たちは、これらのことを行ってきたし、これからも行うであろう。

Caput LV

第LV章
1

Ἵνα δὲ καὶ ὑποδείγματα ἐθνῶν ἐνέγκωμεν. πολλοὶ βασιλεῖς καὶ ἡγούμενοι, λοιμικοῦ τινος ἐνστάντος καιροῦ, χρησμοδοτηθέντες παρέδωκαν ἑαυτοὺς εἰς θάνατον, ἵνα ῥύσωνται διὰ τοῦ ἑαυτῶν αἵματος τοὺς πολίτας: πολλοὶ ἐξεχώρησαν ἰδίων πόλεων, ἵνα μὴ στασιάζωσιν ἐπὶ πλεῖον.

さて、我々は異邦人の例をも挙げよう。多くの王たちや指導者たちは、疫病の時が至ったとき、神託を受けて自らを死に引き渡した。それは、自らの血によって市民たちを救うためであった。多くの者たちは、それ以上争いが続かないように、自分の町から退いた。

2

ἐπιστάμεθα πολλοὺς ἐν ἡμῖν παραδεδωκότας ἑαυτοὺς εἰς δεσμά, ὅπως ἑτέρους λυτρώσονται: πολλοὶ ἑαυτοὺς παρέδωκαν εἰς δουλείαν. καὶ λαβόντες τὰς τιμὰς αὐτῶν ἑτέρους ἐψώμισαν.

我々は、我々のうちの多くの者が、他の者たちを贖い出すために自分自身を捕縛に引き渡したことを知っている。多くの者たちは自分自身を奴隷の身分に引き渡した。そして自分の身の代金を受け取ると、それで他の者たちを養った。

3

πολλαὶ γυναῖκες ἐνδυναμωθεῖσαι διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπετελέσαντο πολλὰ ἀνδρεῖα.

多くの女たちは、神の恩寵によって力を与えられ、多くの雄々しい行いを成し遂げた。

4

Ἰουδὶθ ἡ μακαρία, ἐν συγκλεισμῷ οὔσης τῆς πόλεως, ᾐτήσατο παρὰ τῶν πρεσβυτέρων ἐαθῆναι αὐτὴν ἐξελθεῖν εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

祝福されたユディトは、町が包囲されていたとき、長老たちに、自分が異民族の陣営へ出て行くのを許してほしいと願い出た。

5

παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν δἰ ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκλεισμῷ, καὶ παρέδωκεν κύριος Ὀλοφέρνην ἐν χειρὶ θηλείας.

そこで彼女は自らを危険に引き渡し、祖国と、包囲のうちにあった民への愛のゆえに出て行った。そして主はホロフェルネスを一人の女の手に引き渡された。

6

οὐχ ἧττον καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδύνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ ἔθνος τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται: διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν παντεπόπτην δεσπότην τῶν αἰώνων: ὃς ἰδὼν τὸ ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν, ὧν χάριν ἐκινδύνευσεν.

それに劣らず、信仰における完全な女エステルも、滅びようとしていたイスラエルの民を救うために、自らを危険にさらした。彼女は断食とへりくだりとによって、すべてを見そなわす世々の主宰者に願い出たのである。彼はその魂のへりくだりを見て、彼女がそのために危険を冒した民を救い出された。

Caput LVI

第LVI章
1

Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων, ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν ἀλλὰ τῷ θελήματι τοῦ θεοῦ: οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν θεὸν καὶ τοὺς ἁγίους μετ’ οἰκτιρμῶν μνεία.

そこで我々も、何らかの過ちのうちにある者たちのために執り成そう。彼らに温和と謙遜とが与えられ、彼らが我々にではなく神の御旨に従うようになるためである。そうしてこそ、神と聖なる者たちへの、憐れみを伴う彼らについての言及は、実り豊かで完全なものとなるからである。

2

ἀναλάβωμεν παιδείαν, ἐφ̓ ᾗ οὐδεὶς ὀφείλει ἀγανακτεῖν, ἀγαπητοί. ἡ νουθέτησις, ἣν ποιούμεθα εἰς ἀλλήλους, καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος: κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ θεοῦ.

愛する者たちよ、誰も憤るべきでない訓育を、我々は受け入れよう。我々が互いに施す訓戒は善きものであり、この上なく益となる。それは我々を神の御旨に結びつけるからである。

3

οὕτως γάρ φησιν ὁ ἅγιος λόγος: Παιδεύων ἐπαίδευσέν με ὁ κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με:

聖なる言葉はそのように言う。「主は懲らしめをもって私を懲らしめたが、死には渡さなかった。」

4

ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

「主は愛する者を懲らしめ、受け入れるすべての子を鞭打つのだから。」

5

Παιδεύσει με γάρ, φησίν, δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου.

「正しい者は憐れみをもって私を懲らしめ、私を戒めるであろう。されど罪人の油が私の頭を潤すことのないように」と言う。

6

καὶ πάλιν λέγει: Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος: νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου: αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν:

また再びこう言う。「主に戒められる人は幸いである。全能者の訓戒を拒むな。彼自身が痛みを与え、また立ち直らせるのだから。」

7

ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.

「彼は打ったが、彼の手が癒やした。」

8

ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν.

「六度の苦難からお前を救い出し、七度目には災いがお前に触れることはない。」

9

ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε:

「飢饉の中では死からお前を救い、戦争の中では剣の手からお前を解き放つ。」

10

καὶ ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθήσῃ κακῶν ἐπερχομένων.

「舌の鞭からお前を隠し、迫り来る災いを恐れることはない。」

11

ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς:

「不義なる者、不法なる者をお前は嘲笑い、猛獣を恐れることはない。」

12

θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.

「猛獣もお前と平和に暮らすであろうから。」

13

εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.

「そしてお前は知るだろう、お前の家は平和であり、お前の天幕の暮らしが過ちを犯すことのないことを。」

14

γνώσῃ δέ, ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.

「またお前は知るだろう、お前の子孫が多く、お前の子らが野のあらゆる草のようであることを。」

15

ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ̓ ὤραν συγκομισθεῖσα.

「お前は、時が来て刈り取られる熟した麦のように、あるいは季節に取り入れられる打ち場の穀物の山のように、墓へと至るであろう。」

16

βλέπετε, ἀγαπητοί, πόσος ὑπερασπισμός ἐστιν τοῖς παιδευομένοις ὑπὸ τοῦ δεσπότου: πατὴρ γὰρ ἀγαθὸς ὢν παιδεύει εἰς τὸ ἐλεηθῆναι ἡμᾶς διὰ τῆς ὁσίας παιδείας αὐτοῦ.

愛する者たちよ、諸君は見よ。主宰者によって懲らしめられる者たちに、いかに大きな守りがあることか。善き父であるがゆえに、彼はその聖なる懲らしめを通して我々が憐れみを受けるようにと懲らしめるのである。

Caput LVII

第LVII章
1

Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν, κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν.

そこで諸君、争いの発端を作った者たちよ、長老たちに服従し、悔い改めへと訓育を受け、心の膝を折れ。

2

μάθετε ὑποτάσσεσθαι, ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν: ἄμεινον γάρ ἐστιν ὑμῖν, ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι, ἢ καθ̓ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ.

服従することを学べ。舌の傲慢で高慢な自己主張を脱ぎ捨てよ。優越した者と見えて彼の望みから投げ出されるより、キリストの群れの中で小さく、かつ評価される者と見出される方が、諸君にとって良いことだからである。

3

οὕτως γὰρ λέγει ἡ πανάρετος σοφία: Ἰδού, προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.

全き徳を備えた知恵はそのように言う。「見よ、私は私の息吹の言葉を汝らに送り出し、私の言葉を汝らに教えよう。」

4

ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε: τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία.

「私が呼びかけても汝らは聞き従わず、私が言葉を差し伸べても汝らは意を払わず、かえって私の勧めを空しいものとし、私の戒めに逆らったので、それゆえ私もまた、汝らの滅びを笑い、汝らに破滅が臨むとき、また突然の混乱が汝らに至り、嵐のような破滅が来るとき、あるいは汝らに苦難と包囲が臨むときに、ともに喜ぶであろう。」

5

ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν: ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.

「汝らが私を呼び求めるときにも、私は汝らの言うことを聞き入れないであろう。悪しき者たちは私を探し求めても、見出さないであろう。彼らは知恵を憎み、主を畏れることを選ばず、私の勧めに意を払おうとせず、私の戒めを嘲ったのだから。」

6

τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται:

「それゆえ彼らは自分の道の実を食らい、自分の不敬虔に満たされるであろう。」

7

ἀνθ̓ ὦν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ: ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

「彼らが幼子たちを害したその報いとして、彼らは殺されるであろう。吟味は不敬虔な者たちを滅ぼすであろう。されど私に聞き従う者は、望みに信頼して住まい、あらゆる災いから恐れなく安らうであろう。」

Caput LVIII

第LVIII章
1

Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ τὸ ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὄνομα.

そこで我々は、知恵を通して、従わない者たちへあらかじめ語られた脅しを逃れ、彼のいと聖にして栄光ある御名に従おう。それは、彼の威光のいと聖なる御名に信頼して住まうためである。

2

δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ζῇ γὰρ ὁ θεὸς καὶ ζῇ ὁ κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ’ ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σωζομένων διὰ Ἰησοῦ Χριστοῦ, δἰ οὖ ἐστὶν αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

諸君、我々の勧めを受け入れよ。そうすれば諸君に悔いはないであろう。神は生きておられ、主イエス・キリストも、聖なる霊も生きておられ、選ばれた者たちの信仰と希望も生きている——それに誓って言う、謙遜のうちに、絶えざる温和をもって、神によって与えられた定めと命令とを悔いなく行う者は、イエス・キリストを通して救われる者たちの数に加えられ、名を記されるであろう、と。この方を通して、彼に栄光が世々限りなくあらんことを。アーメン。

Caput LIX

第LIX章
1

Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπ’ αὐτοῦ δἰ ἡμῶν εἰρημένοις, γινωσκέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν.

しかし、もし誰かが彼によって我々を通して語られたことに従わないならば、彼らは自分自身を過ちと少なからぬ危険とに縛りつけることになると知るがよい。

2

ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας καὶ αἰτησόμεθα ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος αὐτοῦ,

しかし我々は、この罪から潔白であろう。そして我々は、切なる願いと嘆願とをなしつつ求めるであろう、万物の造り主が、その愛する子イエス・キリストを通して、全世界にわたって数えられた彼の選ばれた者たちの数を、砕かれることなく守られるように。この方を通して、彼は我々を闇から光へ、無知から彼の御名の栄光の知識へと召してくださった——

3

... ἐλπίζειν ἐπὶ τὸ ἀρχεγόνον πάσης κτίσεως ὄνομά σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν σε τὸν μόνον ὕψιστον ἐν ὑψίστοις, ἅγιον ἐν ἀγίοις ἀναπαυόμενον. τὸν ταπεινοῦντα ὕβριν ὑπερηφάνων, τὸν διαλύοντα λογισμοὺς ἐθνῶν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦντα, τὸν πλουτίζοντα καὶ πτωχίζοντα, τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα, μόνον εὑρέτην πνευμάτων καὶ θεὸν πάσης σαρκός: τὸν ἐπιβλέποντα ἐν τοῖς ἀβύσσοις, τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων, τὸν τῶν κινδυνευόντων βοηθόν, τὸν τῶν ἀπηλπισμένων σωτῆρα, τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον: τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου, δἰ οὗ ἡμᾶς ἐπαίδευσας, ἡγίασας, ἐτίμησας:

……汝の御名、あらゆる被造物の根源なる御名に望みを置くようにしてくださり、我々の心の目を開いて、汝がいと高き所においていと高き唯一の方であり、聖なる者たちの中に憩う聖なる方であることを知らしめてくださった。すなわち、高ぶる者の傲慢を低くし、諸国民の思案を打ち砕き、低い者を高みへと上げ、高い者を低くし、富ませまた貧しくし、殺しまた生かす方、もろもろの霊の唯一の見出し主にして、あらゆる肉なる者の神である方。深淵を見渡し、人の業を見守り、危難にある者たちの助け主、望みを絶たれた者たちの救い主、あらゆる霊の創造者にして監督である方。地上に諸国民を増やし、そのすべての中から、汝の愛する子イエス・キリストを通して汝を愛する者たちを選び出した方——この方を通して、汝は我々を教え導き、聖別し、誉れを与えてくださった——

4

ἀξιοῦμέν σε, δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν. τοὺς ἐν θλίψει ἡμῶν σῶσον, τοὺς ταπεινοὺς ἐλέησον, τοὺς πεπτωκότας ἔγειρον, τοῖς δεομένοις ἐπιφάνηθι, τοὺς ἀσθενεῖς ἴασαι, τοὺς πλανωμένους τοῦ λαοῦ σου ἐπίστρεψον: χόρτασον τοὺς πεινῶντας, λύτρωσαι τοὺς δεσμίους ἡμῶν, ἐξανάστησον τοὺς ἀσθενοῦντας, παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας: γνώτωσάν σε ἅπαντα τὰ ἔθνη. ὅτι σὺ εἶ ὁ θεὸς μόνος καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου καὶ ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου.

主宰者よ、我々は汝に願い求める、汝が我々の助け主、また支え主となってくださるように。我々のうち苦しみにある者たちを救い、低くされた者たちを憐れみ、倒れた者たちを起こし、求める者たちに現れ、弱い者たちを癒やし、汝の民のうち迷える者たちを立ち帰らせてくださるように。飢えた者たちを満たし、我々の捕われ人たちを贖い、病む者たちを立ち上がらせ、気力を失った者たちを励ましてください。あらゆる国民が汝を知るように——汝こそ唯一の神であり、イエス・キリストは汝の子であり、我々は汝の民、汝の牧場の羊であることを。

Caput LX

第LX章
1

Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας: σύ, κύριε, τὴν οἰκουμένην ἔκτισας, ὁ πιστὸς ἐν πάσαις ταῖς γενεαῖς, δίκαιος ἐν τοῖς κρίμασιν, θαυμαστὸς ἐν ἰσχύϊ καὶ μεγαλοπρεπείᾳ, ὁ σοφὸς ἐν τῷ κτίζειν καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι, ὁ ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ, ἐλεῆμον καὶ οἰκτίρμον, ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας.

汝は、もろもろの業を通して、世界の絶えざる構成を顕わされた。主よ、汝は人の住む世界を創造された方、あらゆる世代を通じて真実な方、裁きにおいて正しい方、力と威光において驚くべき方、創造において知恵ある方、造られたものを据えるにおいて聡明な方、見えるものにおいて善き方、汝に信頼する者たちに対して慈しみ深い方よ。憐れみ深く慈悲深い方よ、我々の不法と不義と過ちと罪過とを赦したまえ。

2

μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν, ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας πορεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν.

汝の僕らと婢らのあらゆる罪を数え上げることなく、むしろ汝の真理による清めをもって我々を清め、我々の歩みを導いて、心の敬虔のうちに歩み、汝の御前と我々の支配者たちの前で善く、かつ喜ばれることを行わせてください。

3

ναί, δέσποτα, ἐπίφανον τὸ πρόσωπόν σου ἐφ̓ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ, εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως.

然り、主宰者よ、平和のうちに善きことのために、汝の御顔を我々の上に照らしてください。汝の強き御手によって我々が覆われ、汝の高き御腕によってあらゆる罪から救われるためです。また、不当に我々を憎む者たちから我々を救い出してください。

4

δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν, ἐπικαλουμένων σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ, ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου, τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς.

我々にも、地に住むすべての者たちにも、一致と平和とを与えてください。我々の父祖たちが信仰と真理のうちに敬虔に汝を呼び求めたとき、彼らに与えてくださったように。そして我々が、汝の全能にして栄光ある御名に、また地における我々の支配者たちと指導者たちに、従う者となりますように。

Caput LXI

第LXI章
1

Σύ, δεσποτα, ἔδωκας τὴν ἐξουσίαν τῆς βασιλείας αὐτοῖς διὰ τοῦ μεγαλοπρεποῦς καὶ ἀνεκδιηγήτου κράτους σου, εἰς τὸ γινώσκοντας ἡμᾶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην δόξαν καὶ τιμὴν ὑποτάσσεσθαι αὐτοῖς, μηδὲν ἐναντιουμένους τῷ θελήματί σου: οἶς δός, κύριε, ὑγίειαν, εἰρήνην, ὁμόνοιαν, εὐστάθειαν. εἰς τὸ διέπειν αὐτοὺς τὴν ὑπὸ σοῦ δεδομένην αὐτοῖς ἡγεμονίαν ἀπροσκόπως.

汝、主宰者よ、汝の壮麗にして言い尽くしがたい権威によって、彼らに王権をお与えになった。それは、汝によって彼らに与えられた栄光と誉れを我々が知り、汝の御旨に何ら逆らうことなく、彼らに服するためである。主よ、彼らに健やかさ、平和、一致、安定とを与えてください。汝によって彼らに与えられた統治を、彼らがつまずくことなく行うことができるように。

2

σὺ γάρ, δέσποτα ἐπουράνιε, βασιλεῦ τῶν αἰώνων, δίδως τοῖς υἱοῖς τῶν ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐξουσίαν τῶν ἐπὶ τῆς γῆς ὑπαρχόντων: σύ, κύριε, διεύθυνον τὴν βουλὴν αὐτῶν κατὰ τὸ καλὸν καὶ εὐάρεστον ἐνώπιόν σου, ὅπως διέποντες ἐν εἰρήνῃ καὶ πραΰτητι εὐσεβῶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην ἐξουσίαν ἵλεώ σου τυγχάνωσιν.

天にいます主宰者よ、世々の王よ、汝は人の子らに、栄光と誉れと、地上にあるものに対する権能とをお与えになる。主よ、汝の御前に善く、かつ喜ばれるところに従って、彼らの計らいを導いてください。それは、彼らが平和と柔和とをもって、汝によって彼らに与えられた権能を敬虔に行い、汝の慈しみを得るためである。

3

ὁ μόνος δυνατὸς ποιῆσαι ταῦτα καὶ περισσότερα ἀγαθὰ μεθ̓ ἡμῶν, σοὶ ἐξομολογούμεθα διὰ τοῦ ἀρχιερέως καὶ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοι ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ νῦν καὶ εἰς γενεὰν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

これらのことを、また我々のためにこれにまさる善きことをもなしうる唯一の方よ、我々は、我々の魂の大祭司にして守り手であるイエス・キリストを通して、汝をほめたたえる。この方を通して、汝に栄光と威光とが、今もまた代々に、世々限りなくあらんことを。アーメン。

Caput LXII

第LXII章
1

Περὶ μὲν τῶν ἀνηκόντων τῇ θρησκείᾳ ἡμῶν καὶ τῶν ὠφελιμωτάτων εἰς ἐνάρετον βίον τοῖς θέλουσιν εὐσεβῶς καὶ δικαίως διευθύνειν, ἱκανῶς ἐπεστείλαμεν ὑμῖν, ἄνδρες ἀδελφοί.

我々の宗教にかかわる事柄について、また敬虔にかつ正しく身を処そうと望む者たちにとって徳ある生に最も益となる事柄について、兄弟たちよ、我々は諸君に十分に書き送った。

2

περὶ γὰρ πίστεως καὶ μετανοίας καὶ γνησίας ἀγάπης καὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ ὑπομονῆς πάντα τόπον ἐψηλαφήσαμεν, ὑπομιμνήσκοντες δεῖν ὑμᾶς ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ μακροθυμίᾳ τῷ παντοκράτορι θεῷ ὁσίως εὐαρεστεῖν, ὁμονοοῦντας ἀμνησικάκως ἐν ἀγάπῃ καὶ εἰρήνῃ μετὰ ἐκτενοῦς ἐπιεικείας, καθὼς καὶ οἱ προδεδηλωμένοι πατέρες ἡμῶν εὐηρέστησαν ταπεινοφρονοῦντες τὰ πρὸς τὸν πατέρα καὶ κτίστην θεὸν καὶ πάντας ἀνθρώπους.

信仰と悔い改めと真実な愛と自制と節制と忍耐について、我々はあらゆる論点に触れ、諸君が正義と真理と寛容とのうちに、全能の神に敬虔に喜ばれるべきこと、また悪意を抱かずに一致し、愛と平和とのうちに絶えざる温和をもって歩むべきことを想い起こさせた。それは、先に示した我々の父祖たちが、父にして創造者なる神に対しても、またすべての人に対しても、謙遜な思いをもって喜ばれる者となったのと同じである。

3

καὶ ταῦτα τοσούτῳ ἥδιον ὑπεμνήσαμεν, ἐπειδὴ σαφῶς ᾔδειμεν γράφειν ἡμᾶς ἀνδράσιν πιστοῖς καὶ ἐλλογιμωτάτοις καὶ ἐγκεκυφόσιν εἰς τὰ λόγια τῆς παιδείας τοῦ θεοῦ.

そして、我々がこれらのことをこれほど喜んで想い起こさせたのは、我々が信仰篤く、この上なく高い評価を受け、神の訓育の言葉に深く目を注ぐ人々に書いていることを、明らかに知っていたからである。

Caput LXIII

第LXIII章
1

Θεμιτὸν οὖν ἐστὶν τοῖς τοιούτοις καὶ τοσούτοις ὑποδείγμασιν προσελθόντας ὑποθεῖναι τὸν τράχηλον καὶ τὸν τῆς ὑπακοῆς τόπον ἀναπληρῶσαι, ὅπως ἡσυχάσαντες τῆς ματαίας στάσεως ἐπὶ τὸν προκείμενον ἡμῖν ἐν ἀληθείᾳ σκοπὸν δίχα παντὸς μώμου καταντήσωμεν.

それゆえ、かくも多く、かくも大いなる模範に近づいた者として、首を差し出し、従順の座を満たすことは、正しいことである。それは、空しい争いを静め、我々の前に真理のうちに置かれた目標へと、いかなる非難もなく到達するためである。

2

χαρὰν γὰρ καὶ ἀγαλλίασιν ἡμῖν παρέξετε, ἐὰν ὑπήκοοι γενόμενοι τοῖς ὑφ̓ ἡμῶν γεγραμμένοις διὰ τοῦ ἁγίου πνεύματος ἐκκόψητε τὴν ἀθέμιτον τοῦ ζήλους ὑμῶν ὀργὴν κατὰ τὴν ἔντευξιν. ἣν ἐποιησάμεθα περὶ εἰρήνης καὶ ὁμονοίας ἐν τῇδε τῇ ἐπιστολῇ.

諸君が、聖なる霊を通して我々の書き記したことに従う者となり、この書簡において我々が平和と一致についてなした嘆願に従って、諸君のねたみの不法な怒りを断ち切るならば、諸君は我々に喜びと歓喜とをもたらすであろう。

3

ἐπέμψαμεν δὲ ἄνδρας πιστοὺς καὶ σώφρονας ἀπὸ νεότητος ἀναστραφέντας ἕως γήρους ἀμέμπτως ἐν ἡμῖν, οἵτινες καὶ μάρτυρες ἔσονται μεταξὺ ὑμῶν καὶ ἡμῶν.

我々は、若き時から老いに至るまで我々のもとで非のうちどころなく身を処してきた、信仰篤く分別ある男たちを遣わした。彼らは、諸君と我々との間の証人ともなるであろう。

4

τοῦτο δὲ ἐποιήσαμεν, ἵνα εἰδῆτε. ὅτι πᾶσα ἡμῖν φροντὶς καὶ γέγονεν καὶ ἔστιν εἰς τὸ ὲν τάχει ὑμᾶς εἰρηνεῦσαι.

我々がこうしたのは、諸君に知らせるためである。すなわち、諸君が速やかに平和を得るようにということに、我々のあらゆる配慮が、これまでも向けられ、今も向けられ続けているということを。

Caput LXIV

第LXIV章
1

Λοιπὸν ὁ παντεπόπτης θεὸς καὶ δεσπότης τῶν πνευμάτων καὶ κύριος πάσης σαρκός, ό ἐκλεξάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ ἡμᾶς δἰ αὐτοῦ εἰς λαὸν περιούσιον, δῴη πάσῃ ψυχῇ ἐπικεκλημένῃ τὸ μεγαλοπρεπὲς καὶ ἅγιον ὄνομα αὐτοῦ πίστιν, φόβον, εἰρήνην, ὑπομονὴν καὶ μακροθυμίαν, ἐγκράτειαν, ἁγνείαν, σωφροσύνην, εἰς εὐαρέστησιν τῷ ὀνόματι αὐτοῦ διὰ τοῦ ἀρχιερέως καὶ προστάτου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ αὐτῷ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ τιμή, καὶ νῦν καὶ εἰς πάντας τοῦς αἰῶνας τῶν αἰώνων ἀμήν.

さて、万物を見通す神にして、もろもろの霊の主宰者、あらゆる肉なる者の主であり、主イエス・キリストを、またこの方を通して我々を、ご自身の所有の民として選ばれた方は、その壮麗にして聖なる御名を呼び求めるすべての魂に、信仰と、畏れと、平和と、忍耐と寛容と、自制と、清さと、節制とを与え、我々の大祭司にして守り手であるイエス・キリストを通して、その御名に喜ばれる者とならせてくださるように。この方を通して、彼に栄光と威光、権能と誉れとが、今もまた世々限りなく、あらんことを。アーメン。

Caput LXV

第LXV章
1

Τοὺς δὲ ἀπεσταλμένους ἀφ̓ ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Οὐαλέριον Βίτωνα σὺν καὶ Φορτουνάτῳ ἐν εἰρήνῃ μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς, ὅπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθήτην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλλωσιν, εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν.

我々のもとから遣わされたクラウディウス・エフェボスとウァレリウス・ビトンとを、フォルトゥナトゥスとともに、諸君は平和と喜びのうちに速やかに我々のもとへ送り返せ。彼らが、我々の願い求め、待ち望む平和と一致とを、より速やかに報せるためである。それは、我々もまた諸君の安定について、より速やかに喜ぶことができるようにである。

2

Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ̓ ὑμῶν καὶ μετὰ πάντων πανταχῆ τῶν κεκλημένων ὑπὸ τοῦ θεοῦ δἰ αὐτοῦ. δἰ οὗ αὐτῷ δόξα, τιμή, κράτος καὶ μεγαλωσύνη, θρόνος αἰώνιος, ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἐπιστολὴ τῶν Ῥωμαίων πρὸς τοὺς Κορινθίους.

我々の主イエス・キリストの恵みが、諸君とともに、また至るところで神によってこの方を通して召されたすべての者たちとともにあるように。この方を通して、彼に栄光と誉れと権能と威光、また永遠の王座とが、世々から世々限りなくあらんことを。アーメン。ローマ人からコリント人への手紙。